Χαιρετισμοί εις το Άγιο Μανδήλιο του Κυρίου ημών Ιησού Χριστού
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Υπερμάχῳ.
Τῷ ὑπερμάχῳ Στρατηγῶ τοῦ ᾅδου Νικητῆ, ὡς λυτρωθεῖς ἐξ αἰωνίου θανάτου, ἀναγράφω σοὶ ὁ δοῦλός σου τὰ νικητήρια. Ἀλλ’ ὡς ἔχων εὐσπλαχνίαν ἀνερμήνευτον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Ἀγγέλων ποιητὰ καὶ Κύριε τῶν δυνάμεων, ἄνοιξον τὸν ἄπορόν μου νοῦν καὶ τὴν γλώτταν πρὸς ὕμνον τοῦ Παναχράντου σου ὀνόματος· καθάπερ ἤνοιξας πάλαι τὴν ἀκοὴν καὶ γλώτταν τοῦ κωφοῦ καὶ μογιλάλου· τοῦ κραυγάζειν πρὸς σὲ τοιαυτα·
Ἰησοῦ πανθαύμαστε, τῶν Ἀγγέλων ἡ ἔκπληξις·
Ἰησοῦ παντοδύναμε, Προπατόρων ἡ λύτρωσις.
Ἰησοῦ γλυκύτατε, Πατριαρχῶν τὸ καύχημα·
Ἰησοῦ ὑπερένδοξε, βασιλέων κραταίωμα.
Ἰησοῦ παμπόθητε, Προφητῶν ἡ ἐκπλήρωσις·
Ἰησοῦ ὑπερύμνητε, στερέωμα τῶν Μαρτύρων.
Ἰησοῦ ἰλαρώτατε, μοναζόντων τερπνότης·
Ἰησοῦ παντελεῆμον, Πρεσβυτέρων γλυκύτης.
Ἰησοῦ ὑπερεύσπλαχνε, νηστευόντων ἐγκράτεια·
Ἰησοῦ πανοικτίρμον, χαρὰ τῶν δικαίων.
Ἰησοῦ ὑπέραγνε, σωφροσύνη τῶν παρθένων·
Ἰησοῦ προαιώνιε, Σωτηρία πταιόντων.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Βλέπων Κύριε τὴν χήραν θρηνούσαν σφόδρα, εὐσπλαχνίσθης, καὶ ἀνέστησας τὸν υἱὸν αὐτῆς ἐπὶ τὸν τάφον φερόμενον· σπλαχνίσθητι καμοὺ Φιλάνθρωπε, καὶ τὴν ἀμαρτίαις θανοῦσαν ψυχή μου ἀνάστησον, τοῦ βοῶντός σοι·
Ἀλληλούια.
Γνώσιν ἄγνωστον γνῶναι ζητῶν ὁ Φίλιππος ἔλεγε· δεῖξον ἠμὶν Κύριε τὸν Πατέρα· σῦ δὲ εἶπας πρὸς αὐτόν· τοσούτον χρόνον μετ ἐμοῦ ὧν, οὐκ ἔγνωκας, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ ἔστι; Διὸ ἀνεξιχνίαστε, φόβω κραυγάζω σοὶ·
Ἰησοῦ Θεὲ προαιώνιε·
Ἰησοῦ Βασιλεῦ παντοδύναμε.
Ἰησοῦ Δέσποτα μακρόθυμε·
Ἰησοῦ Σωτὴρ πολυέλεε.
Ἰησοῦ φύλαξ μου ὑπεράγαθε·
Ἰησοῦ τὰς ἁμαρτίας μου πάριδε.
Ἰησοῦ τὰς ἀνομίας μου ἄνελε·
Ἰησοῦ τὴν ἐμην φαυλότητα ἐξάλειψον.
Ἰησοῦ ἡ ἐμὴ ἐλπὶς μὴ ἐάσης μέ·
Ἰησοῦ ἡ ἐμὴ βοήθεια, μὴ ἀποῤῥίψης μέ.
Ἰησοῦ Ποιητά μου, μὴ ἀπώση μέ·
Ἰησοῦ ὁ Ποιμὴν ὁ καλός, μὴ ἀπολέσεις μέ.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Δύναμιν ἐξ ὕψους τοὶς Ἀποστόλοις σου ἐν Ἱερουσαλὴμ καθημένοις περιβαλλόμενος· Ἰησοῦ, κἀμὲ τὸν πάσης ἀγαθοποιΐας γεγυμνωμένον περιβαλοῦ τὴ ζέσει τοῦ Ἁγίου σου Πνεύματος, καὶ δὸς μοὶ μετὰ πόθου ψάλλειν σοι·
Ἀλληλούια.
