Χαιρετισμοί εις την Θείαν και Ένδοξον Μεταμόρφωσιν του Κυρίου και Θεου και Σωτήρος ημών Ιησού Χριστού
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Κοντάκιον. Ἤχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Μετεμορφώθης ἐν Θαβὼρ ὑπὲρ κατάληψιν καὶ τῆς σῆς δόξης τὴν λαμπρότητα ὑπέδειξας, τοῖς ἁγίοις Ἀποστόλοις καὶ Μαθηταῖς σου· ἀλλὰ δίδου καὶ ἡμῖν τὸ φῶς σου Κύριε, τοῖς ἀνυμνοῦσί σου τὴν θείαν Μεταμόρφωσιν ὰν βοῶσί σοι· δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Ἀγελοι ἀοράτως, ἐν Θαβὼρ τῷ ἁγίῳ, τὴν σὴν Μεταμόρφωσιν ἀνύμνουν (ἐκ γ΄), καὶ οἱ τρεῖς σου Μαθηταὶ Σωτήρ, τῆς ἀστραπῆς σου ὀρῶντες τὴν ἔλλαμψιν, ἐξίσταντο θαυμάζοντες, καὶ ἐβόων σοι ἐν ἐκπλήξει·
Δόξα, Χριστέ τῇ σῇ φωταυγείᾳ·
Δόξα, τῇ θείᾳ οἰκονομίᾳ.
Δόξα, τῷ ἐν ὄρει Θαβὼρ ἀπαστράψαντι·
Δόξα, τῷ τὸ γένος βροτῶν καταυγάσαντι.
Δόξα, Σῶτερ φωτοπάροχε τῷ φωτὶ τῆς σῆς μορφῆς·
Δόξα, Ἥλιε ἀνέσπερε αἴγλῃ τῆς σῆς ἀστραπῆς.
Δόξα, τῇ βασιλείᾳ τῇ θείᾳ σου Πανοικτίρμον·
Δόξα, τῆς εὐσπλαγχνίας τῷ πλούτῳ σου Ἐλεῆμον.
Δόξα, Χριστὲ τῇ σῇ ἀγαθότητι·
Δόξα, τῇ θείᾳ σου ὡραιότητι.
Δόξα, τῷ εἴδει βροτῶν ὁραθέντι·
Δόξα, τῷ πάντας ἡμᾶς φωταυγοῦντι.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Βλέποντες τῆς σῆς δόξης, τὴν ὑπέρφωτον αἵγλην, οἱ τρεῖς σου Μαθηταὶ ἐν τῷ ὄρει, τῶν ὅρων ἐκβάντες τῆς σαρκός, τῶν ὑπερφυῶν ἑπόπται ἐγένοντο, ὦ φωτοδότα Κύριε, καὶ ἐνθεαστικῶς ἐβόων·
Αλληλούια.
Γνόφῳ πάλαι κατεῖδε, καλυφθεὶς ἐν Σιναίῳ, Μωυσῆς τὴν τοῦ Θεοῦ παρουσίαν, νῦν δὲ ἐν τῷ Θαβὼρ ἐμφανῶς, πρόσωπον πρὸς πρόσωπον ἐθεάσατο, τὴν τοῦ Χριστοῦ λαμπρότητα, σὺν τῷ Ἠλίᾳ ἀνακράζων·
Δόξα, Κυρίῳ τῷ σαρκωθέντι·
Δόξα, τῷ κόσμῳ ἐπιφανέντι.
Δόξα, τῇ ἀῤῥήτῳ ἐκλάμψει σου Κύριε·
Δόξα, τῇ σῇ δόξῃ Ὑπέρθεε Ἥλιε.
Δόξα, Σῶτερ τῇ σαρκώσει σου δι’ ἧς ἔσωσας ἡμᾶς·
Δόξα, σου ἀεὶ προσάγομεν οἱ ῥυσθέντες τῆς φθορᾶς.
Δόξα. τῷ ἀνελθόντι εἰς Θαβώριον ὄρος·
Δόξα, τῷ ῥυσαμένῳ τῶν ἀνθρώπων τὸ γένος.
Δόξα, τῇ σῇ Οἰκτίρμον χρηστότητι·
Δόξα, τῇ σῇ ἀῤῥήτῳ λαμπρότητι.
