Χαιρετισμοί εις τον εν Αγίοις Πατέρα ημών Ιωάννη Μαξίμοβιτς Επίσκοπο Σαγκάης και Σαν Φρανσίσκο τον Θαυματουργόν

Ποίημα Ἰσιδώρας Μοναχής Αγιεροϑεϊτίσσης

«Σοφίας χάριν ὁ λαβὼν ϑεόϑεν Ἰωάννη,
σόφισον τὴν καρδίαν μου
τὰ θαυμαστά σου ἄδειν».

Ἀπολυτίκιον.
Ἦχος πλ. δ΄. Τὸ προσταχϑέν.
Τὧν στυλιτῶν ἐν τοῖς ἴχνεσι βαδίσας, καὶ ἀσκητῶν τοὺς ϑείους ἄϑλους κατορϑώσας, καὶ σαλότητος τρόπους γράψας Ἰωάννη· ἐγένου ϑείας σοφίας μυσταγωγός, καὶ στάϑμη ὑπερκοσμίου διαγωγῆς· προσευχῆς τε διδάσκαλος, καὶ συμπαϑείας κρατήρ, πρὸς ὃν πιστοὶ φϑεγγόμεϑα· Χαίροις Ῥώσσων ἐπίσκοπε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ἱεραρχίας τιμηϑεὶς τῷ ἀξιώματι, καὶ ἀληϑείας πορευϑεὶς τοῖς δικαιώμασι, ταῦτα ἔργοις σου ὑπέγραψας Ἰωάννη. Διοράσεως τῷ κάλλει λαμπρυνόμενος, καὶ ϑαυμάτων δωρεαῖς διακρινόμενος σοὶ οὖν μέλπομεν· Χαίροις Ῥώσσων ἐπίσκοπε.

Οἱ Οἴκοι.

Ἃμιλλαν ἐν τῷ βίῳ τὴν ἀρίστην ἀσκήσας, εἰς μέτρα οὐρανίων Ἀγγέλων ἐπέφϑασας σεπτὲ Ἰωἄννη (ἐκ γ), τοὺς ἄϑλους τῶν Ὁσίων ἀσκητῶν ἠρετισάμενος καὶ στέρξας στυλιτῶν τῶν πάλαι τὰς ἀριστείας, σαλότητος ἐνθέου δὲ προσγράψας τὰς ἀναβάσεις. Οὕτω Θεόν, σοφίας τὴν πηγήν, κατηύφρανας καὶ παρ᾽ ἡμῶν ἀκούεις νῦν ἐν εὐφροσύνῃ τάδε·

Χαίροις τοῦ κόσμου ἡ δαδουχία·
Χαίροις τῶν Ῥώσσων ἡ εὐκληρία.
Χαίροις τῶν Ἀρχιερέων καινοτάτη κορωνίς·
Χαίροις ἀσκητῶν τῶν πάλαι ἰσοστάϑμιος κρηπίς.
Χαίροις ὁ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ περιπατήσας·
Χαίροις ὁ σαλῶν χορείαν ἐν λαμπρότητι κοσμήσας.
Χαίροις τῆς Ῥωσσίας πύργε ἄσειστε ἐν πειρασμοῖς·
Χαίροις οἰκουμένης λύχνε ἄσβεστε ἐν ἱλασμοῖς.
Χαίροις στυλιτῶν ἁγίων ὁ ζηλώσας πολιτείαν·
Χαίροις ὁ Θεῷ προσάγων τῶν Ἀγγέλων ὑμνῳδίαν.
Χαίροις τῆς ἀγαϑωσύνης ὁ ὑπέρτατος κανών·
χαίροις ἀρετῶν παντοίων ὁ πανεύοσμος λειμών.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Βήματι ἐν ἁγίῳ παραστὰς Ἰωάννη, ὡς ϑεῖος καὶ σοφὸς Ἀρχιϑύτης, τῶν δώρων τῶν μεγάλων μετέσχες· καὶ σύναιμος Κυρίου τοῦ Θεοῦ γενόμενος, λατρείας λογικῆς ἀμέμπτως ὡς προεξάρχων, καρδίας καϑαρότητι ἑκάστοτε ἐλειτούργεις. Τὴν ἀπαρχὴν τοῦ φίλτρου σου Ἀρχιερεῖ προσέφερες τῷ Μεγάλῳ, ἀγάπης σου δεικνύων τὴν ἀκρότητα καὶ ὕμνον καϑαρὸν Χριστῷ τῷ σὲ φιλοῦντι ἄδων·

Ἀλληλούϊα.

Γλώσση τῇ ταπεινῇ σοῦ καὶ δυσήχῳ φωνῇ σου ἐδόξαζες Θεὸν Ἰωάννη τὰ ϑεῖα τοῖς πιστοῖς ἐκδιδάσκων· Μωυσῆς δὲ ὥσπερ πάλαι ὁ ὀβραδύγλωσσος, Θεὸν ἰδεῖν κατηξιώϑη ἐν τῷ Σιναίῳ, παρ᾽οὗ τοῦ νόμου πλάκας ἐν χερσὶν ἐδέξατο, οὕτω καὶ σὺ Αὐτὸν ἑώρας ἀενάως τὸν ποϑούμενον, ἐν ϑεωρίας μυστικῆς προσαναβὰς τῷ ὄρει καὶ χάριτος προσείληφας ἀντιδόσεις. Ὅϑεν σε μακαρίζοντες, ἐν ἄσμασιν βοῶμεν σοι χαριτοπλόκοις ταῦτα·

Χαίροις ἡ κέδρος τῆς Ἐκκλησίας·
Χαίροις ἡ βάσις ζωῆς ἁγίας.
Χαίροις ταπεινοφροσύνης πανσεβάσμιος εἰκών·
Χαίροις ϑεοῤῥημοσύνης φανοτάτη λαμπηδών.
Χαίροις ϑείας ἐγκρατείας στάϑμη ἡ ἀκριβεστάτη·
Χαίροις τῆς ἀκτημοσύνης ἔνδειξις ἡ πληρεστάτη.
Χαίροις ὁ Θεῷ συνάξας Ῥώσσους τῆς διασπορᾶς·
Χαίροις ὁ διασκορπίσας τῶν δαιμόνων τὰς βουλάς.
Χαίροις τῆς χρηστοεργίας ὁ ἀκάματος ἐργάτης·
Χαίροις τῶν ἐν ἀπορίᾳ ἀγαϑώνυμος προστάτης.
Χαίροις ϑείαν ἀγρυπνίαν ὁ ἀσκήσας ἐν σπουδῇ·
Χαίροις ἀκριδῆ νηστείαν ἀγαπήσας ἐκ ψυχῆς.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Δείξας τὴν πρὸς Θεόν σόυ τὸν Δεσπότην οἰκείαν καὶ ἀνόϑευτον στοργὴν Ἰωάννη, ὑπήκουσας Αὐτοῦ τῇ προστάξει· ὡς Πέτρος δὲ τὸ πρότερον, φίλτρου ἁγνοῦ εἰς πίστωσιν τὴν λογικὴν ἐποίμανε ἐκλογάδα, οὕτω καὶ σύ, Χριστῷ ἀκολουϑῶν τῷ σὲ καλέσαντι, τὰ πρόβατα Αὐτοῦ ἐποίμανας ἐν συνέσει, διδάξας πιστοῖς λόγοις καὶ ἔργοις σου ποιεῖν τὰ πρέποντα, Θεῷ δὲ τῷ ἁγίῳ ψάλλειν·

Ἀλληλούϊα.

Εἰρηναίᾳ καταστάσει χριστομόρφου σου ψυχῆς, προσωμίλεις Ἰωάννη ἀκωλύτως ἐν παντί, τῷ Θεῷ τῷ εἰρηνάρχῃ, οὗ ἠγάπας τὰς βουλάς. Καὶ Αὐτοῦ πιστὸς ὡς φίλος καὶ ἐργάτης ἀγαϑός, ἔπραττες ἐν ἐπιγνώσει τὰς ἁγίας ἐντολάς, προσδοκῶν τῆς αἰωνίου χαρμονῆς τὴν ἀμοιβήν. Καὶ ἡμεῖς οἱ σοὶ ἱκέται ἐν χαρᾷ πνευματικῇ, ἄδομέν σοι ὁμοφώνως ταῦτα ὅλης ἐκ ψυχῆς·

Χαίροις ὁ λύχνος τῆς εὐσεβείας·
Χαίροις ὁ μύστης Θεοῦ σοφίας.
Χαίροις νόμου προσταγμάτων ὁ πιστὸς ἐκπληρωτής·
Χαίροις ϑείου Διδασκάλου ἐν τῇ πράξει μαϑητής.
Χαίροις ϑεοδρόμου βίου ὁ χαράξας τὰς πορείας·
Χαίροις τοὺς πιστοὺς ἰϑύνας εἰς λιμένας σωτηρίας.
Χαίροις Ῥώσσοις ἑρμηνεύσας τὰς ἁγίας ἐντολάς·
Χαίροις νοῦς ὁ διαγνώσας τοῦ Κυρίου τὰς βουλάς.
Χαίροις ὁ τροφὴν κατ᾽ ἄμφω δεομένοις ἐπαρκέσας·
Χαίροις ὁ τρυφὴν ἁγίαν σὺν Ἀγγέλοις ὁ κορέσας.
Χαίροις ἐν μεσονυκτίῳ ἄρτον δοὺς ϑνητῇ σαρκί σου·
Χαίροις ἐν εὐχαριστίᾳ ὁ λαλὼν τῷ Ποιητῇ σου.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Ζοφεροῖς καιροῖς καὶ χρόνοις ἐν ἐσχάτοις καὶ στυγνοῖς, ὥφϑης ϑεῖε Ἰωάννη ὡς ἀστὴρ ἑωϑινὸς ἐν τῇ ἀχανεῖ Ῥωσσίᾳ καὶ ὡς δρόσος Ἀερμών, διαλύσας τὴν πικρίαν τῶν ἀϑέων δυναστῶν καὶ καινίσας τὰς καρδίας ἐν πληρότητι φωτός, πάντων τῶν ἐν εὐσεβείᾳ προσελϑόντων σοι πιστῶν. Καὶ ἡμεῖς νῦν ἐπαινοῦντες ἔργα σου τὰ φωτεινά, πίστεως ἐν διαϑέσει σὲ τιμῶμεν εὐλαβῶς καὶ Θεῷ τῷ φωτοδότῃ ψάλλωμεν καινοπρεπῶς·

Ἀλληλούϊα.

Ἠκολούθεις τῷ Κυρίῳ εὐπειϑείᾳ σῆς ψυχῆς, ἄρας τὸν Σταυρὸν ἐπ’ ὥμων Ἰωάννη ἐκ παιδός, ἀποστὰς τῶν φρονημάτων τῶν ματαίων νουνεχῶς. Ὅλον δὲ σαυτὸν ἠρνήσω, ὡς κελεύει ὁ Χριστός, τὴν καρδίαν σου ποιήσας ἱερεῖον λογικόν, ἐν ἡ τούτῳ ἐλειτούργεις ἐν αἰνέσεως φωνῇ. Καὶ ἡμεῖς ἐν ϑείας δόξης ἀϑροισϑέντες τῷ Ναῷ, ψάλλομέν σοι ἐκ καρδίας ταῦτα σοι ϑεοπρεπῶς·

Χαίροις τῆς κτίσεως εὐωδία·
Χαίροις Κυρίου ἡ μαρτυρία.
Χαίροις καινοπρεπεστάτης χάριτος μυσταγωγέ·
Χαίροις τῆς ἐπουρανίου λειτουργίας κοινωνέ.
Χαίροις ὁ διακονήσας ἐν πιστότητι Κυρίω·
Χαίροις ὁ προσκαρτερήσας Τούτου ἐν Ναῷ Ἁγίου.
Χαίροις ὁ τοῦ ἀμπελῶνος τῆς Ῥωσσίας σκαπανεύς·
Χαίροις τοῦ Εὐαγγελίου ὁ ἀκάματος σπορεύς.
Χαίροις τῆς χρηστοηϑείας τὸ ὑπέρτιμον δοχεῖον·
Χαίροις τῆς ϑεογνωσίας τὸ πληρέστατον ταμεῖον.
Χαίροις καϑαρᾶς ἀγάπης ἡ ἀϑόλωτος πηγή·
Χαίροις τῆς καλῆς ἐλπίδος ἡ ἀνέσπερος αὐγή.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Θαὐμαστοῖς σε μεγαλείοις ἀντεδόξασε Χριστός, Ὃν ἠγάπας Ἰωάννη ἐν ἁγνότητι ψυχῆς καὶ ἀδόλῳ σου καρδία διηκόνεις. ἐκτενῶς, ἔργοις δὲ χρηστοῖς ἐτίμας νόμον ἅγιον Αὐτοῦ. Ὅϑεν δόξης αἰωνίου στέφος ἔλαβες λαμπρὸν καὶ ἀγάλλει σὺν Δικαίοις ἐν σκηναῖς ϑείου φωτός, τῷ Θεῷ τῷ στεφοδότῃ ἄδων ὕμνον τὸν καινὸν καὶ σὺν στρατιαῖς Ἀγγέλων τὴν χερουβικὴν ᾧδήν·

Ἀλληλούϊα.

