Χαιρετισμοί εις την Ζωοδόχον Πηγήν της Υπερευλογημένης Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας.
Ποίημα Νικοδήμου Ιερομονάχου Κάππου του Πατμίου
Ὡς ψάλλεται ἐν Ἁγίω Ὄρει καὶ ἐν τῇ ἐν Πάρῳ Ἱερᾳ Μονῇ τῆς Ζωοδόχου Πηγῆς τῆς Λογγοβάρδας
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῇ Ζωοδόχῳ σου Πηγῇ, Θεοχαρίτωτε, προσενεγκεῖν ὁ εὐτελὴς δοῦλός σου, Δέσποινα, τὸ ἐφύμνιον τεϑάῤῥηκα, Θεοτόκε· ἀλλ᾽ ὡς Μήτηρ τοῦ Παντάνακτος ὑπάρχουσα, τοῦ ἐλέους σου ῥανίδα μοι ἐπίσταξον, ἵνα κράζω σοι· χαῖρε Ὕδωρ σωτήριον.
Ἄγγελοι σὺν ἀνϑρώποις, ἐποφείλουσιν ὄντως, Παρϑένε, προσφωνεῖν σοι τὸ χαῖρε (ἐκ γ΄) καὶ γὰρ ὡς τετοκυῖαν τὸν Χριστόν, ἄνευϑεν ὠδίνων μητρικῶν θλέποντες, εἰκότως ἐξιστάμενοι κραυγάζουσι πρὸς σὲ τοιαῦτα·
Χαῖρε, δι᾽ ἧς ἡ χαρᾶ ἐδόϑη·
Χαῖρε, δι᾽ ἧς ἡ ἀρᾶ ἐπαύϑη.
Χαῖρε, μυστηρίου ἀρχαίου φανέρωσις·
Χαῖρε, τῆς Βουλῆς τοῦ Ὑψίστου ἐκπλήρωσις.
Χαῖρε, ὅτι Πνεῦμα Ἅγιον ἐπελήλυϑεν ἐν σοί·
Χαῖρε, ὅτι τὸ γεννώμενον ἐκ σοῦ Ἅγιόν ἐστι.
Χαῖρε, ἡ σεβομένη ἐκ βροτῶν καὶ Ἀγγέλων·
Χαῖρε, δεδοξασμένη εἰς αἰῶνας αἰώνων.
Χαῖρε, δι᾽ ἧς λαμδάνομεν ἄφεσιν·
Χαῖρε, δι᾽ ἧς ἀντλοῦμεν τὴν ἴασιν.
Χαῖρε, φλέψ ἡ ἐν τῷ οἴκῳ Κυρίου·
Χαῖρε, Πηγὴ ὕδατος σωτηρίου.
Χαῖρε Ὕδωρ σωτήριον.
Βάτον σε ὁ Θεόπτης ἐϑεώρει, φωνῆς τε Θεϊκῆς ἀκηκόει· Λέων δε ὁ μέγας βασιλεύς, ἔνδον τοῦ δάσους ὕδωρ εὑρεῖν ηὔχετο, φωνῆς δὲ τῆς ἁγίας σου ἀκούσας, ἐν ἐκπλήξει ἔφῃ·
Ἀλληλούια.
Γένος ἀδαμιαῖον, διὰ σοῦ σεσωσμένον, Πανάχραντε ἁγνή, καϑορᾶται· τὸν Σωτῆρα γὰρ καὶ Ποιητὴν ἀῤῥήτως καὶ ὑπερφυῶς ἔτεκες διὸ κινεῖς πρὸς αἶνόν σου, πᾶσαν γλῶσσαν φϑέγγεσϑαι ταῦτα·
Χαῖρε, τιμὴ τοῦ βροτείου γένους·
Χαῖρε, δόξα τοῦ σύμπαντος κόσμου.
Χαῖρε, Μαριὰμ τὸ γλυκύτατον ὄνομα·
Χαῖρε, τῆς ἀϑλίας ψυχῆς μου μελέτημα.
Χαῖρε, ὅτι περ ἐγέννησας τὸν Σωτῆρα μου Χριστόν·
Χαῖρε, ὅτι περ ἐϑήλασας τὸν τροφέα τοῦ παντός.
Χαῖρε, ἡ ἐκ τῆς ῥίζης Ἰεσσαὶ φυεῖσα·
Χαῖρε, ἡ ἐκ στείρας παραδόξως τεχϑεῖσα.