Δόξα, φωτός σου τῇ θείᾳ ἐκφάνσει·
Δόξα, προσώπου σου τῇ ἀναλάμψει.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Δόξα τοῦ σοῦ προσώπου, Μωυσῆς καὶ Ἤλίας, ὁμοῦ σὺν τοῖς τρισὶν Ἀποστόλοις, κατεῖδον ἐν Θαβὼρ ἐμφανῶς, τὸν σὸν Δέσποτα Σταυρὸν προμηνύοντες, καὶ ἐν φωτὶ ὁρώμενοι, ἐν ἐκστάσει σοι ἀνεβόων·
Ἀλληλούια.
Ἐπιβὰς ἐν τῷ ὄρει, τῷ Θαβὼρ Φωτοδότα, ἀπήστραψας φωτὶ ἀπροσίτῳ, ἐν ᾧ Πέτρος καὶ Ἰάκωβος, σὺν τῷ Ἰωάννῃ καταλαμπόμενοι, ἐξέστησαν τῇ δόξῃ σου, καὶ μετὰ φόβου ἀνεβόων·
Δόξα, μορφῆς σου τῇ ἀπαστράψει·
Δόξα, τῇ ξένῃ σου ἀναλάμψει.
Δόξα, τῷ πληροῦντι τὰ πάλαι κηρύγματα·
Δόξα, τῷ θεοῦντι ἀνθρώπων τὸ φύραμα.
Δόξα, ὅτι ὑπερέλαμψας ἐν ἀύλω ἀστραπῇ·
Δόξα, ὅτι Σῶτερ ἔδειξας τὴν ἀρχαίαν καλλονήν.
Δόξα, ὦ Πανοικτίρμον τῇ σῇ φωτοχυσίᾳ·
Δόξα, τῇ ὑπὲρ λόγον θείᾳ σου φωταυγείᾳ.
Δόξα, τῇ σῇ κενώσει Φιλάνθρωπε·
Δόξα, τῷ σῷ ἐλέει Μακρόθυμε.
Δόξα, τῇ σῇ Χριστὲ Μεταμορφώσει·
Δόξα, προσώπου σου τῇ ἀλλοιώσει.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Ζἕων πυρὶ ἀύλῳ, ἀγαπήσεως Λόγε, ἐβόα ἐν Θαβώρ σοι ὁ Πέτρος· καλόν ἐστιν ὧδε εἶναι· μὴ εἰδὼς ὁ ἐλάλει Φιλάνθρωπε ἐκστάσει γὰρ συνείχετο, καὶ ἐν φωτί σοι ἀνεβόα·
Ἀλληλούια.
Ἢκουσαν τῆς Πατρῴας φωνῆς σοι ἐνεχθείσῃς, ἐν ὄρει οἱ Ἀπόστολοι Σῶτερ καὶ πρηνεῖς πεσόντες ἐπὶ γῆς, τῇ ἀστραπῇ τῆς μορφῆς σου ἐξέστησαν, θεοειδεῖς ὁρώμενοι, καὶ ἐν χαρᾷ σοι ἀνεβόων·
Δόξα, μορφῆς σου Σῶτερ τῇ λάμψει·
Δόξα, φωτός σου τῇ θείᾳ φαύσει.
Δόξα, τῇ φωσφόρῳ καὶ θείᾳ σου χάριτι·
Δόξα, τῇ ἀπλέτῳ φωτὸς λαμπρότητι.
Δόξα, τῇ ὑπὲρ κατάληψιν ἐπιλάμψει σου Χριστέ·
Δόξα, τῇ συγκαταβάσει σου Ὑπερούσιε Θεέ.
Δόξα, τῇ φωτοφόρῳ ἀλλοιώσει σου Λόγε·
Δόξα, τῇ ζωηφόρῳ φωταυγείᾳ σου Σῶτερ.
Δόξα, τῷ δείξαντι φῶς τὸ ἄκτιστον·
Δόξα, τῷ λάμψαντι αὐγὴν ἄυλον.
Δόξα, Οἰκτίρμον τῇ σῇ βασιλείᾳ·
Δόξα, τῇ θείᾳ μεγαλοπρεπείᾳ.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Θεὸς μέγας ὡράθης, ἐν Θαβὼρ ἀπαστράψας, Θεότητος φωτὶ ἀπροσίτῳ, ἐν μέσῳ θεῶν κατὰ Δαυΐδ, τῶν Προφητῶν καὶ Μαθητῶν σου Κύριε, οἱ ἔφριξαν ὡς ἔβλεψαν, τὴν δόξαν σου ἀναβοῶντες·
Ἀλληλούια.