Ἰκανῶς πρὸς παρατάξεις ἀντετάξω τοῦ ἐχϑροῦ, ἀγρυπνίαις καὶ νηστείαις τούτων γένος σκοτεινὸν πολεμήσας Ἰωάννη ὡς κελεύει ὁ Χριστὸς καὶ νικήσας κατὰ κράτος τῶν ἐπάρσεων σειράς. Σέβοντες μετ᾽ εὐλαδείας τοὺς ἀγῶνας τοὺς μακρούς, οὒς διήνυσας ἐν βίῳ διὰ πίστιν τὴν ὀρϑήν, ἐν φωναῖς χαριστηρίοις καὶ ᾧδαῖς ὑψοποιαῖς λέγομέν σοι ὁμοφώνως ταῦτα δόξης ἐν φωνῇ·

Χαίροις διάδοχε Ἀποστόλων·
Χαίροις ὁμότροπε Διδασκάλων.
Χαίροις τοῦ χοροῦ Δικαίων ἡ περίδοξος λαμπρότης·
Χαίροις τῶν Ἀρχιερέων ἡ σεθάσμιος ἀκρότης.
Χαίροις ὁ βαδίσας τρίβον τὴν στενὴν διὰ Χριστόν·
Χαίροις ὁ οἰκῶν ἐν δόξῃ Παραδείσου πλατυσμόν.
Χαίροις φρόνημα γεῶδες τῆς σαρκὸς ὁ ἐκνικήσας·
Χαίροις ἄσκησιν ἁγίας βιοτῆς ὁ ἀγαπήσας.
Χαίροις πλάνης ὁ ξηράνας ϑείοις ἔργοις σου βυϑόν·
Χαίροις λόγοις σου διδάξας ἀληϑείας τὴν ὁδόν.
Χαίροις οἶκος τῆς Τριάδος τῆς Ἁγίας ὁ σεπτός·
Χαίροις σκήνωμα τῆς δόξης ἐν καινότητι φωτός.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Κλίμακα τῶν ϑεοσδότων καὶ ἁγίων ἐντολῶν, μετὰ ζήλου Ἰωάννη ἀναβέβηκας καλοῦ, φϑάσας εἰς τὸ ἄκρον ταύτης, εἰς σκηνὰς τοῦ οὐρανοῦ καὶ Θεῷ σου προσωμίλεις ἀκροτάτῳ ἐφετῶν, οἰκειότητος μετέχων ὡς υἱὸς ἀγαπητός. Τῇ οἰκείᾳ διαλέκτῳ ὁμιλοῦντες καὶ ἡμεῖς, ὡς ὁμόγνωμοι τῇ πίστει, ὡς ἐχόμενοι ἐλπίδος, ὡς ἀγάπης κοινωνοί, καὶ κοινοὶ ὡς στρατιῶται παρατάξεως Χριστοῦ, ψάλλομεν ὁμοῦ
συμφώνως νικητήριον ῳδήν·

Ἀλληλούϊα.

Λύμην πᾶσαν τῆς κακίας ἀπεδίωξας μακράν, καρτερίᾳ ὑπομείνας τὰ τοῦ βίου λυπηρὰ καὶ βαστάσας ἀδελφῶν σου βάρη πάντα ἐν χαρᾷ Ὅϑεν τὸ τοῦ Ἀποστόλου λόγιον πεπληρωκώς, γέγονας Θεοῦ ἀγάπης φύλαξ καὶ ἐγγυητής, Τούτου δὲ τῆς Βασιλείας Ἰωάννη κοινωνὸς καὶ τῶν αἰωνίων δώρων κληρονόμος εὐκλεής. Πᾶσας σου τὰς ἀριστείας μακαρίζοντες καὶ νῦν, οἱ ἱκέται σου βοῶμεν ἐκ βαϑέων σοι ψυχῆς·

Χαίροις ὁ λύχνος τῆς εὐποιΐας·
Χαίροις ὁ στῦλος τῆς ἀληϑείας.
Χαίροις ὁ πιστοποιήσας τοῦ Θεοῦ πολλὴν ἰσχύν·
Χαίροις ὁ ἐκμηδενίσας τῶν δαιμόνων τὴν πληϑύν.
Χαίροις ῥάδδῳ ὁ ποιμάνας Ῥώσσους τῆς διασπορᾶς·
Χαίροις τῷ Θεῷ συνάξας πρόβατα τὰ λογικά.
Χαίροις ὁ ἐν ἀσϑενείαις δοὺς Κυρίῳ σου τὴν δόξαν·
Χαίροις ἐν εὐχαριστίαις σὴν καρδίαν ἀναλώσας.
Χαίροις ἀρχιερατείας ὁ χρισϑεὶς τῷ ϑείῳ μύρῳ·
Χαίροις ὁ κατακαλύνας τοῦ Θεοῦ ἅγιον κλῆρον.
Χαίροις ὁ εὐωδιάζων τῶν χαρίτων ταῖς ὀδμαῖς σου·
Χαίροις ὁ ἐπιστηρίζων πάντας ϑείαις προσευχαῖς σου.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Μάρτυς τοῦ Χριστοῦ ἐγένου συνειδήσει καϑαρᾷ, πᾶσας ἐντολὰς τηρήσας Ἰωάννη ἀκριβῶς καὶ Βαπτίσματος μὴ χῥάνας τὸν χιτῶνα τὸν λευκόν, ἀλλὰ τοῦτον ἀποδώσας τῷ Δεσπότῃ σου λαμπρόν, ἐν ἱδρῶσι σου τιμίοις στολισϑέντα ἱερῶς. Ὅϑεν σὺν χοροῖς Μαρτύρων, σὺν Ὁσίων στρατιαῖς, σὺν Ἱεραρχῶν τοῖς δήμοις καὶ σὺν τάξεσι σεπταῖς τῶν Ἀγγελικῶν ταγμάτων, ὕμνον ψάλλεις ἐκτενῶς τῷ Θεῷ τῷ ἐν Τριάδι καὶ οὐράνιον ᾧδήν·

Ἀλληλούϊα.

Νείλος ὥσπερ ἄλλος βλύζεις ἀπειράριϑμον πληϑὺν τῶν ϑαυμάτων Ἰωάννη καϑ᾽ ἑκάστην τοῖς πιστοῖς, τοῦ Θεοῦ ἀποκαλύπτων παντοδύναμον ἰσχὺν καὶ καϑυπογράφων Τούτου τὸ πολὺ ἐν οἰκτιρμοῖς. Ὅϑεν πάντες ἐν αἰνέσει τῶν ϑαυμάτῶν σοῦ σειρᾶς ἄδομεν ἐν εὐφροσύνῃ, δόξαν νέμοντες Θεῷ τῷ ἐν σοὶ τερατουργοῦντι καὶ ποιοὔντι τὰ φρικτά, ἅμα δὲ εὐχαριστίας λέγομέν σοι ἐν φωναῖς·

Χαίροις ὁ ἄριστος ἐν ἀγῶσιν·
Χαίροις ἀκάματος ἐν ἱδρῶσιν.
Χαίροις τῆς ϑαυματουργίας ὁ ἀείῤῥους ποταμός·
Χαίροις πρὸς τὸν Παντουργέτην ἡμῶν πάντων ἱλασμός.
Χαίροις τῶν ἐν ἀπορίᾳ συμπαϑέστατος Πατήρ·
Χαίροις τῆς εὐσυμπαϑήτου ἱλαρότητος κρατήρ.
Χαίροις πόλις ἐπὶ ὄρους τοῦ ἁγίου ἱσταμένη·
Χαίροις φῶς Εὐαγγελίου τοῖς ἐν γῇ παρεχομένη.
Χαίροις τῆς ϑεοσεβείας ὁ ἀκλόνητος στυλίτης·
Χαίροις πίστεως ἁγίας ὁ ἀστράπτων μαργαρίτης.
Χαίροις τῶν ϑαλαττευόντων ἐν ὀδύναις ὁ λιμήν·
Χαίροις Ῥώσσων ἐν ἡμέραις δυσχερείας ὁ ποιμήν.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Ξἕνους πάντας Ἰωάννη ἐν ἁπλότητι ψυχῆς καὶ φιλαδελφείας τρόποις διηκόνεις ἀγαϑῶς, τοῦ Δεσπότου σου ὑπείκων τῇ πρωτίστῃ ἐντολῇ καὶ πιστοὺς τῇ σῇ ἀγάπῃ τῷ Θεῷ συναγαγών. Πᾶσιν οὖν ἡμῖν ἐγένου τύπος καὶ ὑπογραμμός, ὑπεμφαίνων ἐν τοῖς ἔργοις τοῖς ἁγίοις σου τὸ φῶς, ὁ Χριστὸς ἐστὶ τῷ κόσμῳ. Καὶ πρὸς τοῦτο ὁδηγῶν ἀπλανεῖ χειραγωγείᾳ Ἱεράρχης ὡς σοφός, εἰς δοξολογίαν πάντας παραινεῖς τοὺς γηγενεῖς, τοῦ προσάδειν ἀπροσκόπτως τῷ Θεῷ τῷ φωτουργῷ ὕμνον μετ᾽ εὐχαριστίας καὶ τὴν ἄληκτον ᾧδήν·

Ἀλληλούϊα.

