Χαιρετισμοί εις την Αγία Ισαπόστολο Νίνα Φωτίστρια της Ιβηρίας

Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ταῖς πυριδρόσοις αὐγασθείσα ἀντιλήψεσι καὶ τὸν Σταυρὸν ἐγχειρισθεῖσα ἐκ Θεόπαιδος, τῶν Ἰβήρων σελασφόρον ὠράθης κλέος· ἀλλ’ ὡς ἔχουσα τὴν χάριν Παρακλήτορος, ταῖς βολαῖς θεογνωσίας φωταγώγησον τοὺς κραυγάζοντας· Χαίροις Νίνα ἀπόστολε.

Οἱ Οἴκοι.
Ἄῤῥητον εὐωδίαν, διαχέεις ἁγία, τερπνῆς Καππαδοκίας ὁ ὄρπηξ (ἐκ γ΄), ἐκ ῥιζῶν ἐκφυείσα σεπτῶν, καὶ τραφεῖσα θείοις ἐν χυμοῖς Πνεύματος˙ διόπερ ἁγιάζεις με, ἐν πόθῳ ἐκβοῶντα ούτω·

Χαῖρε, ὁ ῥοῦς τῆς εὐεργεσίας·
Χαῖρε, ἡ φλὸξ τῆς θεοφανείας.
Χαῖρε, νυμφοστόλε Ἰβήρων εὐφέγγεια·
Χαῖρε, φίλτρον ἡ ἐμφαίνουσα ηλοτρή τοῦ Ἰησοῦ·
Χαῖρε, πάγας καταρρήξασα τοῦ δραπέτου πτερνιστοῦ.
Χαῖρε, ὁμολογίας θεοχύρωτον κέρας·
Χαῖρε, τῆς Ἐκκλησίας ιερόνικον γέρας.
Χαῖρε, λατρείας τέμενος ἔκλαμπρον·
Χαῖρε, θυσίας θροῦς ἐπουράνιος.
Χαῖρε, τὸ μανὰ ψυχῶν οἰκτιρμόνων·
Χαῖρε, Ἁγνὴ εὐφιλὴς μυστηπόλος.

Χαίροις Νίνα ἀπόστολε.

Βέλει Χριστογνωσίας, τετρωμένη ὠράθης, δεχθεῖσα Νιοφόρας τοὺς λόγους, ἐκδιψῶσα ὧ Νίνα Φωτός· δεσποτείου ὅθεν θεαυγώς ἔσπευσας, χιτῶνος εἰς ἐκζήτησιν, βοῶσα ἐραστώς τὸν ὔμνον·

Ἀλληλούϊα.

Γῆθεν ἀνυψωθεῖσα, ἱκεσία φωσφόρῳ, Παρθένου τὴν ὀμφὴν ἐπεγνώκεις, καὶ ἐχέγγυον σκέπης αὑτῆς, ἐν χερσὶ κατέσχες τὸν Σταυροῦ τρόπαιον, στηρίζον σε πρὸς κήρυγμα, Ἰβήρων σοὶ μελπόντων ούτω·

Χαῖρε, θηράτειρα εὐλογίας·
Χαῖρε, συνέκδημε Ῥιψιμίας.
Χαῖρε, συμφωνίας τὴν ἄνω ἡ ἔξαρχος·
Χαῖρε, ἡ ῥοδῆ τῆς τελείας αἰνέσεως.
Χαῖρε, σμάραγδε ἀστράπτων μοι τῆς εὐχῆς ἀμαρυγάς·
Χαῖρε, ἴασπι πολύτιμε Γεωργίας ἱεράς.
Χαῖρε, Εὐαγγελίου ἡ καλλίκρουνος βρύσις·
Χαῖρε, Μονογενοῦς πορφυρωθείσα τῇ τρήσει.
Χαῖρε, Σταυροῦ τὰ μύρα ἱμείρουσα·
Χαῖρε, ὧ λίμνη γάκακτος γέμουσα.
Χαῖρε, κοσμήτωρ ἐνάστρου σοφίας·
Χαῖρε, ἀμείνων Χριστοῦ θυμηδίᾳ.

Χαίροις, Νίνα ἀπόστολε.

