Χαιρετισμοί εις την εν Σπηλαίω Γέννησιν του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῆ Ὑπερμάχῳ.
Τῷ διὰ σπλάγχνᾳ οἰκτιρμῶν ἐνανθρωπήσαντι, καὶ ἐκ τῶν κόλπων τοῦ Πατρὸς μὴ ἐκφοιτήσαντι, προσκομίσωμεν τὸν ὕμνον ὥσπερ οἱ Μάγοι· ἐν σπηλαίῳ γὰρ ἐτέχθη ὁ Παντέλειος, καὶ ἐν φάτνῃ ἀνεκλήθη ὥσπερ νήπιον· τούτῳ λέγοντες· Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Ἄγγελοι οὐρανόθεν, τὴν σὴν Γέννησιν Λόγε, ἀνύμνουν χαρμοσύνως βοῶντες· (ἐκ γ΄). Δόξα ἐν ὑψίστοις Θεῷ, ὅτι ἐν Γῇ γεννᾶται ὁ Ὑπέρθεος· μεθ’ ὧν δοξολογοῦμέν σε, βοῶντές σοι Σῶτερ τοιαῦτα·

Δόξα, δι’ οὗ τὸ σύμπαν συνέστη·
Δόξα, δι’ οὗ ὁ ζόφος ἀπέστη.
Δόξα, τῇ ἀνάρχῳ Γεννήσει σου Ἄναρχε·
Δόξα, τῇ ἐν χρόνῳ κυήσει σου Ἅγιε.
Δόξα, ἐν ὑψίστοις ἄληκτος τῷ τεχθέντι ἐπὶ Γῆς·
Δόξα, τῷ δι’ ἀγαθότητα σαρκωθέντι ἐξ Ἁγνῆς.
Δόξα, τῷ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντι·
Δόξα, τῷ ἐπ’ ἐσχάτων ἐκ Παρθένου τεχθέντι.
Δόξα, τῷ μόνῳ Θεῷ καὶ δεσπόζοντι·
Δόξα, τῷ μήτραν Παρθένου σκηνώσαντι.
Δόξα, δι’ οὗ ὁ Ἀδὰμ ἀνεπλάσθη·
Δόξα, δι’ οὗ ὁ φθορεὺς ἀνετράπη.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Βίῳ καὶ τῷ σαρκίῳ, ἔλαμψας Πανοικτίρμον, ὡς ἠβουλήθης τῷ ἀνθρωπίνῳ. Τίς σοῦ τὴν πτωχείαν τὴν πολλήν, δι’ ἧς ἡμᾶς ἐπλούτισας αἰνέσεται; Ἐν γὰρ σπηλαίῳ τέξεται, ὦ πᾶσα κτίσις ἀεὶ κράζει·

Ἀλληλούια.

Γέννησίν σου τὴν θείαν, ἐκ Παρθένου ἁγίας, προβλέπων Ἠσαΐας ἐβόα· παιδίον ἐγεννήθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπ’ ὤμων ὅτι ἄναρχος· ἡμεῖς δὲ τῇ Γεννήσει σου, ἀνακτισθέντες σοι βοῶμεν·

Δόξα, τῇ θείᾳ Λόγε βουλῇ σου·
Δόξα, Οἰκτῖρμον τοῖς οἰκτιρμοῖς σου.
Δόξα, τῇ ἀφάτῳ κενώσει σου Κύριε·
Δόξα, τῇ ἀῤῥήτῳ σαρκώσει σου Εὔσπλαγχνε.
Δόξα, τῷ ἀναγεννήσαντι τὸν φθαρέντα δολερῶς·
Δόξα, τῷ ἀνακαινίσαντι τὸν πεσόντα χαλεπῶς.
Δόξα, τῷ ἑκουσίως δι’ ἡμᾶς σαρκωθέντι·
Δόξα, τῷ τὴν πτωχείαν τοῦ Ἀδὰμ μορφωθέντι.
Δόξα, ὃν φάτνη φέρει ὡς νήπιον·
Δόξα, ὃν πάντα μέλπει ὡς Κύριον.
Δόξα, τῷ ἔνδον σπηλαίου τεχθέντι·
Δόξα, τῷ κόσμῳ ὡς οἶδεν ὀφθέντι.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Δόξα ἐν τοῖς ὑψίστοις, τῷ Θεῷ καὶ Σωτῆρι, τῷ ἤδη ἐν σπηλαίῳ τεχθέντι, πληθὺς οὐρανίου στρατιάς, ἀνεβόων γεννηθέντος σου Κύριε· εἰρήνην γὰρ εὐδόκησας, Οἰκτῖρμον δοῦναι τοῖς βοῶσιν·

Ἀλληλούια.

