Χαιρετισμοί εις τον Μέγαν Βαπτιστήν και Πρόδρομον του Σωτήρος Άγιον Ιωάννην

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου

Κοντάκιον. Ἦχος πλ. δ’. Τῆ ὑπερμάχῳ.
Ὡς τοῦ Σωτῆρος Βαπτιστήν καί θεῖον Πρόδρομον Καί τῶν Ἁγίων πάντων πρόκριτον καί μείζονα Ἀνυμνοῦμεν σε μακάριε Ἰωάννη. Ἀλλ’ ὡς κῆρυξ μετανοίας μεγαλόφωνος Μετανοίας τῷ φωτί ἡμᾶς καταύγασον Τούς βοῶντας σοι, χαίροις μέγιστε Πρόδρομε.

Ἄγγελος ἐν τῷ κόσμῳ, ὡς βροτῶν πάντων μείζων, ἐδείχθης Βαπτιστά Ἰωάννη, (ἐκ γ΄) καί παρέχεις ἅπασιν ἡμῖν, τήν σήν πλουσίαν ἐν πᾶσιν ἀντίληψιν διό τό μεγαλεῖον σου, θαυμάζοντες ἀναβοῶμεν·

Χαῖρε δι’ οὐ ἡ Τριάς μυεῖται·
χαῖρε δι’ οὐ ὁ Σατάν σοβεῖται.
Χαῖρε Ζαχαρίου χαρά ὑπερκόσμιος·
χαῖρε Ελισάβετ βλαστός θεοδώρητος.
Χαῖρε ὕψος δυσαντίβλεπτον ἀρετῶν ὑπερφυῶν·
χαῖρε βάθος πολυθρύλητον δωρημάτων θεϊκῶν.
Χαῖρε ὅτι ὑπάρχεις τῶν Ἁγίων ἀκρότης·
χαῖρε ὅτι τυγχάνεις Προφητῶν ὡραιότης.
Χαῖρε Χριστοῦ Προφήτης καί Πρόδρομος·
χαῖρε παθών ἁπάντων ἀνώτερος.
Χαῖρε δι’ οὐ ὁ Χριστός ἐβαπτίσθη·
χαῖρε δι’ οὐ ὁ ἐχθρός ἐμισήθη.

Χαίροις μέγιστε Πρόδρομε.

Βλέψας ὁ Ζαχαρίας, Ἰωάννη Προφῆτα, θυμιῶν ἐν τῷ ναῶ Κυρίου, τόν Ἄγγελον Θεοῦ Γαβριήλ, παρ’ αὑτοῦ τήν σήν γέννησιν μεμύηται· ἀλλ’ ἀπιστήσας τό πρότερον, εἶτα λαλήσας ἀνεβόα·

Ἀλληλούια.

Γεννηθείς ἐκ τῆς στείρας, Ἰωάννης ὁ πάνυ, ἔλυσε πατρός τήν ἀφωνίαν, καί χαράς πᾶσαν τήν Ὀρεινήν, ἔπλησεν ὡς τῶν κρειττόνων προάγγελος· διό σύν τῷ Ζαχαρία τούτῳ ἅπαντες ἀνεβόων·

Χαῖρε ἡ λύσις τῆς ἀφωνίας·
χαῖρε ἡ λῆξις τῆς ἀθυμίας.
Χαῖρε τῶν μελλόντων καλῶν ὁ προάγγελος·
χαῖρε χαρισμάτων τῶν θείων ἀνάπλεως.
Χαῖρε δένδρον τό κατάκαρπον ἐπιπνοίας θεϊκῆς·
χαῖρε φοίνιξ ὁ ὑψίκομος χάριτος Προφητικῆς.
Χαῖρε ὅτι προῆλθες παραδόξως ἐκ στείρας·
χαῖρε ὅτι προλάμπεις φώς ζωῆς τῆς ἀγίας.
Χαῖρε βλαστός τῆς θείας χρηστότητος·
χαῖρε κρατήρ Θεοῦ ἀγαθότητος.
Χαῖρε Χριστοῦ προαγγέλλων τόν τόκον·
χαῖρε παθών διαλύων τόν ζόφον.

Χαίροις μέγιστε Πρόδρομε.

Δύναμιν ἐν ἐρήμῳ, ἄνωθεν ἐνεδύσω, οἰκήσας ἐν αὑτῇ ἀπό βρέφους, ὡς πέφευγας μετά τῆς μητρός, τήν τοῦ Ἡρώδου φρικτήν βρεφοκτονίαν· διό καί πόθῳ ἔψαλλες, ὡς ἄγγελος Θεῶ Προφῆτα·

Ἀλληλούια.