Ἐν τῷ πλήθει τοῦ ἐλέους σου, τελώνας καὶ ἁμαρτωλοὺς καὶ ἀπίστους ἐκάλεσας, εὔσπλαχνε Ἰησοῦ· μὴ παρίδης κἀμὲ νῦν τὸν ὁμοιωθέντα αὐτοίς, ἀλλ ὡς πολύτιμον μύρον πρόσδεξαι τὸν ὕμνον τοῦτον·
Ἰησοῦ κράτος ἀνίκητον·
Ἰησοῦ ἔλεος ἀτελεύτητον.
Ἰησοῦ ὡραιότης ὑπέρλαμπρος·
Ἰησοῦ ἔρως ἄφραστος.
Ἰησοῦ Υἱὲ Θεοῦ ζῶντος·
Ἰησοῦ ἐλέησον μὲ τὸν ἁμαρτωλόν.
Ἰησοῦ ἐπάκουσόν μου τοῦ συλληφθέντος ἐν ἀνομίαις·
Ἰησοῦ καθάρισον μὲ τὸν τεχθέντα ἐν ἀμαρτίαις.
Ἰησοῦ δίδαξόν με τὸν μωρανθέντα·
Ἰησοῦ φώτισόν με τὸν σκοτισθέντα.
Ἰησοῦ καθάρισόν με τὸν ῥυπωθέντα·
Ἰησοῦ ἐπανάγαγέ με τὸν ἄσωτον.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων ὁ Πέτρος ἐβυθίζετο· ἱδὼν δὲ σὲ Ἰησοῦ ἐν σαρκὶ πεφυκότα, ἐπὶ τοὶς ὕδασι βαδίζοντα, ἐπέγνω σὲ Θεὸν ἀληθῆ, καὶ χείρα βοηθείας δεξάμενος ἔφη·
Ἀλληλούια.
Ἤκουσεν ὁ τυφλὸς ἐπὶ ὁδοῦ σε πορευόμενον Κύριε, καὶ ἐβόησεν· Ἰησοῦ Υἱὲ Δαυῒδ ἐλέησόν με· καὶ προσκαλεσάμενος αὐτὸν ἠνέωξας αὐτοῦ τοὺς ὀφθαλμούς· διὸ φώτισον κἀμοὺ τοὺς νοεροὺς ὀφθαλμοὺς τῷ ἐλέει σου, ὅπως σοὶ κελαηδῶ τοιαυτα·
Ἰησοῦ ὁ Ποιητής τῶν ἄνω·
Ἰησοῦ ὁ ἐξαγοραστής τῶν κάτω.
Ἰησοῦ καθαιρέτα τῶν ὑποχθονίων·
Ἰησοῦ καλλωπιστὰ πάντων τῶν κτισμάτων.
Ἰησοῦ τῆς ἐμῆς ψυχῆς παραμυθία·
Ἰησοῦ φωτισμὸς τοῦ νοός μου.
Ἰησοῦ τὸ ἀγαλλίαμα τῆς καρδιάς μου·
Ἰησοῦ ἡ ῥώσις τοῦ σώματός μου.
Ἰησοῦ Σωτήρ μου, σῶσόν με·
Ἰησοῦ τὸ φῶς μου, φώτισόν με.
Ἰησοῦ τυραννίδος παντοίας ἀπάλλαξον μέ·
Ἰησοῦ ῥῦσαί με τὸν ἀνάξιον.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Θεοῤῥήτω αἴματί σου, καθάπερ πάλαι Ἰησοῦ, ἠξηγόρασας ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου, οὕτως ἐξελοῦ ἐκ τῆς παγίδος τοῦ ὄφεως, δι’ ἧς πάθει σαρκός, καὶ κέντρῳ ἀσωτίας, ἐκτέρνισεν ἡμᾶς, πεδήσας τῇ φαύλῃ ῥαθυμίᾳ, ἵνα κράζωμεν σοί·
Ἀλληλούια.
Ἴδον παῖδες Ἑβραίων ἐν μορφῇ ἀνθρωπίνῃ, τὸν πλάσαντα χειρὶ τὸν ἄνθρωπον, καὶ Δεσπότην νοοῦντές σε, ἔσπευσαν τοὶς κλάδοις θεραπεῦσαι, τὸ Ὡσαννὰ βοῶντες· ἡμεῖς δὲ τὸν ὕμνον προσφέρομέν σοι λέγοντες·
Ἰησοῦ Θεὲ ἀληθινέ·
Ἰησοῦ Υἱὲ Δαυΐδ.