Ἐν τῇ πόλει ἐτέχθη, τοῦ Δαυῒδ Σωτὴρ πάντων, ἐβόα ὀραθείς τοῖς ποιμέσιν, Ἄγγελος ἐξαστράπτων φωτί, διὸ χαρᾶς Εὐαγγέλια δέξασθε, καὶ σπεύσατε θεάσασθαι, καὶ βοῆσαι τῷ Ζωοδότῃ·

Δόξα, οὗ ἄφατος ἡ παρουσία·
Δόξα, οὗ ἄῤῥητος ἡ ἐξουσία.
Δόξα, τῷ ἐλθόντι σαρκὶ εἰς τὰ ἴδια·
Δόξα, τῷ ἑλόντι τοῦ κόσμου τὰ πήματα.
Δόξα, τῷ σαρκὸς καὶ αἵματος κοινωνήσαντι ἡμῖν·
Δόξα, τῷ θνητοῖς δωρήσαντι τὴν ἀθάνατον ζωήν.
Δόξα, τῷ πρὶν τὸ εἷναι κατ’ ἀρχὰς ἡμῖν δόντι·
Δόξα, τῷ νῦν τοῖς πᾶσι τὸ εὗ εἷναι μορφοῦντι.
Δόξα, ὃν εἶδον ποιμένες ἄγραυλοι·
Δόξα, ὃν σπαργάνοις τῷ ἐνειληθέντι·
Δόξα, δι’ οἶκτον τῷ διαπλασθέντι.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Ζέσει καὶ ἀγλαΐα, ἧς εἶδον ὀπτασίας, πτερωθέντες οἱ ποιμένες εἶπον· διέλθωμεν ἕως Βηθλεέμ, ἔνθα εὑρόντες τὸν Χριστὸν ὡς νήπιον, πεσόντες προσεκύνησαν, τῷ καλῷ Ποιμένι βοῶντες·

Ἀλληλούια.

Ἤκουσεν ἡ Παρθένος, τῶν ἀκάκων Ποιμένων, ὧν περ κατεῖδον ἐξηγουμένων, ταύτᾳ δὲ ἐτήρει τῇ ψυχῇ, τὸν Χριστὸν οἶά περ βρέφος βαστάζουσα, ὦ, αἴνεσιν τὴν ἔμπρακτον, προσῆγον οἱ Ποιμένες βοῶντες·

Δόξα, τῷ φάτνῃ ἀνακλιθέντι·
Δόξα, τῷ κόσμῳ ἐπιφανέντι.
Δόξα, τῷ ὀφθέντι σαρκὸς ὁμοιώματι·
Δόξα, τῷ πλασθέντι ἀφράστῳ χρηστότητι.
Δόξα, τῷ ἄνω ἀμήτορι ἐκ Πατρὸς ὁμοφυούς·
Δόξα, τῷ κάτῳ ἀπάτορι ἐκ Μητρὸς τῆς γηγενοῦς.
Δόξα, τῷ ἐκ Ποιμένων τὴν αἴνεσιν δεξαμένω·
Δόξα, τῷ ὑπ’ Ἀγγέλων ἀπαύστως δοξαζομένῳ.
Δόξα, δι’ οὗ ἀρᾶς ἐλυτρώθημεν·
Δόξα, δι’ οὗ Πατρὶ ᾠκειώθημεν.
Δόξα, Χριστῷ τῷ οἰκτίρμονι Λόγῳ·
Δόξα, φωτὸς τῷ πληροῦντι τὸν κόσμον.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Θάμβους πεπληρωμένοι, ἐν ὧν ἤκουσαν καὶ εἶδον, ὑπέστρεψαν τῇ ἑαυτῶν ποίμνη, Ποιμένες οἱ ὄντως ἀγαθοί, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Κύριον, σαρκὶ προσομιλήσαντα, πρὸς σωτηρίαν τῶν βοώντων·

Ἀλληλούια.

