Χαιρετισμοί εις την Οσία Ολυμπιάδα την Διάκονον

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὀλυμπιάδα τὴν σεμνὴν ἀνευφημήσωμεν, ἀνακηρύττοντες αὐτῆς τὰ κατορϑώματα καὶ μιμούμενοι τὸν βίον τὸν ϑεοφόρον· τῆς ἁγνείας καὶ ἐλέους στήλη γέγονε διακόνων δὲ γυναίων πρώτη πέφυκε, ταύτῃ κράζοντες· χαίροις Μῆτερ πανάριστε.

Ἄγγελοι οὐρανόϑεν ἐξεπλάγησαν Μῆτερ, ὁρῶντες σὸν ἐξαίσιον βίον (ἐκ γ΄) τῶν πιστῶν δὲ πληϑὺς ἀποροῦσα πῶς εἴπῃ σοι τὸν ἔπαινον ἐπάξιον συμφώνως οὕτω κράζει·

Χαῖρε, παρϑενευόντων ἡ λαμπρὰ ὑποτύπωσις·
χαῖρε, τῶν σωφρονούντων ἡ ἐξαίρετος καύχησις.
Χαῖρε, τῆς ἀζυγίας ὁ τερπνὸς γλυκασμός·
χαῖρε, τῆς συζυγίας ὁ ϑεοφιλὴς κανών.
Χαῖρε, Ὀλυμπιὰς διακόνισσα ϑεία·
χαῖρε, Θεοῦ ἀμνὰς καὶ Χριστοῦ εὐωδία.
Χαῖρε, λαμπὰς ἁγνείας ἡ φωτίζουσα κόσμον·
χαῖρε, χαρίτων πλήρης, ἄνϑος τι τῶν εὑόσμων.
Χαῖρε, τὴν οἱκουμένην πλήσασα ἐλεημοσυνῶν·
χαῖρε, μιμουμένη πόϑῳ ἐν ἐλέει τὸν Θεὸν.
Χαῖρε, τὴν ἀκτημοσύνην ὑπὲρ πάντα φροντίσασα·
χαῖρε, τῇ πτωχοτροφείᾳ πάντας σφόδρα νικήσασα.

Χαίροις Μῆτερ πανάριστε.

Βλέπων ὁ ἀντιπράττης ἀρεταῖς σε κομῶσαν, καιρίως βάλλει σε τῇ χηρείᾳ· μὴ εἰδὼς ὅμως τὴν τῆς ψυχῆς σου ἀνδρείαν, κατὰ τῆς κεφαλῆς αὐτοῦ κακὰ εἰργάσατο καὶ πέπτωκεν εἰς βόϑρον ὃν ἀνώρυξε μὴ ἀνεχόμενος ψάλλειν·

Ἀλληλούια.

Γάμος σαρκὸς ὑπάρχει καὶ ψυχῆς ἀνεβόας τοῖς παραινοῦσι σε ἐπιγαμβρεύειν, ὁ μέν εἰς φϑορὰν καταλήγων καὶ τὴν σάρκα δουλούμενος, ὁ δέ ἀφϑαρσίαν τοῖς ἑλομένοις ἀπεργαζόμενος, ὃν καὶ ἐμλεξαμένη, ἀκούσομαι παρὰ τῶν πιστῶν τοιάδε·

Χαῖρε, τῷ διὰ τῆς Παρϑένου γεννηϑέντι παρϑενεύσασα·
χαῖρε, τῷ διὰ φιλανθρωπίαν σαρκωϑέντι ὑποκλίνασα.
Χαῖρε ἡ Νεβριδίου πρὸς ὀλίγον χρηματίσασα νύμφη·
χαῖρε, ἡ Ἀϑανάτου αἰωνίως ἀναδειχϑεῖσα ϑήκη.
Χαῖρε, τῶν ἀμιάντων ϑυγατέρων Χριστοῦ ἡ ὁμόζηλος·
χαῖρε, ἡ τῶν ἀφθάρτῳ Θεῷ φυλαχϑεῖσα ἀλώβητος.
Χαῖρε, περιστερᾶ φιλοάγνων λαμπρότης·
χαῖρε, ἡ καϑαρᾶ σωφρονούντων ἀκρότης.
Χαῖρε, ἡ τῷ Πατρὶ ὀρφανῶν ἀνατεϑῖσα·
χαῖρε, ἡ ὡς ἐκ τούτου ὀρφανῶν μήτηρ φανεῖσα.
Χαῖρε, ὅτι τὴν ἐλπίδα σὺ ἀφῆκας τῷ Θεῷ·
χαῖρε, ὅτι κατεστέφϑης στέφει τῷ παρϑενικῷ.