Χαῖρε, εὐδοκίας Θεοῦ τὸ προοίμιον·
Χαῖρε, σωτηρίας ἡμῶν τὸ κεφάλαιον.
Χαῖρε, σὲ γὰρ πᾶς πιστὸς προσκαλεῖται·
Χαῖρε, σὲ γὰρ βοηϑὸν ἐξαιτεῖται·
Χαῖρε Ὕδωρ σωτήριον.
Δύναμις τοῦ Ὑψίστου, ἀριδήλως ὁρᾶται, ἐν ὕδατι Πηγῆς σου, Παρϑένε· οἱ γὰρ προστρέχοντες ἐν αὐτῷ, τυφλοί, χωλοί, γενικῶς ἅπαντες κομίζονται τὴν ἴασιν, ψυχῆς καὶ σώματος βοῶντες·
Ἀλληλούια.
Ἔχουσα τὴν Πηγήν σου, Θεοτόκε παρϑένε. ἡ πόλις σου ϑησαυρὸν ἰαμάτων, τὴν τῆς πίστεως ἕδραν πλουτεῖ, καὶ σὲ πολιοῦχον κραταιὰν κέκτηται· ἡμεῖς δὲ ἀγαλλόμενοι σὺν αὐτῇ βοῶμεν ταῦτα·
Χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας·
Χαῖρε, ἡ λάμψις Ὀρϑοδοξίας.
Χαῖρε, Βασιλέων τὸ ϑεῖον ἀγλάϊσμα·
Χαῖρε, Πατριαρχῶν σεπτὸν ἐγκαλλώπισμα.
Χαῖρε, ἀνακεφαλαίωσις τῶν δύο Διαϑηκῶν.
Χαῖρε, ῥάβδος ποιμαντήριος τῶν κλεινῶν Ἱεραρχῶν.
Χαῖρε, τῶν ἱερέων καλλονὴ καὶ λαμπρότης·
Χαῖρε, τῶν διακόνων χαρμονὴ καὶ τερπνότης.
Χαῖρε, κληρικῶν τό σεμνολόγημα·
Χαῖρε, ἀσκητῶν μέγα ἐντρύφημα.
Χαῖρε, πιστῶν Ὀρϑοδόξων τὸ κῦδος·
Χαῖρε, τῶν ὀρϑὰ φρονούντων τὸ νῖκος.
Χαῖρε Ὕδωρ σωτήριον.
Ζήτησον ἐπιμόνως καὶ εὑρήσεις τὸ Ὕδωρ, ἐνταῦϑά που τοῦ ἄλσους, ὦ Λέων· ποτίσας δὲ ἐκ τούτου τὸν τυφλὸν καὶ τὰς κόρας αὐτοῦ τῷ πηλῷ ἴασαι· ἀμφότεροι δὲ οἰκοῦσάν με τόνδε τὸν χῶρον, κράξατε γνόντες·
Ἀλληλούια.
Ἤκουσε τῆς φωνῆς σου ἰδιώτης ὧν τότε, τὴν σὴν Πηγὴν ὁ ἀνακαλύψας φιλάνϑρωπος μὲν πράγματι ὧν Λέοντος δὲ ὄνομα πλουτῶν ἔντρομος, ὅς οἶκόν σοι δεινάμενος ἐδίδαξε πάντας βοᾶν σοι·
Χαῖρε, Πηγὴ ἀκενώτου μύρου·
Χαῖρε, κρατὴρ ἀειζώου ῥείϑρου.
Χαῖρε, ποταμὲ Παραδείσου ἀείῤῥυτε·
Χαῖρε, εἰς ἀρχὰς πολλαπλὰς διαιρούμενε.
Χαῖρε, Ὕδωρ τὸ ἀνώτερον κολυμβήϑρας Σιλωάμ·
Χαῖρε, ἅπαντας ἰώμενον τοὺς φωνοῦντας Μαριάμ!
Χαῖρε, ὅτι ὑπάρχεις ἰατρεῖον τῶν νόσων·
Χαῖρε, ὅτι καϑαίρεις τάς ψυχάς τῶν ἀνθρώπων.
Χαῖρε, φλογμὸν τῶν παϑῶν ἡ σβεννύουσα·
Χαῖρε, παντὸς κινδύνου ἐξαίρουσα.
Χαῖρε, σὲ γὰρ προσκυνοῦμεν οἱ δούλοι·
Χαῖρε, σοὶ γὰρ προσφωνοῦμεν ἐν πίστει·
Χαῖρε Ὕδωρ σωτήριον.
