Χαιρετισμοί εις την Αγία και Ζωαρχική Τριάδα
Κοντάκιον.Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν ὑπερούσιον, Τριάδα σε δοξάζομεν, Πατέρα ἄναρχον, Υἱὸν καὶ Πνεῦμα Ἅγιον, ἀληθῶς ἕνα Θεὸν καὶ παμβασιλέα, τῶν πταισμάτων τὴν συγχώρησιν αἰτούμεθα, καὶ τυχεῖν τῆς αἰωνίου βασιλείας σου, τοὺς κραυγάζοντας· Δόξα σοι, τῷ Θεῷ ἡμῶν.
Ἀγία Τριάς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἄναρχε θεαρχία, καὶ Τριάς Παναγίᾳ, Πάτερ Υἱὲ καὶ Πνεῦμα (ἐκ γ΄), Θεὸς μία τρισσοφαής, ἡ ἐκ μὴ ὄντος τὸ πὰν οὐσιώσασα, προσπίπτω σοι, Πανάγαθε, πίστει καὶ πόθῳ ἐκβοῶν σοι·
Δόξα, Πατρὶ Θεῷ προανάρχῳ·
Δόξα, Υἱῷ Θεῷ συνανάρχῳ.
Δόξα, ὁμοθέῳ τῷ Ἁγίῳ Πνεύματι·
Δόξα, ὑπερθέῳ τῆ μιᾷ Θεότητι.
Δόξα, Πάτερ Παντοδύναμε, τῶν ἁπάντων ποιητά·
Δόξα, Λόγε πολυέλεε, τῶν ἀνθρώπων λυτρωτά.
Δόξα, Πνεύματι θείῳ πᾶσαν κτίσιν πληροῦντι·
Δόξα, πάντων αἰτίῳ πᾶσαν φύσιν ζωοῦντι.
Δόξα, δι’ οὗ τῆς κτίσεως ἔναρξις·
Δόξα, ἐξ οὗ τῶν πάντων ἡ ὕπαρξις.
Δόξα, ὃν πάντα φρίσσει καὶ τρέμει·
Δόξα, ὦ πᾶσα κτίσις δουλεύει.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Βάθει σοφῆς βουλῆς σου, οὐρανόν, γῆν καὶ ὕδωρ, ὑπέστησας ἀῤῥήτῳ ἰσχύι, καὶ ἅπαντα τὸν κόσμον αὐτῶν, ἕν ἐξ ἡμέραις δ’ ὡς συνετελέσθησαν, οἱ Ἄγγελοί σου Κύριε, φωνὴν μεγάλῃ ᾔνεσάν σε·
Ἀλληλούια.
Γέννησιν Θεοῦ Λόγου, ἐκ Πατρὸς ἀγεννήτου, καὶ Πνεύματος ἐκπόρευσιν θείου, ἐκ μόνου τοῦ Πατρὸς ἐννοῶν, ὁμολογῷ Τριάδα Ὁμοούσιον, ἐκπόρευσιν, καὶ γέννησιν ἀΐδιον, δοξάζων εὐσεβῶς, κραυγάζω·
Δόξα, Θεῷ Πατρὶ τῷ Γενέτῃ·
Δόξα, Υἱῷ ἐκ Πατρὸς φυέντι.
Δόξα, προβλήτῳ Παναγίῳ τῷ Πνεύματι·
Δόξα, τῇ τρισσὼς ἑνουμένῃ Θεότητι.
Δόξα, Πάτερ ἐπουράνιε σύμπαντος δημιουργέ·
Δόξα σοι, Υἱὲ ὁμόθρονε πάντων συνδημιουργέ.
Δόξα σοι,Πνεῦμα, φυὲν ἐκ Πατρὸς ἀποῤῥήτως·
Δόξα σοι, Φάος, συνὸν τῷ Υἱῷ πατροπροβλήτως.
Δόξα, σοι Πάτερ, Θεέ, ὑπερούσιε·
Δόξα, σοι Λόγε Πατρὸς ὁμοούσιε.