Οὑρανὸς καϑάπερ ἄλλος ἔμψυχος καὶ λογικός, διηγεῖσαι Ἰωάννη μεγαλεῖα τοῦ Θεοῦ καὶ τὴν ὑπερτάτην δόξαν καὶ τὴν δύναμιν Αὐτοῦ. Μαϑητεύοντες ἐν πίστει καὶ ἡμεῖς σαῖς διδαχαῖς καὶ προκόπτοντες εὐχαῖς σου ἐν ταῖς ϑείαις ἐντολαῖς, τῷ Θεῷ τῷ Νομοδότῃ δόξαν νέμομεν ἀεί· σοὶ δὲ τῷ πιστῷ ἐργάτῃ καὶ ϑεράποντι Αὐτοῦ, οἰκονόμῳ τε ἀξίῳ κληρουχίας τῆς Αὐτοῦ, ὕμνον ψάλλομεν ἀξίως λέγοντες μιᾷ φωνῇ·

Χαίροις τὸ κλέος Ἀρχιερέων·
Χαίροις ὁ ἔπαινος τῶν Δικαίων.
Χαίροις τῆς αὐλῆς Κυρίου ἡ κατάκαρπος ἐλαία·
Χαίροις πίστεως τιμίας ἡ ϑεόγραφος σημαία.
Χαίροις ἄνερ ϑελημάτων ἱερῶν ἐκπληρωτά·
Χαίροις Πάτερ τῶν πενήτων πρόϑυμε προασπιστά.
Χαίροις τῆς ϑεολογίας περισπούδαστος υἱός·
Χαίροις τῆς ϑεογνωσίας ὁ γλυκύτατος καρπός.
Χαίροις κρήνη ἡ πληροῦσα τοὺς ἐν δίψει τηκομένους·
Χαίροις νέκταρ τὸ εὐφραῖνον τοὺς δεινοῖς κεκρατημένους.
Χαίροις τῆς ἀφϑάρτου δόξης ὁ μεγάλος ἀριστεύς·
Χαίροις τῶν φϑορᾷ πεσόντων ϑεοφόρος προνομεύς.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Παραμύθιον ἐγένου Ἰωάννη τοῦ λαοῦ, ἀϑυμίαν ἐκδιώκων ἐκ τῶν καρδιῶν αὐτῶν τῇ ἁπλότητι σῶν λόγων καὶ σοφαῖς σου διδαχαῖς, ἐν ἀγάπῃ πρὸς τοὺς πάντας ἀληϑεῖ διατελῶν. Ἅμα τε καὶ βακτηρία γέγονας τῶν ἀσταϑῶν, ἐν τῷ φόβω τοῦ Κυρίου σταϑερῶς διακρατῶν καὶ στηρίζων τοὺς ἐν ζάλῃ κλονουμένους τῶν δεινῶν. Ταῖς καλαῖς σου ὑποθήκαις στηριχϑέντες καὶ ἡμεῖς, ἄσμασιν ἐπευφημοῦμεν τῶν ἐπάϑλων σου σειρὰς καὶ βοῶμεν εὐχαρίστως τῷ Θεῷ ὠδὴν φωτός·

Ἀλληλούϊα.

Ῥεῦμα ματαιοφροσύνης τῇ πληρότητι σοῦ βίου κατεξήρανας εἰς τέλος ταπεινόφρον Ἰωάννη καὶ ἐν πλησμονῇ μετέσχες ἀγαϑῶν τῶν αἰωνίων. Τῷ Κυρίῳ γὰρ πιστεύσας ἐν ἀμεταϑέτῳ γνώμη, ἔλαβες τὸν ὑπερπλήρη ποταμὸν τῶν χαρισμάτων, ὡς ὑπέσχετο Ἐκεῖνος δοῦναι τοῖς πιστοῖς πλουσίως, ῥέοντα ἐκ τῆς κοιλίας τῆς ψυχῆς σου ἀκωλύτως. Τῶν ναμάτων ὅϑεν τούτων μετασχεῖν ἐπιποϑοῦντες, οἱ τιμῶντες σου τὴν μνήμην τὴν σεπτὴν ἐν εὐλαβείᾳ, τὰς πρὸς Κύριον λιτάς σου ἐξαιτούμεϑα βοῶντες ταῦτα σοι ἐν ἁρμονίᾳ·

Χαίροις ὁ φίλος τοῦ σοῦ Νυμφίου·
Χαίροις ὁ λύχνος τοῦ σοῦ ποιμνίου.
Χαίροις ὁ ἐν ἐγρηγόρσει τὴν ψυχήν σου ἑτοιμάσας·
Χαίροις προσευχῆς ἐλαίῳ τὴν λαμπάδα ὁ ἀνάψας.
Χαίροις ἀκροτάτου βίου τύπος καὶ ὑπογραμμός·
Χαίροις ϑείας ϑεωρίας νοῦς ὁ πάνυ ἱερός.
Χαίροις ὁ ἐν τῇ ἀγάπη τῇ τελείᾳ διαπρέψας·
Χαίροις ὁ ἐν ταπεινώσει τῇ ἁγίᾳ ἀριστεύσας.
Χαίροις τῶν Ἀγίων πάντων ὁ λαμπρύνας τὰς χορείας·
Χαίροις τῶν Ἀγγέλων φϑάσας τὰς ἀύλους στρατηγίας.
Χαίροις κλέος τῆς Ῥωσσίας ἐν δυστήνοις τοῖς καιροῖς·
Χαίροις. κάλλος Ἐκκλησίας ἐν υἱοῖς τοῖς ἐκλεκτοῖς.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Σαλῶν ἐνθέους τρόπους ἐζήλωσας καλῶς καὶ εἰς γῆν κατέῤῥιψας κακίας σοφιστήν, τὸν Θεὸν δὲ ηὔφρανας σοφίας τὴν πηγήν, Ἰωάννη ὅσιε σεπτὲ Ἀρχιερεῦ. Δι’ Αὐτόν γὰρ γέγονας τῷ πνεύματι πτωχὸς καὶ ἀξίως ἔτυχες πολλῶν μακαρισμῶν, ἐν φωτὶ δὲ ὥκησας, ὡς Χριστὸς ὑπέσχετο, Βασιλείαν ἄληκτον τὴν τῶν Οὐρανῶν. Ἐν ἥ αἰωνίου δόξης μετασχών, σὺν τοῖς ἐκλεκτοῖς, τῆς χαρᾶς τὴν αἴνεσιν προσφωνεῖν ἠξίωσαι, ψάλλων ἐκτενῶς τῷ παντουργῷ Θεῷ·

Ἀλληλούϊα.

Τριάδος τῆς ἁγίας ὑπέρμαχος τελῶν, τὰς βουλὰς κατήσχυνας ἀϑέων δυσσεβῶν καὶ Ἁγίων ὕψωσας τὴν μνήμην τὴν σεπτήν, ὧν τοὺς ἄϑλους ἔστερξας ἑπόμενος καλῶς καὶ τιμῶν τοῖς ἔργοις σου αὐτῶν τὴν ὄὀιοτήν. Καὶ ἡμεῖς τιμῶντές σου ἐν ἄσμασι. καινοῖς, Ἰωάννη πάνσεπτε τὰς πλείστας ἀρετάς, ἃς Θεῷ προσήγαγες ὡς ϑείαν ἀπαρχήν, δόξαν τούτῳ νέμομεν ὡς δοῦλοι ταπεινοὶ καὶ σοὶ πόϑῳ λέγομεν τοιάδε ἐκτενῶς·

Χαίροις ὁ ϑύτης ἐν εὐλαβείᾳ·
Χαίροις ὁ πρέσβυς ἐν παῤῥησίᾳ.
Χαίροις ϑείων ἀγγελμάτων ὁ πιστὸς ἐκπληρωτής·
Χαίροις νόμου προσταγμάτων ὁ ἐχέφρων τηρητής.
Χαίροις τῆς ϑεολογίας ἐν τῇ πράξει ὑπηρέτης·
Χαίροις τῆς φιλοσοφίας τῆς ὑψίστης νομοϑέτης.
Χαίροις ὁ πολλοὺς διδάξας Οὐρανοῦ τὴν ϑείαν τάξιν·
Χαίροις ἔργον ὁ ποιήσας τὴν ἀνόϑευτον ἀγάπην.
Χαίροις ἄνω σὴν καρδίαν μεταϑέσας ἐν συνέσει·
Χαίροις τῶν ματαίων πάντων ἀποστὰς ἐν ἐπιγνώσει.
Χαίροις τῆς δικαιοσύνης περισπούδαστος υἱός·
Χαίροις τῆς ϑεοπειϑείας ὁ καλλίκαρπος βλαστός.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Ὑπηρέτης τοῦ Κυρίου γέγονας ἐν τῷ Ναῷ, Τούτῳ νέμων Ἰωάννη τὰς λατρείας ἐκτενῶς, ὡς τῇ τάξει τῇ ἁγίᾳ ἔννομος Ἀρχιερεὺς καὶ τῷ ὕψει σῆς καρδίας ἄγγελος μετὰ σαρκός. Τῆς ἐνθέου λειτουργίας μετασχὼν ἐν οὐρανοῖς, ἔνϑα τάξεις τῶν Ἀγγέλων λιτανεύουσι Θεῷ καὶ λατρεύουσιν ἀπαύστως δόξαν ψάλλοντες Αὐτῷ, ὕμνον προσφωνεῖς συμφώνως τὸν Τρισάγιον Θεῷ, προσκαλεῖς δὲ πάντας ἅμα τοῦ συμψάλλειν τὴν ᾧδήν·

Ἀλληλούϊα.

Φῶς φωτὸς ἐξ ἀνεσπέρου Ἰωάννη προσλαβών, φαίνεις πᾶσι τοῖς ἐν σκότει τὴν ἀνέκλειπτον χαρὰν καὶ χειραγωγεῖς πρὸς τρίβον τὴν εὐϑείαν τῆς ζωῆς, ἔνϑα οὐ προσκύπτει ὅστις τῷ Κυρίῳ πειϑαρχεῖ. Καὶ ἡμεῖς τῶν φωτεινῶν σου ἔργων τὴν λαμπρὰν πληϑύν, καϑορῶντες χαρμοσύνως μέλπομεν τὰ ϑαυμαστὰ τῆς τελείας πολιτείας, ἣν μετῆλϑες ἐν φωτὶ καὶ φωνοῦμεν ἐν πληρώσει ταῦτα σοι χαρμονικῶς·

Χαίροις Κυρίου ὁ ὑπηρέτης·
Χαίροις ἐχϑίστου ὁ καϑαιρέτης.
Χαίροις Πνεύματος Ἁγίου τὸ πολύτιμον δοχεῖον·
Χαίροις ϑείων δωρημάτων τὸ πληρέστατον ταμεῖον.
Χαίροις τοῦ φωτὸς τὰ ἔργα ὁ ἐν βίῳ σου ποιήσας·
Χαίροις τρίβον τὴν εὐθείαν ἀπροσκόπτως βηματίσας.
Χαίροις ὁ ἐν εὐχερείᾳ τοὺς Ὁσίους ἀντιγράψας·
Χαίροις ὁ ἐν εὐφροσύνῃ οὐρανοὺς ἐξιχνιάσας.
Χαίροις τῆς καλῆς στρατείας ὁ τελέσας τὴν πορείαν·
Χαίροις τῶν ἀγνῶν καμάτων ὁ λαβὼν τὴν παγκαρπίαν.
Χαίροις Ῥώσσων εὐσεβούντων ἡ σεβάσμιος μορφή·
Χαίροις τῶν πιστῶν ἁπάντων γαληνόμορφος πνοή.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Χρισϑεὶς ἱερατείας τῷ μύρῳ τῷ σεπτῷ, Κυρίου Ἰωάννη εἰς τόπον ἱερὸν καὶ τύπον ἔστης τούτου δειχϑεὶς Ἀρχιερεύς, κοσμήσας ϑρόνους δύο Ῥώσσων Διασπορᾶς. Τούς ἄρνας δὲ ποιμάνας Χριστοῦ τοὺς λογικούς, εἰς τόπον χλόης ϑείας, ὑδάτων εἰς πηγάς, ἐξέϑρεψας γνησίως ἐν ἄρτῳ ζωτικῷ καὶ ἔσβεσας τὴν δίψαν· ἐν ὕδασι ζωῆς, αὐτῶν ψυχὰς ποιήσας ἀντὶ φϑαρτῶν καινάς. Γηϑόμενοι οὖν πάντες, υἱοὶ ὡς εὐπειϑεῖς, ἐν ἐπιγνώσει πλήϑους χρηστῶν σοῦ δωρεῶν, ὡς προσφορὰν ϑυσίας βοῶμεν τῷ Θεῷ ἐν ἐκτενεῖ αἰνέσει ῳδὴν ἀγγελικήν·

Ἀλληλούϊα.