Δόλιχον ἀποστόλων, διατρέχουσα Νίνα, συνθέωρος σεπτῆς Ῥιψιμίας, καὶ παρθένων μαρτύρων ὁμοῦ, ἐγεγόνεις γνοῦσα τὴν αὑτῶν εὔκλειαν, ἐν ἄθλοις τε λαμπρότητα, δι’ ἢ τῶν Λυτρωτὴ εβόας·

Ἀλληλούϊα.

Ἔλλαμψιν ὑπ’ ἀγγέλου, εἰληφυίᾳ ἐῤῥώσθης, προβαίνειν εἰς βοῤῥᾶν θεία Νίνα, καὶ τλημόνως ἀχθεῖσα εἰς Κουρ, δι’ ἀνδρὸς ἐκλάμπρου εἰλητὸν δέδεξαι, σαφῶς παραμυθούντά σε, ἐν λόγοις εὑγγελοῤῥήτοις·

Χαῖρε, εἰρήνης φωτοχυσία·
Χαῖρε, ὁ κόλαφος ἀθεΐας,
Χαῖρε, τοῦ Υἱοῦ φωτοφόρον ἐγκόλπιον·
Χαῖρε, ὀρθοδόξων δρυμὼν ὁ δασύσκιος.
Χαῖρε, ἄντλημα σφυρήλατον θεορρύτων ἱλασμῶν·
Χαῖρε, εὔηχον ἀπήχημα θεουργῶν ἀλαλαγμῶν.
Χαῖρε, τῆς Γεωργίας ἀηδὼν μελπομένη·
Χαῖρε, ἐπαγγελίας ἀδαπάνητον μέλι.
Χαῖρε, μαρμαίρον ῥεῖθρον χρηστότητος·
Χαῖρε, ἐλπίδος πλῆρες ἀνάκτορον.
Χαῖρε, Σταυροῦ ἀχθοφόρε εὐσχήμων·
Χαῖρε, ἐμὴ χελιδὼν ἡ ἡδύφρων.

Χαίροις, Νίνα ἀπόστολε.

Ζέσει ἐπουρανίῳ, θαῤῥυνθείσα ὧ Νίνα, σεπτοῦ εἰληταρίου τοῖς λόγοις, ἀποστόλων λαβοῦσα ἀλκήν, εἰς Καρτάλην ᾔκεις, καὶ Αρμάζ εἴδωλον, δεήσει τοῦ μετέβαλες, εἰς κόνιν μελῳδοῦσα πόθω·

Ἀλληλούϊα.

Ἥλιος θαβωρείου, τοῦ φωτὸς ἐξαστράψας, ἐδίωξεν εἰδώλων ἀπάτην, καὶ γὰρ πῦρ ζηλωτοῦ Ἡλιοῦ, σε θεόφρον Νίνα καθελεῖν ἔπρησε, δαιμόνων τὰ φρυάγματα, Ἰβήρων ἐν τῇ γῆ φωνούντων·

Χαῖρε, τῇ πέτρα Ζωῆς κρυβεῖσα·
Χαῖρε, δαιμόνων πανωλεθρία.
Χαῖρε, ῥιπιστὴρ τρισοφώτου ἐλλάμψεως·
Χαῖρε, φωτοδότις δορκὰς ἀγαθότητος.
Χαῖρε, βίβλος ιμερόγραφος συμπαθείας δαψιλούς·
Χαῖρε, ἄρτος ὁ αὐξίτροφος κοινωνίας εὐαγοῦς.
Χαῖρε, ἐλεοδώρως ἀνυμνοῦσα τὸν Κτίστην·
Χαῖρε, τῶν φθονερῶς ἐζωγρημένων σαγήνη.
Χαῖρε, χιὼν ἀνθίζουσα κένωσιν,
Χαῖρε, χιτὼν τοῦ Λόγου πυρρόλευκε.
Χαῖρε, Ἑβραίων φαιδρότης ὁσία·
Χαῖρε, λαῶν ἀμφιλύκη ὀθνεία.

Χαίροις, Νίνα ἀπόστολε.