Χαίροις Μῆτερ πανάριστε.

Δύναμιν τὴν ἐξ ὕψους ἐνδυϑεῖσα Ὁσία, συνέτριψας παϑῶν τὰς ἐπάρσεις· καὶ ἐκ δόξης χωροῦσα εἰς δόξαν, σύμμορφος Χριστοῦ γέγονας, Αὐτῷ μόνον προσέχουσα καὶ ἐκ καρδίας ᾄδουσα δαβιτικῶς·

Ἀλληλούια.

Ἔρχεται ὡς ὁ κλέπτης ἐν νυκτί ἡ ἡμέρα Κυρίου εἰσακήκοας Μῆτερ ὅϑεν ὡς φωτὸς Χριστοῦ ὑπάρχουσα ἔμπλεως, ταύτην διηνεκῶς προεώρας καὶ ὡς φρονίμη παρϑένος νήφουσα ἀκούεις ταῦτα·

Χαῖρε, νύμφη τοῦ Χριστοῦ γρηγοροῦσα·
χαῖρε, φρονίμη παρϑένε τὸν Νυμφίον καρτεροῦσα.
Χαῖρε, λυχνίαν εὐποιίας φαιδρύνασα·
χαῖρε, ἀγρυπνίᾳ τὴν φυλοαγνείαν ὑποκαίουσα.
Χαῖρε, ὄμμα τὸ ἀνύστακτον ὡσπερεὶ ἀγγελικόν·
χαῖρε, στόμα καϑαρώτατον ὑμνῳδοῦν ἀεὶ Χριστόν.
Χαῖρε, γονυκλισίαις ἀπείροις ἡ νικήσασα ὕπνον·
χαῖρε, ἐκμελετῶσα ἡδέως τὸ οὐράνιον Δεῖπνον.
Χαῖρε, τοῖς ἐν ἐρήμοις ἰσοτίμως ἀσκκήσασα·
χαῖρε, τοῖς ἐν τῷ κόσμῳ͵ ταν ὁδὸν ὑποδείξασα.
Χαῖρε, Ἐὐαγγελίου ὑπὲρ ἄγαν πληρώτρια·
χαῖρε, τοῦ φιλανϑρώπου ᾿Ιησοῦ ἐκμιμήτρια.

Χαῖρε Μῆτερ πανάριστε.

Ζῇ ἡ ψυχῇ μου Σῶτερ καὶ ὀπίσω δραμοῦμαι, φωνῆς σου τῆς γλυκείας ζητοῦσα, σὲ τὸν μόνον δροσισμὸν τῶν φιλούντων σε καὶ ἀναψύχοντα τοῖς ῥήμασί σου ἡδέως τοὺς μελωδοῦντας·

Ἀλληλούια.

Ἤστραψεν ἀρετῶν σου ἡ φαιδρότης Ὁσία, φωτίζουσα τὴν ᾿Εκκλησίαν· ὁ γὰρ ἅψας σε Κύριος ἐφ᾽ ὑψηλὴν λυχνίαν τέϑεικεν, ἵνα πολλάς ψυχὰς ἀγάγῃς εἰς ϑεογνωσίαν καὶ παρ᾽ αὐτῶν ἀκούσῃς εὐγνωμόνως τάδε·

