Χαιρετισμοί εις την Υπεραγίαν Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας

Ἦχος πλ. δ΄
Τόν προσταχθέν μυστικῶς, λαβῶν ἐν γνώσει, ἐν τή σκηνή τοῦ Ἰωσήφ, σπουδή ἐπέστη, ὁ ἀσώματος λέγων τή Ἀπειρογάμω. Ὁ κλίνας τή καταβάσει τούς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν Σοῖ. Ὄν καί βλέπων ἐν μήτρᾳ Σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν Σοὶ· Χαῖρε Νύμφη Ἀνύμφευτε.

Κοντάκιον. Ἦχος πλ. δ΄
Τῆ Ὑπερμάχω Στρατηγῶ τά νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοί ἡ Πόλις σου, Θεοτόκε. Ἀλλ’ ὡς ἔχουσα το κράτος ἀπροσμάχητον, ἐκ παντοίων μέ κινδύνων ἐλευθέρωσον, ἴνα κράζων Σοί· Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ἄγγελος πρωτοστάτης. οὐρανόθεν ἐπέμφθη, εἰπείν τή Θεοτόκω τό χαῖρε, (ἐκ γ’) καί σύν τη Ἀσωμάτω φωνή σωματούμενον σέ θεωρῶν, Κύριε, ἐξίστατο καί ἵστατο, κραυγάζων πρός Αὐτήν Τοιαῦτα·

Χαῖρε, δι’ ἤς ἡ χαρά ἐκλάμψει·
Χαῖρε, δι’ ἤς ἡ ἄρα ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις·
Χαῖρε, τῶν δακρύων τῆς Εὕας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς·
Χαῖρε, βάθος δυσθεώρητον καί Ἀγγέλων ὀφθαλμοίς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα·
Χαῖρε, ὅτι βαστάζεις τόν βαστάνοντα πάντα.
Χαῖρε, Ἀστήρ ἐμφαίνων τόν Ἥλιον·
Χαῖρε, Γαστήρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δί ἤς νεουργεῖται ἡ κτίσις·
Χαῖρε, δι’ ἤς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνείᾳ, φησί τῷ Γαβριήλ θαρσαλέως, τό παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τή ψυχή φαίνεται, ἀσπόρου γάρ συλλήψεως τήν κύησιν πῶς λέγεις; Κράζων·

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶσαι, ἡ Παρθένος ζητοῦσα ἁγνῶν Υἱόν, πώς ἔστι τεχθῆναι δυνατόν;λέξον μοί. πρός ἤν ἐκεῖνος ἔφησεν ἔν φόβῳ, πλήν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀπορρήτου μύστις·
Χαῖρε, σιγή δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τό προοίμιον·
Χαῖρε, τῶν δογμάτων αὐτοῦ τό κεφάλαιον.
Χαῖρε, κλίμαξ ἐπουράνιε, δι’ ἤς κατέβη ὁ Θεός·
Χαῖρε, γέφυρα μετάγουσα τούς ἐκ Γῆς πρός Οὐρανόν.
Χαῖρε, τό τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα·
Χαῖρε, τό τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τό Φῶς ἀρρήτως γεννήσασα·
Χαῖρε, τό πώς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν·
Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Δύναμις τοῦ Ὕψιστου, ἐπεσκίασε τότε, προς σύλληψιν τή Ἀπειρογάμω καί τήν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρόν ὑπέδειξεν ἠδύν ἄπασι, τοίς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

Ἀλληλούϊα.

Ἔχουσα Θεοδόχον, ἡ Παρθένος τήν μήτραν, ἀνέδραμε πρός τήν Ἐλισάβετ, τό δέ βρέφος ἐκείνης εὐθύς ἐπιγνόν τόν ταύτης ἀσπασμόν, ἔχαιρε και ἄλμασιν ὡς ἄσμασιν, ἐβόα πρός τήν Θεοτόκον·

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα·
Χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργόν γεωργοῦσα Φιλάνθρωπον·
Χαῖρε, φυτουργόν τῆς ζωῆς ἠμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν·
Χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμώνα τῆς τρυφῆς ἀναθάλλεις·
Χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα·
Χαῖρε, παντός του κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρός θνητούς εὐδοκία·
Χαῖρε, θνητῶν πρός Θεόν παρρησία.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσήφ ἐταράχθη, πρός τήν ἄγαμον σε θεωρῶν, καί κλεψίγαμον ὑπονοῶν, Ἄμεμπτε μαθῶν δέ Σου τήν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη·

Ἀλληλούϊα.

