Χαιρετισμοί εις την Αγία Ένδοξο Παρθενομάρτυρα Μαρίνα
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς παρθενίας στολισθεῖσα διαδήματι, καὶ μαρτυρίου φοινιχθεῖσα χύσει αἵματος, τῷ Νυμφίῳ τῆς ψυχῆς σου ἁγνή ἠνώθης· ὡς οὖν ἔχουσα τήν χάριν τῆς αἰτήσεως, ὑπέρ ὅσων σε τιμῶσι καθικέτευε, ὅπως κράζωμεν· xαίροις, Μάρτυς πολύαθλε.
Ἀγγελοι τὴν ψυχήν σου, ὥσπερ δῶρον Κυρίῳ, προσήγαγον Μαρῖνα θεόφρον· (τρίς) καὶ τὰ ἆθλά σου ἐν θαυμασμῷ, διηγούμενοι κινοῦσι τοὺς τὴν μνήμην σου, τὴν θεῖαν νῦν γεραίροντας βοᾶν ἀπὸ ψυχῆς τοιαῦτα·
Χαῖρε, Ἀγγέλων τὸ θεῖον θαῦμα·
χαῖρε, δαιμόνων τὸ μέγα τραῦμα.
Χαῖρε, Ἀντιοχείας τὸ μέγιστον καύχημα·
χαῖρε, τῆς Ἐκκλησίας θειότατον ἄγαλμα.
Χαῖρε, ῥόδον εὐωδέστατον ἀκανθῶν εἰδωλικῶν·
χαῖρε, νύμφη πανακήρατε, νυμφευθεῖσα τὸν Χριστόν.
Χαῖρε, παρθενευόντων ἡδονὴ ἡ ἀρίστη·
χαῖρε, πιστῶν ἁπάντων ἡ χαρὰ ἡ κρατίστη.
Χαῖρε, πατρὸς δυσσέβειαν πτύσασα·
χαῖρε, ψυχὴν Θεῷ ἀναθέσασα.
Χαῖρε, φωτὸς Παραδείσου θυγάτηρ·
χαῖρε, ἡμῶν θεηγόρος προστάτις.
Χαίροις, Μαρῖνα πολύαθλε.
Βλέπουσα τῶν κτισμάτων, τῇ φθορᾶν καὶ ἀπάτην, προέκρινας Χριστῷ συνταγῆναι καὶ εἰδώλων μισήσασᾳ τιμήν, τὸν ἀρχαῖον ὄφιν ποσὶν ἐπάτῃσας, ὡς ἐν τῇ Γραφῇ εἴρηται, βοῶσα ἐν χαρᾷ Μαρῖνα·
Ἀλληλούια.
Γένους καὶ ἡλικίας, τὴν ἀσθένειαν Μάρτυς, παρέβλεψας Χριστοῦ ἐνδυϑεῖσα, τοῦ ὀνόματος· τὴν κραταιάν, δύναμιν καὶ ἀνδρικῶς χωρήσασα, πρὸς σκάμματα ἠρίστευσας· διὸ καὶ παρ᾽ ἡμῶν ἀκούεις·
Χαῖρε, ἀμνὰς τῆς Κυρίου ποίμνης·
χαῖρε, μαρτυρίου τὴν δόξαν ποθήσασα·
Χαῖρε, σατὰν κάραν τῇ σφύρᾳ συντρίψασα.
Χαῖρε, γνῶσιν ἡ διώξασα τοῦ ἀληθινοῦ Θεοῦ·
χαῖρε, πρᾶξιν ἡ ποιήσασα τὰ ἐντάλματα Χριστοῦ.
Χαῖρε, ἡ ὁσημέραι τὴν εὐχὴν ἐξασκοῦσα·
χαῖρε, ἡ ἐν καρδίᾳ θησαυρὸν θεῖον σχοῦσα.
Χαῖρε, ψαλμούς Δαυῒδ ἀγαπήσασα·
χαῖρε, Χριστοῦ τοὺς λόγους ποθήσασα.
Χαῖρε, λαβοῦσα τὴν ἄνω σοφίαν·
χαῖρε, λαμφθεῖσα Χριστοῦ θεαυγείᾳ.
Χαίροις, Μαρῖνα πολύαθλε.