Χαῖρε, αὐγὴ λαμπροτέρα ἡμέρας·
χαῖρε, φωτὸς ἐμπιπλῶσα αἰϑέρας.
Χαῖρε, λυχνία πρῶτον Φῶς ἡ βαστάσασα·
χαῖρε, ἀστραπὴ τὸν ἐχϑρὸν καταπλήξασα.
Χαῖρε, ἡ φωτισϑεῖσα τῷ πυρὶ τῷ ἀύλῳ·
χαῖρε, ἡ στολισϑεῖσα ἀγαϑῷ παμποικίλῳ.
Χαῖρε, τετυφλωμένων ψυχῶν ὁδηγία·
χαῖρε, ϑεοφανείας ἐναργὴς ἐποπτεία.
Χαῖρε, ὁτι ὑπερῆρας οὐρανοῦ τὴν πλειάδα·
χαῖρε, ὅτι ἀπεβάλου ἑωσφόρου σπιλάδα.
Χαῖρε, φωτοπαρόχου Βασιλείας τυχοῦσα·
Χαῖρε, χρυσαυγεστάτην λαμπηδόνα εὑροῦσα.

Χαίροις Μῆτερ πανάριστε.

Θέλων ἐταπεινώϑη ὁ τῶν ὅλων Δεσπότης, ἡμῖν ὑπογραμμὸν καταλιμπάνων, Ὧ στοιχοῦσα ἀκριβῶς Ὀλυμπιὰς πανάριστε, ἀφῆκας πᾶσαν ἀφορμὴν δόξης, ποϑοῦσα ᾄδειν τῷ διὰ τὴν ἡμετέραν σωτηρίαν κενωϑέντι·

Ἀλληλούια.

Ἵνα κληρονομήσῃς ἀγαϑῶν αἰωνίων, βεβαίως τὴν ὑπόσχεσιν πᾶσαν διένειμας σὴν οὐσίαν, καὶ πτωχοῖς ἀπείροις ἐπαρκέσασα, ὡς ἀετὸς ὑψιπετὴς ἐλήλυϑας εἰς ὕψη ἀρετῆς, ἀκούουσα νῦν παρ᾽ ἡμῶν τοιαῦτα·

Χαῖρε, τῆς ἀκτησίας ὑποφῆτις πρακτική·
χαῖρε, τῶν δεσμῶν τῆς ὕλης ἀποστᾶσα αὐϑωρεί.
Χαῖρε, ἡ τὴν πτωχείαν ὑπὲρ πλοῦτον ἀγαπήσασα·
χαῖρε, ἡ τῶν πτωχῶν φιλοστόργως μεριμνήσασα.
Χαῖρε, τοῦ Σαμαρείτου ἀκριβὲς ἐκμαγεῖον·
χαῖρε, τοῦ πανδοχέως καταϑέσασα πλεῖον.
Χαῖρε, ἐξελοῦσα τῆς ἀνάγκης πολλούς·
χαῖρε, ἡ συλλεξαμένη πένητας καὶ ὀρφανούς.
Χαῖρε, ἡ ἄνω σχοῦσα καὶ ψυχὴν καὶ καρδίαν·
χαῖρε, δωρεῶν ποικίλων πλήσασα τήν ᾿Ἐκκλησίαν.
Χαῖρε, πηγὴ ἀπαύστως βρύουσα ἐλεημοσύνην·
χαῖρε, ἐπὶ τούτοις σχοῦσα ἄκραν ταπεινοφροσύνην.

Χαίροις Μῆτερ πανάριστε.

Κήρυξ φυλανϑρωπίας ὁ Χρυσόστομος πέλων, ἐφεῦρε σε πληρώτριαν λόγων· ὅτι ἅπερ οὗτος ὡς στόμα Χριστοῦ ἐξηρεύγετο, σὺ Μῆτερ ἔργον εὐθὺς μετεποίεις, μετ’ εὐχαριστίας ᾄδουσα τῷ Δεσπότῃ·

Ἀλληλούια.