Ἰησοῦ Βασιλεῦ ὑπερένδοξε·
Ἰησοῦ ἀμνὲ πανακήρατε.
Ἰησοῦ φύλαξ τῆς νηπιότητός μου·
Ἰησοῦ ὁδηγὲ τῆς νεότητός μου.
Ἰησοῦ ἡ βακτηρία τοῦ γήρατός μου·
Ἰησοῦ ἡ ἐλπίς μου ἐν ὥρᾳ τοῦ θανάτου.
Ἰησοῦ ἡ μετὰ θάνατον ζωή μου·
Ἰησοῦ ἡ ἐν τῇ Κρίσει σου παραμυθίᾳ μου.
Ἰησοῦ τῇ ὥρᾳ ἐκείνῃ μὴ καταισχύνης με.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Κηρύκων θεοφθόγγων τὰς ῥήσεις ἐκπληρῶν Ἰησοῦ, ἐπὶ γῆς ὤφθης καὶ τοῖς ἀνθρῶποις συνασεστράφης, ἀπρόσιτος ὧν, καὶ τὰς ἀσθενείας ἡμῶν ἐβάστασας· ὅθεν, τῷ μώλωπί σου πάντες ἰαθέντες, ἔγνωμεν ψάλλειν·
Ἀλληλούια.
Λάμψας τῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας τὴν πλάνην ἀπήλασας τῶν δαιμόνων τα γὰρ εἴδωλα Σωτὴρ μὴ ἐνέγκατά σου τὴν ἰσχὺν πέπτωκε, ἡμεῖς δὲ σωτηρίας τυχόντες βοῶμέν σοι·
Ἰησοῦ ἀὐτοαλήθεια, τὴν ἀπάτην καθελὼν·
Ἰησοῦ φῶς ὑπερέχον πᾶν φῶς.
Ἰησοῦ βασιλεῦ ὑπερβαίνων πάντας ἐν ἰσχύει·
Ἰησοῦ ὁ Θεός, ὁ πιστὸς ἐν ἐλέει.
Ἰησοῦ ὁ ἄρτος τῆς ζωῆς, ἔμπλησόν με τὸν πεινῶντα·
Ἰησοῦ ἡ Πηγὴ τῆς γνώσεως, πότισόν με τὸν διψῶντα.
Ἰησοῦ ὁ χιτὼν εὐφροσύνης, ἔνδυσόν με τὸν γυμνωθέντα·
Ἰησοῦ τῆς χαρᾶς ὁ λιμήν, καθόρμισόν με τὸν πλανηθέντα.
Ἰησοῦ ὁ δοτὴρ τῶν αἰτούντων, παράσχου μοὶ συντριβὴν ἁμαρτιῶν·
Ἰησοῦ ὁ εὐρετὴς τῶν ζητούντων, εὐρέκαμοι τὴν ψυχήν.
Ἰησοῦ ὁ τοὶς κρούουσι ἀνοίγων, ἄνοιξον τὴν πεπωρωμένην καρδίαν μου·
Ἰησοῦ ἰατὴρ ἁμαρτωλῶν, ἀπόπλυνον τὰς ἁμαρτίας μου.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Μέλλων ἀποκαλύψαι τὸ ἀπ’ αἰῶνος κεκρυμμένον μυστήριον, ὡς πρόβατον ἐπὶ σφαγῆς ἤχθης, Ἰησοῦ, καὶ ὡς ἀμνὸς ἄφωνος ἐναντίον τοῦ κείροντος αὐτόν· ἠγέρθης δὲ Θεὸς ὧν ἐκ τῶν νεκρῶν, καὶ μετὰ δόξης ἀνελθῶν εἰς οὐρανούς, συνανύψωσας ἡμᾶς βοῶντάς σοι·
Ἀλληλούια.
Νέαν ἔδειξεν Κτίσιν, ἐμφανίσας ἠμὶν ὁ Κτίστης· ἀσπόρως δ’ ἐκ Παρθένου σαρκωθεῖς καὶ ἐκ τάφου ἀναστάς, σώα τὲ φυλάξας ἀμφοτέρων τὰ σήμαντρα, πρὸς τοὺς Ἀποστόλους τῶν θυρῶν κεκλεισμένων μετὰ σαρκὸς εἰσῆλθεν· ὅθεν θαυμάζοντες πίστει βοῶμεν·
Ἰησοῦ Λόγε ἀχώρητε·
Ἰησοῦ νοῦς ἀνεξιχνίαστος.