Ἤκουσαν οἱ ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τήν ἔνσαρκον Χριστοῦ παρουσίαν καί δραμόντες ὠς πρός ποιμένα, θεωρούσι τοῦτον ὡς Ἀμνόν Ἄμωμον, ἐν τή γαστρι Μαρίας βοσκηθέντα, ἤν ὔμνοῦντες εἶπον·

Χαῖρε, Ἀμνοῦ καί Ποιμένος Μήτηρ·
Χαῖρε, αὐλή λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον·
Χαῖρε, Παραδείσου θυρῶν ἀκοικτήτιον.
Χαῖρε, ὅτι τά Οὐράνια συναγάλλεται τή Γῆ·
Χαῖρε, ὅτι τά ἐπίγεια εὐγχορεύει Οὐρανοίς.
Χαῖρε, τῶν Ἀποστόλων τό ἀσίγητον στόμα·
Χαῖρε, τῶν Ἀθλοφόρων τό ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν τῆς Πίστεως ἔρεισμα·
Χαῖρε, λαμπρόν της χάριτος γνώρισμα.
Χαῖρε, δι’ ἤς ἐγυμνώθη ὁ Ἅδης·
Χαῖρε, δι’ ἤς ἐνεδύθημεν δόξαν.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα, θεωρήσαντες μάγοι, τή τούτου ἠκολούθησαν αἴγλη καί ὡς λύχνον κρατοῦντες Αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιόν ἄνακτα καί φθάσαντες τόν ἄφθαστον, ἐχάρησαν αὐτῶ βοῶντες·

Ἀλληλούϊα.

Ἴδον παῖδες χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τόν πλάσαντα χειρί τούς ἀνθρώπους καί Δεσπότην νοοῦντες αὐτόν, εἰ δούλου ἔλαβεν μορφήν, ἐσπεῦσαν τοίς δώροις θεραπεῦσαι, καί βοῆσαι τη Εὐλογημένη·

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ
Χαῖρε, αὐγή μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τήν κάμινον σβέσασα.
Χαῖρε, τῆς Τριάδος τούς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς
Χαῖρε, Κύριον Φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας
Χαῖρε, ἡ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε, πυρός προσκύνησιν παύσασα
Χαῖρε, φλογός παθῶν ἁπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγέ σωφροσύνης
Χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Κήρυκες θεοφόροι, γεγονότες οἱ μάγοι, Ὑπέστρεψαν εἰς τήν Βαβυλώνα ἐκτελέσαντές σου τόν χρησμόν, καί κηρύξαντες σέ τόν Χριστόν ἄπασιν, ἄφεντες τόν Ἡρώδην ὡς ληρώδη, μη εἰδότα ψάλλειν·

Ἀλληλούϊα.

Λάμψας ἐν τή Αἰγύπτο, φωτισμόν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τό σκότος τά γάρ εἴδωλα ταύτης, Σωτήρ, μή ἐνέγκαντά Σου τήν ἰσχύν, πέπτωκεν οἱ τούτων δέ ρυσθέντες, ἐβόων πρός την Θεοτόκον·

Χαῖρε, ἀνόρθωσις τῶν ἀναθρώπων
Χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τήν πλάνην πατήσαντα
Χαῖρε, τῶν εἰδώλων τόν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραώ τόν νοητόν
Χαῖρε, πέτρα ἡ ποτίσασα τούς διψώντας τήν ζωήν.
Χαῖρε, πύρινε στύλε, ὁδηγῶν τούς ἐν σκότει
Χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χαῖρε, τροφή τοῦ Μάννα διάδοχε
Χαῖρε, τρυφῆς Ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς Ἐπαγγελίας
Χαῖρε, ἐξ ρέει μέλι καί γάλα.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Μέλλοντος Συμεωνός, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῶ, ἀλλά ἐγνώσθης τούτω καί Θεός τέλειος διόπερ ἐξεπλάγη σου, τήν ἄρρητον σοφίαν, κράζων·

Ἀλληλούϊα.

