Χαιρετισμοί εις την Οσία Μαρίνα η εν Ραϊθώ

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸ τῆς ἐρήμου εὐωδέστατον ἀπάνθισμα, καὶ θεοφόρου Ῥαϊθοῦ τὸ ἐγκαλλώπισμα, ἐπομβρίᾳ τοῦ Πνεύματος ὤφθης Μαρίνα· καὶ βλυστάνεις ἀεννάως τὰ χαρίσματα, δαψιλῶς ταῖς σαῖς λιταῖς καὶ ὑπὲρ ἔννοιαν, τοῖς κραυγάζουσι· χαῖρε Μῆτερ Πανένδοξε.

Ἄγγελος οὐρανόφρων, κατοικῶν ἐν ἐρήμῳ ἐσχάτοις Ῥαϊθῷ, ἐπεφάνη ἡ Ὁσία Μαρίνα (ἐκ γ΄)· διὸ Μοναζόντων πάντες οἱ χοροὶ, σπεύδουσιν ὑμνῆσαι μελωδήμασι, συμφώνως ἐκβοῶντες ταῦτα·

Χαῖρε, δι’ ἧς τὸ Σινᾶ ηὐφράνθη·
χαῖρε, δι’ ἧς Ῥαϊθῷ ἐλάμφθη.
Χαῖρε, τῆς Τριάδος δορκὰς χαριέστατος·
χαῖρε, τοῦ Δεσπότου ἀμνὰς πολυτίμητος.
Χαῖρε, ὄρος Θεοδάβιστον, πλουτισμάτων μυστικῶν·
χαῖρε, στάμνος πολυγάλακτος, φιλοθέων μιμητῶν.
Χαῖρε, ὅτι κρατύνεις τὴν νοσοῦσάν μου φύσιν·
χαῖρε, ὅτι μαραίνεις τῶν παθῶν μου τὰ πλήθη.
Χαῖρε, Μονῆς Θεοτόκου τὸ στέφος·
χαῖρε, αὐγῆς ἀνεσπέρου τὸ κλέος.
Χαῖρε, δι’ ἧς θανατοῦμεν τὴν πλάνην·
χαῖρε, δι’ ἧς ἐκδιώκομεν ζάλην.

Χαῖρε Μῆτερ Πανένδοξε.

Βλέπουσα τῶν ῥεόντων, τὸ ἀνώφελον Μῆτερ, σαφῶς πρὸς οὐρανὸν μεταρσίως, τῆς ψυχῆς σου κάλλος τὸ τερπνὸν ἀνυψώθη· ὅθεν τῷ Χριστῷ ἔκραζες βοῶσα ἐν τοῖς ἄσμασιν, καὶ πάντοτε τῷ δέει οὕτως·

Ἀλληλούϊα.

Γνοῦσα τῶν ἀποῤῥήτων καὶ φρικτῶν μυστηρίων, Μαρίνα τὴν Τρισάγιον χάριν, μυστολέκτης καλὴ ἡμῶν, καὶ ταμεῖον θείων δωρεῶν γέγονας, τῶν πίστει τε καὶ πόθῳ σοι βοώντων καθ’ ἑκάστην οὕτως·

Χαῖρε, πολλῶν χαρισμάτων χύσις·
χαῖρε, κρουνῶν Παραδείσου ῥύσις.
Χαῖρε, Μοναστῶν Ῥαϊθοῦ συνεπίκουρος·
χαῖρε, ὑμνητῶν τοῦ Δεσπότου συγκάθεδρος.
Χαῖρε, τρόπαιον πολύνικον, κατ’ ἐχθρῶν τῶν δυσμενῶν·
χαῖρε, ὄνομα καλλίνικον, εὐσεβούντων γυναικῶν·
Χαῖρε, ἡ ἐξ ἀνθρώπων πολυένδοξος κάρα·
χαῖρε, ἡ τῶν Ἀγγέλων ὑπεράρασα ὕψη.
Χαῖρε, καλῶς Χριστὸν ἐκποθήσασα·
χαῖρε, κακῶς Βελίαρ τροπώσασα.
Χαῖρε, λαμπρὸν τῆς ἀσκήσεως σκᾶμμα·
χαῖρε, γλυκὸν ἐν πικρίαις τὸ πόμα.