Ἴδον ἐν Θαρωρίῳ, Μωυσῆς καὶ Ἤλίας, ὁμοῦ σὺν τοῖς τρισὶ Μαθηταῖς σου, τὴν σὴν Μεταμόρφωσιν Χριστέ, καὶ τῆς μελλούσης βασιλείας τὴν ἔλλαμψιν· διὸ καὶ ἐν αἰνέσει σοι, ἀνεβόων ἐν εὐφροσύνῃ·
Δόξα, φωτί σου Σῶτερ τῷ θείῳ·
Δόξα, τῇ αἴγλῃ σου τῇ ἀκτίστῳ.
Δόξα, τῇ φωσφόρῳ Χριστὲ χορηγίᾳ σου·
Δόξα, τῇ ἀπλέτῳ φωταγωγίᾳ σου.
Δόξα, Λόγε φωτοπάροχε τοῖς πολλοῖς σου οἰκτιρμοῖς·
Δόξα, τοῖς ζωοπαρόχοις σου πρὸς ἀνθρώποις φωτισμοῖς.
Δόξα, τῷ χορηγοῦντι φῶς ὑπέρφωτον πᾶσι·
Δόξα, τῷ φωταυγοῦντι τῶν ψυχῶν τὰς δυνάμεις.
Δόξα σοί, Ἥλιε πανυπέρφωτε·
Δόξα σου, Κύριε πολυεύσπλαγχνε.
Δόξα σου, φῶς καὶ ζωὴ τῆς ψυχῆς μου·
Δόξα σοι, θεία ἀκτὶς τοῦ νοός μου.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Κάλλους τοῦ αἰωνίου, τὰς ἐλλάμψεις Οἰκτίρμον, ὑπέδειξας τῇ σῇ Μεταμορφώσει, τῆς ἀλήκτου βασιλείας σου, ἀστράψας ἐν τῷ Θαβὼρ ὑπὲρ ἥλιον· διὸ οἱ σοὶ Ἀπόστολοι, ἐκπληττόμενοι ἀνεβόων·
Ἀλληλούια.
Λάμψας ἐν Θαβωρίῳ ὑπὲρ νοῦν τε καὶ λόγον, Θεότητος τῆς σῆς ταῖς ἀκτίσιν, ἐθέωσας τὴν φύσιν ἡμῶν, καὶ τὴν ἀρᾶν τοῦ Ἀδὰμ ἐξηφάνισας, ὦ Φωτοδότα Κύριε, καὶ σώζεις τοὺς πίστει βοῶντας·
Δόξα, Ἡλίῳ τῷ ἀνεσπέρῳ·
Δόξα, Κυρίῳ τῷ Θεανθρώπῳ.
Δόξα, τῷ φωτίζοντι ἡμῶν τὴν διάνοιαν·
Δόξα, τῷ σκεδάζοντι ἐχθροῦ τὴν παράνοιαν.
Δόξα, τῷ λαβόντι ἄνωθεν μαρτυρίαν ἐκ Πατρός·
Δόξα, τῷ διδόντι ἅπασι σωτηρίαν ὡς Θεός.
Δόξα, τῷ ἐν τῷ ὄρει τῷ Θαβὼρ ἀνελθόντι·
Δόξα, τῷ φῶς τοῖς πᾶσι νοερὸν χορηγοῦντι.
Δόξα, τῷ λάμψαντι φῶς ἀπρόσιτον·
Δόξα, τῷ σώσαντι τὸν Πρωτόπλαστον.
Δόξα, Χριστῷ τῷ μεταμορφωθέντι·
Δόξα, τῷ ἐν ὕλῃ ὑμῖν φανέντι.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Μελλούσῃης βασιλείας, τὴν ἀΐδιον δόξαν, ἐκφήνας ἐν Θαβὼρ Ζωοδότα, μετεμορφώθης ὕπερφυῶς, καὶ τῇ Πατρῴᾳ φωνῇ μεμαρτύρησαι· διὸ οἱ σοὶ Ἀπόστολοι σὺν τοῖς Προφήταις ἀνεβόων·
Ἀλληλούια.