Ψυχήν σου τὴν ἁγίαν, χερσὶ τοῦ πλαστουργοῦ Θεοῦ σου ἐναπέϑου, ὡς δίκαιος υἱός, κερδίσας Ἰωάννη τὸν κλῆρον τῆς ζωῆς. Ἀφϑάρτων κοινωνήσας ἐν δόξῃ ἀγαϑῶν, ἃ πρὸ αἰώνων πάντων ἡτοίμασε Πατήρ, Τριάδος τῆς ἁγίας τῷ Θρόνῳ τῷ σεπτῷ, παρίστασαι πρεσβεύων ἀεὶ ὑπὲρ ἡμῶν. Ὡς πένητες ἱκέται ἐστῶτες καὶ ἡμεῖς, τὴν σὴν μεγαλωσύνην ὑμνοῦμεν πρεπωδῶς, βοῶντες σοι τοιάδε φωναῖς ὑψοποιαῖς·

Χαίροις φερώνυμε τοῦ Ἀγγέλου·
Χαίροις ὁμώνυμε τοῦ Προδρόμου.
Χαίροις λειτουργὲ μεγάλε τῆς λαμπρότητος Κυρίου·
Χαίροις ϑεωρὲ τῆς δόξης καὶ φωτὸς τοῦ αἰωνίου.
Χαίροις τῶν ἐν ἀσϑενείαις συμπαϑέστατος ἀκέστωρ·
Χαίροις τῶν ἐν ταῖς ἀνάγκαις τῆς πενίας ἀντιλήπτωρ.
Χαίροις ἐν ἀγαϑωσύνῃ τὰς πορείας σου εὐϑύνας·
Χαίροις ἀγαϑῶν ποιμένων τὰ συστήματα φαιδρύνας.
Χαίροις τῆς χρηστῆς ἐλπίδος ὁ λαβὼν τὰς ἀντιδόσεις·
Χαίροις τῷ Ὑπεραγάϑῳ δοὺς ψυχῆς ὁλοκαρπώσεις.
Χαίροις ποταμὸν ϑαυμάτων ἐξ ἀφϑάρτου σκήνους βλύζων·
Χαίροις ϑησαυρὸν ἐλέους τοῖς τιμῶσι σε ὁ δίδων.

Χαίροις Ῥώσσων ἐπίσκοπε.

Ὢ πανίερε Πάτερ, Ὁσίων καὶ Δικαίων τὸ στέφος, κλεινῶν Ἱεραρχῶν τε ἡ δόξα (ἐκ γ᾽), ὁ ἐν τῇ σῇ σοφῇ σαλότητι Θεὸν τὸν πάνσοφον ἐν μετοχῇ ἐγγίσας καὶ ἐν στεῤῥᾷ ἀσκήσει σου ἐχϑρὸν τὸν δόλῖον νικητικῶς συντρίψας ὁ στυλιτῶν τῶν πάλαι τοὺς ἀγῶνας τοὺς καλοὺς ζηλώσας, Ἀρχιερέων δὲ τῶν ϑείων τῇ ὁδῷ ἑπόμενος ἐν εὐπειϑείᾳ, ὧν καὶ σεμνύνεις τὴν ὁμήγυριν ἐν χρόνοις τοῖς ὑστάτοις τῆς δυσχερείας, ποιμάνας Ῥώσσους τῆς Διασπορᾶς ἐν ἁγιότητι καὶ λάμπων ἐν ἀφϑαρσίᾳ τοῦ σοῦ λειψάνου, ἐξ οὗ ἰάσεις βλύζουσιν ποταμηδὸν ἑκάστῳ τῷ σὲ καλοῦντι· δέξαι ἐκ στειρευούσης διανοίας αἴνεσιν καὶ ὕμνον καρδίας μου χερσωϑείσης, καινὴν καὶ καρποφόρον ποιῶν ταύτην ἱκεσίαις σου, τοῦ ψάλλειν Θεῷ αἰτίῳ καλῶν ἁπάντων ἀδιαλείπτως·

Ἀλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ἱεραρχίας τιμηϑεὶς τῷ ἀξιώματι, καὶ ἀληϑείας πορευϑεὶς τοῖς δικαιώμασι, ταῦτα ἔργοις σου ὑπέγραψας Ἰωάννη. Διοράσεως τῷ κάλλει λαμπρυνόμενος, καὶ ϑαυμάτων δωρεαῖς διακρινόμενος σοὶ οὖν μέλπομεν· Χαίροις Ῥώσσων ἐπίσκοπε.

Πρὸ δὲ τοῦ δι᾽ εὐχῶν, τὸ ἀκόλουϑον.

Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πηγὴν ἀϑάνατον, Χριστὸν ἐπέγνωκας, τούτῳ ἑπόμενος, ψυχῆς εὐθύτητι, Ἀρχιερεὺς κατασταϑείς, τῶν Ῥώσσων ὦ Ἰωάννη· στέρξας τὴν ἐγκράτειαν, καὶ σαλῶν τὴν ταπείνωσιν· γράψας κατορϑώματα, στυλιτῶν ἐν πιστότητι· διὸ ἐκ τοῦ ἀφϑάρτοῦ σοῦ σκήνους βλύζει ϑαυμάτων πλείστη χάρις.

Δίστιχα Ἀκροτελεύτια·
Τὴν λειτουργίαν δέχου μου τῶν ὕμνων Ἰωάννη,
ὁ λειτουργήσας τῷ Θεῷ ὡς Ῥώσσων Ἀρχιϑύτης,
νῦν δὲ Ἀγγέλοις συνωδὰ ὕμνον ἀπαύστως ἄδεις,
ὑμνῶν τὸν Ὑπερύμνητον Θεὸν εἰς τοὺς αἰῶνας,
Ὃν εὐμενῆ πρεσβείαις σου ποίησον σοῖς ἱκέταις,
ἐν ὕμνων τούτων προσφοραῖς φϑέγγεται Ἰσιδώρα.

Θαυμάτων σου ταῖς χάρισι πλῆσον μου τὴν καρδίαν,
συνάμα πόϑω ἐκβοᾷ Γεώργιος ἱκέτης,
τὰ θαυμαστὰ τοῦ δίου σου ἄδειν ἐπιποϑήσας,
καὶ χαίροις σοι ἀναφωνῶν ἀπαύστως Ἰωάννη.

Ὁμοῦ τοὺς μεγαλύνοντας σὴν μνήμην ἐν αἰνέσει,
μεγάλης δόξης ποίησον μετόχους εἰς αἰώνας,
εὐχαῖς σου πρὸς Ὕψιστον ἀπαύστοις Ἰωάννη,
ἵνα φωτὸς οἰκήσωμεν σκηνώσεις μετ᾽ Ἀγγέλων,
Πατρί, Υἱῷ καὶ Πνεύματι νέμοντες τὴν λατρείαν.

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Ιωάννη Μαξίμοβιτς Επίσκοπο Σαγκάης και Σαν Φρανσίσκο τον Θαυματουργόν

Χαιρετισμοί εις τον εν Αγίοις Πατέρα ημών Ιωάννη Μαξίμοβιτς Επίσκοπο Σαγκάης και Σαν Φρανσίσκο τον Θαυματουργόν

Ποίημα Αρχίμ. Αγαθαγγέλου Νικολαίδη

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῶν Ὁσίων ἀσκητῶν τὸ ἐγκαλλώπισμα, Ἀρχιερέων δὲ Ἁγίων ἰσοστάσιον, ἀνυμνοῦμέν σε πανόλβιε Ἰωάννη· τῶν Ἁγίων γὰρ ἁπάντων ὥσπερ μέλισσα, ἐτρυγήσω ἀρετὰς καὶ κατεσκεύασας, μέλι πάντιμον· Χαίροις Ἁγίων ἀκροθίνιον.

Ἄνοιξόν μοι τὸ στόμα, ἐπαξίως ὑμνῆσαι, Ἰωάννη τῶν καμάτων σου γέρα (εκ γ΄), ἀγγελικῶς γὰρ βιώσας ἐν γῇ, πῶς ἐξισχύσω ἐξειπεῖν ἅπαντα; Θάμβει πολλῷ δὲ συνεχόμενος, κραυγάζω σοι τοιαῦτα·

Χαῖρε, χαρὰ τῆς ἐμῆς καρδίας·
χαῖρε, τρυφὴ τῶν παρόντων στίχων.
Χαῖρε, τῆς Ῥωσσίας βλαστὸς εὐθαλέστατος·
χαῖρε, Ἐκκλησίας καρπὸς εὐωδέστατος.
Χαῖρε, τεῖχος τὸ ἀκράδαντον, ταῖς δαιμόνων προσβολαῖς·
χαῖρε, ἔλαφος ὠκύδρομος, ὄφεις κτείνουσα ποσί.
Χαῖρε, ὅτι Ἀγγέλων τὰς χορείας ζηλώσας·
χαῖρε, ὅτι δαιμόνων τὰς παγίδας διέδρας.
Χαῖρε, Μαρτύρων γέρα δραξάμενος·
χαῖρε, Θεοῦ τὴν χάριν δεξάμενος.
Χαῖρε, νοσούντων ταχὺς ἀντιλήπτωρ·
χαῖρε, ἀλγούντων ἀκέστωρ τυγχάνων.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Βλέπων καθαροτάτως, ὄμμασι σῆς καρδίας, προσκαίρων τὸ ἐπίπλαστον μάκαρ, ἐξ ἀπαλῶν ὀνύχων τῷ Χριστῷ, προέκρινας ἀκολουθεῖν πάντοτε· διὸ ὁλοσχερῶς ἀνατεθεὶς Αὐτῷ, ἐκθύμως ἐβόας·

Ἀλληλούϊα.

Γνῶσιν θείαν ἐδέξω, καταστήσας τὸν νοῦν σου, δεσπότην τῶν παθῶν Ἰωάννη· πάσης γὰρ ποιήσας καθαρόν, φαντασίας αἰσθητῶς Ἅγιε, σοφίας κοινωνὸς ἐγένου τῆς ἄνω· διὸ βοῶμεν·

Χαῖρε, πατὴρ ὀρφανῶν καὶ φύλαξ·
χαῖρε, προσφύγων τῶν σῶν προστάτα.
Χαῖρε, ταπεινώσεως τρόποις ὑψούμενος·
χαῖρε, ἀρετῶν ὁρμαθοῖς εὐωχούμενος.
Χαῖρε, καύχημα θεόσδοτον, τῶν Ἀγγέλων καὶ βροτῶν·
χαῖρε, κύδιστον ἀγλάϊσμα, Ὀρθοδόξων κληρικῶν.
Χαῖρε, τῶν ἀσθενούντων ἀσφαλέστατον ἄκος·
χαῖρε, ὁ ἀρετῆς κατορθώσας τὸ ἄκρος.
Χαῖρε, Χριστοῦ τὸ ζείδωρον βλάστημα·
χαῖρε, πιστῶν ἀείζωον καύχημα.
Χαῖρε, ὅτι κινδύνων ἡμᾶς ἐλυτρώσω·
χαῖρε, ὅτι ἐχθρῶν τὰς ὀρδὰς ἐτροπώσω.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Δόλιχον διανύσας, τῆς προσκαίρου ζωῆς σου, ἀκτησίᾳ καὶ ταπεινοφροσύνῃ, ἀγρυπνίαις τε καὶ χαμευνίαις σοφέ, τὴν ψυχὴν ἐκάθηρας παθῶν Ὅσιε· Ἀγγέλων οὖν χορεύεις μελῳδίαις, ἐν ὑψίστοις κράζων·

Ἀλληλούϊα.

Ἔχομεν θεοφόρε, τῶν λειψάνων σου θήκην, ἀέναον πηγὴν ἰαμάτων· τὸ γὰρ ἄφθαρτον σῶμά σου σοφέ, ἐν αὐτῇ ὁρῶντες θαυμαστῶς σπεύδομεν, καὶ ἐκ περάτων γῆς συμφώνως ἐκβοῶμέν σοι τοιαῦτα·

Χαῖρε, λαμπρὸν τῆς Ῥωσσίας θρέμμα·
χαῖρε, δεινὸν τῶν δαιμόνων τραῦμα.
Χαῖρε, τῆς Χριστοῦ ἀγαθότητος πάροχε·
χαῖρε, τῆς Αὐτοῦ ἱλαρότητος κάτοχε.
Χαῖρε, ὄρχαμε θεόσδοτε, τῶν σεπτῶν Ἱεραρχῶν·
χαῖρε, κόσμημα καὶ καύχημα, Ἱερέων εὐλαβῶν.
Χαῖρε, ὅτι εὐχαῖς σου φρυκτωρεῖς τοὺς ἐν σκότει·
χαῖρε, ὅτι πρεσβεύεις ὑπὲρ πάντων προθύμως.
Χαῖρε, Θεοῦ χαρίτων ἐξύφασμα·
χαῖρε, πιστῶν προσφύγων ἐξίλασμα.
Χαῖρε, τοῦ βίου χηρῶν τὰ τροφεῖα·
χαῖρε, πληρῶν τῶν πτωχῶν τὰ ταμεῖα.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Ζέων τῷ θείῳ πόθῳ, σεαυτὸν ἀπηρνήθης, Χριστῷ ἀκολουθήσας προφρόνως· παντευχίᾳ γὰρ καὶ ὅπλῳ τοῦ Σταυροῦ, τῶν ἐχθρῶν ἠφάνισας δεινὸν φρύαγμα· διὸ καὶ ἐκ βαθέων ἀνεκραύγαζες Θεῷ ἀπαύστως·

Ἀλληλούϊα.