Χαῖρε Μῆτερ Πανένδοξε.

Δόγματα εὐσεβείας καὶ ζωῆς τῆς ἀλήκτου, τοῖς πᾶσι Μαρίνα ἐκδιδάσκεις, ὡς τῆς ἄνω ἐγεύθης ζωῆς τοὺς καρπούς, καὶ χάριτας πολλὰς κέκτησαι· διὸ τῷ σὲ πλουτήσαντι ἐβόας ἀσπασίως οὕτως·

Ἀλληλούϊα.

Ἔνθερμος ἐν βουλήσει καὶ ἀκάματος ὤφθης, ἐν κόποις καὶ πολλοῖς ἀλγηδόσι, ποταμὸς θεϊκῶν δωρεῶν ἐπεδείχθης, εἰ καὶ τὸ Σινᾶ ᾤκησας τὴν ἔρημον ἀρδεύουσα· διὸ σοὶ εὐλαβῶς βοῶμεν·

Χαῖρε, ψυχὴν τῷ Χριστῷ διδοῦσα·
χαῖρε, ζωὴν μυστικὴν βιοῦσα.
Χαῖρε, ἀμπέλων πολυκάρπου βλαστήσεως·
χαῖρε, ὁ λειμὼν θεοφόρου ἀσκήσεως.
Χαῖρε, λίμνη θεοστάλακτε ἀφθονίας δωρεῶν·
χαῖρε, ποίμνη πολυάριθμε, διδαγμάτων ὑψηλῶν.
Χαῖρε, ὅτι βλυστάνεις ἁγιότητος μῦρον·
χαῖρε, ὅτι παρέχεις τὸν φιλόθεον ζῆλον.
Χαῖρε, τερπνὸν πρὸς Κύριον ποίημα·
χαῖρε, σεπτὸν Παρθένων ὡράϊσμα.
Χαῖρε, τυφλῶν φωτεινὴ δαδουχία·
χαῖρε, χολῶν κραταιὰ βακτηρία.

Χαῖρε Μῆτερ Πανένδοξε.

Ζῆλον ἔνθεον σχοῦσα ἐν καρδίᾳ Μαρίνα, καὶ πίστιν θεοδώρητον ἅμα, τὰ τοῦ κόσμου πάντα γεηρὰ προσκατέλιπες, διὰ τὸν θεῖον ἔρωτα· διὸ δὴ κατενίκησας τὸν μὴ εἰδότα ψάλλειν·

Ἀλληλούϊα.

Ἤρεσας τῶν Ἀγγέλων πολιτείαν τὴν ξένην, καὶ πάντων μετ’ Ἁγίων τὰ πλήθη, βουληθεῖσα συγκαθεσθῆναι, ἡγιάσθης Μῆτερ καὶ λαμπρὸν γέγονας τὸ καύχημα τῶν πόθῳ σοι βοώντων καὶ ὑμνούντων οὕτως·

Χαῖρε, βυθὲ δωρημάτων πλήρη·
χαῖρε, αὐλὲ σαγηνεύων τὰ πλήθη.
Χαῖρε, θυμηδία πιστῶν ἀπερίγραπτος·
χαῖρε, ὑμνωδία Χριστοῦ ἀκατάπαυστος.
Χαῖρε, ὅτι τῇ ἀσκήσει σου κατευφραίνεται Σινᾶ·
χαῖρε, ὅτι μετ’ Ἀγγέλων τε μελωδεῖς τὸ ὡσαννά.
Χαῖρε, τὸν μοναζόντων παμφαέστατον δεῖγμα·
χαῖρε, αἱρετιζόντων πολυώδινον πλῆγμα.
Χαῖρε, ἁγνῶν Παρθένων ὑπόδειγμα·
χαῖρε, πιστῶν πλωτήρων βοήθεια.
Χαῖρε, δι’ ἧς Ῥαϊθῷ στεφανοῦται·
χαῖρε, δι’ ἧς ὁ ἀλάστωρ σοβεῖται.

Χαῖρε Μῆτερ Πανένδοξε.

Θεαρέστως τὸν βίον, διανύσασα ὅλον, ἐν πᾶσι ἁγιότητι ἤρθης, πρὸς μονὰς οὐρανίων χορῶν, καθορῶσα Μῆτερ τὸν Χριστὸν πάντοτε καὶ πάντας ὑπὲρ ἔννοιαν διδάσκουσα, βοᾶν Τριάδι·

Ἀλληλούϊα.