Δόξα, Πνεῦμα τοῦ Πατρὸς καὶ τοῦ Λόγου·
Δόξα, μόνε χορηγὲ παντὸς δώρου.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Δόξαν, μεγαλωσύνην καὶ ἀσίγητον αἶνον, ἀΰλως τῷ σῷ κράτει προσφέρει, πᾶσα τῶν Ἀγγέλων ἡ πληθύς, τὸν σὸν περικυκλοῦντες θρόνον Δέσποτα, μεθ’ ὧν ἡ θριαμβεύουσα Ἐκκλησίᾳ, ἐκβοᾶ σοι·
Ἀλληλούια.
Ἕνα σε τῇ οὐσία, ἐν τρισὶ τοῖς προσώποις, εἶδεν Ἀβραὰμ ὁ Πατριάρχης, ἐν τῇ δρυῒ πάλαι τῆ Μαμβρή, θυσίαν δε τοῦ Ἰσαάκ ἐκώλυσας, ὁ εἰς γὰρ τῆς Τριάδος σαρκὶ τέθνηκας, ὑπὲρ τῶν βοώντων·
Δόξα, Θεῷ Πατρὶ ἀοράτῳ·
Δόξα, Υἱῷ σαρκὶ ὁρωμένῳ.
Δόξα, τῷ Ἁγίῳ ἀοράτῳ Πνεύματι·
Δόξα, σοι τῇ ἀπεριγράπτῳ Θεότητι.
Δόξα σοι ὧπερ λατρεύουσι τῶν Ἀγγέλων οἱ χοροί·
Δόξα σοι, ὃν προηγόρευσαν οἱ Προφῆται οἱ σοφοί.
Δόξα σοι, τῷ ποιήσαντι Ἀδὰμ τὸν Γενάρχην·
Δόξα σοι, τῷ εὐλογήσαντι Ἀβραὰμ τὸν Πατριάρχην.
Δόξα, Πατρὶ τῷ τὸν Υἱὸν θύσαντι·
Δόξα, Χριστῷ τῷ ἀμώμῳ θύματι.
Δόξα, πρῶν ὃν ἐπιφθάσαι ποθῶμεν·
Δόξα, πρῶν ὃν οἱ πιστοί ἐκβοῶμεν.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Ζἦλον ἔνδοθεν πνέων, ὁ πυρίπνους Ἠλίας, προσήνεγκε τὴν ξένην θυσίαν, τρισσεύσαι γὰρ τὸ ὕδωρ εἰπών, τὸ τρισσὸν τῶν ὑποστάσεων δέδειχε, τοῦ ἕν μονάδι φύσεως, Θεοῦ Ἰσραήλ, ὦ βοῶμεν·
Ἀλληλούια.
Ἡσαΐας ἐν θρόνῳ, ἐπηρμένῳ ἐώρα, Σαβαὼθ Κύριον Βασιλέα, κραυγὴν δὲ τῶν κύκλῳ Σεραφίμ, ἅγιος, ἅγιος, ἅγιος ἤκουε, Τριάδα Ὁμοούσιον, ὑμνῶν καὶ κατανύξει κράζων·
Δόξα, Πατρὶ τῷ ὑπερουσίῳ·
Δόξα, Υἱῷ τῷ ὁμοουσίῳ.
Δόξα, τῷ σεπτῷ ὁμοθρόνῳ τε Πνεύματι·
Δόξα, τῇ μιᾷ ἀκαταλήπτῳ Θεότητι.
Δόξα, ἡ οἱ Νόες ᾄδουσι τὴν οὐράνιον μολπήν·
Δόξα, ἡ ἀπαύστως κράζουσι τὴν τρισάγιον ᾠδήν.
Δόξα, τῷ χορηγοῦντι δωρεὰς τοῖς ἁγίοις·
Δόξα, τῷ ἐνοικοῦντι νοερῶς τοῖς ἀξίοις.
Δόξα, τῷ κτίσιν νεύματι στήσαντι·
Δόξα, χερσὶ τὸν ἄνθρωπον πλάσαντι.