Ἤρθης πρὸς θεωρίαν, ἐκ παθῶν χαμαιζήλων, ὑψώσας τὴν ψυχήν σου θεόφρον· καὶ Συνόδου ἱερῶν Πατέρων, λαβὼν ψήφους κανονικὰς Ἅγιε, Ἀρχιερέων τοὺς θώκους ἐκλέϊσας, οἱ βοῶσι ταῦτα·

Χαῖρε, Ποιμὴν λογικῶν προβάτων·
χαῖρε, θύντωρ ἡμῶν βημάτων.
Χαῖρε, τῶν πιστῶν σελαγῶν τὰ συστήματα·
χαῖρε, ὁ τῆς πλάνης ἐκτέμνων βλαστήματα.
Χαῖρε, οἴαξ ὁ πολύστροφος, διασώζων τοὺς πιστούς·
χαῖρε, ὄασις θεόσταλτος, ἀναψύχουσα βροτούς.
Χαῖρε, παραμυθία τῶν ἐν θλίψεσιν ὄντων·
χαῖρε, ἡ θυμηδία τῶν εἰς σὲ ἐλπιζόντων.
Χαῖρε, σοφίας θείας πληρέστατος·
χαῖρε, καρπῶν τοῦ Πνεύματος ἔμπλεως.
Χαῖρε, καμνόντων κυβερνήτα·
χαῖρε, ἀλγούντων χαρὰ καὶ ἀκέστωρ.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Θησαυρὸν κεκτημένη, ἡ Χριστοῦ Ἐκκλησία, τὴν θήκην σεπτῶν σου λειψάνων, κεχηνότα στόματα αἱρετικῶν, δι’ αὐτῆς στομώσασα λαμπρῶς ἔπεισε, στομφάζοντα τὸ πρίν, ὑμνεῖν καὶ κράζειν νῦν συμφώνως·

Ἀλληλούϊα.

Ἴδιον οὐκ ἐκτήσω, ἐπὶ γῆς θεοφόρε, εἰ μὴ τὸν Χριστὸν Ἰωάννη· ἀκτησίας γὰρ ἐλευθερίαν ἐσχηκώς, ὑψιπέτης ὤσπερ ἀετὸς γέγονας, κατεποπτεύων οὐρανόθεν ἡμᾶς τοὺς βοῶντάς σοι ταῦτα·

Χαῖρε, ἐπόπτα τῆς θείας δόξης·
χαῖρε, διόπτα ἀῤῥήτου φέγγους.
Χαῖρε, Ὀρθοδόξων δογμάτων ὁ θέμεθλος·
χαῖρε, οὐρανίων δραγμάτων ὁ πάροχος.
Χαῖρε, σύνοικε καὶ σύσκηνε, τῶν ἁγίων Ἀσκητῶν·
χαῖρε, σύμψηφε καὶ σύνοχε, τῶν σεπτῶν Ἱεραρχῶν.
Χαῖρε, τῆς ἀκτησίας ἡ πολύολβος κτῆσις·
χαῖρε, τῆς ἀθυμίας ἡ θεόσδοτος λύσις.
Χαῖρε, ὁ λύων βρότεια πταίσματα·
χαῖρε, ὁ παύων δαιμόνων φρυάγματα.
Χαῖρε, Χριστοῦ Ἐκκλησίας κοσμήτωρ·
χαῖρε, σοφὲ Θεοτόκου ὑμνήτωρ.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Κῆρυξ φωτοχυσίας, τῆς ἀΰλου ἐγένου, ἐγγίσας τῷ Θεῷ μυστιπόλε· σεπτῶν δὲ φοιτητῶν σου τὸν χορόν, ὁδηγεῖς πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, οἳ ὁμοθυμαδὸν σὺν σοὶ τῷ Σωτῆρι βοῶμεν·

Ἀλληλούϊα.

Λίαν ἐξουδενώσας, σεαυτὸν θεηγόρε, τῶν καλῶν ἐμιμήσω τοὺς τρόπους· περὶ γὰρ μεγαλωσύνης τοῦ Θεοῦ, ἀξίως διαλέγεσθαι, οὕτως ἐξίσχυσας· διὸ σὲ θεηγόρε, κατὰ χρέος ἐκβοῶμεν ταῦτα·

Χαῖρε, λαμπρὸν Ἐκκλησίας κύδος·
χαῖρε, στεῤῥὸν μοναζόντων τεῖχος.
Χαῖρε, τῶν πιστῶν ὁδηγὸς ἀσφαλέστατος·
χαῖρε, τῶν πτωχῶν πλουτιστὴς προμηθέστατος.
Χαῖρε, ὄρχημα καὶ μέλισμα, τὸ ἐμπνέον τοὺς πιστούς·
χαῖρε, ὅρμημα θεόσταλτον, πρὸς ἀγῶνας ἀνδρικούς.
Χαῖρε, ὁ ταπεινώσας τὴν ὀφρὺν τῶν δρακόντων·
χαῖρε, ὁ ἐκνευρίσας τὰς ὀρδὰς τῶν δαιμόνων.
Χαῖρε, Τριάδος κῆρυξ θερμότατος·
χαῖρε, λαμπτὴρ ἀστέρος λαμπρότερος.
Χαῖρε, πραΰτητος τρόποις ἐμπρέπων·
χαῖρε, γλυκύτητος πλήρης ὑπάρχων.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Μωϋσῆς ὥσπερ νέος, ἐντολὰς τοῦ Κυρίου, ἐνέγραψας καρδίαις λιθίναις· καὶ σαρκίνας ἀναδείξας αὐτάς, ὁδηγεῖς πρὸς ἀγάπησιν Θεοῦ ἁπάσας· ὅθεν, σοὶ τῷ Πατρὶ ἡμῶν εὐγνωμόνως ἐκβοῶμεν·

Ἀλληλούϊα.

Νέος ὢν τοῖς νῦν χρόνοις, ἀλλ’ οὐχὶ καὶ τοῖς τρόποις, τοῖς θείοις ἡμιλλήσω Πατράσι· παλαιῶν γὰρ Ἁγίων τοῖς χοροῖς, συγχορεύεις νῦν ἐν οὐρανοῖς Ὅσιε, τὰ ἴσα ἀπολαύων αὐτοῖς βραβεῖα· διό σοι βοῶμεν·

Χαῖρε, πυρσὲ ὁδηγῶν ἐν σκότει·
χαῖρε, ἀστὴρ καταυγάζων φρένας.
Χαῖρε, ἀρετῶν ὁ ἐκφαίνων τὴν ἔλλαμψιν·
χαῖρε, ἐμπνευστὰ τῶν πιστῶν πρὸς σὴν μίμησιν.
Χαῖρε εὔσπλαγχνε, προσφύγων σου εἰσακούων τὰς λιτάς·
χαῖρε γέφυρα, ἁπάντων διαπορθμεύων προσευχάς.
Χαῖρε, ἄϋλε νόα, ὑμνηπόλε τῶν ἄνω·
χαῖρε, ἄνθρωπε θεῖε, φαεσφόρε τῶν κάτω.
Χαῖρε, νηῶν λιμὴν ὁ ἀκύμαντος·
χαῖρε, χαρὰ βροτῶν ἡ ἀμέτρητος.
Χαῖρε, βροτείας φθορᾶς ἀναιρέτα·
χαῖρε, παγίδων ἐχθροῦ καθαιρέτα.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Ξενωθεὶς τῆς πατρίδος, καὶ οἰκείων τρισμάκαρ, ἐν ξένῃ ἐπορεύθης ἀσμένως· διὰ τοῦτο γὰρ προφθάνεις τὰς εὐχάς, πάντων ἡμῶν ὡς περιθέων γῆν ἅπασαν, καὶ συνεγείρεις τοὺς λαούς, αὐτῆς κραυγάζειν τῷ Σωτῆρι·

Ἀλληλούϊα.

Οἰκουμένης καυχῶνται, Ἐκκλησίαι εὑροῦσαί σε, ὡς θεῖον αὐτῶν Ποιμενάρχην· τῆς Σανγκάης γὰρ καὶ τῆς Ἀμερικῆς, ὡς καὶ Εὐρώπης τοὺς θώκους ἐκλέϊσας· οἳ ὡς προστάτην σε δικαίως θεωροῦσαι, βοῶσί σοι τοιαῦτα·

Χαῖρε, χαρᾶς θεϊκῆς δοχείου·
χαῖρε, ἑσμοῦ δαιμονίων θρῆνος.
Χαῖρε, ἀετὲ οἰκουμένης ὑπόπτερε·
χαῖρε, πρεσβευτὰ Ἐκκλησίας ὑπέρτερε.
Χαῖρε, ὅτι καὶ ὁρώμενος ἱλαρύνεις τοὺς πιστούς·
χαῖρε, ὅτι ἀσπαζόμενος ἁγιάζεις νῦν αὐτούς.
Χαῖρε, ὅτι ἐδρέψω σῶν καμάτων βραβεῖα·
χαῖρε, ὅτι Ὁσίων ἀνεμάξω τὰ ἆθλα.
Χαῖρε, θαυμάτων ῥοῦς ἀνεξάντλητος·
χαῖρε, παθῶν λουτὴρ ἀκαταίσχυντος.
Χαῖρε, ναοῦ Θεοτόκου δομήτωρ·
χαῖρε, Αὐτῆς διὰ βίου ὑμνήτωρ.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Πᾶσα βρότειος γλῶσσα, πρὸς ὕμνον κινείσθω, τῶν σῶν θαυμασίων παμμάκαρ· πῶς ἐν σώματι γὰρ ἀσθενεῖ, πρὸς ἀοράτους συμπλοκὰς ἐχώρησας Ἅγιε; Διὸ νῦν δοξαζόμενος ἐν Ἐκκλησίᾳ Πρωτοτόκων, ἀκούεις·

Ἀλληλούϊα.

Ῥητορεύων σιωπῇ σου, ὑπερήρθης ῥητόρων, πολυβόων μωρὰς φληναφίας· ἀπεδείκνυς γὰρ ὄντως σοφέ, ὅτι εὖ βιούντων, οὐ λαλούντων ἡ χάρις· ἀκολουθοῦντες, ὅθεν τὸ παράδειγμά σου ἐκβοῶμεν·

Χαῖρε, ψυχῶν ἀναιρῶν τοὺς ῥύπους·
χαῖρε, πιστῶν ὁδηγὸς καὶ σέλας.
Χαῖρε, φιλοσόφων ἐλέγχων τὴν ἄνοιαν·
χαῖρε, εὐσεβούντων εὐφραίνων διάνοιαν.
Χαῖρε, ὅτι σὺ ἐπλήρωσας, οὐρανίους καλιάς·
χαῖρε, ὅτι σὺ ἐχάλασας, τῶν δαιμόνων στρατιάς.
Χαῖρε, ὅτι τοῖς τρόποις σου ἐδίδασκες μᾶλλον·
χαῖρε, ὅτι ἐδόξασας Χριστὸν ὑπὲρ ἄλλον.
Χαῖρε, Ποιμὴν λαοῦ ἀγγελόμορφε·
χαῖρε, νοῶν ἀΰλων συγκάθεδρε.
Χαῖρε, στομώσας αἱρέσεων λήρους·
χαῖρε, πιστῶν φαιδρύνας τοὺς δήμους.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Στήλη ἔμψυχος ὤφθης, βιοτῆς ἐναρέρου, ὁδηγῶν τὸν λαὸν ἐν ἐρήμοις· ἱκανὴ γὰρ καὶ μόνη σοφέ, τῆς σῆς ὄψεως θέα, τοῖς πιστοῖς ἧν τυπῶσαι, πάσης ἀρετῆς ὑπόθεσιν· διὸ πάντες συμφώνως ἐκβοῶμεν·

Ἀλληλούϊα.