Ἴμερον πρὸς τὸ θεῖον ἐπιδείξασα μέγα, πρὸς κόσμον ἐνεκρώθης Μαρίνα, καὶ λαβοῦσα ἐπ’ ὤμων σταυρόν, ὡς φορτίον βλέπουσα χρηστόν, ἤνυσας τὸν δρόμον νικηφόρως, πρὸς χαρὰν τῶν πόθῳ σοὶ βοώντων·

Χαῖρε, νυκτὸς ἀφωτίστου λύχνε·
χαῖρε, φωτὸς ἀποῤῥήτου φέγγος.
Χαῖρε, στρατιὰ τῶν δαιμόνων νικήσασα·
χαῖρε, τὰς ψυχὰς μοναζόντων φωτίζουσα.
Χαῖρε, προίκισμα καυχήσεως, γυναικῶν μοναζουσῶν·
χαῖρε, ὄλβιον μελώδημα, τῶν πιστῶν σου ἀδελφῶν.
Χαῖρε, ἡ τῆς ἐρήμου πανυπέρλαμπος πόλις·
χαῖρε, τῶν ἀμυήτων, μυστηπόλος φαιδρότης.
Χαῖρε, καλῶς τὸν δρόμον ἀνύσασα·
χαῖρε, ψυχῆς ἁγνείας τηρήσασα.
Χαῖρε, δεινῶν τὸ ἄλγος νεκρώσασα·
χαῖρε, χαρᾶς τὸ ἕαρ μυρίζουσα.

Χαῖρε Μῆτερ Πανένδοξε.

Κόσμος τῶν ἐν ἐρήμῳ, ἀσκουμένων ὑπάρχεις, καὶ ἄνθος τῆς Χριστοῦ Ἐκκλησίας, τὸ μυρίζον καινὸν δροσισμόν, ὡς καὶ ποίμνη συναγείρουσα ἅπαντας, τοὺς μέλποντας Κυρίῳ καὶ Σωτῆρι εὐφροσύνως οὕτως·

Ἀλληλούϊα.

Λάμψασα ἐν Κυρίῳ, ὡς ἀστὴρ φαεσφόρος καὶ ὡς πνευματοφόρος νεφέλη, μοναζόντων τὸν δῆμον καλῶς, πρὸς ὁδοὺς ἀσφαλεῖς ὁδηγεῖς χάριτι καὶ πάντας τοὺς κραυγάζοντας ἀπαύστως πρὸς σὲ κατανύξει·

Χαῖρε, στεφάνωμα τῶν δικαίων·
χαῖρε, κραταίωμα τῶν μερόπων.
Χαῖρε, τῶν δαιμόνων τὸ θράσος νεκρώσασα·
χαῖρε, τὸν χορὸν τῶν Ἁγίων πληθύνασα.
Χαῖρε, ἄρουρα ἀσκήσεως καὶ τρυφῆς τῆς νοητῆς·
χαῖρε, πρότυπον μιμήσεως, πάσης εὐσεβοῦς ψυχῆς.
Χαῖρε, εὔκαρπον δένδρον, πολλαπλῶν δωρημάτων·
χαῖρε, εὔοσμον ἄνθος, μυροβόλον καὶ θεῖον.
Χαῖρε, Χριστοῦ τῆς δόξης συμμέτοχος·
χαῖρε, ἀνδρῶν ἁγίων ἐφάμιλλος.
Χαῖρε, ὁδὸς τῶν ὁδοιπορούντων·
χαῖρε, τροφὸς τῶν τιμώντων σε πόθῳ.

Χαῖρε Μῆτερ Πανένδοξε.

Μέθεξιν χαρισμάτων, ἐπετεύξω ὁσίως καὶ γέγονας Μαρίνα ὑδρία, πεπλησμένη ὑδάτων πολλῶν, ἐκ πηγῆς ἀκενώτου ἐνθηλάζουσα, καὶ μέλπουσα τὸν πλήσαντα Χριστόν, ἐν εὐλαβείᾳ οὕτω·

Ἀλληλούϊα.