Δόξαν τοῦ Μαρτυρίου, ἐν νυκτὶ καὶ ἡμέρᾳ, γλυκέως ἐμελέτας Μαρῖνα, τὴν αἰώνιον παράστασιν, πρὸ τοῦ σοῦ Νυμφίου σκοποῦσα πάνσεμνε, λίαν πεποθημένου σοι, ὅπως ἀκαταπαύστως ψάλλης·
Ἀλληλούια.
Ἔχουσα τετρωμένην, τὴν ψυχήν σου Μαρῖνα, ἀγάπῃ τοῦ Δεσπότου καὶ κτίστου, τοῦ ἀσεβεστάτου τυράννου, τὸν δυσέρωτα ἔρωτα ἀπέκρουσας, καὶ ᾄσματα τῆς νίκης σου, ἀκούεις παρ’ ἡμῶν τοιαῦτα·
Χαῖρε, Χριστοῦ σταυρότυπον κτῆμα·
χαῖρε, ἐχθροῦ νικηφόρον λῦμα.
Χαῖρε, ψευδωνύμων θεῶν ἡ ἀπώλεια·
χαῖρε, Ἐκκλησίας χαρὰ καὶ ἐντρύφημα.
Χαῖρε, Μάρτυς, θείου Πνεύματος πληρουμένη θαυμαστῶς·
χαῖρε, κόρη, ἐκ τῆς πίστεως σαλευθεῖσα οὐδαμῶς.
Χαῖρε, ὅτι καρδίαν ἀνεβίβασας ἄνω·
χαίρε, ὅτι τὴν πλάνην ἐξηυτέλισας λόγοις.
Χαῖρε, παρθένων κανών, ὑπόδειγμα·
χαῖρε, πιστῶν εὐφρόσυνον λάλημα.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς εὐλογία·
χαῖρε, ἡμῶν πρὸς Αὐτόν ἱκεσία.
Χαίροις, Μαρῖνα πολύαθλε.
Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀκαθάρτων, ὁ ἔπαρχος κλονῆσαι ἐδόκει, τὸ χριστέραστόν σου φρόνημα, καὶ τὴν θείαν ἀγάπην ὦ καλλίνικε, μὴ γνούς ὅτι προέκρινας, Κυρίῳ συνεῖναι βοῶσα·
Ἀλληλούια.
Ἤκουσεν ὁ γεώδης, καὶ ὠμότατος ἄρχων, σὴν ἄσειστον Παρθένε ὁμολογίαν, καὶ δοκῶν ὡς πρὸς τινα ἀπαλὴν κόρην ἴστασθαι ἡδονῶν φθειρομένων, πληθὺν καθυπισχνεῖτό σοι, ἧ πιστοὶ προσφέρομεν ὕμνον·
Χαῖρε, Ἀμνοῦ οὐρανίου Κόρη·
χαῖρε, πηγὴ μυστικῶν χαρίτων.
Χαῖρε, ἀρχεκάκου δεινὸν συντριπτήριον·
χαῖρε, φιλομαρτύρων θερμὸν φυλακτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια εἶδες ἔτι ἐν τῇ γῇ·
χαῖρε, ὅτι πῦρ ὑπήναψας μαρτυρίου σῇ ψυχῇ.
Χαῖρε, τῶν θεολόγων κατὰ πάντα ἀξία·
χαῖρε, τοῦ Παρακλήτου τὰς πνοὰς κατειδυῖα.
Χαῖρε, σφοδρὸν μανίας ἀντίκρυσμα·
Χαῖρε λαμπρὸν τῆς χάριτος οἴκημα.
Χαῖρε, δι’ ἧς κατησχύνθη ὁ λάλος·
Χαῖρε, δι’ ἧς ὁ Σωτὴρ ἐδοξάσθη.
Χαίροις, Μαρῖνα πολύαθλε.
Θαῦμα μέγα πῶς κόρη, σθεναρᾷ παῤῥησίᾳ, ἐξήλεγξε τυράννου μανίαν, παραδοῦσα τὴν λῶσσαν αὐτῆς, ὡς σειρὴν τὶς θεία τῷ Ἀγίῳ Πνεύματι, χωροῦσα πρὸς μαρτύριον, καὶ κελαδοῦσα γλυκυφθόγως·
Ἀλληλούια.