Νέαν ἔδειξε κτίσιν, ἐμανίσας ὁ Κτίστης, ἠμίν τοίς ὐπ’ αὐτοῦ γενομένοις, ἐξ ἀσπόρου βλαστήσας γαστρός, καί φυλάξας ταύτην, ὥσπερ ἤν ἄφθορον Ἴνα τό θαῦμα βλέποντες, ὑμνήσωμεν Αὐτήν βοῶντες·

Χαῖρε, τό ἄνθος τῆς ἀφθαρσίας
Χαῖρε, τό στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα
Χαῖρε, τῶν Ἀγγέλων τόν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὐ τρέφονται πιστοί
Χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὐ σκέπτονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγόν πλανωμένοις
Χαῖρε, ἀπογεννώσα λυτρωτήν αἰχμαλώτοις.
Χαῖρε, Κριτού δικαίου δυσώπησις
Χαῖρε, πολλῶν πταιόντων συγχώρησις
Χαῖρε, στολή τῶν γυμνῶν παρρησίας
Χαῖρε, στροργή πάντα πόθον νικώσα.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τον νοῦν εἰς οὐρανόν μεταθέντες διά τοῦτο γάρ ὁ ὑψηλός Θεός, ἐπί γῆς ἐφάνη ταπεινός ἄνθρωπος, βουλόμενος ἐλκύσαι πρός τό ὕψος, τούς αὐτῶ βοώντας·

Ἀλληλούϊα.

Ὅλος ἤν ἐν τοίς κάτω, καί τῶν ἄνω οὐδόλως, ἀπήν ό ἀπερίγραπτος Λόγος συγκατάβασις γάρ Θεϊκή, οὐ μετάβασις δέ τοπική γέγονε καί τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα
Χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα
Χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιόν του ἐπί τῶν Χερουβίμ
Χαῖρε, οἴχημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.
Χαῖρε, ἡ ταναντία εἰς ταυτό ἀγαγοῦσα
Χαῖρε, ἡ παρθενίαν καί λοχείαν ζευγνύσα.
Χαῖρε, δι’ ἤς ἐλύθη παράβασις
Χαῖρε, δί΄ἤς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλεῖς τῆς Χρίστου Βασιλείας
Χαῖρε, ἐλπίς ἀγαθῶν αἰωνίων.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Πάσα φύσις Ἀγγέλων, κατεπλάγη τό μέγα, τῆς σῆς ἐνανθρωπήσεως ἔργον τόν ἀπρόσιτον γάρ ὡς Θεόν, ἐθεώρει πασι προσιτόν ἄνθρωπον, ἠμίν μέν συνδιάγοντα, ἀκούοντα δέ παρά πάντων οὕτως·

Ἀλληλούϊα.

Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὀρῶμεν ἐπί σοῖ, Θεοτόκε ἀπρούσι γάρ λέγειν το πῶς, καί Παρθένος μένεις καί τεκείν ἴσχυσας ἠμεῖς δέ τό μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον
Χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα
Χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοί συζητηταί
Χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τᾶς πλοκᾶς διασπώσα
Χαῖρε, τῶν ἁλιέων τᾶς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα
Χαῖρε, πολλούς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὀλκᾶς τῶν θελόντων σωθῆναι
Χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Σῶσαι θέλων τόν κόσμον, ὁ τῶν ὅλων κοσμήτωρ, πρός τοῦτον αὐτεπάγγελτος ἦλθε καί ποιμήν ὐπάρχων ὡς Θεός, δι’ ἠμᾶς ἐφάνη καθ’ ἠμᾶς ἄνθρωπος ὁμοίω γάρ τό ὅμοιον καλέσας, ὡς Θεός ἀκούει·

Ἀλληλούϊα.