Τεῖχος ἄῤῥηκτον ὤφθης, οἰκουμένης τρισμάκαρ, καὶ πάντων τῶν πιστῶν σου προσφύγων· ἐπὶ σὲ γὰρ τὰ βέλη τοῦ πονηροῦ, ἀπηνῶς προσκρούοντα σοφὲ, ἅπαντα ἀφανιοῦνται· ἡμεῖς δὲ πόθῳ σοι βοῶμεν ταῦτα·

Χαῖρε, ὁ στῦλος τῆς ἐγκρατείας·
χαῖρε, τὸ τεῦχος τῆς ἡσυχίας.
Χαῖρε, οἰκουμένης σεμνὸν ἀγαλλίαμα·
χαῖρε, Ἐκκλησίας ἡδύπνουν θυμίαμα.
Χαῖρε, σὺ γὰρ ἐξηφάνισας, τῶν ἐχθρῶν τὰς προσβολάς·
χαῖρε, σὺ γὰρ κατεφαίδρυνας, τῶν πιστῶν συναγωγάς.
Χαῖρε, ὁ τοῦ βελίαρ ἐκμειώσας τὸ θράσος·
χαῖρε, ὁ τῆς Τριάδος ἀναμέλψας τὸ κράτος.
Χαῖρε, πιστῶν θερμὸν καταφύγιον·
χαῖρε, στεῤῥὸν λαοῦ ἀμυντήριον.
Χαῖρε, σοφὲ μυστιπόλε τῶν ἄνω·
χαῖρε, λαμπρὲ μυστολέκτα ἀῤῥήτων.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Ὑπὸ σῶν ψευδαδέλφων, ὡδηγήθης ἀφρόνως, εἰς δίκας ἀδίκους θεόφρον, καὶ ἑλκόμενος ἐπὶ τοῦ Σταυροῦ, ὡς ἀρνίον τοῦ Χριστοῦ ἄκακον, οὐδόλως ἀνταπέδωκας· ἀλλ’ ἔπεισας αὐτοὺς σὺν σοὶ κραυγάζειν·

Ἀλληλούϊα.

Φωτοβόλοις εὐχαῖς σου, δαδουχεῖς οἰκουμένην, λαμπρὲ τοῦ Χριστοῦ Ἱεράρχα· τῶν θαυμάτων γὰρ ταῖς προχοαῖς, καταρδεύεις αὐχμῶσαν γῆν ἅπασαν· σὺν πόθῳ οὖν κραυγάζοντες, γηθόμενοι βοῶμεν ταῦτα·

Χαῖρε, λαμπτὴρ νοητοῦ ἡλίου·
χαῖρε, φωστὴρ τοῦ ἀδύτου φέγγους.
Χαῖρε, τοῦ φωτὸς καθαρώτατον κάτοπτρον·
χαῖρε, τῶν ἀγρῶν οὐρανίων τὸ ἄροτρον.
Χαῖρε, σὺ γὰρ κατεμάρανας, τοὺς πολέμους τῶν παθῶν·
χαῖρε, σὺ γὰρ ἐξηφάνισας, φάλαγγας τῶν δυσμενῶν.
Χαῖρε, ὁ τῆς Ῥωσσίας τιμαλφέστατος γόνος·
χαῖρε, ὁ τῶν δαιμόνων ἀνυπόστατος πόνος.
Χαῖρε, κρουνὲ θαυμάτων ἀσίγαστε·
χαῖρε, λιμὴν πλωτήρων ἀκύμαντε.
Χαῖρε, ἀστὴρ τοὺς ἐν σκότει φωτίζων·
χαῖρε, κραυγὰς τῶν πιστῶν εἰσακούων.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Χαμευνίας τοὺς πόνους, ἐκαρτέρεις ἀσμένως, ἀΰλως βιώσας τρισμάκαρ· τὴν ἀγάπην γὰρ τῇ προσευχῇ, συναρμόσας ἐγκρατείᾳ τε πάνσοφε, παθῶν ψυχήν σου ἐκάθηρας· διὸ Χριστῷ ἐβόας·

Ἀλληλούϊα.

Ψαλμικῶς ἐκολλήθη, ἡ ψυχή σου ὀπίσω, Χριστοῦ τοῦ οὐρανίου Νυμφίου· δεξιὰ γὰρ Αὐτοῦ ἀληθῶς, ἀντελάβετό σου τῆς ζωῆς πάνσοφε, καὶ διὰ τοῦτο ἅπαντες προσάδομέν σοι ταῦτα·

Χαῖρε, δι’ οὗ τὸ φῶς καθορᾶται·
χαῖρε, δι’ οὗ ἡ ἀχλὺς διασπᾶται.
Χαῖρε, ἡ πηγὴ τῶν θαυμάτων πολύκρουνος·
χαῖρε, ἡ πληγὴ τῶν δαιμόνων ἀνίατος.
Χαῖρε, δῶρον τὸ θεόσδοτον, Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, φερωνύμως ἅπαντας, χαριτώσας τοὺς πιστούς.
Χαῖρε, κλέος καὶ δόξα, τῆς βροτῶν κληρουχίας·
χαῖρε, τεῦχος καὶ ὅπλον, κατ’ ἐχθρῶν τυραννίας.
Χαῖρε, πολλοὺς τῆς πλάνης λυτρούμενος·
χαῖρε, χαρᾶς πληρῶν προσκυνούμενος.
Χαῖρε, τρυφὴ τῆς πιστῶν διανοίας·
χαῖρε, χαρὰ τῆς ἐμῆς οὐδενίας.

Χαίροις, Ἁγίων ἀκροθίνιον.

Ὦ θεσπέσιε Πάτερ, Ἰωάννη θεόφρον, Ἁγίων ἀκροθίνιον θεῖον (ἐκ γ΄), προσδεξάμενος ἡμῶν οἰμωγάς, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας, καὶ σωτηρίας εὔθυνον ὁδοὺς ἡμῖν, ἵνα βοῶμεν·

Ἀλληλούϊα.

Καὶ αὐθύς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῶν Ὁσίων ἀσκητῶν τὸ ἐγκαλλώπισμα, Ἀρχιερέων δὲ Ἁγίων ἰσοστάσιον, ἀνυμνοῦμέν σε πανόλβιε Ἰωάννη· τῶν Ἁγίων γὰρ ἁπάντων ὥσπερ μέλισσα, ἐτρυγήσω ἀρετὰς καὶ κατεσκεύασας, μέλι πάντιμον· Χαίροις Ἁγίων ἀκροθίνιον.

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Ιωάννη Μαξίμοβιτς Επίσκοπο Σαγκάης και Σαν Φρανσίσκο τον Θαυματουργόν

Χαιρετισμοί εις τον εν Αγίοις Πατέρα ημών Ιωάννη Μαξίμοβιτς Επίσκοπο Σαγκάης και Σαν Φρανσίσκο τον Θαυματουργόν

Ποίημα Αντωνίου Μάρκου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἰωάννην τόν σεπτόν πιστοί τιμήσωμεν, τόν Σαγκάης καί Φραγκίσκου Ἀρχιποίμενα, τόν ἀφθαρσίᾳ τιμηθέντα παρά Κυρίου· Ἐκκλησίας γάρ τυγχάνει τό ἀγλάϊσμα καί Ῥωσίας ὁ ἀνθός ὁ εὐωδέστατος· τούτῳ εἴπωμεν· Χαίροις Πάτερ φιλόθεε.

Ἀνήρ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος ἀληθῶς ἀνεδείχθης, Ἰωάννη Πατήρ ἡμῶν ἀξιάγαστε (ἐκ γ΄) καί τῇ ἀληθῶς οὐρανίᾳ σου βιοτῇ, οὐρανίων δωρεῶν κατηξίωσαι, ὥστε παραμυθεῖν δύνασαι καί στηρίζειν, ἐλεεῖν καί θεραπεύειν, δι’ ὧν σπεύδεις εἰς βοήθειαν τῶν ἐκβοώντων σοι τοιαῦτα·

Χαῖρε, Ἱεραρχῶν τό θεῖον καλλώπισμα·
χαῖρε, Σαλῶν τιμή καί διάδημα.
Χαῖρε, ὁ Παθῶν τοῦ Κυρίου κῆρυξ ὁ ἔνθερμος·
χαῖρε, ὁ Προπατόρων τῇ πίστει ζηλωτής ὁ πρόθυμος.
Χαῖρε, τό πυρός τῆς πλάνης σβεστήριον·
χαῖρε, τό φωτός οὐρανίου κειμήλιον.
Χαῖρε, τό τῶν λόγων τοῦ Κυρίου ἐκσφράγισμα·
χαῖρε, τό τῶν λημμάτων τοῦ βελίαρ κατάπτωμα.
Χαῖρε, ἥλιε ὁλόφωτε Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, στήριγμα ἀκράδαντον τοῦ ποιμνίου τοῦ Θεοῦ.
Χαῖρε, ὁ ὀσμή μύρου οὐρανίου φανείς·
χαῖρε, λαμπάς βίου ἰσαγγέλου ἐπί γῆς.

Χαίροις Πάτερ φιλόθεε.

Βασιλείας οὐρανῶν πολίτης ἔνθεος ἀνεδείχθης δι’ ἀσκήσεως, Πάτερ, συντόνου· ἐκ νεότητος γάρ τά τοῦ κόσμου τερπνά παρεῖδες καί τόν Σωτῆρα τῶν ὅλων ἀκολουθῆσαι προέκρινας· πρός Ὅν ἐνθέρμως ἐβόας, πιστῶς ἑπόμενος·

Ἀλληλούϊα.

Γνώσεως τῆς γνησίας ἀνεδείχθης καί μόνης, καθηγητής ἐμπράγματος, Ἰωάννη Πατήρ ἡμῶν, καί ἐν ἐσχάτοις τοῖς χρόνοις θαυματουργός καί ἀδιάφθορος· διό καί φωτί οὐρανίῳ καταύγασον, ὡς παρά Κυρίου κεχαριτωμένος, τάς ψυχάς τῶν ἐκβοώντών σοι·

Χαῖρε, στεῤῥόν τῆς Πίστεως ἔρεισμα·
χαῖρε, λαμπρόν τῆς Ἀληθείας σκήνωμα.
Χαῖρε, ὁ μωρός καί ἀσθενής διά Χριστόν·
χαῖρε, ὁ ἄτιμος, ὡς λέγει Παῦλος, δι’ Αὐτόν.
Χαῖρε, δι’ οὗ ἡ κακία σοβεῖται·
χαῖρε, δι’ οὗ ἡ θεία χάρις δωρεῖται.
Χαῖρε, ὁ μωρός διά τήν ἀγάπην τοῦ Κυρίου·
χαῖρε, ὁ ἐν σαρκί κῆρυξ τοῦ Εὐαγγελίου.
Χαῖρε, ὁ λυτήρ συνοχῆς ψυχοφθόρου·
χαῖρε, ὁ δοτήρ χαρμονῆς θεοδότου.
Χαῖρε, ὁ παριδών τοῦ σοῦ γένους τόν ὄλβον·
χαῖρε, ὁ ἐκδιδάσκων τοῦ Σωτῆρος τόν νόμον.

Χαίροις Πάτερ φιλόθεε.

