Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον την Καλούμενην Ακένωτον Ποτήριον

Ποίημα Καθηγούμενης Ίσιδώρας Μοναχής Άγιεροθείτίσσης

Ἀπολυτίκιον. Ἦχος πλ. δ’. Τό προσταχθέν…
συσχεθείς ἔν δεινοῖς, κακοῖς τῆς μέθης, καί ἔν  δεσμοῖς τοῖς σκολιοῖς, συμπεφυρμένος, τῆ σεπτῇ σου εἰκόνι δάκρυσι προσπίπτω Παρθένε Θεοκυήτορ καί ἐκβοῷ, ὦς πάλαι ήλευθερώσω ἐκ τῶν δεσμῶν. Τῶν τῆς μέθης τόν Στέφανον, ἐκ ταύτης δεῖξον κάμε, ἐλεύθερον τοῦ κράζειν σου Χαῖρε νᾶμα ἀκένωτον.

Κοντάκιον. Ἦχος πλ. δ’. Ύπερμάχω
Τοῦ ’Ἀκενώτου Ποτηρίου σου τά θαύματα, καί τῶν ἀμέτρων ἀγαθῶν σου τά δωρήματα, διηγούμενοι οἱ δοῦλοι σου καθ’ ἑκάστην ἀνυμνοῦμεν τήν ἰσχύν σου τήν ἀνίκητον, διασῴζεις γάρ ἐκ μέθης καί καπνίσματος, τούς βοῶντας σου χαῖρε νᾶμα ἀκένωτον.

Οι οἴκοι.
Ἅδομεν Σοι τόν ὕμνον Θεοτόκε Παρθένε καί τήν Σήν προσκυνοῦμεν εἰκόνα, (ἐκ γ’) (Ὑπεραγίᾳ Θεοτόκε σῶσον ἡμᾶς) τήν κληθεῖσαν Ἀκένωτον Ποτήριον καί ταύτην εὐλαβῶς περιπτυσσόμενοι ἀναβοῷμεν Σοι ταύτᾳ

Χαῖρε τό νᾶμα τῆς εὐσπλαγχνίας·
χαῖρε τό πόμα τῆς ἀληθείας.
Χαῖρε δωρεῶν ἀκενώτων θησαύρισμα
χαῖρε ἀγαθῶν οὐρανίων τό πλήρωμα.
Χαῖρε τῶν πολεμουμένων ἀνίκητος ἰσχύς
χαῖρε τῶν ἀδικουμένων ἀκαταίσχυντος ἐλπίς.
Χαῖρε ἐκ παθών παντοίων τούς σούς δούλους λυτρουμένη
χαῖρε ἐκ δεσμῶν τῆς μέθης σούς ἱκέτας ῥυομένη.
Χαῖρε ὅτι διασῴζεις τούς πιστούς ἐκ πειρασμῶν
χαῖρε ὅτι ἐπακούεις τῶν δεήσεων ἡμῶν.
Χαῖρε Δέσποινα τού κόσμου, Οὐρανοῦ καί γῆς Κυρία
χαῖρε τῶν ἀπηλπισμένων χαρά καί θυμηδία.

Χαῖρε νᾶμα ἀκένωτον.

Βάρους τῶν ἐγκλημάτων καί φορτίου πταισμάτων, λυτροῦσαι τούς Σούς δούλους Παρθένε καί ὦς Ἀκένωτον Ποτήριον ζωῆς, εὐφραίνεις πάντας καί χαροποιεῖς τούς πάσχοντας· διό πρός Σέ ἐλπίζοντες οἵ δοῦλοι Σου βοῶμεν τῷ Σωτῆρι

’Ἀλληλούια.