Νέον καὶ φωτοφόρον, τὸ ὡράϊσμα ὤφθη, πιστῶν καὶ τῆς Χριστοῦ Ἐκκλησίας ἡ ἁγία Μαρίνα· διὸ τῶν τιμώντων ταύτην κραταιὸν στήριγμα ὑπάρχει καὶ κραταίωμα τῶν πόθῳ ἐκβοώντων ταῦτα·

Χαῖρε, ὁ στῦλος τῆς ἐγκρατείας·
χαῖρε, κρηπὶς τῆς εὐεργεσίας.
Χαῖρε, ἀνθοστόλιστον ἅρμα τῆς χάριτος·
χαῖρε, θεοφόρητε πύργε μυήσεως.
Χαῖρε, ξίφος τὸ ἀκρότομον, ἀλλοτρίου τῆς ὀρδῆς·
χαῖρε, σκεῦος τὸ πληρέστατον, δόξης τῆς θεωτικῆς.
Χαῖρε, λαμπροφοροῦσα στολισμὸν ἀφθαρσίας·
χαῖρε, ἀπολαβοῦσα πλουτισμὸν σωτηρίας.
Χαῖρε, Χριστοῦ Δεσπότου ἱλέωσις·
χαῖρε, σεμνῶν μερόπων δικαίωσις.
Χαῖρε, ἀκτὸς εὐφροσύνου ἡμέρας·
χαῖρε, λιμὴν περισσῆς εὐλογίας.

Χαῖρε Μῆτερ Πανένδοξε.

Ξενωθεῖσα ἐν κόσμῳ, μοναστῶν τὸν μανδύα, καὶ σχῆμα ἐνεδύθης Ἀγγέλων, καὶ ποθοῦσα τὴν ἀσκητικὴν ζωήν, ἐν ἐρήμῳ Μῆτερ Ῥαϊθῷ ᾤκησας, νηστείαις καὶ δεήσεσι ποιοῦσα καὶ Χριστῷ βοῶσα·

Ἀλληλούϊα.

Ὄμβρους τῆς σωφροσύνης τοῖς ὑμνοῦσί σε πόθῳ, κατάπεμψον ταῖς σαῖς ἱκεσίαις καὶ χοροὺς Ὀρθοδόξων λαῶν, ζωτικαῖς σου ἐντεύξεσι περίσωζε καὶ δίδου τὸ αἰτούμενον ἑκάστῳ τῷ σοὶ μελωδοῦντι·

Χαῖρε, πρέσβειρα τῆς σωτηρίας·
χαῖρε, ὁ κάλαμος τῆς σοφίας.
Χαῖρε, τῶν δικαίων τὸ ἔνδοξον καύχημα·
χαῖρε, μοναζόντων ἀπήμαντον στήριγμα.
Χαῖρε, μέγιστον θησαύρισμα, εὐσεβῶν μιμητῶν·
χαῖρε, πάγχρυσον διάζωμα, τῶν ἁπανταχοῦ μονῶν.
Χαῖρε, ἡ φυτοκόμος ἀρετῶν οὐρανίων·
χαῖρε, ἡ κουροτρόφος μιμητῶν ἐπιγείων.
Χαῖρε, ὑφ’ ἧς βελίαρ αἰσχύνεται·
χαῖρε, δι’ ἧς Χριστὸς μεγαλύνεται.
Χαῖρε, ὀσμὴ θεϊκῆς εὐωδίας·
χαῖρε, μολπὴ μυστικῆς συμπαθείας.

Χαῖρε Μῆτερ Πανένδοξε.

Παθημάτων ποικίλων καὶ πολλῶν ἀλγηδόνων, τὴν ζάλην ἐν Κυρίῳ καθεῖλες, καὶ ζωῆς ἰσαγγέλου κανών, καὶ τροπὴ ἐχθροῦ τοῦ δυσμενοῦς γέγονας Μαρίνα, ἐν τῷ κράζειν σὺν Θεῷ τῷ Τρισαγίῳ πόθῳ οὕτως·

Ἀλληλούϊα.