Δόξα, τῇ σῇ ἀνεκφράστῳ δυνάμει·
Δόξα, τῇ σῇ ἀνεικάστῳ ἰσχύι.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Θεοῤῥήμονες Παῖδες, ἐν καμίνῳ βληθέντες, Παρθένε προτυποῦσι τὸν τόκον τὸ πῦρ γὰρ τῆς Τριάδος Αὐτῇ, ἐγκατοικῆσαν ἄφλεκτον ἔδειξε. Διόπερ σὺν Αὐτῇ καὶ τοῖς Παισί, τῇ Τριάδι βοῷμεν·
Ἀλληλούια.
Ἴδεν ὁ Δανιήλ σε, τὸν Θεὸν τῶν ἁπάντων, καθήμενον Κριτὴν ἐπὶ θρόνου, Πατέρα, παλαιὸν ἡμερῶν, Υἱὸν σύνθρονον, τὸν ἐνανθρωπήσαντα, καὶ Πνεύματι, μυούμενος, τὸν ἕνα Θεὸν ἀνεβόα·
Δόξα, Θεῶ Πατρὶ ἀεὶ ὄντι·
Δόξα, Υἱῷ τῷ Πατρὶ συνόντι.
Δόξα, τῷ σεπτῷ συναϊδίῳ Πνεύματι·
Δόξα, τῇ μιᾷ καὶ ἀνάρχῳ Θεότητι.
Δόξα σοι, Τριὰς προσώποις ἑνουμένη οὐσιωδῶς·
Δόξα σοι, Μονὰς τῇ φύσει, τρισσουμένη ὐποστατικώς.
Δόξα σοι, ἐπὶ θρόνου τῷ Προφῆτι ὀφθέντι·
Δόξα σοι, ἐν ἀνθρώπου τῇ μορφῇ ὀραθέντι.
Δόξα, κράτος ἐν ὀμοβασίλειον·
Δόξα, φάος ἄκτιστον τρισήλιον.
Δόξα, τῷ μόνῳ Θεῷ καὶ Δεσπότῃ·
Δόξα, τῷ λάμψαντι φῶς τοῖς ἐν σκότει.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Κατελθὼν οὐρανόθεν, ὁ Θεοῦ Θεὸς Λόγος, ἐνῴκησεν ὅλως τῇ Παρθένῳ, καὶ σάρκα προσλαβών ἐξ αὐτῆς, προῆλθεν ἀνεκφράστως ὁ Θεάνθρωπος. Ἐκπλήττομαι, τὴν ἄκραν συγκατάβασιν, διὸ καὶ ψάλλω·
Ἀλληλούια.
Λόγος ὁ ἐν τοῖς κόλποις, τοῦ Πατρὸς ὧν ἀρχῆθεν, ἐγένετο σάρξ ἀναλλοιώτως, Πνεῦμα γὰρ τὸ Ἅγιον ἐλθόν, τῇ καθαρᾷ Παρθένῳ ἐπεσκίασε, κόσμον εὐωδιάσαν, καὶ τῇ Τριάδι βοᾶν διδάξαν·
Δόξα, Θεῶ Πατρὶ ἀγεννήτῳ·
Δόξα, Υἱῶ τῷ Πατρογγενήτω.
Δόξα, τῷ Πατρὸς παναγάθῳ προβλήματι·
Δόξα, τῷ Υἱοῦ παναγίῳ προσλήματι.
Δόξα, τῷ Πατρὶ γεννήσαντι τὸν Υἱὸν θεοπρεπώς·
Δόξα, τῷ Υἱῶ βλαστήσαντι ἐξ Ἁγνῆς θεανδρικώς.
Δόξα, Πνεύματι θείῳ ἐπελθόντι τῇ Μαρίᾳ·
Δόξα, τῷ ἐνεργήσαντι Λόγου σάρκωσιν θείαν.
Δόξα, Θεῶ, Ἀδὰμ τῷ ποιήσαντι·
Δόξα, Χριστῷ, αὐτὸν ἀναπλάσαντι.
Δόξα, δι’ οὗ εὐλογήθη ἡ κτίσις·
Δόξα, πρὸ ὃν λογικὴ μέλπει φύσις.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Μεγαλύνομεν πάντες, τοῦ Θεοῦ τὴν Μητέρα, τὴν ὄντως ἁγίαν Θεοτόκον, ὅτι τὸν ἀχώρητον Θεόν, ἐν κοιλίᾳ βαστάσασα ἐκύησε, αἰτία σωτηρίας γεγονυῖαν, πᾶσι τοῖς βοῶσιν·
Ἀλληλούια.