Ἶδον ξένου ἀστέρος, Μάγοι οἱ ἐκ Περσίδος, τὴν ἔλαμψιν τὴν οὖσαν ἀήθη· ὦ καὶ χρησάμενοι ὁδηγῶ, πρὸς Βηθλεὲμ τὴν πόλιν παραγένοντο, Χριστὸν τὸ φῶς τὸ ἄδυτον, ζητοῦντες θερμῶς καὶ βοῶντες·

Δόξα, Ἡλίῳ τῷ ἀνεσπέρῳ·
Δόξα, Κυρίῳ τῷ ὑπερθέῳ.
Δόξα, τῷ πληροῦντι τὰ πάλαι αἰνίγματα·
Δόξα, τῷ θεούντι τὸ βρότειον πρόσλημμα.
Δόξα, τῷ σαυτὸν κενώσαντι ἀκενώτως ἐπὶ Γῆς·
Δόξα, τῷ ἡμᾶς καθάραντι ἀρχεγονικῆς πληγῆς.
Δόξα, τῇ προσδοκίᾳ τῶν ἐθνῶν τῇ γλυκείᾳ·
Δόξα, τῇ εὐσπλαχνίᾳ Ἰησοῦ τῇ οἰκείᾳ.
Δόξα, φωτὶ τῷ κόσμῳ φωτίζοντι·
Δόξα, σαρκὶ ἡμῖν ἐνδημήσαντι.
Δόξα, δι’ οὗ ἐγεγόνει τὰ πάντα·
Δόξα, πρὸς ὃν ἀνακράζομεν ἅμα.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Κήρυκες ἐν τῇ πόλει, τῇ Σιὼν θεοφόροι, οἱ Μάγοι ἀληθῶς γεγονότες, ποῦ ἐτέχθη ἔλεγον Χριστός, οὗ ὁ ἀστήρ ἐν Ἐώα τεθέαται; Ἀλλ’ Ἡρώδης ἐμαίνετο, μὴ συνεὶς βοᾶν τῷ τεχθέντι·

Ἀλληλούια.

Λάθρα τότε καλέσας, ὁ Ἡρώδης τοὺς Μάγους, ἐπέσκηπτεν αὐτοῖς μετὰ δούλου, πορευθέντες εὔρατε Χριστόν, καὶ ἀναγγείλατέ μοι τὸ μυστήριον· ἀλλὰ κενῶς βεβούλευται οἱ γὰρ Μάγοι Χριστῷ ἐβόων·

Δόξα, Σωτῆρι τῷ Θεανθρώπῳ·
Δόξα, Κυρίῳ τῷ ἀρχιζώῳ.
Δόξα, τῷ τοὺς Μάγους λαμπρῶς ὁδηγήσαντι·
Δόξα, τῷ Ἡρώδην εἰς τέλος αἰσχύναντι.
Δόξα, τῷ ἀστέρᾳ λάμψαντι ἐν Περσίδι τὸν καινόν·
Δόξα, τῷ σοφῶς πληρώσαντι Βαλαὰμ σαφῆ χρησμόν.
Δόξα, τῷ ἐξ Ἰούδᾳ κατὰ σάρκα τεχθέντι·
Δόξα, τῷ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντι.
Δόξα, τῷ σώσαντι βροτῶν σύγκριμα·
Δόξα, τῷ παύσαντι ἐχθροῦ φρύαγμα.
Δόξα, τῷ ποίμνην τελέσαντι μίαν·
Δόξα, τῷ χάριν βραβεύσαντι θείαν.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Μάγων δῶρα ἐδέξω, ἐν ἀγκάλαις ὡς βρέφος, κρατούμενος Σωτὴρ τῆς Παρθένου, λίβανον καὶ σμύρναν καὶ χρυσόν, τὸ σὸν κράτος ἐμφανῶς τεκμαιρόμενα· ὡς γὰρ Θεῷ καὶ Ἄνακτι, καὶ δι’ ἡμᾶς νεκρῷ σοι ᾖδον·

Ἀλληλούια.