Λύσασα τοὺς δεσμούς σου τοὺς πρὸς κόσμον ὁπίσω Κυρίου ἠρετίσω κολλᾶσϑαι, καὶ χιτῶνα φορέσασα ἀγαλλιάσεως, φωστὴρ μοναζουσῶν καὶ ὁδηγὸς ψυχῶν παρϑενικῶν ἐγένου,ἐξ ὧν ἐνωτίζῃ ταῦτα·

Χαῖρε, δόξα χαρμοσύνης τάγματος μοναζουσῶν·
χαῖρε, καύχημα παρϑένων ἐν Κυρίῳ ἀσκουσῶν.
Χαῖρε, ἡ προτιμήσασα εὐμαρείας τὸν τρίβωνα·
χαῖρε, ἡ διαφυγοῦσα κοσμικὸν βίου κλύδωνα.
Χαῖρε, ὅτι ὑπερέβης τοὺς τῆς φύσεως ὅρους·
χαῖρε, ὅτι ὑπεισῆλϑες Βασιλείας τοὺς χώρους.
Χαῖρε, μυμησαμένη ἀσωμάτων τὴν πρᾶξιν·
χαῖρε, ἡ ἐκμαξαμένη τούτων πᾶσαν τὴν τάξιν.
Χαῖρε, ἡ συστησαμένη στίβον τὸν ἀσκητικόν·
χαῖρε, ὡς προϊσταμένη σῶν ϑεοφιλῶν χορῶν.
Χαῖρε, γενομένη γυναικῶν πολλῶν τύπος·
χαῖρε, ἀποπλυναμένη δυσεκπλύτους ψυχῶν ῥύπους.

Χαῖρε Μῆτερ πανάριστε.

Μέγας πάνυ μισϑός σοι ἡτοιμάσϑη δοϑῆναι τῷ πλήϑει τῶν μεγίστων σου ἄϑλων· οὐ γὰρ μόνην ψυχήν σου διέσωσας, ἀλλ᾽ ἀμετρήτους χοροὺς οἱ εὐγνωμονοῦντες κράζουσι διὰ τήν σωτηρίαν·

Ἀλληλούια.

Νοῦς ἀποστὰς τῆς ϑείας ϑεωρίας ἡ δαίμων ἡ κτηνώδης φανεῖται· σοῦ δέ μελετῶντος ἀδιαλείπτως τὸ ὑπὲρ πᾶν Ἰησοῦ γλυκύ ὄνομα, ὅλος ϑεοειδὴς ἀπείργασται καὶ ἐξιστάμενος συνεξιστᾷ με κράζοντά σοι·

Χαῖρε, ἐργαστήριον τῶν ϑείων ἐννοιῶν·
χαῖρε, κατοικητήριον ϑεοειδῶν ἀρετῶν.
Χαῖρε, εὐχῇ ἀλήκτῳ ἀποβᾶσα ϑυμιατήριον·
χαῖρε, ἀσκήσει ἐγκόπῳ ἀναφανεῖσα ϑυσιαστήριον.
Χαῖρε, τῆς ἐγκρατείας καὶ νηστείας ἐργάτις·
χαῖρε, ἐχϑρῶν ἀύλων κρατερά ἀντιπράττις.
Χαῖρε, ποίμνης σου Ὁσία ἡ ψυχὴ καὶ ἡ βάσις·
χαῖρε, ταύτην ὁδηγοῦσα πρὸς ψυχῶν ἀναβάσεις.
Χαῖρε, τῇ δοξολογία τὸν Θεόν εὐλογοῦσα·
χαῖρε, τῇ εὐχαριστίᾳ πάνυ τούτῳ εὐαρεστοῦσα.
Χαῖρε, τὴν πανοπλίαν ἐνδυϑεῖσα τοῦ Πνεύματος·
χαῖρε, ὅτι φραγμὸς ἐδείχϑης δαιμονικοῦ ῥεύματος.

Χαῖρε Μῆτερ πανάριστε.

Ξύλον ζωῆς ὑπάρχεις τοῖς μονάζουσι Μῆτερ, τρυγῶσιν ἐκ τῆς βιοτῆς σου· τρέφεις γὰρ αὐτοὺς ὡς ποτε τῆς τοῦ Χριστοῦ Ἐκκλησίας ποιμένας, οὐ φϑειρομένῳ ἄρτῳ καὶ ὑλικοῖς βρώμασιν, ἀλλὰ πνευματικὸν παραϑεμένη δεῖπνον, ἐξ οὗ ἐμπιπλάμενοι βοῶσιν·

Ἀλληλούια.