Θετταλὸς νεανίας, ἐξανίσταται αἴφνης, προσχύσει τῇ τριττῇ ὔδατός σου· ϑανῶν γὰρ γλιχόμενος αὐτοῦ, παλινζωΐας ὡς ϑαυμαστῶς ἔτυχε, δοξάζων, μεγαλύνων σε, μετὰ πάντων ψάλλων·
Ἀλληλούια.
Ἴδέ μου τὴν ἀνάγκην, καὶ τὴν ϑλίψιν, Παρϑένε, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω κατὰ σάρκα, δεινῶς τε κακουχούμενος, ἐλεεινῶς ἄληκτα· καὶ γὰρ ἐπικαλοῦμαί σε ἐν κλαυϑμῷ γοερῶς ἀνακραυγάζων·
Χαῖρε, ἐπίσκεψις τῶν νοσούντων·
Χαῖρε, παράκλησις τῶν πενϑούντων.
Χαῖρε, τῶν ἐν κλίνῃ κειμένων ἀνέγερσις·
Χαῖρε, ψυχικῶν παϑημάτων ἀφάνισις.
Χαῖρε, πάντων ἡ ἀνάῤῥωσις καχεκτούντων ἐν σαρκί·
Χαῖρε, αὖϑις ἡ διόρϑωσις τῶν νοσούντων ἐν νοΐ.
Χαῖρε, ὅτι τοὺς πόνους τῆς σαρκὸς καταπαύεις·
Χαῖρε, ὅτι ἁπάντων τὰς ψυχὰς διασώζεις.
Χαῖρε, ἰατρὲ ψυχῆς τε καὶ σώματος·
Χαῖρε, χορηγὲ πάσης ἁγιότητος.
Χαῖρε, ζωῆς τῆς αἰωνίου φρέαρ·
Χαῖρε, ἐξ ἧς ϑεῖα χέονται ῥεῖϑρα·
Χαῖρε Ὕδωρ σωτήριον.
Κλίμαξ οὐρανομήκης ἀπὸ γῆς τεταμένη πρὸς ὕψος τὸ τοῦ πόλου ἐφάνης τῷ προπάτορι πάλαι Ἰακώβ, δι᾽ ἧς Θεὸς κατῆλϑεν ἐν γῇ, Πάναγνε, ἡμῖν δὲ ἀναδέδειξαι Πηγὴ ζωῆς τοῖς ἐκβοῶσιν·
Ἀλληλούια.
Λόγους ἐμῶν χειλέων καὶ καρδίας τὸν πόϑον δεξαμένη, Μητράνανδρε Κόρη, ἀντιλήψεως καὶ ἀρωγῆς ποίησόν με, Δέσποινα, τῆς σῆς ἄξιον οἰκτείρασα τὸν δείλαιον, ἐκ ψυχῆς βοῶντά σοι ταῦτα·
Χαῖρε, Ἀγγέλων ἡ ὑμνωδία·
Χαῖρε, ἀνθρώπων ἡ σωτηρία.
Χαῖρε, τῶν Προφητῶν Σεμνὴ τὸ προκήρυγμα·
Χαῖρε, τῶν πρωτοπλάστων Ἁγνὴ τὸ καύχημα.
Χαῖρε, ἥν περ ἐθεάσατο πύλην Ἰεζεκιήλ·
Χαῖρε, ἥν περ προεώρακεν ὄρος πρὶν ὁ Δανιήλ.
Χαῖρε, σὲ γὰρ παρϑένων Ἡσαΐας προλέγει·
Χαῖρε, σὲ γὰρ Μητέρα τοῦ Θεοῦ προαγγέλλει.
Χαῖρε, Προφητίδων ὑπερέχουσα·
Χαῖρε, πασῶν γυναικῶν ἐξάρχουσα.
Χαῖρε, ἡ τιμὴ πάντων τῶν Δικαίων·
Χαῖρε, ἡ δόξα πάντων τῶν Ἁγίων·
Χαῖρε Ὕδωρ σωτήριον.
Μέλλοντος καταπίπτειν τοῦ Ναοῦ τῆς Πηγῆς σου, Ὑπέραγνε ἁγία Παρϑένε, βαστάζουσα ὥφϑης αὐτόν, ἕως οὗ τὸ πλῆϑος τοῦ λαοῦ ἀπιὸν ὥχετο οὐ γὰρ βούλει τὸν ϑάνατον, ἀλλὰ τὴν ζωὴν τῶν βοώντων·
Ἀλληλούια.