Γέμουσιν ἀρωμάτων Σου τά πάνσεπτα χείλη, Ἀγνῇ Θεοκυήτορ Μαρία, τόν Υἱόν Σου καί Θεόν τῶν ὅλων ἀσπασάμενα καί ἀγκάλαις Μητρικαῖς Αύτόν βαστάσασα, ἐκχέεις πᾶσιν δαψιλῶς ἰάματα, τοῖς πόθῳ τε Σοι μέλπουσι ταῦτα

Χαῖρε πλοῦτος τῶν πτωχευόντων
χαῖρε ἄρτος πενητευόντων.
Χαῖρε ἐλεημοσύνης ἀκένωτος πηγῇ·
χαῖρε τῆς ἀγαθωσύνης ἀστείρευτος ῥοή.
Χαῖρε τάς ἐπαναστάσεις τῶν παθῶν χαλινοῦσα
χαῖρε τούς ἀπό τῆς μέθης παρειμένους ἀνορθοῦσα.
Χαῖρε αὔρα ἀπηχοῦσα τῶν Ἀγγέλων τάς ᾠδάς·
χαῖρε λύρα μελῳδοῦσα οὐρανίους ἐπῳδάς.
Χαῖρε ὅτι έπιχέεις τού ἐλέους σου τήν χάριν
χαῖρε ὅτι ἐπιστρέφεις ὀλισθαίνοντας ἐκ πλάνης.
Χαῖρε τῶν ἁμαρτανόντων ἱλαρός ἐγγυητής
χαῖρε τῶν μετανοούντων σύμμαχος εὐμενής.

Χαῖρε νᾶμα ἀκένωτον.

Δάκρυσι καί κλαυθμοῖς τε Σή εἰκόνι προσῆλθεν, Στέφανος μέθυσος πρώην καί εὐθύς ὑγιής τε κατέστη. Διό καί ἡμῶν μή παρίδῃς δακρύων καί κλαυθμών ἱκεσίας Πάναγνε, ἀλλ’ ἰάτρευσον πάντας τῆ μεσιτεία Σου, τούς βοῶντας τῷ Σῶ Υίώ καί Θεῶ ἡμῶν

Ἀλληλούια.

΄Έχομεν Σήν εἰκόνα Θεοτόκε Παρθένε πλοῦτον καί τιμήν ἀφθαρσίας· καί ὦς Ἀκένωτον Ποτήριον κληθεῖσα ἀληθῶς, ἐκβλύζεις πᾶσιν νάματα σωτήρια, τοῖς πόθῳ τε καί πίστει προσκυνοῦσιν Αύτήν καί ἐκβοῶσιν

Χαῖρε Ποτήριον εὐσπλαγχνίας·
χαῖρε τεκμήριον κοινωνίας.
Χαῖρε στολῇ τῆς ἀφθαρσίας λαμπρότευκτος·
χαῖρε πηγῇ τῆς ἀπαθείας χρυσόμορφος.
Χαῖρε ζάλην σοβοῦσα ταῖς φρεσί ναρκομανών
χαῖρε δρόσον ποιοῦσα ταῖς ψυχαῖς τῶν εὐσεβῶν.
Χαῖρε τῶν καπνιζόντων λύουσα τήν ἀφροσύνην
χαῖρε τῶν μεθυόντων παύουσα παραφροσύνην.
Χαῖρε εὐεργετοῦσα τούς σούς δούλους εὐμαρώς·
χαῖρε χειραγωγοῦσα τούς τυφλώττοντας πρός φῴς.
Χαῖρε τῆς ζωῆς τό μέγα καί πανασφαλές ταμεῖον
χαῖρε τῶν καλῶν τό θεῖον καί ὑπέρκαλον δοχεῖον.

Χαῖρε νᾶμα ἀκένωτον.

Ζόφωσιν τήν ἐχθίστην τῆς ἀθλίας ἀγνοίας, Στέφανος μέθυσος ἔσχεν καί προσελθών τῷ ἀδύτῳ φωτί τῆς γνώσεως, προσπίπτων τῆ θεία Σου εἰκόνι εὐλαβῶς, τήν χάριν ἐξετίσατο, ἤν ἔλαβεν ψάλλων

’Ἀλληλούια.

΄Ηδιστον τό Σόν κάλλος, θαυμαστή τιμή Σου καί δόξα Σου ὡσαύτως μεγίστη. Τῆς ἀγάπης τῆς Σής τό Ποτήριον, ἀκένωτος πηγάζει τό θεῖον ἔλεος καί προχέεις αὐτό ἀνεξάντλητον, πᾶσι τοῖς πρός Σε καταφεύγουσιν καί ἐκβοῶσιν ταῦτα