Θέσφατον ἀγγελίαν, ἐκπληροῦσα ὧ Νίνα, βασίλειον εἰς κῆπον καλύβην, ἀσκουμένη οἰκεῖς ἱλαρῶς, ἰαμάτων ῥεῖθρα τοῖς πιστοῖς βρύουσα, «αἰχμάλωτος» γὰρ γέγονας, τοῦ Λόγου ἐκβοῶσα πόθω·

Ἀλληλούϊα.

Ἶνα οἰκονομίας, τὸ μυστήριον φήνης, κηρύττεις ἐν ψυχὴ πυρικαύστῳ, καὶ φωτίζεις Ἑβραίων λαόν, καὶ τοὺς πρώην Νίνα λειτουργοὺς δαίμονος, προστρέχοντας δεσπότειον, χιτῶνα προσκυνεῖν καὶ ἅδειν·

Χαῖρε τρανοῦσα Σταυροῦ τὸ θαῦμα·
Χαῖρε, πτηνῶν λευκανθέντων νᾶμα.
Χαῖρε, φωτισμὸς πλανωμένων εἰς ἄβυσσον·
Χαῖρε, μυστικὸς τῶν παρθένων παράδεισος.
Χαῖρε, ἄσυλον ἐφόδιον λευχειμόνων μοναστῶν·
Χαῖρε, ἔμπνευσις ἀκένωτος ὑμνολόγων εὐλαβῶν.
Χαῖρε, τῶν λιμωττόντων μελιτρόφος τιθήνη·
Χαῖρε, βεβαπτισμένη τριφαώς ἐν ὀδύνη.
Χαῖρε, δεήσει χέουσα ἄφεσιν·
Χαῖρε, ἐν κέδρῳ γνοῦσα παράκλησιν.
Χαῖρε, δι’ ᾖς ὀλολύζει ἀλάστωρ·
Χαῖρε, θηρῶν αἱμοβόρων δαμάτωρ.

Χαίροις, Νίνα ἀπόστολε.

Κρήνη φιλευσπλαχνίας, καὶ ναὸς θεωρίας, ἠξίωσαι γενέσθαι ὧ Νίνα· βασιλίδος τῆς Νάνας διό, θεουργὸς ἀκέστωρ κατ’ ἀμφοῖν δέδειξαι, Σταυροῦ τῇ κραταιότητι, βοῶσα τῷ ἰσχύσαντι σε·

Ἀλληλούϊα.

Λόγου φωτοχυσία, ἐκδιώκεις τὴν πλάνην, διόπερ καὶ τὸ φάος χαρίζει, τῷ ἐν δίνη θυέλλης δεινῆς, τυφλωθέντι ξένως Μιριάν ἄνακτι, «Θεὲ τῆς Νίνας» κράζοντι, «βοήθει μοι καὶ ἄσω ούτω»·

Χαῖρε, ἡ κύλιξ τῆς ὁμονοίας·
Χαῖρε, ὑάκινθε εὐστοργίας.
Χαῖρε, ἰλαρόφωτε ναῦς ἀγαπήσεως·
Χαῖρε, φωτογράφε ἀφάτου ἑνότητος.
Χαῖρε, δένδρον θεοῤῥίπιστον χαρμονῆς πολυτελοῦς·
Χαῖρε, στῦλε ἀμετάθετε καρτερίας τιμαλφοῦς.
Χαῖρε, δολιχοδρόμε ἀστραπῇ Γεωργίας·
Χαῖρε, ἁγιογράφε νυμφικῆς ἱκεσίας.
Χαῖρε, Σταυροῦ φυτὸν ἀγκαλίζουσα,
Χαῖρε, Ἐδὲμ τοὺς στάχυς θερίζουσα.
Χαῖρε, δι’ ᾖς στεφανοῦται ἡ πίστις,
Χαῖρε, εὐχῆς οἰνοχόου ἡ μύστις.

Χαίροις, Νίνα ἀπόστολε.

Μέγας τῆς Γεωργίας, φυτουργὸς καθωράθη, ὁ ἄναξ Μιριάν σὴ δεήσει, τὸν Χριστὸν ἐπιγνοὺς θεαυγώς, καὶ θεμέθλους πήξας ἀληθοῦς πίστεως, ὧ Νίνα ἐν βαπτίσματι, φωτίζων τὸν λαὸν κραυγάζειν·

Ἀλληλούϊα.