Ἶδον πάντες ἀνδρείαν, καὶ ἐπλήσθησαν θάμβους, τὴν σὴν κατανοήσαντες γνώμην, πὼς καὶ δούλη Χριστοῦ ἀληθῶς, καὶ ἐλευθέρα ἐν ταὐτῷ ὠνόμασαι, διψῶσα ἄγαν ἄθλησιν· διὸ καὶ προσεφθέγοντό σοι·
Χαῖρε, Παρθένων φρονίμων μια·
χαῖρε, λαμπάδα κρατοῦσα θείαν.
Χαῖρε, ὑψωμάτων δυσθέων καθαίρεσις·
χαῖρε, χαρισμάτων χριστοδότων ὕψωσις.
Χαῖρε, λύκον τὸν μισόψυχον ἀφανίσασα εὐθύς·
χαῖρε, φόβον τὸν παράλογον ἐκβαλοῦσα σῆς ψυχῆς.
Χαῖρε, ἡ προγευθεῖσα τῆς ζωῆς ἀθανάτου·
χαῖρε, ἡ ἀποστᾶσα ἡδονῶν ἐπιγείων.
Χαῖρε, πυρὸς Χριστοῦ χωνευτήριον·
χαῖρε, φλογὸς βασάνων παλάτιον.
Χαῖρε, πιστῶν εὐφημίᾳ ἡδεῖα·
χαῖρε, πιπτόντων στεῤῥά βακτηρία.
Χαίροις, Μαρῖνα πολύαθλε.
Κάλλη παρόντος κόσμου, ὥσπερ σκύβαλα ἔχω, ὡς Παῦλος ὁ ἀπόστολος
γράφει· οἱ γευσάμενοι γὰρ τῆς ζωῆς ἀθανάτου τύραννε ἐκδιδάσκονται, πιστεύειν οὕτως ἔλεγεν, ἡ Μάρτυς ἐκβοῶσα πίστει·
Ἀλληλούια.
Λόγοις σου ὡς μαχαίρᾳ, τὴν καρδίαν ἐτρώθη, Ὀλύμβριος ὁ μάταιος τότε, καὶ εἱρκτῇ σε ἐγκλείσας φρικτῇ, ὑποτάξαι ᾤετο τὸ σὸν φρόνημα, Μαρῖνα φωτὸς θύγατερ, πρὸς ἣν ἀναβοῶμεν πόθω·
Χαῖρε, ἀνόρθωσις εὐσεβείας·
Χαῖρε, κατάπτωσις ἀθεΐας.
Χαῖρε, κολακείας κρατοῦντος ἐμπαίξασα·
Χαῖρε, φλυαρίας αὐτοῦ ἀπελέγξασα.
Χαῖρε, ὅτι τῇ γυμνώσει σου ἀπεγύμνωσας ἐχθρόν·
χαῖρε, ὅτι τῇ ἐνστάσει σου ἐνεδύθης τὸν Χριστόν.
Χαῖρε, βάκλοις τὸ σῶμα τὸ ἁγνὸν συντριβεῖσα·
χαῖρε, πόνους παντοίους ἐν σιγῇ καρτεροῦσα.
Χαῖρε, τὴν γῆ ποτίσασα αἵμασι·
χαῖρε, φυτὸν λιπάνασα πίστεως.
Χαῖρε, χαρᾷ ἐνεγκοῦσα αἰκίσεις·
χαῖρε, σφοδρὰν πορισαμένη δόξαν.
Χαίροις, Μαρῖνα πολύαθλε.
Μέλλουσαν βασιλείαν, πρὸ ὀμμάτων σου εἶχες, σαρκὶ ἀλλοιουμένη βασάνοις· διὰ δόσεως γὰρ σὺ μικρᾶς, ἀντείληφας στάσιν σαφῶς οὐράνιον, καὶ νυμφικὸν συνέῤῥαψας, ἱμάτιον Χριστῷ βοῶσα·
Ἀλληλούια.