Δόξαν τήν τοῦ Δεσπότου ὁλοτρόπως ποθήσας, θέατρον ἐν τῷ κόσμῳ ἐγεννήθης, ταπεινῶν ἑαυτόν, Ἰωάννη θεσπέσιε· σαλότητος γάρ τόν σταυρόν ἀρμάμενος καί ἐν αὐτῷ τόν ὑπερήφανον λογισμόν ἀνελών, πλουσίαν τήν τῶν θαυμάτων χάριν ἔλαβες, δι’ ἧς καί σπεύδεις εἰς εὐεργεσίαν τῶν Κυρίῳ ψαλλόντων·

Ἀλληλούϊα.

Ἔθελξας σοῖς λόγοις, Πάτερ ἀοίδημε, εὐσεβῶν τό σύστημα καί πρός νομάς σωτηρίους αὐτό καθοδήγησας, ἐν Ἀσίᾳ τε καί Ἑσπερίᾳ καί γῇ Ἀμερικανίδι, ἐραστής θείων πράξεων σύ πρῶτος δειχθείς, ἑτέρους κατόπιν διδάξας· διό καί παρ’ ἡμῶν ἀκούεις τοιαῦτα·

Χαῖρε, ὁ μεγάλος ἐν τῇ ἀσκήσει·
χαῖρε, ὁ μέγιστος ἐν τῇ φρονήσει.
Χαῖρε, τό ὑπέρ Χριστοῦ ἐθελούσιον θῦμα·
χαῖρε, τό κατά διαβόλου καιριότατον πλῆγμα.
Χαῖρε, κῆρυξ διαπρύσιε τῆς ἀγάπης τοῦ Θεοῦ·
χαῖρε, μάχαιρα ἀμφίστομε τῆς ἀπάτης τοῦ ἐχθροῦ.
Χαῖρε, ἀηδών θεοβρύτου συνάρσεως·
χαῖρε, λαμπηδών οὐρανίου ἐκφάνσεως.
Χαῖρε, ὁ νεκρωσάμενος σαρκός τά σκιρτήματα·
χαῖρε, ὁ θεασάμενος οὐρανοῦ τά σκηνώματα.
Χαῖρε, ὁ συναθροίζων τούς πιστούς εἰς πανήγυριν·
χαῖρε, ὁ κατευφραίνων Ὀρθοδόξων ὁμήγυριν.

Χαίροις Πάτερ φιλόθεε.

Ζωῆς τῆς ἀλήκτου ἐραστής ἐνεφάνης, Ἰωάννη μακάριε· διό ἀπό νεότητος τά τοῦ κόσμου ἠδέα, ὡς ῥέοντα καί παρερχόμενα παρεῖδες καί μοναστῶν τό πολίτευμα καί τούτου τήν εὔκλειαν ἐπέλεξας, διά τήν τῆς ψυχῆς ὠφέλειαν, τῷ Κυρίῳ ἀνακράζων·

Ἀλληλούϊα.

Ἤστραψας τῷ τῆς Ἐκκλησίας στερεώματι, «ἐγώ μωρός διά Χριστόν» ἐμπραγμάτως κηρύττων, Ἰωάννη φιλάγιε· τήν πτωχείαν γάρ τήν τοῦ Χριστοῦ μιμησάμενος, πάντων ὑπερεῖδες τῶν ἐπιγείων, τήν οὐράνιον ἐκζητήσας μακαριότητα· μακαρίζοντες οὗν σε τόν Ποιμένα τόν γνήσιον, ἀπό καρδίας μετ’ εὐφροσύνης λέγομεν·

Χαῖρε, ἐγκρατείας κανών ὁ εὐθύτατος·
χαῖρε, ἀπαθείας λειμών ὁ μυρίπνοος.
Χαῖρε, τῆς τοῦ Χριστοῦ ἀγάπης τό ἔσοπτρον·
χαῖρε, τῆς τοῦ σατάν ἀπάτης τό δρέπανον.
Χαῖρε, ὁ νεοφανής ἀστήρ τῆς ἁγίας ἡμῶν Πίστεως·
χαῖρε, ὁ δεινός ὁλετήρ τῆς ματαίας φρονήσεως.
Χαῖρε, ὁ λόγος τῆς τοῦ Χριστοῦ Ἐκκλησίας·
χαῖρε, ἡ πηγή τῆς τῶν πτωχῶν παραμυθίας.
Χαῖρε, Ἰησοῦ ἁγιώτατε θεράπων·
χαῖρε, ναοῦ τῆς Θεοτόκου δομήτωρ.
Χαῖρε, ὁ ἐν ἀγῶσι ἱεροῖς διαπρέψας·
χαῖρε, ὁ ἀντικειμένου τήν ἰσχύν θριαμβεύσας.

Χαίροις Πάτερ φιλόθεε.

Θείου φωτός δοχεῖον, Ἰωάννη παμμάκαρ, τῷ κόσμῳ ἐφάνης, διά βίου ἐναρέτου καί γνησιότητος Πίστεως· διό καί θαυμάτων τήν χάριν ἐδέξω καί ἰάσεων πηγήν τό σόν Λείψανον, Χριστός ὁ Θεός τῇ Ἐκκλησίᾳ ἐδωρήσατο· Αὐτῷ οὗν ψάλλομεν·

Ἀλληλούϊα.

Ἱεράρχης μιμητής ἀληθῶς τοῦ Ἀρχιερέως τοῦ Μόνου καί Μεγάλου, διά βίου, Πάτερ, ἀναδέδειξαι· Τούτου γάρ τάς τρίβους ἠκολούθησας καί Αὐτοῦ τόν λαόν θεοφιλῶς ἐποίμανας, εἰς νομάς σωτηρίους αὐλίζων καί ἐπί πόαν οὐράνιον· ὅθεν τιμῶντες σε πίστει σοί μέλπομεν·

Χαῖρε, ὁ ἐν ἀγῶσι στερρός καί ἀήττητος·
χαῖρε, ὁ ἐν πόνοις ἀσκητικοῖς ὁ πρόθυμος.
Χαῖρε, ἡ σάλπιγξ τῆς εὐσεβείας·
χαῖρε, ὁ κῆρυξ τῆς Ἀληθείας.
Χαῖρε, ὁ ὑπάρχων τοῦ Χριστοῦ εὐωδία·
χαῖρε, ὁ ἀπελαύνων πᾶσαν κακῶν δυσωδίαν.
Χαῖρε, νόμων τῶν τοῦ Πνεύματος ὁ ἀσφαλής ὑφηγητής·
χαῖρε, ματαίων κόσμου σχέσεων ὁ ἀληθής ἐκμειωτής.
Χαῖρε, ὁ στερρός τῆς Ἐκκλησίας πύργος·
χαῖρε, ἡ μεγίστη τῆς ἀγνωσίας πτῶσις.
Χαῖρε, δι’ὅν ἡ Ἐκκλησία χορεύει·
χαῖρε, πρός ὅν ἐκβοῶσα προστρέχει.

Χαίροις Πάτερ φιλόθεε.

Κῆρυξ τῆς χάριτος διά βίου καί σημείων ὤφθης πηγή Ἰωάννη, τῆς Ῥωσίας βλαστέ καί ἀνάστημα· διό νῦν τιμῶμεν σε σύν πᾶσι τοῖς ἐν αὐτῇ καί ἐξ αὐτῆς Ἁγίοις, μεθ’ ὧν ἐν οὐρανοῖς συναγάλλει· τῷ δέ Κυρίῳ τῷ ὑμᾶς δοξάσαντι ἐκβοῶμεν·

Ἀλληλούϊα.

Λύρα τοῦ Πνεύματος δι’ἐγκρατείας ἐδείχθης· καί ἀγάπης τῆς θείας τήν φλόγα δεξάμενος, μαρτυρίου τόν δρόμον διά βίου τῇ προαιρέσει διήνυσας, μαρτυρίαν προσφέρων τοῖς πᾶσι σωτήριον· τά σά ὅθεν παλαίσματα θαυμάζοντες, πίστει σοί μέλπομεν·

Χαῖρε, ὁ ἀγνοήσας τό φθειρόμενον σῶμα·
χαῖρε, ὁ συνειδήσει ἐκχύσας σόν αἷμα.
Χαῖρε, ὁ πρός ὕψος ἁγιότητος ἀνελθών·
χαῖρε, ὁ πληρούμενος χαρισμάτων θεϊκῶν.
Χαῖρε, ὁ ζωῆς τῆς ἁγίας διδάσκαλος·
χαῖρε, ὁ Ἱεραρχῶν καί Ὁσίων ἐφάμιλλος.
Χαῖρε, Ἰωάννου τοῦ Προδρόμου ὁμόζηλε·
χαῖρε, Ἰωάννου τοῦ Τομπόλσκ ὁμώνυμε.
Χαῖρε, ὁ πειρασμῶν φανείς ἰσχυρότερος·
χαῖρε, ὁ ἠδέων δειχθείς ἀνώτερος.
Χαῖρε, ὁ ἐν Ἀθήναις πρός σήν ἱκέτιδα σπεῦσας·
χαῖρε, ὁ ἀσθενείας αὐτῆς τήν ἀπειλήν φυγαδεύσας.

Χαίροις Πάτερ φιλόθεε.

Μελλόντων, Πάτερ, ἀγαθῶν βουλόμενος τυχεῖν, διά βίου τόν Λόγον ηὐηρέστησας, δι’ ἔργων ἀγαθῶν καί ψυχῆς φιλανθρώπου· μετά τήν ἐκ τοῦ κόσμου ἔξοδον δέ, εὐσπλάχνως εὐεργετεῖς τάς σειράς τῶν τῇ σῇ λάρνακι προπιπτόντων καί Κυρίῳ βοώντων·

Ἀλληλούϊα.

Νίκην ἔσχες κατά τοῦ βελίαρ, Πάτερ ἀοίδημε, ὡς καί κατά τοῦ κόσμου καί τοῦ τῆς σαρκός φρονήματος· ἀσκητικοῖς γάρ ἀγῶσι ἐν τῷ κελλίῳ, ὡς ἐν ἐρήμῳ, τόν ἀρχαῖον κατήσχυνας πτερνιστήν· διό τήν σήν πρός Κύριον ἐξαιτούμενοι πρεσβείαν, χρεωστικῶς σοί ψάλλομεν τοιαῦτα·

Χαῖρε, ὁ διά σημείων μετά μόρον κηρυχθείς·
χαῖρε, ὁ κατά κόρον τοῦ λαοῦ Πατήρ δειχθείς.
Χαῖρε, εἰκών φωταυγής ἀῤῥαγοῦς καρτερίας·
χαῖρε, ἄνθος μυστικόν οὐρανῶν εὐθαλείας.
Χαῖρε, Ἱεράρχα τοῦ Κυρίου ἐνθεώτατε·
χαῖρε, καθαιρέτα τοῦ ἐχθροῦ γενναιότατε.
Χαῖρε, ὁ παθῶν ἐκτίλων τάς ἀκάνθας·
χαῖρε, ὁ ψυχῶν ἀρδεύων τάς ἀρρούρας.
Χαῖρε, ὁ δαιμόνων τήν ἀχλύν ἐκδιώκων·
χαῖρε, ὁ ἀνθρώπων τήν πληθύν διασώζων.
Χαῖρε, τῆς ἀφθαρσίας σωτηριῶδες παράδειγμα·
χαῖρε, τῆς εὐσεβείας γλυκύκαρπον ὑπόδειγμα.

Χαίροις Πάτερ φιλόθεε.

Ξενότροπος ὁ βίος σου Ἰωάννη, δι’ οὗ τόν παλαμναῖον κατήσχυνας ἐχθρόν καί φεγγοβόλος ἀστήρ τῆς Ἐκκλησίας ἀνεδείχθης, πρός σέλας ὁδηγῶν τούς πιστούς, σημείοις κηρυχθείς· διό πάσης ἡμᾶς βλάβης διάσωσον, τούς τῷ Παντεπόπτῃ Χριστῷ βοῶντας·

Ἀλληλούϊα.