Ὀφϑαλμῷ οἰκουμένης ὑπακούουσα Μῆτερ, τῷ ϑείῳ καὶ σεπτῷ Χρυσοστόμῳ, τροφὸς ἐγένου πτωχῶν ἐπισκόπων· ὅϑεν κατ’ ἀξίαν προβιβασϑεῖσα εἰς τὸ τῆς διακονίας χάρισμα, καὶ ἄριστα τοῦτο οἰκονομήσασα ἀκούεις οὕτω·

Χαῖρε, ἡ τὸ τάλαντον πολυπλασιάσασα·
χαῖρε, ἡ τὸ δώρημα καλλιεργήσασα.
Χαῖρε, ὅτι διηκόνησας ὡς μυροφόρος Χρυστοῦ·
χαῖρε, ὅτι ὑπηρέτησας ὡς πιστὴ δούλη Αὐτοῦ.
Χαῖρε, ὁ στολισμὸς τῆς Μεγάλης Ἐκκλησίας·
χαῖρε, ὁ ὑπογραμμὸς τῆς ϑείας διακονίας.
Χαῖρε, τῶν μυστηρίων ὑπηρέτις ἀρίστη·
χαῖρε, τῆς σωτηρίας συνεργὸς ἡ καλλίστη.
Χαῖρε, Ἰωάννου Χρυσοστόμου ἡ ἀντίληψις·
χαῖρε, τῶν δεομένων ἐπισκόπων ἡ ἐπίσκεψις.
Χαῖρε, γυναικῶν διακόνων ὑπόδειγμα·
χαῖρε, δεχομένη παρ᾽ ἡμῶν τὸ μελώδημα.

Χαῖρε Μῆτερ πανάριστε.

Πνέων ὁ παραβάτης κατὰ σοῦ ἐν μανίᾳ, ἐκίνησεν δεινὴν ἐξορίαν, μὴ εἰδὼς ὁ παγκάκιστος ὅτι ἐν τοῖς δούλοις τοῦ Θεοῦ αἱ ϑλίψεις στέφος ἄφϑαρτον ἀπεργάζονται, διὸ εἰ καὶ πάσχουσι οὐ παύουσι μελωδοῦντες ἐν εὐχαριστίᾳ·

Ἀλληλούια.

Ῥήματα πονηρίας κατελέγχουσα ζήλῳ, διώξαντα Χρυσόστομον μέγαν, ὁμοιοπαϑὴς ἐγένου Ὀλυμπιὰς τρυσόλβιε, ἵνα καὶ ἐν τούτῳ τὸ ὄνομα δοξάσῃς τοῦ Κυρίου, ἡμᾶς δὲ εἰς χαιρετισμὸν εὐφρόσυνον προτρέψῃς πόθῳ·

Χαῖρε, συκοφαντίας ἱλαστήριον ϑῦμα·
χαῖρε, χριστοειδῆ ὑπομονὴν καρποφορῆσαν κλῆμα.
Χαῖρε, ἀληϑείας ὑπέρμαχε ἀκλινής·
χαῖρε, τοῦ ψεύδους ἀναιρέτις ἀληϑής.
Χαῖρε, ὅτι ἐξιώϑης παθεῖν διὰ Χριστόν·
χαῖρε, ὅτι ἐδοξάσϑης ὡς δοξάσασα Αὐτόν.
Χαῖρε, ἐν σοὶ Κωνσταντίνου ἐλυπήϑη·
χαῖρε, ἐν σοὶ ἡ Νιμκομήδους εὐηργετήϑη.
Χαῖρε, τὴν λειτουργίαν σου μηδαμῶς ὑποστείλασα·
χαῖρε, τὴν καρτερίαν σου τῇ ὁμολογίᾳ μεγαλύνασα.
Χαῖρε, ὅτι τοῦ μακαρισμοῦ ἐπέτυχες·
χαῖρε, ὅτι τοῦ ἁγιασμοῦ ἐνέτυχες.

Χαῖρε Μῆτερ πανάριστε.

Σκῆνος σου ἀϑληφόρε τὸ πολύαϑλον κεῖται ἐν μέσῳ ᾿Εκηλησίας πληϑούσης· ὁ χορὸς δὲ τῶν ἐν οὐρανοῖς παρϑένων τὴν καϑαρωτάτην σου ψυχὴν εἰς τὸν Νυμφῶνα συνεισήγαγεν, ἔνϑα ἦχος ἑορτῆς καὶ ἀγαλλιάσεως μόνον ἀκούεται·

Ἀλληλούια.