Νάουσιν ἐκ Πηγῆς σου δαψιλῶς τε καὶ χύδην, ῥεῖϑρα τῶν ϑαυμάτων, Θεοτόκε, ἐπικαλύπτοντα ἀληϑῶς, ἅπαν τὸ τῆς ϑαλάσσης καὶ γῆς πρόσωπον, καὶ πάντας διεγείροντα, ἐν ἑνὶ στόματι βοᾶν σοι·
Χαῖρε, συντήρησις τῆς ὑγίειας·
Χαῖρε, ἐκδίωξις ἀσϑενείας.
Χαῖρε, ἡ ἐκ κινδύνων πολλῶν ἐξαίρουσα·
Χαῖρε, ἡ ἐκ νηπίων αἶνον καταρτίζουσα.
Χαῖρε, σὲ γὰρ προσκαλούμεϑα ἐν ἡμέρᾳ καὶ νυκτί·
Χαῖρε, σὲ γὰρ ἐπιστάμεϑα βοηϑῆσαι δυνατήν.
Χαῖρε, ὅτι καὶ Μήτηρ καὶ τροφὸς σὺ ὑπάρχεις·
Χαῖρε, ὅτι καὶ σκέπη καὶ ἀντίληψις πέλεις.
Χαῖρε, Χριστιανῶν τὸ καταφύγιον·
Χαῖρε, τῶν εὐσεβῶν τὸ προπύργιον.
Χαῖρε, τὸ ἔρεισμα τῶν ἑστηκότων·
Χαῖρε, διόρϑωσις τῶν ἐπταικότων·
Χαῖρε Ὕδωρ σωτήριον.
Ξένα καὶ ὑπὲρ λόγον τὰ τεράστια πέλει, τοῦ ὕδατος τῆς Πηγῆς σου, Παρϑένε· καὶ γὰρ τὰ πεπραγμένα ἐν σοί ξενήκουστα και ὑπερφυῆ ἔνεστιν· ἀλλ᾽ οὖν ἡμεῖς πιστεύοντες, προσκυνοῦμεν ταῦτα βοῶντες·
Ἀλληλούια.
Ὅλήν μου τὴν ἐλπίδα ἀνατίϑημι Κόρη, εἰς σὲ τὴν τοῦ Θεοῦ μου Μητέρα· σὺ οὖν ὥσπερ στρουϑίον μικρόν, πτέρυξιν ἁγίαις με ταῖς σαῖς σκέπασον, ὡς ἂν περιϑαλπόμενος κελαδῶ ἐκ καρδίας οὕτω·
Χαῖρε, ἡ Μήτηρ τοῦ Ἰησοῦ μου·
Χαῖρε, καϑέδρα τοῦ Λυτρωτοῦ μου.
Χαῖρε, Ἀσωμάτων Δυνάμεων ἔπαινος·
Χαῖρε, τῶν ἀΰλων Ταγμάτων ἐγκώμιον.
Χαῖρε, ὅτι τῆς Εἰκόνος σου ἔμπροσϑεν ὁ Γαβριήλ·
Χαῖρε, χαίρων ἐξεβόησεν ὕμνον Ἄξιόν ἐστι.
Χαῖρε, ὅτι ὑπάρχεις παντὸς τοῦ κόσμου προστάτις·
Χαῖρε, ὅτι τὰς πόλεις καὶ τὰς νήσους φυλάττεις.
Χαῖρε, Προυσοῦ, Τήνου, Κύκκου ἔφορος·
Χαῖρε, καλὴ πολιοῦχος Ἄϑωνος.
Χαῖρε, τῆς γῆς καὶ θαλάσσης Κυρία
χαῖρε, Ἁγνή, Θεοτόκε Μαρία
Χαῖρε Ὕδωρ σωτήριον.
Πόνους μου ἀφορήτους καὶ ὀδύνας ἀῤῤήτους, ἐλάφρυνον ἐν ὥρᾳ θανάτου· περισκέπουσά μου τὴν ψυχήν, δαιμόνων λυτρουμένη χειρός, Πάνσεμνε, σὺν πᾶσι τοῖς Δικαίοις με τὸν ὔμνον ἀξιοῦσα μέλπειν·
Ἀλληλούια.