Χαῖρε ἄληκτος ἀγαθότης
χαῖρε μητρῴας στοργῆς χρηστότης.
Χαῖρε Τράπεζα τό μάννα τῆς ζωῆς χορηγοῦσα
χαῖρε στάχυν ζωηφόρον ἔνδον σου ἀρτοποιοῦσα.
Χαῖρε κλῖμαξ ὑψοῦσα ἀπό γῆς πρός οὐρανούς
χαῖρε γέφυρα ἐνοῦσα τῷ Θεῶ ἁμαρτωλούς.
Χαῖρε παρειμένους πόδας μεθυόντων ἀνορθοῦσα
χαῖρε καπνιζόντων πάθος τό δεινόν ἀφαιροῦσα.
Χαῖρε ῥεῖθρον τού ἐλέους ταῖς ψυχαῖς πληρωτικόν
χαῖρε μύρον Ποτηρίου ἀκενώτου θαυμαστόν.
Χαῖρε τῆς ἐμῇς καρδίας καλλίστη προσδοκία
χαῖρε τῶν κινδυνευόντων βεβαία προστασία.

Χαῖρε νᾶμα ἀκένωτον.

Θάμβους πεπληρωμένοι Παναγία Παρθένε, τήν θείαν Σου εἰκόνα ὁρῷμεν. Ἕξ αύτής γάρ, πηγάζει θαυμάτων τό πέλαγος καί ὦς τῆς χάριτος Ποτήριον Ἀκένωτον, λυτροῦσαι ἐξαρτήσεων πάντας τούς βοῶντας

Ἀλληλούια.

Ἰλεῶν Παναγία ποίησον τόν Δεσπότην, δεόμεθα εὐχαῖς μητρικαῖς Σου, τοῖς πίστει Σοι Σεμνῇ καταφεύγουσιν καί πόθῳ εὐλαβῶς προσκυνοῦσιν τό Σόν ἔκτυπον. Πρός ἑστῶτες ψάλλομεν χρεωστικῶς τοιαῦτα

Χαῖρε τό πέλαγος τῆς ἀγάπης·
χαῖρε ἔλεγχος τῆς ἀπάτης.
Χαῖρε κάλλος τῆς ἁγνείας παρ Ἀγγέλοις θαυμαστόν
χαῖρε Ὕψος παρθενίας παρ Ἁγίοις ἐφετόν.
Χαῖρε ὅτι τῆς ἀρχαίας ἔλυσας άράς τόν πόνον
χαῖρε ὅτι προτεραίας ἔφερες χαράς τόν τόνον.
Χαῖρε τῆς δικαιοσύνης ὁλόφωτος αὐγῇ·
χαῖρε τῆς ἀγαθωσύνης λαμπρά ἀνατολή.
Χαῖρε μέθην τῆς ἀπάτης, πανσθενώς καταργοῦσα
χαῖρε ταῖς καρδίαις μέθην ἀγαθῶν ἐμποιοῦσα.
Χαῖρε θείων χαρισμάτων εὐωδέστατος λειμών
χαῖρε Πνεύματος Ἀγίου καθαρώτατος νυμφῶν.

Χαῖρε νᾶμα ἀκένωτον.

Κράζω Σοι ἔν ἡμέρα καί νυκτί ἀδιστάκτως, Παρθένε Θεοτόκε μοι πρόσχες καί ἕξ Ἀκενώτου Ποτηρίου Σου δίδου μοι τό ἔλεος, ἶνα ἐκ μέθης τῶν παθῶν ἀνανήψω καί βοῶ τήν ᾠδήν

’Ἀλληλούια.

Λόγοι oi τῶν ῥητόρων οὐχ ἀρκοῦσιν οὐδόλως, εἰπεῖν τά τού τόκου Σου θαυμαστά μεγαλεία. Οὐδ’ αἵ γλῶσσαι τῶν κηρύκων Παρθένε Μαρία δύνανται, Ἀκενώτου Ποτηρίου Σου τά θαύματα διηγήσασθαι διό θάμβει συνεχόμενοι οἵ δοῦλοι Σου, κατά χρέος Σοι βοῶμεν