Νίκην πρώτην λαβοῦσα, κυριώνυμε κόρη, φρουρᾷ καὶ αὖθις Μάρτυς ἐκλείσθης· οἱ τοῦ σκότους γὰρ ὄντες υἱοί, οὐκ ἠθέλησαν τὸ ἐπὶ σοὶ μυστήριον, νοῆσαι οὐδ᾽ ἀκοῦσαί τε, Χριστιανῶν τὴν εὐφημίαν·
Χαῖρε, τὸ κλέος παρθενοάθλων·
χαῖρε, ἡ δόξα τῶν Χριστωνύμων.
Χαῖρε, τοῦ Σταυροῦ θεολόγος ἐμπράγματος·
χαῖρε, ἀερμών ψυχῶν δρόσος θεόσταλτος.
Χαῖρε, ἴασιν παρέχουσα ἐκ παθῶν παντοδαπῶν·
χαῖρε, πέλαγος χαρίτων καὶ δομάτων θεϊκῶν.
Χαῖρε, πλοῦτον λαβοῦσα τῶν ἀφθάρτων στεφάνων·
χαῖρε, Μάρτυς λαχοῦσα δωρεῶν περιτράνων.
Χαῖρε, δορκὰς Θεοῦ ἡ ἀκήρατος·
χαῖρε, λαμπὰς Χριστοῦ ἡ ἀείφωτος.
Χαῖρε, σελήνη μεγίστου ἡλίου·
χαῖρε, πλειὰς Ἐκκλησίας Κυρίου.
Χαίροις, Μαρῖνα πολύαθλε.
Ξένον ἄκουσμα ὄντως, ὁ ἀγών σου ὑπάρχει, Χριστοῦ παρθενομάρτυς Μαρῖνα, πῶς σαρκίῳ σου ἐν τρυφερῷ, πάσχουσα κακώσεις πλείστας ὑπήνεγκας, τὴν δ᾽ αἵνεσιν οὐκ ἕλιπες, Κυρίου ἀλλὰ συχνῶς ἧδες·
Ἀλληλούια.
Ὅλην ἔχουσα φλόγα, τὴν διάθεσιν Κόρη, κατέκαυσας ἐχθροῦ τὴν κακίαν· ἐν φρουρᾷ δὲ καὶ πάλιν σεμνή, τὸν τοῦ σκότους δράκοντα ἐξηφάνισας, φανέντα σοι τῇ τοῦ Σταυροῦ, χαράξει καὶ ὑμνῇ ἐνδόξως·
Χαῖρε, Θεοῦ σφραγισθὲν δοχεῖον·
χαῖρε, εὐχῆς πυρωθὲν πυρεῖον.
Χαῖρε, τῶν ἀρχαίων μαρτύρων ὁμότροπε·
χαῖρε, ὁμηλίκων ἰσχὺς ἡ χριστόσταλτος.
Χαῖρε, εὕρημα ἀήττητον κατασχοῦσα τὸν Σταυρόν·
χαῖρε, λάλημα αἰώνιον εὐλαβῶν χριστιανῶν.
Χαῖρε, ἡ τὴν καρδίαν πεπτωκυῖαν ζωοῦσα·
χαῖρε, ἡ τὴν ἀγάπην τοῦ Κυρίου νευροῦσα.
Χαῖρε, δι᾽ ἧς τὸ θῆλυ κεκαύχηται·
χαῖρε, δι᾽ ἧς τὸ ἄῤῥεν θαῤῥύνεται.
Χαῖρε, ἡ ναῦς οὐρανῶν Βασιλείας·
χαῖρε, σπυρὶς οὐρανῶν εὐλογίας.
Χαίροις, Μαρῖνα πολύαθλε.
Πᾶσα βάσανος ἔλθοι, ἐπ᾿ ἐμέ· οὐ πτοοῦμαι, ἐβόα ἡ καλλίνικος μέγα· εἰ καὶ πάσχει τὸ πήλινον νῦν, ἐμὸν σκεῦος ἐν οὐρανοῖς ὑπὲρ ἥλιον, ἀφθάρτως δοξασθήσεται, Ἀγγέλων μελῳδούντων ὕμνον·
Ἀλληλούια.