Νεφέλη φωτεινή σε ἐπεσκίασε Σῶτερ, ἐν ὄρει τῷ ἁγίῳ ἀφράστως, καὶ ὁ Πατήρ σε ἀγαπητὸν Υἱόν, ἄνωθεν Χριστὲ ἐμαρτύρησεν, ἡμεῖς δὲ μετὰ φόβου σοι, λατρεύοντες πιστῶς βοῶμεν·
Δόξα, φωτὸς χορηγὲ ἀύλου·
Δόξα, ζωῆς παροχεῦ ἀλήκτου.
Δόξα, τῷ πηγάζοντι φῶς ὑπερκόσμιον·
Δόξα, τῷ παρέχοντι χάριν φωτόμορφον.
Δόξα, ᾧπερ μεμαρτύρηκεν οὐρανόθεν ὁ Πατήρ·
Δόξα, τῇ σῇ ἀγαθότητι ἀκατάληπτε Σωτήρ.
Δόξα, τῷ ἀνελθόντι ἐν Θαβὼρ σὺν τοῖς Μύσταις·
Δόξα, τῷ φῶς διδόντι καθαροῖς ἐν καρδίαις.
Δόξα, Χριστῷ τῷ πάντων δεσπόζοντι·
Δόξα, φωτὶ ἀῤῥήτῳ ἐκλάψαντι.
Δόξα, τῷ φέγγει Χριστὲ τῆς σῆς δόξης·
Δόξα, τῷ φάει τῆς θείας σου αἴγλης.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Ξένον θέαμα ὥφθη, τῇ σῇ Μεταμορφώσει, Χριστὲ τοῖς ἱεροῖς Ἀποστόλοις· τὸ γὰρ πρόσωπον εἶδον τὸ σόν, καὶ τὰ ἱμάτιά σου ἐξαστράπτοντα, καὶ πεσόντες ἐπὶ τῆς γῆς, ἐν θάμβει πολλῷ ἄνεβόων·
Ἀλληλούια.
Ὅλον σε θεωροῦντες, λάμποντα ὑπὲρ φύσιν, οἱ Θεῖοι Μαθηταὶ ἐν τῷ ὄρει, ἐξίσταντο τῇ θέᾳ Σωτήρ, καὶ τῆς ἀῤῥήτου ἐτρύφων λαμπρότητος, τὰ θεῖα μεγαλεῖά σου, δοξάζοντες καὶ ἐκβοῶντες·
Δόξα, Χριστὲ τοῖς σοῖς μεγαλείοις·
Δόξα, τοῖς θείοις σου θαυμασίοις.
Δόξα, τῷ ἀπείρῳ φωτὶ τοῦ προσώπου σου·
Δόξα, τῇ ἐκφάνσει τοῦ κάλλους τῆς δόξης σου.
Δόξα, Σῶτερ Ὑπεράγαθε τῇ ἁγίᾳ σου βουλῇ·
Δόξα, ἅμα καὶ προσκύνησις τῷ ἀκτίστῳ σου φωτί.
Δόξα, τῇ ἐν σαρκί σου ἐπὶ γῆς πολιτείᾳ·
Δόξα, τῇ ὑπὲρ λόγον τῆς μορφῆς φωταυγείᾳ.
Δόξα, τῇ σῇ ἀνάρχῳ Θεότητι·
Δόξα, τῇ σῇ ἀκτίστῳ λαμπρότητι.
Δόξα, τῇ θείᾳ ἐπὶ ὄρους ἐκλάμψει·
Δόξα, τῇ ξένῃ φωτός σου ἐκφάνσει.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Πέτρον καὶ Ἰωάννην, καὶ Ἰάκωβον ἅμα, ὁμοῦ καὶ Μωυσῆν καὶ Ἠλίαν, τῆς σῆς Μεταμορφώσεως Χριστέ, ὡς νόμου ἀρχηγὸς καὶ τῆς χάριτος, κοινωνοὺς Σῶτερ ἔδειξας, ὡς τῶν ὅλων Θεῷ βοῶντας·
Ἀλληλούια.