Τρέχουσα παραδόξως μετὰ θάνατον φθάνεις εἰς βρόχθους νηχομένη οὐρίως, καὶ ἐν ὄψει διπλῇ τὰ τῆς προτιμήσεώς σου ἀναγγέλλεις παμμακάριστε τοῖς ἐκεῖσε μονάζουσι, οἱ καὶ ὡς ϑεοδώρητον τὴν ϑήκην τῶν λειψάνων σου ὑποδεχϑέντες ἐκραύγαζον ἐν καταπλήξει·

Χαῖρε, ὁλκὰς τὸν Ἀλιεὰ βαστάσασα·
χαῖρε, τῇ δυνάμει Αὐτοῦ ὁμολογήσασα.
Χαῖρε, τῆς ὑπομονῆς στεῤῥὸν χαλκεῖον·
χαῖρε, τῆς εὐχαριστίας πανεύοσμον δοχεῖον.
Χαῖρε, ἰατρὲ ψυχικῶν νοσημάτων·
χαῖρε, ἀκέστορ σωματικῶν παϑημάτων.
Χαῖρε, τοὺς σὲ τιμῶντας ἁγιάζουσα καὶ νοουμένη·
χαῖρε, ὥσπερ ϑρόνος τοῦ Ἀμνοῦ γενομένη.
Χαῖρε, καὶ μετὰ πότμον εὐεργεσίας πηγάζαυσα·
χαῖρε, καὶ ἐν τῇ ϑήκῃ φιλανϑρωπίαν ἐπιδεικνύουσα.
Χαῖρε, ὁμολογίας τῆς καλῆς κληρονόμε·
χαῖρε, τῆς ἀφϑαρσίας πνευματόγραπτε νόμε.

Χαῖρε Μήτερ πανάριστε.

Ὕψωσον ϑείας χεῖρας, ϑεοπόϑητε Μῆτερ καὶ πρέσβευε ὑπὲρ τῆς Ἐκκλησίας· τὰ γὰρ σπλάγχνα σου ϑεοπρεπῶς νῦν διηύρηνται καὶ ἐν Χριστῷ ἰσχύεις πλέον ἤ ὅτε ἔζης ἐν τῷ σώματι ἡμεῖς δὲ ὡς εὔγνωμον ἀντιδώρημα προσάξομέν σοι τὸ·

Ἀλληλούια.

Φρόνημα τῶν Μαρτύρων ἐν τῷ βίῳ σου ἔσχες, κριτήριον ἀείποτε Μῆτερ, ὅϑεν τὸ μαρτύριον τῆς συνειδήσεως καλῶς περαιώσασα, ἠξίωσαι παρὰ Κυρίου καὶ τῆς φρικτῆς αἱματεκχυσίας, διό σοι προσφωνοῦμεν οὕτω·

Χαῖρε, φιλομάρτυς καὶ λόγοις καὶ πράξεσι·
χαῖρε, ἰσόμοιρε τῶν Μαρτύρων ταῖς τάξεσι.
Χαῖρε, δοῦσα αἷμα καὶ λαβοῦσα τὸ Πνεῦμα·
χαῖρε, τοῦ Παρακλήτου δεξαμένη τὸ χεῦμα.
Χαῖρε, ἡ παραδόξως ἐκ Λειψάνων αἷμα βλύσασα·
χαῖρε, τῶν ἱερέων χεῖρας ἐν τούτῳ καταπλήσασα.
Χαῖρε, ἡ δοξασϑεῖσα καὶ ἐν τούτῳ Ὁσία·
χαῖρε, ὅτι ηὐφράνϑη ἡ σῇ ἀγαϑῇ Συνοδεία.
Χαιρε, θαυματουργουσα ἐκ ξηρῶν σου Ὀστέων·
χαῖρε, κατασοβοῦσα ἐνέργειαν πνευμάτων βιαΐων.
Χαῖρε, δαιμονομάστιξ τρομερά “κακογραῖα”·
χαῖρε, ὁ ὅτι Λειψάνων μόνον ἁγιάζει τῶν σῶν ἡ ϑέα.