Ῥίψασα ἁπτοτήτως, διαβόλου τὸν φόβον, συνέτριψας Μαρῖνα τὴν κάραν, καὶ ἀνδρείαν τὴν τῆς Ἰουδίθ, ὑπερήλασας τὸν πλάνον αἰσχύνασα, ὥσπερ στρουθίον ἀνίσχυρον· διό σε ὑμνοῦμεν ἀξίως·
Χαῖρε, ἀγνείας ἡ εὐωδία·
χαῖρε, παρθένων ἡ εὐκληρία.
Χαῖρε, φιληδόνους λογισμοὺς μαστίξασα·
χαῖρε, φιλοθέως βασάνους ἡ στέρξασα.
Χαῖρε, ὅτι σφόδρα ἤλγησαν τῶν εἰδώλων λατρευταί·
χαῖρε, ὅτι ἐπευφράνθησαν τῶν Ἀγγέλων στρατιαί.
Χαῖρε, τῶν φθειρομένων τὸ ἄστατον ἡ γνοῦσα·
χαῖρε, τῶν αἰωνίων τὴν ἐλπίδα λαβοῦσα.
Χαῖρε, πληθὺν πρὸς φῶς ὁδηγήσασα·
χαῖρε, ζωὴν αὐτῇ προξενήσασα.
Χαῖρε, τὰ θεῖα σιγῇ φθεγομένη·
χαῖρε, Θεοῦ εἰσαχθεῖσα ταμείοις.
Χαίροις, Μαρῖνα πολύαθλε.
Στῆσαι θέλων ὁ Πλάστης, τὴν ψυχήν σου ὦ Μάρτυς, φωτὶ Αὐτοῦ ἐκάλυψεν ὅλην, καὶ Σταυροῦ ἄνωθεν περιστερά, πετομένη φθέγμασιν ἐχαροποίεισε, τὴν μέλλουσαν δεικνύουσα, χαρὰν ἐν ἧ πιστοὶ βοῶσιν·
Ἀλληλούια.
Τέτρωμαι τῇ ἀγάπῃ, τοῦ Χριστοῦ μου ἡ Μάρτυς, ἐβόα πρὸς τοὺς τυραννοῦντας· διὸ τρώσεις καὶ πληγὰς ἄς ὑμεῖς, προσηνέγκατέ μοι Αὐτὸς ἰάτρευσε, νυκτὸς ἐπισκεψάμενος, κινῶν πιστοὺς βοᾶν τοιάδε·
Χαῖρε, ὑπόθεσις ὑμνῳδίας·
χαῖρε, διάλυσις δυσθυμίας.
Χαῖρε, νοητὲ μαρτυρίου Παράδεισε·
χαῖρε, γλυκασμὲ λυπηρῶν πάντων πάντιμε.
Χαῖρε, σὺ γὰρ παμμακάριστε κατεπάτησας ἐχθρόν·
χαῖρε, σὺ γὰρ ἐνεφάνισας τοῖς ἀπίστοις τὸν Σταυρόν.
Χαῖρε, ἡ εὐχομένη τῷ Κυρίω ἀπαύστως·
χαῖρε, ἡ δεξαμένη δωρεὰς τὰς ἑκτάκτους.
Χαῖρε πολλὰς τὰς χάριτας ἔχουσα·
χαῖρε, ἡμῖν αἰτοῦσι προστρέχουσα.
Χαῖρε, καλὴ τῶν ἁγνῶν παῤῥησία·
χαῖρε, σεπτὴ τῶν ἀθλούντων εὐδία.
Χαίροις, Μαρῖνα πολύαθλε.
Ὕδασιν ἐμβληθεῖσα, καθὼς ἤτησας Μάρτυς, ἐδέξω τότε Βάπτισμα θεῖον, καὶ ἐκκαιομένη τῷ πυρί, χριστολήπτου ἔρωτος οὐκ ἐπῃσθάνου, καμίνου φλογιζούσης σε, ἀλλ’ ὡς οἱ τρεῖς Παῖδες ὕμνος ἥδες·
Ἀλληλούια.
Φωτισθεῖσα ὑψόθεν, μακαρία Μαρῖνα, ὡδήγησας πρὸς πίστιν τὰ πλήθη, ἀναδείξασα τέκνα φωτός, καὶ ἁθρόον εἰς οὐρανοὺς ἤγαγες, ἅπαντας ὡς συμμάρτυρας· ὅθεν εὐγνωμόνως ἐβόων·
Χαῖρε, δροσὶς τοῦ Χριστοῦ νεφέλης·
χαῖρε, μαγὶς τῆς Αὐτοῦ Βασιλείας.