Νέμων υἱοθεσίαν, ἐξαρίθμοις ἐν κλώνοις, κεδρίνοις Μιριάν προσερείδει, εἰς βασίλειον κῆπον ναόν, τοῦ κορμοῦ οθνείως ἀκλινοῦς μένοντος, καὶ ᾄδοντος μυρόχυτον, ὧ Νίνα σοι μολπὴν τοιάνδε·

Χαῖρε, ἐλπίδωρος εὐδοκία·
Χαῖρε, ἐμῆς τερπωλῆς εὐδία.
Χαῖρε, πυριζώνου ἀγγέλου ἐφύμνιον·
Χαῖρε, Φιλουμένου Χριστοῦ καταφύγιον.
Χαῖρε, μῆλον πολυέραστον δαπανώμενον πιστοῖς·
Χαῖρε, βότρυς γεωργούμενος Ἰβηρίας τοῖς ἀγροῖς.
Χαῖρε, θεῖε σαρδόνυξ θεαυγούς λειτουργίας·
Χαῖρε, ἡ δειπνοκλήτωρ εἰς τρυφὴν αἰωνίαν.
Χαῖρε, εὐλείμων γῆ κατανύξεως·
Χαῖρε, τρυγῶσα σμύρναν θεώσεως.
Χαῖρε, φραγγέλιον τύπτον ἀθέους·
Χαῖρε, χρυσόφυτε νάρδε τοῦ χρέους.

Χαίροις, Νίνα ἀπόστολε.

Ξένη ἐν ἐμφανείᾳ, θαυμαστοῦ νεανίου, ὁ στῦλος μετετέθη ἀφράστως, μυροχεύμων ὧ Νίνα φανείς, καὶ θαυμάτων κρήνη ἱλαρῶς νέμουσα, χαρίσματα τοῦ Πνεύματος, τοῖς ψάλλουσι ἐν κατανύξει·

Ἀλληλούϊα.

Ὄλβον ὀρθοδοξίας, Κωνσταντῖνος φαιδρύνας, ὁ ἄναξ Βυζαντίου ὁ μέγας, ἱερεῖς ἀποστέλλει ὁμοῦ, σὺν Ποιμένι θείω τὰς σκευὰς φέροντας, λατρείας, καὶ κραυγάζοντας, ὧ Νίνα σοι μολπὰς τοιαύτας·

Χαῖρε, χειμάῤῥους φιλαδελφίας·
Χαῖρε, ἀγγέλων φιλοξενία.
Χαῖρε, θαλπωρῇ κολυμβήθρας τοῦ Πνεύματος·
Χαῖρε, φυτουργὲ εἰς νομὰς Ἀναστάσεως.
Χαῖρε, ἄχραντον ἁγίασμα θεοτόκων ἐννοιῶν·
Χαῖρε, πόλις ἐπταπύργωτε δωρεῶν ἐρατεινῶν.
Χαῖρε, ὅτι συνάγεις ἀμητὸν βασιλείας·
Χαῖρε, ὅτι στολίζεις Χριστοφόρους πελείας.
Χαῖρε, ἐλέους νέφος ὀμβρόθεον·
Χαῖρε, λιτῶν λαμπρῶν πολυόμματον.
Χαῖρε, ἐμπύρου ὁδοῦ δᾳδουχία·
Χαῖρε, ἐλλόγου, στακτῆς εὐωδία.

Χαίροις, Νίνα ἀπόστολε.

Πέλει ἡ μεγιστάνων κολυμβήθρα ὧ Νίνα, τοῦ Κουρ ἐν τῇ γεφύρᾳ ἀρρήμων, βαπτισμοῦ τρισοφώτου λουτήρ, τὸν λαὸν Ἰβήρων μυστικῶς ἄγουσα, εἰς κάλλος τὸ πρωτόκτιστον, βοῶντα σὺν τοῖς βασιλεύσιν·

Ἀλληλούϊα.