Ὅλως ἡγιασμένος ἐνεφάνης, ὁ τῆξας προθύμως τό σῶμα, δι’ ἀσκήσεως ἀγώνων καί ταπεινώσεως ἀκροτάτης, ἵνα ψυχῆς ἀνορθώσῃς τάς ἐν λιθάργῳ δυνάμεις· ὅθεν σημείων ἐξαισίων ἐργάτης ἐδείχθης καί ἰαμάτων πηγή πολύκρουνος, ἰσχύν ἡμῖν παρέχων τοῖς ψάλλουσι·

Χαῖρε, ὁ πολλῶν ἀσθενῶν θεραπεία·
χαῖρε, προσαχθείς τῷ Τυθέντι θυσία.
Χαῖρε, ὁδηγέ τῶν πιστῶν ὁ θεόσοφος·
χαῖρε, χορηγέ συμπαθῶς τῶν ἰάσεων.
Χαῖρε, Χριστοῦ ἐκλόγιον τό θεῖον·
χαῖρε, τό Ἐκείνου φωτός δοχεῖον.
Χαῖρε, λαμπηδών τῆς Χριστοῦ Ἐκκλησίας·
χαῖρε, ἀνθηδών τῆς ἐν τῷ πόλῳ εὐκλείας.
Χαῖρε, ὁ τῆς Ῥωσίας ἱερώτατος βλαστός·
χαῖρε, ὁ Καλιφορνίας θεοδώρητος φρουρός.
Χαῖρε, ἐν Σαγκάη ποτέ ὀρφανοτρόφος·
χαῖρε, ὁ τῆς Φραγκίσκου πόλεως οἰακοστρόφος.

Χαίροις Πάτερ φιλόθεε.

Πληγή τῷ βελίαρ πέλει ὁ σός λόγος καί θλιβομένων ψυχῶν παραμυθία, Ἰωάννη Πάτερ Μαξίμοβιτς· διό τῇ Θεοτόκῳ, ὡς μόνης Χαρᾶς τῶν θλιβομένων τοῦ κόσμου, δόμον ἀνήγειρας θεόκλητε, πρός δόξαν Αὐτῆς καί αἶνον τοῦ ἐν Τριάδι Θεοῦ, πρός Ὅν εὐγνωμόνως κράζομεν·

Ἀλληλούϊα.

Ῥωσίας γόνος εὐκλεής ἐνυπάρχων, Ἀπόστολος τῷ κόσμῳ ἐνεφάνης, Ἰωάννη Φραγκίσκου Ἀρχιθύτα, τόν λόγον τοῦ Λόγου κηρύττων τοῖς πέρασι· Ἐκείνου γάρ τά ἐντάλματα σαυτῷ ἐφαρμόσας πρῶτον, ταῦτα ἑτέροις ἐμπραγμάτως ἐκήρυξας ὕστερον· ὅθεν ἡ Ἐκκλησία τιμώσα σε, βοᾶ συμφώνως·

Χαῖρε, δοχεῖον τῆς τοῦ Πνεύματος χάριτος·
χαῖρε, ταμεῖον τῆς Αὐτοῦ ἁγιότητος.
Χαῖρε, τῆς ἀγάπης τῆς θείας θησαύρσιμα·
χαῖρε, τῆς πτωχείας Κυρίου ἐκτύπωμα.
Χαῖρε, λαμπάς τῆς θείας καθάρσεως·
χαῖρε, ὁδηγέ τῆς ψυχῶν ἀνατάσεως.
Χαῖρε, δόξα καί ἀντίληψις Ὀρθοδόξων εὐσεβῶν·
χαῖρε, σκέπη καί κραταίωμα τῶν ὑφ’ἥλιον εὐλαβῶν.
Χαῖρε, ὁ Ἠλιοῦ τήν νηστείαν μιμησάμενος·
χαῖρε, ὁ οὐρανοῦ διό τήν χάριν δεξάμενος.
Χαῖρε, ὁ ἀρετῶν τοῖς μύροις εὐωδιάζων·
χαῖρε, ὁ τήν ἀχλύν τῶν παθῶν καταυγάζων.

Χαίροις Πάτερ φιλόθεε.

Σωτηρίας τούς λόγους τῇ σῇ ποίμνῃ, Ἰωάννη, διά βίου ἁγίου ἐμπραγμάτως ἐκήρυξας· μετά μόρον δέ ἀδιάφθορον σόν σκῆνος, ὡς πηγήν ἀέναον σημείων, ἡμῖν κατέλειπες, τοῖς προθύμως προσκύπτουσι αὐτῷ, Ὅσιε, καί τῷ Κυρίῳ βοώντων·

Ἀλληλούϊα.

Ταμεῖον τῆς τοῦ Παρακλήτου χάριτος καί δοχεῖον τοῦ Τούτου φωτός, δι’ ἀγώνων συντόνων, Πάτερ, ἐνεφάνης· διό τήν δωρεάν ἔλαβες, τοῦ κουφίζειν σαρκός τάς ἀλγηδόνας καί ψυχῶν τά τε τραύματα, τῶν πρός τό σόν μετά πίστεως προσφευγόντων τέμενος καί μετ’ ἐλπίδος ἐγκωμιαστικῶς σοι βοώντων·

Χαῖρε, Ῥωσίας Ἁγίας τό γέρας·
χαῖρε, Ὀρθοδοξίας λαμπαδοῦχος ὁ μέγας.
Χαῖρε, ὁ ἀνελών τάς τῆς σαρκός ὀρέξεις·
χαῖρε, ὁ καθελών τάς τῆς πλάνης θέσεις.
Χαῖρε, ὁ Χριστοῦ πράξει κηρύξας τό ὄνομα·
χαῖρε, ὁ τῆς χάριτος Αὐτοῦ δειχθείς σκήνωμα.
Χαῖρε, τῆς ἀγάπης τῆς θείας μνημεῖον·
χαῖρε, τῆς πατρώας εὐσεβείας ταμεῖον.
Χαῖρε, ὁ ἀποστάς ἐνοιῶν ἐπιγείων·
χαῖρε, ὁ πλησθείς δωρεῶν οὐρανίων.
Χαῖρε, ὁ Χριστοῦ καθορῶν τήν λαμπρότητα·
χαῖρε, ὁ σατάν καθαιρών τήν κακότητα.

Χαίροις Πάτερ φιλόθεε.

Ὑμνεῖ σου μέν, Πάτερ, τήν ἀεί μένουσαν μνήμην, ἡ ὑπ’ οὐρανόν ἐν ἀγῶνι Ἐκκλησία, μετά τῆς ἄνω ἐν θριάμβῳ καί δόξῃ Ἱερουσαλήμ· ἡμεῖς δέ προσερχόμεθα τῷ τῆς Πανάγνου Μαρίας τεμένει, ἔνθα κύπτοντες γόνυ πρό Λειψάνου σου θήκης, Κυρίῳ βοῶμεν·

Ἀλληλούϊα.

Φλέγει βελίαρ τήν ἰσχύν, ἡ ἐνοικοῦσα τῷ λειψάνῳ σου χάρις, τῆς Φραγκίσκου συνάξεως τοῦ Κυρίου Πρόεδρε· ἁγιάζει δέ τούς πίστει αὐτῷ προσιόντας, ἐν οἷς καί ἡμᾶς σύνταξον, Ἅγιε, και τούτῳ ἐκ πόθῳ προσκυνοῦντας· ὅθεν ἡμεῖς, καθηκόντως σοι τῷ τοῦ Δεσπότου θεράποντι, βοῶμεν λέγοντες·

Χαῖρε, κανών ἀδιαλείπτου ἀσκήσεως·
χαῖρε, λαμπάς ἐνθέου φρονήσεως.
Χαῖρε, γεωργίας καινῆς τό ἀπάνθισμα·
χαῖρε, οὐρανίας πατρίδος τό πόλισμα.
Χαῖρε, ὁ σαρκός τάς ἀλγειδόνας κουφίζων·
χαῖρε, ὁ ἁμαρτανόντων τόν βίον ῥυθμίζων.
Χαῖρε, ὁ θαυμάτων τό δῶρον δεξάμενος·
χαῖρε, ὁ ἀκαθαρσίας τά σμήνη τρεψάμενος.
Χαῖρε, εἰκών πραότητος ἔμψυχος·
χαῖρε, ἐπιπλάστου μωρίας ὁ ἔμπλεος.
Χαῖρε, δογμάτων Ὀρθοδόξων ἐκσφράγισμα·
χαῖρε, νεωτεριζόντων τῆς πλάνης καταπτωμα.

Χαίροις Πάτερ φιλόθεε.

Χαίρων τῆς ζωῆς τῆς ἀλήκτου ἐν πόλῳ ἀπολαύεις, σύν πάσῃ ψυχῇ οἷα τόν Κύριον ηὐηρέστησε καί πάντα τά τῶν Ἀσωμάτων τάγματα· ὅθεν ἐκ πάσης ἀπειλῆς καί ὀργῆς ἐπερχομένης ἡμᾶς ῥῦσαι, τούς πόθῳ τήν σήν μνήμην τελοῦντας καί τῷ Κυρίῳ ἄδοντας·

Ἀλληλούϊα.

Ψάλλομεν οἱ πιστοί Ἰωάννου τοῦ Μαξίμοβιτς τήν ἀεί μένουσαν δόξαν· θαυματουργός μέν ἐφάνη ἐν αἰῶνι ἐσχάτῳ, τῷ ἀποστάτῃ καί ἀπίστῳ, ἀδιάφθορον δέ σκήνωμα τό αὐτοῦ, ἡμῖν τοῖς αὐτοῦ ἱκέταις, Κύριος κατέλειπεν, ὡς παραμυθίας πηγήν· διό τά νῦν ὑφ’ ἡμῶν μακαρίζεται οὔτως·

Χαῖρε, ἀστήρ νεόφωτε τοῦ νοητοῦ στερεώματος·
χαῖρε, ὑψίστη ἀναίρεσις τοῦ δεινοῦ ἡμῶν πτώματος.
Χαῖρε, λαμπάς βίου τοῦ ἰσαγγέλου·
χαῖρε, κρατήρ μύρου τοῦ οὐρανίου.
Χαῖρε, ὁ πλουτίσας τῶν Ἁγίων τάς δέλτους·
χαῖρε, ὁ ἀνεγείρας τῇ Παρθένῳ τόν δόμον.
Χαῖρε, ῥεῖθρον καθαρώτατον ναμάτων τῶν μυστικῶν·
χαῖρε, ἄνθος εὐωδέστατον τῆς Βασιλείας οὐρανῶν.
Χαῖρε, τῆς διακρίσεως κανών ὁ εὐθύτατος·
χαῖρε, τῆς ἐγκρατείας λειμών ὁ μυρίπνοος.
Χαῖρε, χαιρετισμοῦ τοῦ ἐμοῦ ὁ συλλήπτωρ·
χαῖρε, ὁ τῆς ἐμῆς γαμετῆς ἀντιλήπτωρ.

Χαίροις Πάτερ φιλόθεε.

Ὦ σεπτέ Ἰωάννη, Ἀρχιθύτα Σαγκάης καί τῆς τοῦ Φραγκίσκου πόλεως Πατήρ καί Ποιμήν τε (γ΄), ἡμῶν τῶν τιμώντων σε μή ἐπιλάθου, ἀλλά σπεῦσον ὡς ἀγαθός, κηδόμενος σῶν τέκνων, καί κάμψον τῇ πρεσβείᾳ σου Χριστόν τόν Κύριον, ἵνα πταισμάτων δώῃ ἡμῖν συγχώρησιν, τοῖς Αὐτῷ ἄδουσι·

Ἀλληλούϊα.

Στίχοι.
Σοῦ δέομαι, σεπτέ, Ἰωάννη Πάτερ,
φώτισον κἀμοῦ τῆς διανοίας σκότος.
Ἐνίσχυσον δέ, κάλλιστε, θεοφιλῶς ὁδεύειν,
ὁδόν τήν φέρουσαν, εὐχαῖς σου, ἐπί πόλον.

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Ιωάννη Μαξίμοβιτς Επίσκοπο Σαγκάης και Σαν Φρανσίσκο τον Θαυματουργόν

 

Πηγή