Χαῖρε θαυμάτων μέγιστον θαῦμα
χαῖρε ’Ἀγγέλων ὕψιστον ἄρμα.
Χαῖρε τῆς οἰκονομίας τοῦ Κυρίου σφραγίς·
χαῖρε τῆς κληρονομίας παραδείσου λαβίς.
Χαῖρε μύρου οὐρανίου τό ἀλάβαστρον τό θεῖον
χαῖρε θείου ποτηρίου τό πολύτιμον χωρίον.
Χαῖρε ὅτι τῆ χειρί σου ἀνιστάμεθα ἐκ μέθης·
χαῖρε ὅτι τῆ στοργή σου ἐγειρόμεθα ἐκ λήθης.
Χαῖρε τοῦ πικροῦ θανάτου καθελοῦσα τά δεσμό
χαῖρε τῆς ναρκομανίας ἀφελοῦσα τά δεινά.
Χαῖρε νέκταρ ποιοῦσα τῆς γλυκείας εὐλογίας
χαῖρε βότρυν διδοῦσα τῆς χρηστῆς εὐχαριστίας.

Χαῖρε νᾶμα ἀκένωτον.

Μέγιστον ἐτελέσθη καί ἐξαίρετον θαῦμα, ἔν πόλει τῆς Ῥωσσίας Σερπούγοφ. γάρ ἐκ μέθης παραλελυμένος Στέφανος, τῆ θεία Σου Θεοτόκε εἰκόνι προσπεσών, ζητήσας δε παρά Σοῦ Ἀκένωτον Ποτήριον τήν ἴασιν, καί ταύτην λαβῶν ἔψαλλε εὐγνωμόνως·

’Ἀλληλούια.

Νάμασι ζωηρρύτοις πότισον με Παρθένε ἕξ Ἀκενώτου Ποτηρίου Σου Κόρη, ἲνα τήν δίψαν σβέσω τῆς καρδίας μου καί πλοῦτον εΰρω χάριτος· ταῖς αὔραις ταύτης δε καλῶς οἰακιζόμενος, βοῶ Σοι όλοψύχως ταῦτα

Χαῖρε τό πέλαγος τῆς σοφίας·
χαῖρε ἄγκυρα σωτηρίας.
Χαῖρε νέκταρος ἀγίου πληρέστατος κρατήρ·
χαῖρε θείας ἀμβροσίας καλλίμορφος χρωστήρ.
Χαῖρε ὅτι τῷ σῶ τόκῳ ἔκτεινας τόν μέγαν ὄφιν
χαῖρε ὅτι λυπουμένοις ἔδωκας χαράς τήν ὄψιν.
Χαῖρε ἄμπελος κρατοῦσα ὤσπερ κλῆμα τόν Χριστόν
χαῖρε καρποφοροῦσα οἶνον πάνυ γλυκερόν.
Χαῖρε τῶν μεθυόντων παύουσα τήν ἀκρασίαν
χαῖρε τῶν καπνιζόντων λύουσα τήν δυσμορφίαν.
Χαῖρε ἔν περιστάσει λύουσα τά ἀλγεινά
χαῖρε τῶν αἰχμαλώτων διαθλῶσα τά δεσμά.

Χαῖρε νᾶμα ἀκένωτον.

Ξόανα ἀπωλείας καί εἴδωλα ἀθεΐας, κατέρριψας τῷ θείω Σου Τόκῳ. Τῆς δ’ ἀπάτης τά φυτά ξηράνασα Πανάχραντε, ψυχάς ἀρδεύεις τῶν πιστῶν ἑκάστοτε, ἕξ’ Ἀκενώτου Ποτηρίου τοῦ ἐλέους Σου, τοῖς μέλπουσιν ᾠδήν ἐξαίρετον

’Ἀλληλούια.

Ὄναρ εἶδεν καθ’ ὕπνον ἔν οἰκτρᾷ καταστάσει Στέφανος μέθυσος πρώην, καί Ὁσίου Βαρλαάμ τήν μορφήν τρίς ἐώρᾳ, προστάττοντα αὐτόν καί λέγοντα, εἰς πόλιν Σερπούγοφ μετάβηθι, εἰκόνα τῆς Θεοτόκου προσκύνησον τήν καλουμένην «Ἀκένωτον Ποτήριον» ἶνα ἐκ ταύτης ἀπό τῆς μέθης λυθῇς καί βοήσῃς τῆ εὐλογημένῃ·