Ῥείθροις θεογνωσίας, ποτισθεῖσα εὐφρόνως, ἡ χώρα Γεωργίας ὧ Νίνα, Ἰωάννην κατέσχε ταγόν, Ἐκκλησίας πρῶτον τοῖς πιστοῖς νέμοντα, τὸ φῶς ἀπολυτρώσεως, εὑμόλπως σοι αναφωνούσι·

Χαῖρε, ἀνώγεων εὐωχία·
Χαῖρε, νεφέλη τῆς Ἰβηρίας.
Χαῖρε, ἰαμάτων καλλίπνοε ἄνεμε·
Χαῖρε, νοσημάτων ἀκέστωρ φιλόθεε.
Χαῖρε, σφύρᾳ κεραυνίζουσα τὰ ἰνδάλματα σατάν·
Χαῖρε, ὄλεθρος ὀξυτόμος δαιμονίου στρατιάς.
Χαῖρε, ἱερουργοῦσα ἱλαρῶς θεωρίαν·
Χαῖρε, ἡ τιθηνοῦσα ἱερῶς καινουργίαν.
Χαῖρε, πλανῆτις νέμουσα ἔκπληξιν·
Χαῖρε, ἀστὴρ ὀμβρίζων συγχώρησιν.
Χαῖρε, παμβώτωρ καρπὲ Παραδείσου·
Χαῖρε, ὁ οἴαξ ὁλκάδος ἀκτίστου.

Χαίροις, Νίνα ἀπόστολε.

Στέργων τὴν Ἐκκλησίαν, Κωνσταντῖνος ὁ μέγας, δωρεῖται τῶν Ἰβήρων τῇ χώρα, τὸν ὑπὲρ τὸν χρυσὸν τιμαλφῆ, ἐκ τιμίου Ξύλου θησαυρὸν ἄμα τε, ἁγίων θείων λείψανα, καὶ ἦλον φωταυγή κραυγάζων·

Ἀλληλούϊα.

Τρίφωτον εὐλογίαν, ἐπαινῶν θεσπεσίως, ὁ ἄναξ Νέας Ῥώμης ἐγγράφως, βασιλόπαιδα πέμπει Μπακάρ, καὶ σοφοὺς Κυρίου μυστουργούς πάραυτα, Ἰβήρων, εἰς ἐκλύτρωσιν, βοώντων σοι ὧ Νίνα ούτω·

Χαῖρε, ἁπλότητος γαλουχία·
Χαῖρε, φιλήτωρ ἐλεουργίας.
Χαῖρε, ἁρμονίας ἀΰλων ἡ σύναυλος·
Χαῖρε, ἀσυγκράτητε πῖδαξ φιλότητος.
Χαῖρε, νύμφη ἡ πολύεδνος τετρωμένου Ἰησοῦ·
Χαῖρε, ἶρις ἀμαρύσσουσα τὰ νοήματα Υἱοῦ.
Χαῖρε, ἡ σὺν ὑμνήτωρ χερουβείμ ἐξαισίων·
Χαῖρε, συνεστιάτωρ εἰς χαρὰν τῶν ἁγίων.
Χαῖρε, σφαγὶς δαιμόνων ἀλύπητος·
Χαῖρε, νεβρὸς ἁγνείας εὐήρατος.
Χαῖρε, βασίλειος δίφρος χαρίεις·
Χαῖρε, δοξάσεως ὕμνος ὑψήεις.

Χαίροις, Νίνα ἀπόστολε.

Ὑπερθὲν φωτισθέντι, ἐνεπάγησον Νίνα, τῷ ἄνακτι ναοὶ τῇ προνοία· ὅθεν ἄνυδρον ὄρος οἰκεῖς, ὁ ποιεῖς βλυστάνειν θαυμαστώς ὕδατα, πλουτίζοντα ἐν γάλακτι, τιθήνας τὰς αναβοώσας·

Ἀλληλούϊα.

Φάους ἀγλαοδώρου, ἐστεμμένος ἀστράσιν, ὠράθη εἰς σταυρὸς ὑπεράνω, νεοδμήτου ναοῦ ευαγούς· ἐν σταυροῖς ἐκ δένδρου παρευθὺς τέσσαρσι, διόπερ ἐπευλόγησας, ὧ Νίνα σοι τοὺς εκφωνούντας·