Νύκτωρ Ἄγγελος θεῖος, εξ ἀύλων ἁψίδων, τοῖς Μάγοις ἐπιστᾷς χρηματίζει, ἀπέλθετε οἴκαδε ταχύ, τὸν Ἡρώδην ἀφέντες φρυαττόμενον, οἱ δὲ τῷ λόγῳ εἴξαντες, προσεφώνουν ἀναχωροῦντες·

Δόξα, Χριστῷ τῷ σεσαρκωμένῳ·
Δόξα, Θεῷ τῷ βεβροτωμένῳ.
Δόξα, τῷ ἐν εἴδει βροτῶν ὁμιλήσαντι·
Δόξα, τῷ τὴν πάλαι ἀπόφασιν λύσαντι.
Δόξα, τῷ τὰ ὄντᾳ σύμπαντα περιέχοντι δρακί·
Δόξα, τῷ ἐκ Κόρης φάναντι, ἣν διέπλασας σαρκί.
Δόξα, τῷ κρατουμένῳ ἐν χερσὶ τῆς Παρθένου·
Δόξα, τῷ ὁρωμένῳ ἐν μορφῇ τοῦ σφαλέντος.
Δόξα, τῷ οὕτως ἐπευδοκήσαντι·
Δόξα, τῷ κόσμον καταφωτίσαντι.
Δόξα, νηπίῳ τῷ πάντα τελοῦντι·
Δόξα, Κυρίῳ Ἀδὰμ τῷ ζωοῦντι.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Ξίφη ἠκονημένα, ὁ Ἡρώδης ἐκτείνας, ἐθέρισε Νηπίων τὴν χλόην, τὸν τῆς ζωῆς στάχυν ὁ δεινός, πειρώμενος χειρώσασθαι τὸν ἄληπτον, τὰ βρέφη δὲ σφαττόμενα, ὑπέψαλλον τῷ βρεφωθέντι·

Ἀλληλούια.

Ὄναρ λαμπρὸς ἐπέστη, Οὐρανίῳ κελεύσει, Ἀσώματος τῷ Ἰωσὴφ λέγων· παραλαβὼν ἄπιθι σπουδή, τὸ τεχθὲν σὺν Παρθένῳ εἰς Αἰγυπτον· ὁ δὲ τελῶν τὸ πρόσταγμα, ἐβόα τῷ Νηπίῳ Λόγῳ·

Δόξα, Υἱὲ Πατρὸς Ὑπερθέου·
Δόξα, βλαστὲ Μητρὸς ἀπειράνδρου.
Δόξα, τῷ τὰ νήπιᾳ μάρτυρας δείξαντι·
Δόξα, τῷ εἰς Αἴγυπτον ἀναχωρήσαντι.
Δόξα, τῷ Ἡρώδου ἄνοιαν στηλιτεύσαντι στεῤῥῶς·
Δόξα, τῷ Αἰγύπτου ξόανα καθελόντι ἰσχυρῶς.
Δόξα, τῷ θεουργούντι τοῦ Ἀδὰμ τὴν οὐσίαν·
Δόξα, τῷ ἐκνευροῦντι τοῦ ἐχθροῦ τὴν μανίαν.
Δόξα, σοὶ Λόγε Θεὲ καὶ Ἄνθρωπε·
Δόξα, σοὶ Σῶτερ ζωαρχικώτατε.
Δόξα, βροτοὺς τῆς ἀρᾶς ῥυομένῳ·
Δόξα, Χριστῷ τῷ ἀεὶ ὑμνουμένῳ.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Πεζοπόρον ὁδείαν, εὐσεβεῖ διανοίᾳ, ὁ μνήστωρ Ἰωσὴφ διανύσας, κατήγαγεν ἐν Αἰγύπτῳ γῆ, τὸν τὴν Γῆν καὶ Οὐρανὸν τεκτηνάμενον, σαρκὶ προσομιλήσαντα, πρὸς σωτηρίαν τῶν βοώντων·

Ἀλληλούια.