Χαῖρε ἴασις τῶν νοσούντων
χαῖρε τό σθένος ὁδοιπορούντων.
Χαῖρε τούς παραπεσόντας ἐγείρουσα ταχύ
χαῖρε τούς παρειμένους ἀνορθοῦσα παρευθύς.
Χαῖρε ἔν ἱκεσίαις κεκτημένη παρρησίαν
χαῖρε πρός τόν Δεσπότην ἔχουσα τήν μεσιτείαν.
Χαῖρε τῆς έμής καρδίας πληροῦσα τούς εἱρμούς
χαῖρε τῶν καλῶν μου πόθων εὐθύνουσα ὀδούς.
Χαῖρε ὕδατος τού ζῶντος πληρωτική φιάλη
χαῖρε θλίψεως καί φόβου σκεδάζουσα τήν ζάλην.
Χαῖρε σκέπη τού λαοῦ σου ἰσχυρά καί ἀσφαλής
χαῖρε τῶν θελώντων σωθῆναι ὀδός ἀκλινής.

Χαῖρε νᾶμα Ἀκένωτον.

Πέλαγος εὐσπλαγχνίας καί λιμήν σωτηρίας, Σύ εἰ Παρθενομῆτορ Μαρία. Διό τούς ἔν πελάγει τοϋ βίου ναυαγούς διάσωσον, καί εἰς εὔδιον λιμένα τούτους καθοδήγησον, ἶνα ἕξ Ἀκενώτου Ποτηρίου Σου μεταλαμβάνοντες βοῶσι

Ἀλληλούια.

Ῥώννυνται οἵ νοσοῦντες καί κατ ἄμφω ίώνται, οἵ  πάσχοντες δεινῶς Θεοτόκε. Τῆ σεπτή Σου εἰκόνι προσπίπτοντες, αἰτοῦνται εὐλαβῶς τήν ἄνεσιν καί κάθαρσιν φθοράς τῆς τῶν παθῶν Ποτήριον ὑπάρχεις γάρ Ἀκένωτον, διό καί κατευφραίνεις τούς βοῶντας Σοι ταῦτα

Χαῖρε ἔγερσις πεπτωκότων
χαῖρε ἀνάστασις τεθνεώτων.
Χαῖρε τοῖς ἀπεγνωσμένοις ἔλεος παρεχομένη
χαῖρε τοῖς ἡμαρτηκόσιν ἄφεσιν έργαζομένη.
Χαῖρε βίβλε γεγραμμένη τῷ δακτύλιο τοϋ Θεοϋ
χαῖρε ἔμψυχε νεφέλη Πνεύματος τοῦ Παντουργοῦ.
Χαῖρε τάξεων ἀΰλων χαριεστάτη λύρα
χαῖρε τοϋ παραδείσου διανοίξασα τήν θύραν.
Χαῖρε ἔαρος τοϋ θείου λαμπρή ἀνατολή·
χαῖρε τῆς καινῆς ἡμέρας ἀνέσπερος αύγή.
Χαῖρε τῶν σαλευομένων ἔν δεινοῖς μέγας στῦλος
χαῖρε ἀγωνιζομένων ἀσφαλής καί θεῖος πύργος.

Χαῖρε νᾶμα ἀκένωτον

Ούγχυσιν ἐκ τῆς μέθης καί παθών ἀκρασίαν, Στέφανος δύστηνος ἔσχεν. Ἄλλα τῆ θεία Σου εἰκόνι προσελθών, Θεοτόκε Ἀκένωτον Ποτήριον, ἀνάνηψιν κτησάμενος καί χαράς ἀφράστου ἐμπλησθείς, ἐβόα

Ἀλληλούια.

Τάγματα τῶν Ἀγγέλων ὑπερβαίνεις τῆ δόξῃ Παρθένε Θεοτόκε Μαρία καί Πλατυτέρα οὐρανῶν ὑπάρχουσα, τούς ἔν κόσμῳ κειμένους διάσωσον παρέχουσα τῆς χάριτος ἰάματα, εἵς πάντας τούς προστρέχοντας καί κράζοντας πιστῶς Σοι ταῦτα