Τεῖχος εἰ τῶν παρθένων, Θεοτόκε Παρθένε, και πάντων τῶν εἰς σέ προστρεχόντων ὁ γάρ του οὐρανοῦ καί τῆς γῆς, κατεσκεύασε σέ ποιητής, Ἄχραντε, οἰκήσας ἐν τή μήτρα σου, καί πάντας σοί προσφωνείν διδάξας·

Χαῖρε, ἡ στήλη τῆς παρθενίας
Χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγέ νοητῆς ἀναπλάσεως
Χαῖρε, χορηγέ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, Σύ γάρ ἀνεγέννησας τούς συλληφθέντας αἰσχρῶς
Χαῖρε, Σύ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν
Χαῖρε, ἡ τόν φθορέα τῶν φρενῶν καταργοῦσα
Χαῖρε, ἡ τόν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως
Χαῖρε, πιστούς Κυρίω ἁρμόζουσα.
Χαῖρε, καλή κουροτρόφε παρθένων
Χαῖρε, ψυχῶν Νυμφοστόλε Ἁγίων.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου ἰσαρίθμους γάρ τή ψάμμω ὠδᾶς, ἄν προσφέρωμεν σοί, Βασιλεῦ Ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἠμῖν τοίς σοί βοώσιν·

Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοίς ἐν σκότει φανείσαν, ὀρῶμεν τήν Ἁγίαν Παρθένον τό γάρ ἄϋλον Ἄπτουσα φῶς ὁδηγεῖ πρός γνῶσιν Θεϊκήν ἄπαντας, αὐγή τόν νοῦν φωτίζουσα, κραυγή δε τιμωμένη ταῦτα·

Χαῖρε, ἀκτίς νοητοῦ Ἡλίου·
Χαῖρε, βολίς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπή τᾶς ψυχᾶς καταλάμπουσα·
Χαῖρε, ὡς βροντή τούς ἐχθρούς καταπλήττουσα.
Χαῖρε, ὅτι τόν πολύρρυτον ἀναβλύζεις ποταμόν·
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τόν τύπον.
Χαῖρε, τῆς ἁμαρτίας ἀναροῦσα τόν ρύπον·
Χαῖρε, λουτήρ ἐκπλύνων συνείδησιν.
Χαῖρε, κρατήρ κιρνῶν ἀγαλλίασιν·
Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας.
Χαῖρε, ζωή μυστικῆς εὐωχίας·

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι’ ἐαυτοῦ, πρός τούς ἀποδήμους της αὐτοῦ χάριτος καί σχίσας τό χειρόγραφον, ἀκούει παρά πάντων οὕτως·

Ἀλληλούϊα.

Ψάλλοντές Σσου τόν τόκον, ἀνυμνοῦμεν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε ἐν τή σή γάρ οἰκήσας γαστρι ὁ συνέχων πάντα τή χειρί Κύριος, ἠγίασεν, ἐδόξασεν, ἐδίδαξε βοάν πάντας·

Χαῖρε, σκηνή τοῦ Θεοῦ καί Λόγου·
Χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, κιβωτέ χρυσωθεῖσα τῷ Πνεύματι·
Χαῖρε, θησαυρέ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα, Βασιλέων εὐσεβῶν·
Χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος·
Χαῖρε, τῆς Βασιλείας τό ἀπόρθητον τεῖχος.
Χαῖρε, δι’ ἤς ἐγείρονται τρόπαια·
Χαῖρε, δι’ ἤς ἐχθροί καταπίπτουσι.
Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία·
Χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ὤ Πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τῶν πάντων, Ἁγίων Ἁγιώτατον λόγον (ἐκ γ’)  δεξαμενή Τήν νῦν προσφοράν, ἀπό πἀσής ρύσαι συμφορᾶς ἄπαντας καί τῆς μελλούσης λύτρωσαι κολάσεως τούς συμβοώντας·

Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ΄
Τῆ Ὑπερμάχω Στρατηγῶ τά νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοί ἡ Πόλις σου, Θεοτόκε. Ἀλλ’ ὡς ἔχουσα το κράτος ἀπροσμάχητον, ἐκ παντοίων μέ κινδύνων ἐλευθέρωσον, ἴνα κράζων Σοί·Χαῖρε Νύμφη Ἀνύμφευτε.