Ἰησοῦ δύναμις ἀκατάληπτος·
Ἰησοῦ σοφία ἀμέτρητος.
Ἰησοῦ Θεότης ἀπερίγραπτος·
Ἰησοῦ κυριότης ἀπεριόριστος.
Ἰησοῦ βασιλεία ἀκαταμάχητος·
Ἰησοῦ δεσποτεία ἀτελεύτητος.
Ἰησοῦ Ἰσχὺς ὑπερκόσμιος·
Ἰησοῦ ἐξουσία αἰώνιος.
Ἰησοῦ Ποιητά μου, ἀνακαίνισόν με·
Ἰησοῦ Σωτήρ μου, σῶσόν με.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Ξένην ἐνανθρώπησιν Θεοῦ ὁρῶντες, ξενωθῶμεν τοῦ ματαίου κόσμου τούτου, τὸ νοῦν εἰς τὰ θεῖα μεταθέντες· διὰ τοῦτο γὰρ Θεὸς ἐπὶ γῆς κατῆλθεν, ἵνα ἡμᾶς εἰς οὐρανοὺς ὑψώση τοὺς αὐτῶ κραυγάζοντας·
Ἀλληλούια.
Ὅλος ἣν ἐν τοὶς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀκατάληπτος Λόγος. Ἔπαθεν ἐπὶ γῆς ἐκούσια βουλὴ θανάτω τὸν θάνατον ἡμῶν ἐνέκρωσε, καὶ τὴ Ἀναστάσει αὐτοῦ ζωὴν ἐδωρήσατο ἠμὶν τοὶς ᾄδουσιν αὐτῶ τοιαύτα·
Ἰησοῦ γλυκύτης τῆς καρδίας μου·
Ἰησοῦ δύναμις τοῦ σώματός μου.
Ἰησοῦ φῶς τῆς ψυχῆς μου·
Ἰησοῦ ἡ ὀξύτης τοῦ νοός μου.
Ἰησοῦ χαρμονὴ τῆς συνειδήσεώς μου·
Ἰησοῦ ἐλπὶς ἀνυπέρβλητος.
Ἰησοῦ μνήμη αἰώνιος·
Ἰησοῦ αἴνεσις ὑπερουράνιος.
Ἰησοῦ δόξα ὑπερκόσμιος·
Ἰησοῦ ἡ ἐμὴ ἐπιθυμία, μὴ ἀποῤῥίψης με.
Ἰησοῦ ποιμήν μου, ἀναζήτησόν με·
Ἰησοῦ Σωτήρ μου, διάσωσόν με.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Πᾶσα φύσις Ἀγγέλων ἀκαταπαύστως ἐν οὐρανοὶς δοξάζει τὸ πανάγιον Ὄνομά σου, Ἰησοῦ, τὸν Τρισάγιον ὕμνον ἀναβοώσα· Ἅγιος, Ἅγιος, Ἅγιος· ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ ἐπὶ γῆς, χοϊκοὶς χείλεσι ψάλλομεν·
Ἀλληλούια.
Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμέν ἐπί σοι, Ἰησοῦ Σωτὴρ ἡμῶν· ἀπορούσι γὰρ λέγειν το πὼς εἰ ἀναλλοίωτος Θεὸς καὶ τέλειος ἄνθρωπος· ἡμεῖς δὲ τὸ φρικτὸν μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Ἰησοῦ Θεὸς θεῶν·
Ἰησοῦ Βασιλεὺς βασιλευόντων.
Ἰησοῦ Κύριος κυριευόντων·
Ἰησοῦ κριτᾶ νεκρῶν καὶ ζώντων.
Ἰησοῦ ἐλπὶς ἀπηλπισμένων·
Ἰησοῦ παράκλησις πενθούντων.
Ἰησοῦ πεντήντων προμήθεια·
Ἰησοῦ μὴ καταδικάσης μὲ κατὰ τὰ ἔργα μου.
Ἰησοῦ κάθαρόν με κατὰ τὸ ἔλεός σου·
Ἰησοῦ διασκέδασον τὴν ἀκηδίαν μου.