Νἄμασιν Ἰορδάνου, τῆς Ἁγίας Τριάδος, ἡ προσκύνησις ἐφανερώθη, ἄνωθεν γὰρ ὁ Πατήρ, Υἱὸν ἐμαρτύρει τὸν βαπτιζόμενον, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερά, ἡμᾶς ἠσφάλιζε κραυγάζειν·
Δόξα, Τριὰς καὶ Μονὰς ἡ θεία·
Δόξα, Μόνας καὶ Τριάς Ἁγία.
Δόξα, τῷ Πατρί, τῷ Υἱῷ καὶ τῷ Πνεύματι·
Δόξα, τῇ μιᾷ τρισηλίω Θεότητι.
Δόξα σοι, Θεὲ ἀόρατε καὶ ἀπρόσιτε φρικτῶς·
Δόξα, Ἰησοῦ γλυκύτατε προσιτός μοι γεγονώς.
Δόξα σοι, τῷ ἐν ῥείθροις Ἰορδάνου φανέντι·
Δόξα σοι, τῷ ἐν εἴδει περιστερᾶς ὀφθέντι.
Δόξα σοι, φῶς ἁπλοῦν, παμφαέστατον·
Δόξα σοι, φῶς τρισσόν, τηλαυγέστατον.
Δόξα, δι’ οὗ ἐφωτίσθη τὰ πάντα·
Δόξα, πρὸς ὃν ἀνακράζομεν ἄμα.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Ξἔνην ἐπὶ τοῦ ὄρους, οἱ Ἀπόστολοι τότε, ἠλλοιώθησαν ἔκστασιν ὄντως, τοῦ Πατρὸς γὰρ ἤκουον, Υἱόν, μαρτυροῦντος τὸν μεταμορφούμενον, νεφέλην δε, τοῦ Πνεύματος, τὴν χάριν θεωροῦντες, ἐβόων·
Ἀλληλούια.
Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ, φυσικώς δ’ ἐν ἐμοὶ ὧν ὁ Πατήρ, καὶ τὸ Πνεῦμα, οἱ ἀξίως κοινωνοῦντές μοι, τὴν Τριάδα δέχονται, καὶ θεούμενοι οὕτω βοῶσι·
Δόξα Θεῷ, τρυφὴ τῶν Ἀγγέλων·
Δόξα Χριστῷ, τροφὴ τῶν ἀνθρώπων.
Δόξα, τῷ παρέχοντι ἄρτον τὸν οὐράνιον·
Δόξα, τῷ ποτίζοντι οἶνον σωτήριον.
Δόξα σοι, λαῷ ὀμβρίσαν τὸ μάννα τότε τὸ φθαρτόν·
Δόξα σοι, ἡμᾶς ἐμπλήσαντι Μυστηρίων τῶν φρικτῶν.
Δόξα, σου τῇ κενώσει, ἀληθῇς ἀμβροσίᾳ·
Δόξα, σου τῇ ἑνώσει, μυστικῇ πανδαισίᾳ.
Δόξα, Θεῶ, ἱερεῖς προσᾴδουσι·
Δόξα, Αὑτῷ οἱ πιστοὶ συνᾴδουσι.
Δόξα, τῇ σῇ Χριστὲ φρικτὴ θυσία·
Δόξα σοι, προσφωνεῖ ἡ Ἐκκλησία.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Πῶς ὁ Ὃν εσαρκώθης; Πῶς ἑκὼν ἐσταυρώθης; καὶ ταφεὶς πῶς ἐν ᾅδου κατῆλθες; Πάντως ἵνα πλάσμα τὸ σόν, θανάτου Χριστὲ λυτρώσῃς, Παραδείσου τῆς τρυφῆς ἀξιώσῃς, καὶ τῇ Τριάδι κραυγάζειν διδάξῃς·
Ἀλληλούια.