Ῥημάτων Μωυσέως, καὶ Ἡλία Οἰκτίρμον, οἱ σοὶ Μαθηταί ἐνωτισθέντες, οἵτινες τὴν ἕξοδον τὴν σήν, ἥν πληροῦν ἐν Ἰερουσαλὴμ ἔλεγον, θάμβει πολλῷ συνείχοντο, καὶ μετὰ φόβου σοι ἐβόων·
Δόξα, Οἰκτίρμον τῇ σῇ πτωχείᾳ·
Δόξα, τῇ θείᾳ σου εὐσπλαγχνίᾳ.
Δόξα, τῷ πληροῦντι τὰ πάλαι κηρύγματα·
Δόξα, κυροῦντι τὰ νόμου αἰνίγματα.
Δόξα, τῷ ἐξανατείλαντι οἷα Λόγος ἐκ Πατρός·
Δόξα, τῷ σάρκᾳ φορέσαντι ἐκ Παρθενικῆς γαστρός.
Δόξα, τῇ σῇ σαρκώσει δι’ ἧς ἔσωσας κόσμον·
Δόξα, τῷ κόσμῳ δόντι τὸν τῆς χάριτος νόμον.
Δόξα, φωτὸς τῇ λάμψει σου Κύριε·
Δόξα, τοῖς σοῖς δωρήμασιν Ἅγιε.
Δόξα, τοῖς σοῖς φωτισμοῖς πρὸς ἀνθρώπους·
Δόξα, ταῖς σαῖς ἀστρασπαῖς πρὸς Ἀγγέλους.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Σέλας τὸ τοῦ ἡλίου, ἡ ἀσύγκριτος λάμψις, ἣν ἤστραψας ἐν τῷ Θαβωρίῳ, ὡς ἀληθῶς ἔκρυψε Σωτήρ, καὶ τὴν κεκρυμμένην σου Θεότητα, ἐν δυνάμει πᾶσιν ἔδειξε, τοῖς εὐλαβῶς σοι ἐκβοῶσιν·
Ἀλληλούϊια.
Τῆς ἀχράντου μορφῆς σου, ἡ ὑπέρφωτος αἴγλη καὶ τῶν ἱματίων ἡ λαμπρότης, εἰρήνην χαρὰν καὶ φωτισμόν, καὶ γλυκασμὸν παρέχειν ὑπερκόσμιον, τοῖς λατρευταῖς σου Κύριε, τοῖς πίστει και πόθῳ βοῶσι·
Δόξα, τῇ σῇ Χριστὲ φωταυγείᾳ·
Δόξα, φωτός σου τῇ χορηγίᾳ.
Δόξα, τῇ λαμπάδι τῆς σῆς ἐπιλάμψεως·
Δόξα, ταῖς ἀκτῖσι τῆς σῆς ὡραιότητος.
Δόξα, τῷ ὑπὲρ κατάληψυν καταυγάσαντι ἡμᾶς·
Δόξα, τῷ σαρκὸς προσλήματι σώσαντι τοὺς ἐξ Ἀδάμ.
Δόξα, τῇ ἀνεκφράστῳ τῆς μορφῆς σου ἐκλάμψει·
Δόξα, τῇ ἀποῤῥήτῳ τοῦ σοῦ σώματος φαύσει.
Δόξα, Χριστὲ τῇ Μεταμορφώσει σου·
Δόξα, τῇ θείᾳ Λόγε σαρκώσει σου.
Δόξα, τῷ σώσαντι κόσμον ἐκ πλάνης·
Δόξα, τῷ λύσαντι δεσμᾷ ἀπάτης.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Ὓμνησαν οἱ διττοί σου, Φωτοδότα Προφῆται, ὁμοῦ σὺν τοῖς τρισὶν Ἀποστόλοις, ὡς εἶδον τὴν ἔκλαμψιν τὴν σήν, τῆς σῆς φωτοχυσίας τὴν λαμπρότητα, δι’ ἧς ἥμᾶς ἐθέωσας, καὶ ἐλάμπρυνας ἐκβοῶντας·
Ἀλληλούια.
Φῶς ὑπέρφωτον πέλων, ἐκ Πατρὸς προανάρχου, συνάναρχε καὶ σύνθρονε, Λόγε, ἐν ὁμοιώματι τῶν βροτῶν, λάμψας ἐν τῷ Θαβὼρ τὴν σὴν Θεότητα, ὡς ἐχώρουν ὑπέδειξας, τοῖς Ἀποστόλοις σου βοῶσι·
Δόξα, Υἱῷ Πατρὸς τοῦ ἀνάρχου·
Δόξα, Χριστῷ Σωτῆρι τοῦ κόσμου.