Ἰησοῦ φώτισον τοὺς διαλογισμοὺς τῆς καρδίας μου·
Ἰησοῦ μνήμην θανάτου μοὶ δώρησαι.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Σῶσαι θέλων τὸν κόσμον, ἀνατολὴ ἀνατολῶν, εἰς δύσιν ζοφώδη τῆς ἐσκοτισμένης ἡμῶν φύσεως ἐλθών, μέχρι θανάτου ἐταπείνωσας σαυτόν· διὸ τὸ ὄνομά σου, ὑπὲρ πᾶν ὄνομα ὑπερυψοῦται καὶ παρὰ πάσης φύσεως οὐρανίου καὶ ἐπιγείου ἀκούεις·
Ἀλληλούια.
Τεῖχισον ἡμᾶς ἀγίοις σου ἀγγέλοις Χριστὲ Σωτὴρ ἡμῶν, ὁ Πατὴρ τοῦ μέλλοντος αἰῶνος, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλίδος, ὥσπερ πάλαι ἐκαθάρισας τοὺς δέκα λεπρούς, καὶ ἴασαι ἡμᾶς καθάπερ ἰάσω τὴν τοῦ τελώνου Ζακχαίου φιλάργυρον ψυχήν, ὅπως κατανύξει βοῶμέν σοι·
Ἰησοῦ θησαυρὲ ἀσφαλέστατε·
Ἰησοῦ πλοῦτε ἀδαπάνητε.
Ἰησοῦ πόσις ἀνεξάντλητος·
Ἰησοῦ τῶν γυμνῶν περιβολή.
Ἰησοῦ τῶν χηρῶν ἡ ἀντίληψις·
Ἰησοῦ ὀρφανῶν ὁ προστάτης.
Ἰησοῦ καταπονουμένων ὑπέρμαχος·
Ἰησοῦ ὁδοιπόρων συνοδίτης.
Ἰησοῦ τῶν πλεόντων κυβερνήτης·
Ἰησοῦ λιμὴν χειμαζομένων εὔδιος.
Ἰησοῦ ἀνάστησόν με παραπεσόντα.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Ὕμνον ἐν κατανύξει προσφέρῳ σοι ὁ ἀνάξιος ἐγώ, καὶ βοῶ σοὶ ὥσπερ ἡ Χαναναία· Ἰησοῦ ἐλέησόν με· οὐ θυγάτριον, ἀλλὰ σάρκα κέκτημα δαιμονώσαν δεινῶς καὶ τῷ θυμῷ φλεγομένην· διὸ παράσχου μοι τὴν ἴαση βοώντι σοι·
Ἀλληλούια.
Φωτοπάροχον φῶς, τὸ λάμψας τοὶς ἐν σκότει τῆς ἀγνωσίας, ὁ πρὶν διώκων σὲ Παῦλος ἐλλαμφθεῖς τῷ φωτί σου καὶ κατανοῶν τὴν δύναμιν τῆς θεοσόφου σου φωνῆς, καταπράϋνε τὴν ὁρμὴν τῆς ἑαυτοῦ ψυχῆς· οὕτω κἀμοῦ φώτισον τὰ ὄμματα τῆς ἐσκοτισμένης μου ψυχῆς, τοῦ βοῶντος τοιαύτα·
Ἰησοῦ Βασιλεῦ πανσθενέστατε·
Ἰησοῦ Θεὲ παντοδύναμε.
Ἰησοῦ Παντοκράτορ ἀθάνατε·
Ἰησοῦ Δημιουργέ μου ὑπερδόξαστε.
Ἰησοῦ ὁδηγέ μου ἀγαθώτατε·
Ἰησοῦ ποιμὴν εὐσπλαγχνικώτατε.
Ἰησοῦ Δέσποτα πολυέλεε·
Ἰησοῦ Σωτήρ μου φιλανθρωπότατε.
Ἰησοῦ φώτισόν μου τὰς αἰσθήσεις σκοτισθείσας τοὶς πάθεσιν·
Ἰησοῦ ἴασαι τὸ σῶμά μου λελωβημένον ταῖς ἀμαρτίαις.
Ἰησοῦ καθάρισόν μου τὸν νοῦν ἀπὸ ματαίων λογισμῶν·
Ἰησοῦ φύλαξον τὴν καρδίαν μου ἀπὸ ὀρέξεων πονηρῶν.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Χάριν χάρισαι μοὶ πάντων ὀφλημάτων χρεωλύτα Ἰησοῦ μου, καὶ δέξαι με μετανοούντα ὡς ἐδέξω Πέτρον ἀρνησαμένον σε ὡς ποτὲ Παῦλον προσεκαλέσω διώκοντά σε καὶ ἐπάκουσόν μου ἀναβοῶντός σοι·
Ἀλληλούια.