Ῥήτορας ἐν τῷ κόσμῳ, Σῶτερ τοὺς Ἀποστόλους, ἀπέστειλας κηρύττειν καὶ βαπτίζειν, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τηρεῖν τε τὰ σὰ ἐντάλματα, καὶ θεολογεῖν τοιαῦτα·
Δόξα Θεῶ, τῇ ὄντως σοφίᾳ·
Δόξα Αὐτῷ, ἀῤῥήτῳ οὐσίᾳ.
Δόξα Ἰησοῦ, τῇ ἐκ Κόρης σαρκώσει σου·
Δόξα, τῆ σεπτῇ ἐκ νεκρῶν ἀναστάσει σου.
Δόξα σοι, Τριὰς ἀσύγχυτε καὶ ἀμέριστε Μονάς·
Δόξα σοι, Χριστὲ παθήμασι, δι’ ὧν ἔσωσας ἡμᾶς.
Δόξα σοι, ὃν Προφῆται μυστικῶς ἐθεώρουν·
Δόξα σοι, ὃν Αὐτόπται σαρκωθέντα ἑώρων.
Δόξα σοι Τριάς, ᾗ ἐβαπτίσθημεν·
Δόξα σοι, Μονάς, ᾗ ἐφωτίσθημεν.
Δόξα, δι’ οὗ νεουργείται ὁ κόσμος·
Δόξα, πρὸς ὃν ἀναπέμπεται αἶνος.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Σταυρωθεὶς ἑκουσίως, τάφον Σῶτερ εἰσέδυς, ἐκ νεκρῶν τε ἀνέστης ἐν δόξῃ, καὶ ἀναληφθεὶς εἰς οὐρανούς, δεξιόθεν τοῦ Πατρὸς συνεκάθισας, ὁ Θεάνθρωπος, σὺν Πνεύματι Ἁγίῳ ἀνυμνούμενος·
Ἀλληλούια.
Τὁ Πανάγιον Πνεῦμα, τὸ τὰ πάντα ζωώσαν, καὶ τοὺς Ἀποστόλους ἐμφορῆσαν, κατελθὸν ἐν τῇ Πεντηκοστῇ, ὡσεὶ γλῶσσα πυρὸς ἐφ’ ἕνα ἕκαστον, ἐφώτισεν, ἐδίδαξε, ποικιλογλώσσως ἀνακράζειν·
Δόξα Θεῶ, ὅτι ἕν καὶ τρία.
Δόξα σοι, ὦ τρισσὴ Μοναρχία·
Δόξα, Πατρὸς ὁ Υἱὸς γέννημα ἄμωμον.
Δόξα, Πατρὸς πρόβλητον Πνεῦμα τὸ Ἅγιον.
Δόξα σοι, Πάτερ ἀγέννητε καὶ Υἱὲ μονογενές·
Δόξα σοι, Πνεῦμα Παράκλητον, ἀγαθόν τε καὶ ευθές.
Δόξα σοι, Ἅγιον Φῶς, τὸ φωτίζον καρδίας·
Δόξα σοι, ἄστεκτον πῦρ, τὸ πυροῦν διανοίας.
Δόξα, δι’ οὗ Προφητῶν ἡ ὅρασις·
Δόξα, δι’ οὗ Ἀποστόλων φώτισις.
Δόξα σοι, δόξα ἐνδόξων Μαρτύρων·
Δόξα σοι, κλέος εὐκλεῶν Ἁγίων.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Ὕμνον εὐχαριστίας, δόξαν, μεγαλωσύνην, προσάγει τῶν πιστῶν ἡ χορεία, πρὸς τὴν ὑπεράρχιον Ἀρχήν, ἄληπτον Οὐσίαν, Φῶς ἀπρόσιτον, Θεότητα μίαν τρισυπόστατον, καὶ προσκυνοῦσα ψάλλει·
Ἀλληλούια.
Φῶς Πατέρα δοξάζω, φῶς Υἱὸν συνδοξάζω, φῶς τιμῶ καὶ τὸ Ἅγιον Πνεῦμα, ἀλλ’ ἕν Φῶς τὰ τρία ἀειλαμπές, αἰτίαν τῆς τῶν πάντων ὑπάρξεως, ὀμοβασίλειον κράτος καὶ ἐξουσίαν, πρὸς ἣν βοῶμεν·
Δόξα σοι φῶς, τὸ πρῴων ἀχρόνως·
Δόξα σοι φῶς, ἐκ φωτὸς συγχρόνως.