Ῥείθροις ἁγιωσύνης ὁ Θεὸς τῆς ἀγάπης, ἀπέλουσε σὴν κάραν Μαρίνα· διὰ τοῦτο τοὺς πόδας Χριστοῦ, ὡς ἡ πόρνη πάλαι εὐλαβῶς δάκρυσι ἐκπλύνουσα ἡγίασαι· διὸ ἡμεῖς σοὶ ἐκβοῶμεν·

Χαῖρε, ἀγάπης ἐνθέου ὕψος·
χαῖρε, προνοίας Κυρίου σκεῦος.
Χαῖρε, δαψιλῶς γευσαμένη τῆς χάριτος·
χαῖρε, εὐθαρσῶς πολεμήσασα ἔχθιστον.
Χαῖρε, ὅτι ἀναδέδειξαι πολιοῦχος Ῥαϊθοῦ·
χαῖρε, ὅτι κατηγλάϊσαι θεϊκῇ μαρμαρυγῇ.
Χαῖρε, τῆς σελασφόρου συστοιχίας τὸ μέλος·
χαῖρε, τοῦ κερασφόρου διαλύσασα μένος.
Χαῖρε, ἁγνῶς τὸ ζῆν βιωτεύσασα·
χαῖρε, καλῶς τῆς δόξης μετέχουσα.
Χαῖρε, παστὰς πνευματομόρφου γάμου·
χαῖρε, ἀμνὰς οὐρανίου Ποιμένος.

Χαῖρε Μῆτερ Πανένδοξε.

Σέλᾳ τῷ Τρισαγίῳ ὁ Χριστός σὲ Μαρίνα, πλουσίως περιέβαλεν ὅλην, εἰς νυμφῶνα γάμου νοητὸν ἀριθμήσας Μῆτερ σὴν ψυχήν· ὅθεν σοῦ τὰ γέρα μελωδοῦντες, ἐκβοῶμεν τῷ Σωτῆρι οὕτως·

Ἀλληλούϊα.

Τάλαντον παρθενίας βιοτῇ ἐν ἀμέμπτῳ, ἐπηύξησας Μαρίνα διόπερ, οἱ δῆμοι Ὀρθοδόξων χορῶν, σὺν ἀΰλοις τάξεσιν ᾠδὰς μέλπουσι τῷ ὕψει τῆς ἁγνείας σου θαμβούμενοι, καὶ βοῶντες ταῦτα·

Χαῖρε, Παρθένων ἡ εὐκοσμία·
χαῖρε, χαρίτων ἡ εὐθαλία.
Χαῖρε, περισσῶς δωρεὰς ἀπολαύσασα·
χαῖρε, πολλαχῶς τὴν ψυχήν σου πλουτήσασα.
Χαῖρε, λόγχη ἡ ὀξύτομος, τῶν πονηρῶν αἰκισμῶν·
χαῖρε, στίφος πονηρότατον, καταβαλοῦσα ἐχθρόν.
Χαῖρε, νεοφανεῖσα Ῥαϊθοῦ εὐφροσύνη·
χαῖρε, καινοφανεῖσα Ἀσκητῶν συνοδήτις.
Χαῖρε, πηγὰς θαυμάτων πηγάζουσα·
χαῖρε, ψυχὰς πρὸς ἄνω ἐφέλκουσα.
Χαῖρε, πιστῶν συνεπίκουρος πάντων·
χαῖρε, τροφὸς τῶν Χριστῷ πιστευσάντων.

Χαῖρε Μῆτερ Πανένδοξε.

Ὑψωθεῖσα πρὸς χώραν τῆς ζωῆς μεταρσίως, τοῦ κόσμου νουνεχῶς ἀπεῤῥάγης καὶ ἐκεῖθεν νοητῇ ἐν χαρᾷ συναγάλλει, μετ’ Ἀγγελικῶν τάξεων ἀπαύστως Μῆτερ, ψάλλουσα Θεῷ τῷ Τρισαγίῳ ᾠδὴν ταύτην·

Ἀλληλούϊα.