Ῥῆσις τοῦ Ἠσαΐου, ἐκπληροῦται τοῦ θείου, βοῶντος διατόρως Σωτήρ μου· Ἰδοὺ ἐπὶ νεφέλης κούφης, κάθηται Χριστὸς καὶ ἥξει εἰς Αἴγυπτον, σείων ταύτης τὰ εἴδωλα, καὶ χάριν νέμων τοῖς βοῶσι·

Δόξα, τῷ ἄνῳ προσκυνουμένῳ·
Δόξα, τῷ κάτωθι τιθηνουμένῳ.
Δόξα, τῷ Προφήταις ἐν τύποις λαλήσαντι·
Δόξα, τῷ ἀρτίως ἡμῖν ἐνδημήσαντι.
Δόξα, τῷ πλουσίως χέοντι εὐσπλαχνίας τὴν πηγήν·
Δόξα, τῷ Ἀδὰμ ὑφαίνοντι ἀφθαρσίας τὴν στολήν.
Δόξα, τῷ Ζωοδότῃ καὶ Παντάνακτι Λόγῳ·
Δόξα, τῷ Παντεπόπτῃ ἄμα καὶ Φιλανθρώπῳ.
Δόξα, Κυρίῳ τῷ νηπιάσαντι·
Δόξα, τῷ γάλᾳ ἤδη θηλάσαντι.
Δόξα, τῷ χεῖρον ἑκόντι λαβόντι·
Δόξα, τῷ κρεῖττον ἡμῖν μεταδόντι.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Σῶσον πάντας Οἰκτῖρμον, ὡς Θεὸς ἐλεήμων, τοὺς πίστει ἀκλινεῖ καὶ τελεία, τῆς σῆς Γεννήσεως καθ’ ἡμᾶς, προσκυνοῦντας τὸ ἄῤῥητον μυστήριον· δι’ ἡμᾶς γὰρ σεσάρκωσαι, ἵνα σώσης τοὺς σοὶ βοῶντας·

Ἀλληλούια.

Τῶν σοφῶν Προφητῶν σου, ἄγων Σῶτερ εἰς πέρας, τὰ πάλαι λαληθέντα ἐν τύποις, ἐξ Αἰγύπτου εἰς γῆν Ἰσραήλ, ἀνῆλθες ὁ τῷ Πατρὶ συναΐδιος· ἐν Ναζαρὲτ δὲ ᾤκησας, πρὸς σωτηρίαν τῶν ψαλλόντων·

Δόξα, τῷ λύτῃ φθορᾶς βροτείας·
Δόξα, τῷ δότῃ παλινζωίας.
Δόξα, τῷ ἀρχαίαν βουλὴν ἐκπληρώσαντι·
Δόξα, τῷ πεσόντα Ἀδὰμ ἀνυψώσαντι.
Δόξα, τῷ ἐνανθρωπήσαντι, μὴ τραπέντι δὲ ὁ Ἣν·
Δόξα, τῷ ἀναμορφώσαντι τὴν βασίλειον μορφήν.
Δόξα, τῷ ἐξ Αἰγύπτου Γαλιλαίαν οἰκοῦντι·
Δόξα, τῷ Ναζωραῖος τὴν κλῆσιν καταδεχθέντι.
Δόξα, τῷ ῥεῖθρᾳ ἐλέους νέμοντι·
Δόξα, τῷ κόσμου τὴν πτῶσιν αἴροντι.
Δόξα, σοὶ Βρέφος τῷ πάντων αἰτίῳ·
Δόξα, σοὶ τέκος Πατρὶ ὁμοτίμῳ.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Ὕψιστε Παντοκράτορ, Βασιλεῦ τῶν αἰώνων, τίς ἡ περὶ ἡμᾶς σου πτωχεία; Ἀλλὰ πῶς ἐξείπωμεν Χριστέ, τῆς σῆς οἰκονομίας τὴν ἐμφάνειαν; Γέννησιν γὰρ καὶ σπάργανα ἐδέξω ὑπὲρ τῶν βοώντων·

Ἀλληλούια.