Χαῖρε εύπρέπεια τῶν Ἀγγέλων
χαῖρε εὔκλεια τῶν Δικαίων.
Χαῖρε τῆς παρθενίας καθαρώτατος λειμών
χαῖρε τῆς σωφροσύνης ἀδιάφθορος εἰκών.
ί Χαῖρε ἐπαγγελίας εἵς τήν γῆν καθοδηγοῦσα
χαῖρε παρηγορίαν τῆς ἐλπίδος βεβαιοῦσα.
Χαῖρε τῶν παθών σοβοῦσα τυραννίδα τήν σκληράν
χαῖρε ἀρετῶν φοροῦσα πορφυρίδα τήν λαμπρόν.
Χαῖρε πόδας μεθυσκόντων ἀνορθοῦσα τῆ χειρί σου
χαῖρε ἄλγη καπνιζόντων ῥωννύουσα στοργή σου.
Χαῖρε ὅτι ἐξαλείφεις τῶν τραυμάτων τάς οὐλάς
χαῖρε ὅτι καταρρίπτεις φάλαγγας δαιμονικός.

Χαῖρε νᾶμα ἀκένωτον.

΄Υδατα ζωηφόρα ἐκ πηγῆς καθαράς Σου, ἐκβλύζουσιν ἀεί Θεοτόκε καί ὦς Ἀκένωτον Ποτήριον, εὐφροσύνης πλημμυρεῖς τούς εἵς Σε ἐλπίζοντας. Αύτήν οὖν καί ἡμεῖς ἐκτενῶς ἐκζητοῦντες, βοῶμεν τῷ Κυρίῳ

Ἀλληλούια

Φράττονται τῶν ἀθέων τά ἀπύλωτα χείλη, ὀρῶν τῶν ἐξαισίων θαυμάτων Σου τό πλῆθος· πιστῶν δε μεγαλύνονται στόματα, μεγαλεία τά Σά διηγούμενα ὅθεν μεγαλοφώνως καί ἡμεῖς βοῶμεν καί λέγομεν ἀκαταπαύστως Σοι τοιαῦτα

Χαῖρε τό λύτρον τῆς σωτηρίας
χαῖρε τό λίκνον τῆς εὐδοκίας.
Χαῖρε συνυπουργοῦσα τῷ Θεῶ ὑπέρ ἡμῶν
χαῖρε εργαζόμενη τοῖς ἀνθρώποις τό καλόν.
Χαῖρε πύλη μετανοίας ἀνοικτή ἔν ἀγαθοῖς
χαῖρε τῶν ἁμαρτανόντων εἴσοδος εὐχερής.
Χαῖρε ὅτι διορθοῦνται διά σοϋ οἵ ἐπταικότες
χαῖρε ὅτι σή δυνάμει εὗρον χάριν οἵ πεσόντες.
Χαῖρε τῶν παραπαιόντων ἔν τῆ μέθη ἱλασμός
χαῖρε τῶν ταραττομένων ἔν ταῖς ζάλαις στηριγμός.
Χαῖρε τῆς συμπαθείας καθιστώσα τήν λυχνίαν
χαῖρε τῆς σκληροκαρδίας ἀμαυροῦσα τήν σκοτίαν.

Χαῖρε νᾶμα ἀκένωτον.

Χαίρουσι ὀρθοδόξων τά φιλόχριστα πλήθη, τῆ σκέπη Σου Παρθένε Μαρία. Ἡμεῖς δε κατέχοντες τῆς Παναγίας Σου μορφῆς τό θεῖον ἔκτυπον, ὄν καλοῦμεν Ἀκένωτον Ποτήριον, καί τοῦτο προσκυνοῦντες εὐλαβῶς, βοῶμεν άξιοχρέως

Ἀλληλούια.

Ψαύοντες Ποτηρίου Ἀκενώτου Σου Κόρη, τήν ἀέναον βρύουσαν χάριν, καί χείλεσι καρδίας βοῶμεν ἐκτενῶς, χαράς ἔμπλησον ἡμᾶς, καί τῆς πικρίας τῶν παθῶν ἀπάλλαξον, σωτηρίαν ψυχῆς καί σώματος δωρουμένη τοῖς βοῶσι Σοι ταῦτα