Φωταυγῶς ἀνατέλλει, τοῖς φωτὸς στερουμένοις, ἡ μνήμη σου ἁγία Μαρίνα καὶ διώκει αὐτῶν τῆς ψυχῆς σκοτασμὸν νοητὸν μυστικῶς, πάντοτε βοώντων τῇ σῇ χάριτι καὶ πόθῳ προσφωνούντων ταῦτα·

Χαῖρε, στειρώσεως εὐτεκνία·
χαῖρε, ἀγώνων ἡ εὐκοσμία.
Χαῖρε, νοητὸν τῶν Παρθένων προπύργιον·
χαῖρε, ποθεινὸν Ὀρθοδόξων προσφύγιον.
Χαῖρε, ὅτι εἰσεχώρησας ἐν τῷ γνόφῳ τῆς ζωῆς·
χαῖρε, ὅτι ἀναβέβηκας κλίμακα θεωτικήν.
Χαῖρε, Ὀρθοδοξίας εὐσεβῆς γόνος οὖσα·
χαῖρε, τοὺς σὲ τιμῶντας νοερῶς ἐφαπλοῦσα.
Χαῖρε, τερπνὸν Ῥαϊθοῦ ἐγκαλλώπισμα·
χαῖρε, ἡμῶν σεπτὸν ἀγαλλίαμα.
Χαῖρε, μονὴ περισσῆς εὐλογίας·
χαῖρε, αὐλὴ θεηγόρου σοφίας.

Χαῖρε Μῆτερ Πανένδοξε.

Χαριστήριον αἶνον σοὶ βοῶμεν Μαρίνα, τὴν λάρνακα προθύμως κυκλοῦντες τῶν λειψάνων σου καὶ τρυφῆς τῆς ἀλήκτου πάντες πιστοὶ γευόμεθα οἱ μέλποντες ἐν ἄσμασιν Κυρίῳ τῷ Δεσπότῃ οὕτως·

Ἀλληλούϊα.

Ψαλμικῶς τῶν μερόπων τὰ συνέδρια πάντα, ὑμνεῖ πανευλαβῶς σου τὴν δόξαν καὶ σκιρτᾷ γηθοσύνως ἐν σοὶ καὶ αἰτεῖται Μῆτερ σαῖς εὐχαῖς χάριτας τυχεῖν καὶ τῆς ἀφέσεως ἐν τῷ βοᾶν πρὸς σὲ τοιαῦτα·

Χαῖρε, βροτῶν ἡ παραμυθία·
χαῖρε, πιστῶν ἡ εὐεργεσία.
Χαῖρε, ἀνθοφόρε ἀγρὲ τῆς ἐλλάμψεως·
χαῖρε, μυροφόρε κρουνὲ τῆς λαμπρύνσεως.
Χαῖρε, σέμνωμα πολύτιμον, εὐσεβούντων γυναικῶν·
χαῖρε, τείχισμα ἀπόρθητον, τῶν πιστῶν σου ἱκετῶν.
Χαῖρε, τὸ τῆς ἐρήμου ὁσιώτατον κάλλος·
χαῖρε, τὸ τῶν καμάτων πολυπόθητον στέφος.
Χαῖρε, δι’ ἧς τροποῦνται οἱ δαίμονες·
χαῖρε, δι’ ἧς καυχῶνται μονάζοντες.
Χαῖρε, νοὸς τοῦ ἐμοῦ σωφροσύνη·
χαῖρε, χαρὰ νοητὴ τῆς ψυχῆς μου.

Χαῖρε Μῆτερ πανένδοξε.

Ὦ πολύαθλε Μῆτερ, Ῥαϊθοῦ ἡ προστάτις, καὶ πάντων εὐσεβῶν ἀντιλήπτωρ (ἐκ γ΄), μὴ παρίδης δεήσεις ἡμῶν, ἀλλ’ ἱκέτευε τὸν ἀγαθὸν Κύριον, λυτροῦσθαι ἐκ παγίδων τοῦ ἀλάστορος, τοὺς ἐκβοῶντας·

Ἀλληλούϊα.

Καὶ αὐθύς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸ τῆς ἐρήμου εὐωδέστατον ἀπάνθισμα, καὶ θεοφόρου Ῥαϊθοῦ τὸ ἐγκαλλώπισμα, ἐπομβρίᾳ τοῦ Πνεύματος ὤφθης Μαρίνα· καὶ βλυστάνεις ἀεννάως τὰ χαρίσματα, δαψιλῶς ταῖς σαῖς λιταῖς καὶ ὑπὲρ ἔννοιαν, τοῖς κραυγάζουσι· χαῖρε Μῆτερ Πανένδοξε.

Παρακλητικός Κανών εις την Οσία Μαρίνα η εν Ραιθώ