Χαῖρε Μῆτερ πανάριστε.

Χάριν πολλὴν λαβοῦσα ἐκ Χριστοῦ τοῦ Σωτῆρος, μετάδος σαῖς πρεσβείαις τοῖς ὄσοι, μετὰ πίστεως προστρέχουσι τῇ μεσιτείᾳ τῇ ἀκαταισχύντῳ σου, ὅπως τῶν αἰτημάτων τὴν ἐκπλήρωσιν λαμβάνοντες ἀναφωνῶσι·

Ἀλληλούια.

Ψῦξον πάθη ὀργῶντα πανσεβάσμιε Μῆτερ καὶ πράυνον δεινῶν τρικυμίας καὶ ὑπόσχεσιν σου τὴν φαιδρὰν καὶ ἐφ’ ἡμᾶς ἐφάρμοσον καὶ μεῖνον μεθ’ ἡμῶν στηρίζουσα τὰς διαθέσεις τῶν καφαλαιωδῶς σε γεραιρόντων·

Χαῖρε, ἀκενοδόξου βίουἡ πραγμάτωσις·
χαῖρε, ἀσχηματίστου εἴδους ἡ φανέρωσις.
Χαῖρε, ἤθους τοῦ ἀπλάστου χαρμονὴ τις θεϊκή·
χαῖρε, νοῦ τοῦ ἀπερπέρου ἡ εὐώδης ἐρευγή.
Χαῖρε, βάθος ἀμετρήτου τῆς ἀγάπης Κυρίου·
χαῖρε, ὕψος ἀταράχου καὶ καρδίας καὶ βίου.
Χαῖρε, ἄμετρος ἐγκρατεία, ὄμμα ἀγρυπνητικόν·
χαῖρε, πνεῦμα ἀπερίεργον καὶ ἐλπίζον εἰς Θεὸν.
Χαῖρε, ἔνδυμα ῥακῶδες καὶ ῥυπῶδους ἐσθῆτος·
χαῖρε, ἐλεημοσύνην δίδουσα ἀκαταπλήκτως.
Χαῖρε, εἰ τι ἂν σε ὀνομάσω ἐλλιπὴς εὑρεϑήσομαι·
χαῖρε, σαῖς εὐχαῖς, βοῶ σοι, ἐκ Θεοῦ μὴ ἐλεγχϑήσωμαι.

Χαῖρε Μῆτερ πανάριστε. |

Ὦ γυναίων ἀνδρείων φαλαγγάρχις Ὁσία (ἐκ γ΄) δεξαμένη πτωχήν μου φωνήν, ἀπό πάσης συμφορᾶς τήρει με ἀλώβητον, καὶ τὴν ἀγάπην τοῦ Κυρίου ἔκθρεψον ἐν τῇ καρδίᾳ μου, ἵνα σὺν σοὶ ἀξιωϑῶ τῆς μελωδίας τοῦ·

Ἀλληλούια.

Καὶ αὖϑις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὀλυμπιάδα τὴν σεμνὴν ἀνευφημήσωμεν, ἀνακηρύττοντες αὐτῆς τὰ κατορϑώματα καὶ μιμούμενοι τὸν βίον τὸν ϑεοφόρον· τῆς ἁγνείας καὶ ἐλέους στήλη γέγονε διακόνων δὲ γυναίων πρώτη πέφυκε, ταύτῃ κράζοντες· χαίροις Μῆτερ πανάριστε.

Στίχοι·
Οὐχ’ ἀμβροσίᾳ μυϑικῇ ἀλλὰ Χριστοῦ τῇ βρώσει
τιθήνησον Ὀλυμπιὰς σὲ ἀνυμνοῦσιν ὅσοι.

Ἱ. Μ. Σίμωνος Πέτρας, 13.11. 1987.

Εὐχαριστῶ θερμῶς τὸν ἐν Χριστῷ ἀδελφὸν Βασίλειο,
διὰ τὴν παραχώρηση τῶν Χαιρετισμῶν.