Ῥήσεσι θεηγόροις, Προφητῶν, Ἀποστόλων καὶ πάντων τῶν Ἁγίων Πατέρων, πειθαρχῶν ἕκαστος εὐσεβὴς Θεοτόκον σε παναληθῆ σέβεται, πιστεύων τῇ καρδίᾳ μὲν, στόματι δὲ ὁμολογῶν ταῦτα·
Χαῖρε, ὁ θρόνος τοῦ Βασιλέως·
Χαῖρε, ἠ πόλις Θεοῦ τοῦ ζῶντος.
Χαῖρε, ἀπειράνδρως Χριστὸν σωματῶσασα·
Χαῖρε, ἀνωδίνως αὐτὸν ἠ κυήσασα.
Χαῖρε, ἥν περ ἐμνηστεύσατο ὁ Δίκαιος Ἰωσήφ·
Χαῖρε, ἣν εὐηγγελίσατο πρωτοστάτης Γαβριήλ.
Χαῖρε, ἡ πρὸ τόκου καὶ ἐν τόκῳ Παρθένος·
Χαῖρε, ἡ καὶ μετὰ τόκον μείνασα Παρθένος.
Χαῖρε, τοῦ Θεοῦ Λόγου τὸ σκήνωμα·
Χαῖρε, Πατρὸς καὶ Πνεύματος οἴκημα.
Χαῖρε, ἐξ ἧς ὁ Σωτὴρ ἐσαρκῴθη·
Χαῖρε, δι᾽ ἧς πᾶς ὁ κόσμος ἐσώθη.
Χαῖρε Ὕδωρ σωτήριον.
Στάμνος χρυσῆ τοῦ μάννα καὶ ἡ Βάτος Μωσέως, καὶ Ῥάβδος Ἀαρὼν βλαστηφόρος· καὶ ὁ Πόκος ὁ τοῦ Γεδεών, καὶ τὰ Σύμβολα τῶν Προφητῶν ἅπαντα, ἐτύπουν σε τὴν Δέσποιναν, ἅ οἱ ὁρῶντες Θεῷ ἤδον·
Ἀλληλούια.
Τρέμω τὴν τῆς Δευτέρας Παρουσίας ἡμέραν καὶ φρίττω τοῦ Υἱοῦ σου τὸ Βῆμα, ἐργασάμενος πράξεις αἰσχράς, καὶ μιάνας σῶμα καὶ ψυχὴν πάθεσιν· ἀλλ᾽ οὖν ἐν μετανοίᾳ με πρόέσδεξαι, Πάναγνε, βοῶντα·
Χαῖρε, προστάτις τῶν ὑπευθύνων·
Χαῖρε, ἀθῴωσις τῶν ἐνόχων.
Χαῖρε, ἀδεκάστου Κριτοῦ ἡ δυσώπησις·
Χαῖρε, κρινομένου βροτοῦ ἡ ἀντίληψις.
Χαῖρε, σὺ γὰρ εἶ μεσίτρια ἁπάντων τῶν ἁμαρτωλῶν·
Χαῖρε, σὺ γὰρ ἐγγυήτρια δι᾿ αὐτοὺς πρὸς τὸν Θεόν.
Χαῖρε, ἀπολογία τῶν ἐξεταζομενων·
χαῖρε, συνηγορία τῶν ἐκδικαζομένων.
Χαῖρε, πιστῶν ἐλπὶς ἀχαταίσχυντος·
χαῖρε, ἡ κρηπὶς αὐτῶν ἡ στερέμνιος.
Χαῖρε, γεέννης ἡμᾶς λυτρουμένη·
χαῖρε, ἀσβέστου πυρὸς ρυομένη.
Χαῖρε Ὕδωρ σωτήριον.
Ὕδωρ ἀϑανασίας καὶ πόμα ἀμβροσίας, καὶ τοῦ νέκταρος φέρτερον νᾶμα, ἐκ τῆς Ζωοπαρόχου Πηγῆς, χαρᾶ καὶ πόϑῳ ἀδελφοὶ πίετε, τὴν πάνσεπτον Εἰκόνα δὲ ταύτης προσκυνοῦντες βοᾶτε·
Ἀλληλούια.
Φἐρουσαν ἐν νηδύϊ τὸν πρὸ πάντων αἰώνων, ἀῤῥήτως ἐκ Πατρὸς γεννηϑέντα, αἰσϑόμενος ὁ στειρωτικῇ κρυπτόμενος μητρώᾳ γαστρὶ Πρόδρομος, ἐσκίρτησεν, ἐδόξασεν, ἐβόησε πρὸς τὴν Παρϑένον·
Χαῖρε, ἁγνὴ Κεχαριτωμένη·
Χαῖρε, ἐν γυναιξίν εὐλογημένη.