Δόξα, τῷ πηγάζοντι φῶς ὑπὲρ ἔννοιαν·
Δόξα, τῷ παρέχοντι τὴν θείαν εὐμένειαν.
Δόξα, τῷ ἐν ὄρει λάμψαντι τῷ Θαβὼρ θεαρχικῶς·
Δόξα, τῷ ἡμᾶς λαμπρύναντι κοινωνίᾳ τοῦ φωτός.
Δόξα, φωτοχυσίᾳ τῇ θείᾳ σου Φωτοδότα·
Δόξα, τῇ παμφαεῖ σου δωρεᾷ Ζωοδότα.
Δόξα, Χριστὲ Πατρὸς τὸ ἀπαύγασμα·
Δόξα, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Δόξα, τῷ πάντων Θεῷ καὶ Σωτῆρι·
Δόξα, ἡμῶν τῷ εὐσπλάγχνῳ Δεσπότῃ.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Χαίρει πᾶσα ἡ φύσις, τῶν ἀνθρώπων Οἰκτίρμον, τῇ σῇ παμφαεῖ Μεταμορφώσει· δι’ αὐτῆς γὰρ σκότους καὶ φθορᾶς, ἀπαλλαγεῖσα πίστει προσῳκείωται, τῷ προανάρχῳ Πατρί σου καὶ συναϊδίῳ, βοῶσα·
Ἀλληλούια.
Ψάλλοντες ἐν αἰνέσει, τὰ θεῖα μεγαλεῖα, τῆς σῆς Μεταμορφώσεως Σῶτερ, ὑμνοῦμεν τὴν πολλήν σου πρὸς ἡμᾶς, ἀγαθότητα εὔσπλαγχνε Κύριε, δι’ ἧς φωτίζεις ἅπαντας, καὶ διασώζεις τοὺς βοῶντας·
Δόξα σοι, ἄναρχε Φωτοδότα·
Δόξα σοι, εὔσπλαγχνε Ζωοδότα.
Δόξα, τῷ φθορᾶς ἡμᾶς ἀπαλλάξαντι·
Δόξα, τῷ λαμπρῶς ἡμᾶς καταυγάσαντι.
Δόξα, τῷ ἡμᾶς ὑψώσαντι πρὸς τὴν πρώτην καλλονήν·
Δόξα, τῷ βροτῶν θεώσαντι τὴν πεσούσαν πρὶν μορφήν.
Δόξα, τῷ ἐν τῷ ὄρει λάμψαντι παραδόξως·
Δόξα, τῷ χορηγοῦντι χάριν ἡμῖν ἀφράστως.
Δόξα, τῷ βρύζοντι θεῖον ἔλεος·
Δόξα, τῷ στήσαντι ὥραν κρίσεως.
Δόξα σου, Σῶτερ κἀμοῦ σωτηρία·
Δόξα, νοός μου ἡ φωταγωγία.
Δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Ὦ Ὑπέρθεε Λόγε, Φωτοδότα Σωτήρ μου, ἁπάντων ὁ Θεός καὶ Δεσπότης (ἐκ γ΄) ἐν τῷ φωτὶ τῶν σῶν ἐντολῶν, τὰς ψυχὰς ἡμῶν ὁδήγει δεόμεθα, ὡς ἂν τῆς ἄνω δόξης σου, μέτοχοι ὀφθῶμεν βοῶντες·
Ἀλληλούια.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἤχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Μετεμορφώθης ἐν Θαβὼρ ὑπὲρ κατάληψιν καὶ τῆς σῆς δόξης τὴν λαμπρότητα ὑπέδειξας, τοῖς ἁγίοις Ἀποστόλοις καὶ Μαθηταῖς σου· ἀλλὰ δίδου καὶ ἡμῖν τὸ φῶς σου Κύριε, τοῖς ἀνυμνοῦσί σου τὴν θείαν Μεταμόρφωσιν ὰν βοῶσί σοι· δόξα Σῶτερ τῇ ἐλλάμψει σου.
Δίστιχον·
Φωτί με καταύγασον θείῳ σου Σῶτερ
Γεράσιμον σπεύδοντα τοῖς οἰκτιρμοῖς σου.