Χαῖρε, ὁ κύκνος εὐχαριστίας·
Χαῖρε, ἡδύτης μυσταγωγίας.
Χαῖρε, σταυροτύπως τροποῦσα τοὺς δαίμονας·
Χαῖρε, μελῳδοῦσα ᾠδὴν τὴν ἀτέρμονα.
Χαῖρε, δρόσον ἡ συλλέγουσα Πασχαλίου καλλονῆς·
Χαῖρε, πόθῳ ἡ ὀρθρίζουσα εἰς σεπτὴν Γεθσημανή.
Χαῖρε, ταῖς δεσποτείοις ὠτειλαῖς κοσμουμένη·
Χαῖρε, εἰς τοῦ Κυρίου τὴν πλευρὰν κεκρυμμένη.
Χαῖρε, εὐκτῆς πραότητος ῥάδαμνος·
Χαῖρε, τρυγὼν καλλίστης εὐθύτητος.
Χαῖρε, ὁ ὄχημα τῆς εὐγενείας·
Χαῖρε, τὸ ἔαρ τῆς μακροθυμίας.

Χαίροις, Νίνα ἀπόστολε.

Χάριν, Εὐαγγελίου, εἰς Καυκάσου τὰ ὄρη, κλεινώς διαπορθμεύουσα Νίνα, ἐν καλύβη λιταῖς σου φαιδραῖς, τοῦ Σταυροῦ ἀκτίνας φωταυγώς εἵλκυσας, Καχέτης τὴν βασίλισσαν, φωτίζουσα ανακραυγάζειν·

Ἀλληλούϊα.

Ψάλλουσα τῷ Νυμφίῳ, μετασχεῖν τῶν ἀχράντων, ἐπόθεις μυστηρίων ὧ Νίνα, προϊδοῦσα τὴν σὴν τελευτήν· βιοτὴν σου ὅθεν συγγραφεῖ ἔφηνας, Σαλώμη καὶ ταῖς χάριτι, ᾀδούσαις σοι τῇ διδασκάλῳ·

Χαῖρε, ἡ νῆσος τῆς ἀπαθείας·
Χαῖρε, δελφὶν τῆς παραμυθίας.
Χαῖρε, μελουργὸν ἀκακίας κατάλυμα·
Χαῖρε, τῆς πτωχείας εὐῶδες διάδημα.
Χαῖρε, ἔντιμος ἀπόλαυσις μοναζόντων εὐλαβῶν·
Χαῖρε, ὄρθρος ὁ ἰδήρατος ἀποστόλων ἀκραιφνῶν.
Χαῖρε, κακαπαθείας ἐνδυθεῖσα τὸ εὖχος·
Χαῖρε, υἱοθεσίας ἀποστάζουσα γλεῦκος.
Χαῖρε, βροχὴ τοὺς κρίνους πιαίνουσα·
Χαῖρε, πνοὴ τὴν χάριν ῥιπίζουσα.
Χαῖρε, λαμπὰς Χρισταυγούς ἀγωνίας·
Χαῖρε, ψεκὰς ἀφανοῦς ἐπομβρίας.

Χαίροις, Νίνα ἀπόστολε.

Ὧ ἀπόστολε Νίνα, εἰς τὴν γαῖαν Καχέτης, ταφεῖσα καὶ φθορὰν ὑπερβᾶσα (ἐκ γ΄), ῥυομένη ἡμᾶς ἐκ πληγῶν, τοῦ θηρίου πάντας ἀκλινεῖς τήρησον, κηρύττειν μέχρις αἵματος, Χριστὸν ἐν τῷ ανακραυγάζειν·

Ἀλληλούια.

Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ταῖς πυριδρόσοις αὐγασθείσα ἀντιλήψεσι καὶ τὸν Σταυρὸν ἐγχειρισθεῖσα ἐκ Θεόπαιδος, τῶν Ἰβήρων σελασφόρον ὠράθης κλέος· ἀλλ’ ὡς ἔχουσα τὴν χάριν Παρακλήτορος, ταῖς βολαῖς θεογνωσίας φωταγώγησον τοὺς κραυγάζοντας· Χαίροις Νίνα ἀπόστολε.

Δίστιχον·
Χαῖρε, εὔκοσμε φωτισμὲ Γεωργίας,
ὧ Νίνα, μέλπει σοι τρανώς Ἰσιδώρα.

Παρακλητικός Κανών εις την Αγία Ισαπόστολο Νίνα

Βίος της Αγίας και Ισαποστόλου Νίνας

 

Πηγή