Χαῖρε, τὸν Σωτῆρα τῶν ψυχῶν ἡ τέξασα·
Χαῖρε, τὸν Δοτῆρα τῶν καλῶν κυήσασα.
Χαῖρε, ὅτι περ ὁ Κύριος μετὰ σοῦ ὁ αἰνετός·
Χαῖρε, ὅτι τῆς κοιλίας σου ὁ καρπὸς εὐλογητός.
Χαῖρε, δι᾽ ἧς ἐδόϑη ἡ χάρις τοῖς ἀνθρώποις·
Χαῖρε, δι᾽ ἧς ἐπαύϑη τῆς ἀρᾶς ἡ πικρότης.
Χαῖρε, γλυκύῤῥουν ὕδωρ προῤῥέουσα·
Χαῖρε, αὐχμὸν τῆς πλάνης διώκουσα.
Χαῖρε, ζωῆς τὸν ὄμβρον ἡ τεκοῦσα·
Χαῖρε, Πηγὴ ϑαυμαστῶς πλημμυροῦσα·
Χαῖρε Ὕδωρ σωτήριον.
Χαῖρέ σοι ἀνακράζω, ὡς τεκούσῃ ἀφράστως, τοῦ κόσμου τὴν χαρὰν Θεοτόκε, καϑ᾽ ἑκάστην σὲ ἐκλιπαρῶν, τῆς ἀλήκτου με ποιῆσαι χαρᾶς μέτοχον, φωνῆς ἀγαλλιάσεως, καὶ ἤχου ἑορτάζοντος ἀκούειν·
Ἀλληλούια.
Ψάλατε ἀνακράζει, τῷ Θεῷ ὁ Προφήτης, ψάλατε, δὴ τῷ Βασιλεῖ πάντες· ἐπαινῶν ἐν τῷ αὐτῷ ψαλμῷ, σὲ τὴν καλλονὴν τοῦ Ἰακὼβ ἄριστα· ἡμεῖς οὖν τῷ προπάτορι πειϑόμενοι ψάλλομεν ταῦτα·
Χαῖρε, τὸ ᾄσμα τῆς Ἐκκλησίας·
Χαῖρε, ᾠδὴ τῆς σῆς κληρουχίας.
Χαῖρε, μελωδιῶν ἱερῶν ἡ ὑπόϑεσις·
Χαῖρε, μουσουργῶν χοροστατῶν ἡ ὕμνησις.
Χαῖρε, πάντερπνον ψαλτήριον τοῦ Προπάτορος Δαυΐδ·
Χαῖρε, ᾄσμα Σολομώντειον ἐξιστῶν πᾶσαν πνοήν.
Χαῖρε, ὅτι φωτίζεις τοὺς τυφλοὺς ὕδατί σου·
Χαῖρε, ὅτι φωτίζεις τοὺς ἀσόφους φωτί σου.
Χαῖρε, πιστούς ἐξ ᾅδου ἁρπάζουσα·
Χαῖρε, ψυχᾶς τῶν δούλων σου σώζουσα.
Χαῖρε, δι᾽ ἧς σωτηρίαν ἐλπίζω·
Χαῖρε, ἐφ᾽ ἣν πεποιϑὼς ἀποθνήσκω.
Χαῖρε Ὕδωρ σωτήριον.
Ὦ Πηγὴ Ζωοδόχε, ἡ βλυστάνουσα πᾶσι, ψυχῆς ὁμοῦ καὶ σώματος ῥῶσιν (ἐκ γ΄)· δεδεγμένη δέησιν οἰκτράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας, καὶ αἰωνίου λύτρωσαι κολάσεως τοὺς συμβοῶντας·
Ἀλληλούια.
Καὶ αὖϑις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῇ Ζωοδόχῳ σου Πηγῇ, Θεοχαρίτωτε, προσενεγκεῖν ὁ εὐτελὴς δοῦλός σου, Δέσποινα, τὸ ἐφύμνιον τεϑάῤῥηκα, Θεοτόκε· ἀλλ᾽ ὡς Μήτηρ τοῦ Παντάνακτος ὑπάρχουσα, τοῦ ἐλέους σου ῥανίδα μοι ἐπίσταξον, ἵνα κράζω σοι· χαῖρε Ὕδωρ σωτήριον.