Φῶς ὑπέρφωτον πέλων, ἐκ φωτὸς Ὑπερθέου, ὑπέρθεε Χριστὲ φωτοκράτορ, τοῖς ἐν σκότει πάλαι καὶ σκιά, σαρκὸς ἐν εἶδει ἐκ Παρθένου ἔλαμψας, καὶ πρὸς τὸ φῶς τὸ ἄδυτον, ὡδήγησας τοὺς ἐκβοῶντας·

Δόξα, σοὶ φάος τῷ Ὑπερθέῳ·
Δόξα, σοὶ φέγγος τῷ ἀρχιφώτῳ.
Δόξα, τῷ τῆς πλάνης τὴν ζόφωσιν λύσαντι.
Δόξα, τῷ σοφῶς ποιήσαντι ἀστραπᾶς Ἀγγελικᾶς·
Δόξα, τῷ ἡμῖν βραβεύσαντι ζωηφόρους δωρεᾶς.
Δόξα, τῷ σαρκωθέντι δι’ ἡμᾶς ἀσυγχύτως·
Δόξα, τῷ ἐνδυθέντι τὸν Ἀδὰμ ὀλοκλήρως.
Δόξα, τῷ κόσμον ἀνακαλέσαντι·
Δόξα, τῷ δόλιον δελεάσαντι.
Δόξα, ὃν πάντα ὑμνεῖ καὶ δοξάζει·
Δόξα, ὃν φάτνη χωρεῖ ἐν σπαργάνοις.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Χάριν Λόγε χαρίζου, καὶ πταισμάτων τὴν λύσιν, καὶ βίου τοῦ βελτίονος κτῆσιν, ἡμῖν τοῖς λατρευταῖς σου Σωτήρ, ὡς ἂν ἐναρέτως πολιτευσάμενοι, τῆς σῆς λαμπρᾶς ἐλλάμψεως, μετάσχωμεν συνεκβοώντες·

Ἀλληλούια.

Ψάλλοντες Πανοικτίρμον, τὸν σὸν ἄχραντον Τόκον, ὑμνοῦμέν σε τὸν Κτίστην τῶν ὅλων, τὸν σάρκα εἰληφότα θνητήν, καὶ τὸν θανόντα ὰπαθανατίσαντα· καὶ τοῖς πολλοῖς οἰκτιρμοῖς σου, θαῤῥοῦντές σοι ἀναβοῶμεν·

Δόξα, ὃν φρίσσει Ἀγγέλων τάξις·
Δόξα, ὃν φέρει ὡς βρέφος φάτνη.
Δόξα, δι’ οὗ πάντα παρήχθη πρὸς γένεσιν·
Δόξα, δι’ οὗ κόσμος ἐκλήθη πρὸς θέωσιν.
Δόξα, καὶ μεγαλοπρέπεια τῇ Γεννήσει σου Χριστέ·
Δόξα, καὶ λατρεία ἄδολος πρέπει σοὶ Παμβασιλεῦ.
Δόξα, τῷ κενωθέντι μέχρι δούλου ἀξίας·
Δόξα, τῷ μὴ ἐκστάντι τῆς οἰκείας οὐσίας.
Δόξα, τῷ δούλην Μητέρα δείξαντι·
Δόξα, τῷ ταύτην Ἁγνὴν τηρήσαντι.
Δόξα, τῷ πάλιν ἐν Γῇ ἐρχομένῳ·
Δόξα, ὦ, μόνῳ ζῷ, πνῷ, καὶ λατρεύω.

Δόξα Σῶτερ τῇ Γεννήσει σου.

Ὦ Ὑπέρθεε Λόγε, ὑπερούσιε Σῶτερ, ἁπάντων Ποιητὰ τῶν αἰώνων˙ (ἐκ γ΄). προσδέχου ἡμῶν τὰς προσευχάς, ἐν ἱλαρότητι εὐσπλαγχνικώτατε, καὶ τῆς μελλούσης δόξης σου, ἀξίωσον τοὺς συμβοῶντας·

Ἀλληλούια.

Καὶ αὖθις τὸ Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῷ διὰ σπλάγχνᾳ οἰκτιρμῶν ἐνανθρωπήσαντι, καὶ ἐν τῶν κόλπων τοῦ Πατρὸς μὴ ἐκφοιτήσαντι, προσκομίσωμεν τὸν ὕμνον ὥσπερ οἱ Μάγοι· ἐν σπηλαίῳ γὰρ ἐτέχθη ὁ Παντέλειος, καὶ ἐν φάτνῃ ἀνεκλίθῃ ὥσπερ νήπιον· τούτῳ λέγοντες· Δόξα Σῶτερ τῇ Γεννήσει σου.