Χαῖρε ἀλάβαστρον τό ὡραῖον
χαῖρε ὀσφράδιον Βασιλέως.
Χαῖρε Λόγου θεανθρώπου ὁλόφωτος σκηνή·
χαῖρε πνεύματος Ἀγίου μυροθήκη πιστική.
Χαῖρε τῶν δυστυχούντων ἱλαρά παρηγορίᾳ
χαῖρε τῶν ἐπαπορούντων καλή περιουσία.
Χαῖρε τῆς ἀφροσύνης ἔλεγχος καί χαλινός
χαῖρε τῶν ναρκομανών τε πυξίς πρός τόν Θεόν.
Χαῖρε καπνιστῶν αἰσθήσεις καλῶς μεταποιοῦσα
χαῖρε νήψεως εἵς ὄρη αύτούς καθοδηγοῦσα.
Χαῖρε χάριτος οἶνος μεθύων τάς ψυχάς
χαῖρε τού παραδείσου εὐπροσήγορος παστάς.

Χαῖρε νᾶμα ἀκένωτον.

πανύμνητε Κόρη, Θεοτόκε Μαρία, Ἀκένωτον Ποτήριον οὖσα (ἐκ γ’) (Ύπεραγία Θεοτόκε σῶσον ἡμᾶς) ζωαρχικής πηγῆς τε κρήνη γλυκύροος, εὔφρανον ἡμᾶς δρόσῳ τού ἐλέους Σου καί μέθης δεινῆς, παραισθησιογόνων οὐσιῶν καί τού καπνίσματος ἀπάλλαξον, ἲνα τό κάλλος τού προσώπου Σου όρώμεν, τό ἀκατάληπτον καί μέλπομεν ἀξίως τό

’Ἀλληλούια.

Καί πάλιν τό Κοντάκιον.
΄Ηχος πλ. δ’. Τῆ Ύπερμάχω
Τοῦ Ἀκενώτου Ποτηρίου σου τά θαύματα, καί τῶν ἀμέτρων δωρεῶν σου τά δωρήματα, διηγούμενοι οἵ δοῦλοι σου καθ’ ἑκάστην ἀνυμνοῦμεν τήν ἰσχύν σου τήν ἀνίκητον, διασῴζεις γάρ ἐκ μέθης καί καπνίσματος, τούς βοῶντας σου χαῖρε νᾶμα ἀκένωτον.

Πρό δέ τῶν δι εὐχῶν. Τό ’Ἀκόλουθον…

Ἦχος γ’. Τήν ὡραιότητα…
Μέθης κρατούμενος, τῆ ζάλη Στέφανος, τρίς ἔν ὁράματι, εἶδε τόν ὅσιον, καί θεηγόρον Βαρλαάμ, εἰπόντα κατ ἐπειγόντως. Δράμε οὖν καί προσπεσόν εἰς τήν πόλιν τοῦ Σέρπουχοβ, Κόρης τῆς Θεόπαιδος, τήν εἰκόνα προσκύνησον. «Ἀκένωτον Ποτήριον», ἔνθεν ἔξεις τοῦ πάθους θεραπείαν.

Δίστιχα. ’Ἀκροτελεύτια.
Ἀκένωτον Πορήτιον ὦς οὖσα Θεοτόκε,
τῆς τυραννίδος τῶν παθών άπάλλαξον σούς δούλους,
μέθης, καπνίσματος, δεινοῦ καί τῆς ναρκομανίας,
ἀνάνευσιν παρέχουσα καί νῆψιν τῆς καρδίας,
τοῖς προσκυνοῦσιν εὐλαβῶς τήν θείαν σου εἰκόνα,
ἤν ἔχει πόλις Σέρπουχοβ ἔν Ῥωσία πλοῦτον,
βοᾶ αἰνέσεως φωναῖς πένης Ίσιδώρα,
ἶνα χαράς πνευματικῆς τοῖς δώροις κοινωνοῦσα,
ύμνώ, δοξάζω, προσκυνῶ, σέβω καί μεγαλύνω,
Πατέρα ἄμα τῷ Υίώ καί Πνεύματι Ἁγίῳ,
Τριάδα τήν ἀχώριστον, Θεότητα τήν μίαν,
πρέπει δόξα καί τιμή εἰς πάντας τούς αἰῶνας.

ΑΜΗΝ

ΤΕΛΟΣ
ΘΕΩ ΤΕ ΠΑΝΤΟΚΡΑΤΟΡΙ
ΔΩΜΕΝ ΜΕΓΑΛΩΣΥΝΗΝ.

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Καλούμενην «Ακένωτον Ποτήριον»