Χαῖρε, ὁδηγὲ σωτηρίαν δεικνύουσα·
χαῖρε, χορηγὲ αἰωνίου λαμπρότητος.
Χαῖρε, ὅτι πολυμήχανον ἐξεφαύλισας ἐχθρόν·
χαῖρε, ὅτι πολυέραστον εὖρες κτῆμα τὸν Χριστόν.
Χαῖρε, τῆς ψυχικῆς ἀναίρεσις ἀτονίας·
χαῖρε, τῆς τοῦ σατὰν κατάλυσις πανουργίας.
Χαῖρε, λαμπρῶς φωτίζουσα χάριτι·
χαῖρε, νεφέλη θεία καὶ ἄδυτε.
Χαῖρε, φθογγὴ χαρμονῆς αἰωνίας·
χαῖρε, πλοκὴ ζωηρᾶς ἀληθείας.
Χαίροις, Μαρῖνα πολύαθλε.
Χαῖρε ἤκουσας Μάρτυς, ἐκ Χριστοῦ σοι εἰρήνη, καὶ στέφος ἀχειρόπλοκον δέξαι· ἡ μονὴ γὰρ σοὶ τοῦ μυστικοῦ δείπνου ηὐτρέπισται· ἐλθὲ ἀπόλαυσον, τῆς ὑπερφώτου δόξης τε, καὶ ψάλλε νυμφικῶς τὸν ὕμνον·
Ἀλληλούια.
Ψυχικὴν εὐστολίαν, καὶ ἀνδρείαν γενναίαν, ἐπέδειξας ἐν τῷ μαρτυρίῳ, ἐν τέλει δὲ ξιφοτομηθεῖσα, ἄρδην ἀνελήλυθας πρὸς ὅν ἠγάπησας, ἐξ ὅλης διανοίας σου· ἡμεῖς δέ σοι ἀναβοῶμεν·
Χαῖρε, τρυγὼν Χριστῷ κελαδοῦσα·
χαῖρε, ἀηδὼν πιστοὺς κηλοῦσα.
Χαῖρε, μυστικοῦ ἐγκαυχήματος λάλημα·
χαῖρε, ἀθλητῶν συνειδήσεως στήριγμα.
Χαῖρε, ἄμεσος πρὸς Κύριον πρέσβυς ἡ χαροποιός·
χαῖρε, βάσις ἡ ἐξαίρετος τῶν τιμώντων σε πιστῶς.
Χαῖρε, ἡ ἐκπληροῦσα προστρεχόντων αἰτήσεις·
χαῖρε, ἡ ἰωμένη τῶν ψυχῶν τὰς παθήσεις.
Χαῖρε, δι᾽ ἧς εὐχαὶ εἰσακούονται·
χαῖρε δι᾽ ἧς μονασταὶ κραταιοῦνται.
Χαῖρε, στολὴ ἀπασῶν ὁμωνύμων·
χαῖρε, φθογγὴ ἰλαρὰ χριστωνύμων.
Χαίροις, Μαρῖνα πολύαθλε.
Ὦ ξιφότμητε Μάρτυς, καὶ παρθένε καλλίστη, Χριστοῦ ἡ ἀθληφόρος Μαρῖνα· (τρίς), ὑμνολόγους σῆς δόξης εὐμενῶς, ἐπίβλεψον καὶ τῷ Κυρίῳ ἅρμοσον, ταῖς θεῖαις ἱκεσίαις σου, ὅπως σὺν Ἁγίοις κροτῶμεν·
Ἀλληλούια.
Καὶ αὖθις, τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς παρθενίας στολισθεῖσα διαδήματι, καὶ μαρτυρίου φοινιχθεῖσα χύσει αἵματος, τῷ Νυμφίῳ τῆς ψυχῆς σου ἁγνὴ ἠνώθης· ὡς οὖν ἔχουσα τὴν χάριν τῆς αἰτήσεως, ὑπὲρ ὅσων σε τιμῶσι καθικέτευε, ὅπως κράζωμεν· χαίροις, Μάρτυς πολύαθλε.