Δόξα σοι, φώς ἐκ Πατρὸς τὸ ὁμόχρονον·
Δόξα σοι Φωτάρχα, τριφαὲς φῶς ὑπέρχρονον.
Δόξα σοι, Φῶς τὸ ἀπρόσιτον ἐν Ἁγίοις κατοικοῦν·
Δόξα σοι, Φῶς τὸ ἀείφωτον, τὸ φωστῆρα αὐτουργοῦν.
Δόξα σοι, ποιήσαντι ἥλιον καὶ σελήνην·
Δόξα σοι, κοσμήσαντι οὐρανὸν δι’ ἀστέρων.
Δόξα, τῇ σῇ ἀπείρῳ λαμπρότητι·
Δόξα, τῇ σή ἀΰλῳ φαιδρότητι.
Δόξα, Τριάς, φωτισμὸν δωρουμένη·
Δόξα, Μονάς, ὑφ’ ἡμῶν ὑμνουμένη.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Χάριν δίδου πλουσίαν, ἡμῖν τοῖς λατρευταῖς σου, ὁ Θεός, τὸ Παράκλητον Πνεῦμα, φώτισον, συνέτισον ἡμᾶς, καὶ ἀπὸ αἱρέσεων διαφύλαξον, ὡς ἂν ἀπλανῶς, Ὀρθοδόξως καὶ ὁμοφρόνως ψάλλομεν·
Ἀλληλούια.
Ψάλλοντες εὐφημοῦμεν, καὶ πιστῶς προσκυνοῦμεν, τὴν μίαν βασιλείαν ἁπάντων, Πατέρα ἀόριστον ἀρχήν, Υἱὸν καὶ Πνεῦμα, Πατρὶ συναΐδια, Θεότητα μίαν, δόξαν καὶ λαμπρότητα, ᾗ βοῷμεν·
Δόξα σοι, Πάτερ εὐλογημένε·
Δόξα σοι, Λόγε δεδοξασμένε.
Δόξα σοι, ὦ Πνεῦμα Παράκλητε ἔνδοξε·
Δόξα σοι, Παντάναξ, Μονοκράτορ Ὕψιστε.
Δόξα, Πάτερ, ὅτι ἔπεμψας τὸν Υἱόν σου εἰς τὴν γῆν·
Δόξα, Σῶτερ ὅτι ἔδειξας τὸν Πατέρα σου ἡμῖν.
Δόξα, Πνεῦμα τὸ νέμον εἰς ἡμᾶς θείαν χάριν·
Δόξα, δόξα Θεέ μου, ἐρχομενῷ σοι πάλιν.
Δόξα, Τριάς, σοὶ μόνη πιστεύομεν·
Δόξα, Μονάς, σοὶ πόθῳ λατρεύομεν.
Δόξα Θεῶ, εὐσεβῶς ὃν δοξάζω·
Δόξα Θεῶ, ἐκ ψυχῆς ὦ κραυγάζω.
Δόξα σοι τῷ Θεῷ ἡμῶν.
Ἀγία Τριὰς ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὦ Τριάς Παναγία, Πάτερ Λόγε καὶ Πνεῦμα, ἡ μία τῶν ἁπάντων Θεότης (ἐκ γ΄), σπλαγχνισθεῖσα δέξαι παρ’ ἡμῶν, δοξολογίαν, αἴνεσιν Ὀρθόδοξον, καὶ ἀξίωσον βασιλείας οὐρανῶν, τοὺς ψάλλοντάς σοι·
Ἀλληλούια.
Καὶ αὖθις τὸ Κοντάκιον.Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν ὑπερούσιον, Τριάδα σε δοξάζομεν, Πατέρα ἄναρχον, Υἱὸν καὶ Πνεῦμα Ἅγιον, ἀληθῶς ἕνα Θεὸν καὶ παμβασιλέα, τῶν πταισμάτων τὴν συγχώρησιν αἰτούμεθα, καὶ τυχεῖν τῆς αἰωνίου βασιλείας σου, τοὺς κραυγάζοντας· Δόξα σοι, τῷ Θεῷ ἡμῶν.