Ψάλλοντές σου τὴν ἐνανθρώπησιν, ἀνυμνοῦμέν σε πάντες, καὶ πιστεύομεν σῦ τῷ Θωμᾷ ὅτι σὺ εἶ ὁ Κύριος καὶ Θεὸς ἡμῶν ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρός, καὶ μέλλων κρίναι ζῶντας καὶ νεκρούς· ἀξίωσον οὖν τότε μὲ στῆναι ἐκ δεξιῶν σου, τὸν νῦν ἀναβοώντα σοι·
Ἰησοῦ ὁ τῆς εἰρήνης Βασιλεύς, εἰρήνευσόν με·
Ἰησοῦ τὸ εὔοσμον ἄνθος, εὐωδίασόν με.
Ἰησοῦ ἡ ποθητὴ θέρμη, θέρμανόν με·
Ἰησοῦ ναὲ προαιώνιε περίθαλψόν με.
Ἰησοῦ ἠλιοστάλακτε χιτών, κόσμησόν με·
Ἰησοῦ ὁ πολύτιμος μαργαρίτης, πλούτισόν με.
Ἰησοῦ λίθε τίμιε, λάμπρυνόν με·
Ἰησοῦ ἥλιε τῆς δικαιοσύνης, ἔλλαμψόν με.
Ἰησοῦ Ἅγιον φῶς, φώτισόν με·
Ἰησοῦ νόσου ψυχῆς καὶ σώματος ἀπάλλαξόν με.
Ἰησοῦ ἐκ τῆς χειρὸς τοῦ ἀλάστορος ἐξάρπασόν με·
Ἰησοῦ ἐκ τῶν αἰωνίων βασάνων λύτρωσαί με.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Ὦ γλυκύτατε καὶ πανοικτίρμον Ἰησοῦ πρόσδεξαι ταύτην τὴν μικρὰν ἡμῶν δέησιν, ὡς ἐδέξω τὰ τῆς χήρας δύο λεπτά, καὶ τήρησον τὴν κληρονομίαν σου ἀπὸ ἐχθρῶν ὁρατῶν τὲ καὶ ἀοράτων, ἐπιδρομῆς ἀλλοφύλων, νόσου, λιμοῦ, πάσης θλίψεως, καὶ θανατηφόρου πληγῆς· καὶ λύτρωσαι μελλούσης κολάσεως, τοὺς βοῶντάς σοι·
Ἀλληλούια.
Ἀγγέλων ποιητὰ καὶ Κύριε τῶν δυνάμεων, ἄνοιξον τὸν ἄπορόν μου νοῦν καὶ τὴν γλώτταν πρὸς ὕμνον τοῦ Παναχράντου σου ὀνόματος, καθάπερ ἤνοιξας πάλαι τὴν ἀκοὴν καὶ γλώτταν τοῦ κωφοῦ καὶ μογιλάλου, τοῦ κραυγάζειν πρὸς σὲ τοιαύτα·
Ἰησοῦ πανθαύμαστε, τῶν Ἀγγέλων ἡ ἔκπληξις·
Ἰησοῦ γλυκύτατε, Πατριαρχῶν τὸ καύχημα.
Ἰησοῦ ὑπερένδοξε, βασιλέων κραταίωμα·
Ἰησοῦ παμπόθητε, προφητῶν ἡ ἐκπλήρωσις.
Ἰησοῦ ὑπερύμνητε, στερέωμα τῶν Μαρτύρων·
Ἰησοῦ ἰλαρώτατε, μοναζόντων τερπνότης.
Ἰησοῦ ὑπερεύσπλαχνε, νηστευόντων ἐγκράτεια·
Ἰησοῦ πανοικτίρμον, χαρὰ τῶν δικαίων.
Ἰησοῦ ὑπέραγνε, σωφροσύνη τῶν παρθένων·
Ἰησοῦ προαιώνιε, Σωτηρία πταιόντων.
Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.
Καὶ αὖθυς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Υπερμάχῳ.
Τῷ ὑπερμάχῳ Στρατηγῶ τοῦ ᾅδου Νικητῆ, ὡς λυτρωθεῖς ἐξ αἰωνίου θανάτου, ἀναγράφω σοὶ ὁ δοῦλός σου τὰ νικητήρια. Ἀλλ’ ὡς ἔχων εὐσπλαχνίαν ἀνερμήνευτον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Ἰησοῦ Υἱὲ Θεοῦ, ἐλέησόν με.