Ἐρῆμον κατοικήσας, ἀπό βρέφους Προφῆτα, ἰσάγγελος ἐν πᾶσιν ἐδείχθης, καί νόμου σφραγίς καί Προφητῶν, καί ἀπαρχή τῆς νέας Χριστοῦ χάριτος· διό καθάπερ ἄγγελον, ὑμνοῦμεν σε πόθῳ βοῶντες·

Χαῖρε τό θρέμμα τό τῆς έρημου·
χαῖρε ὁ φίλος ὁ τοῦ Κυρίου.
Χαῖρε Προφητῶν καί τοῦ νόμου ἐκσφράγισμα·
χαῖρε δωρεῶν θεοσδότων θησαύρισμα.
Χαῖρε ἄγγελος ἐν σώματι ὡς Ἀγγέλων μιμητής·
χαῖρε ἄσαρκος ἐν σκάμμασιν ὡς θεόφρων ἀσκητής.
Χαῖρε ὅτι Κυρίου προκηρύττεις τήν χάριν·
χαῖρε ὅτι κινδύνων κατευνάζεις τήν ζάλην.
Χαῖρε ἀστήρ τῆς χάριτος μέγιστος·
χαῖρε φωστήρ τοῦ Πνεύματος ἔκλαμπρος.
Χαῖρε Θεοῦ μυστηρίων ἐπόπτα·
χαῖρε κλεινέ Βαπτιστά καί θεόπτα.

Χαίροις μέγιστε Πρόδρομε.

Ζῶν ζωήν τήν ἀγίαν, ἐν ἐρήμῳ Προφῆτα, ἐξέβης τούς τῆς φύσεως όρους· ἀκρίδας γάρ εἶχες ὡς τροφήν, καί μέλι ἄγριον στερρῷ φρονήματι· τῷ γλυκασμῷ τῷ θείω γάρ, ἐνετρύφας Θεῶ κραυγάζων·

Ἀλληλούια.

Ἠμφιέννυσο τρίχας, τῆς καμήλου Προφῆτα, καί ζώνην τήν ὀσφύν δερματίνην, καί πᾶσιν ἐκήρυττες βοών· Μετανοεῖτε, ὁ Χριστός γάρ ἤγγικε, ζωήν πᾶσι δωρούμενος· διό σοι πάντες ἐκβοῶμεν·

Χαῖρε ὁ κῆρυξ τῆς μετανοίας·
χαῖρε ὁ ῥύστης τῆς ἀπονοίας.
Χαῖρε τῶν Ἀγγέλων τόν βίον μιμούμενος·
χαῖρε τῶν μελλόντων τήν γνῶσιν τυπούμενος.
Χαῖρε ῥήτωρ μεγαλόφωνος βασιλείας οὐρανῶν·
χαῖρε γλῶσσα θεοκίνητος ἀπορρήτων ἀγαθῶν.
Χαῖρε ὁ ἐν νηδύϊ τόν Χριστόν προσκυνήσας·
χαῖρε ὁ τοῖς ἀνθρώποις τοῦτον καθυποδείξας.
Χαῖρε Χριστοῦ θεόπνευστον ὄργανον·
χαῖρε ψυχῶν ἐκπλύνων τόν βόρβορον.
Χαῖρε χρησμόν δεδεγμένος θεόθεν·
χαῖρε ἡμῶν προστατεύων ὑψόθεν.

Χαίροις μέγιστε Πρόδρομε.

Θεῖον ῥῆμα ἐδέξω, ἐκ Θεοῦ ἐν ἐρήμῳ, καί ἐλήλυθας πᾶσι κηρύττων, βάπτισμα μετανοίας σοφέ, ἐν τῆ τοῦ Ἰορδάνου περιχώρῳ· καί πάντες σοι προσήρχοντο, καί ἐβαπτίζοντο βοώντες·

Ἀλληλούια.

Ἰησοῦν τόν Σωτῆρα, τοῖς λαοῖς ἐν ἐρήμῳ, ὑπέδειξας Προφῆτα κραυγάζων· Ἴδε ὁ ἀμνός τοῦ Θεοῦ, ὁ τά τοῦ κόσμου αἴρων αμαρτήματα· διό τό ὑπεραῖρον σου ἀξίωμα ὑμνοῦντες βοῶμεν·

Χαῖρε ὁ ἄϋλος ἐν τῆ ὄλῃ·
χαῖρε ὁ ἄσαρκος ἐν ἀσκήσει.
Χαῖρε μυστηρίων τῶν θείων διάκονε·
χαῖρε μετανοίας ἀγίας διδάσκαλε.
Χαῖρε ῥεῖθρον διειδέστατον οἰκτιρμῶν τῶν θεϊκῶν·
χαῖρε σκεῦος χρυσοκόλλητον ἀρετῶν ἀσκητικῶν.
Χαῖρε ὅτι κηρύττεις τοῖς λαοῖς σωτηρίαν·
χαῖρε ὅτι παρέχεις ζωτικήν χορηγίαν.
Χαῖρε Χριστοῦ κηρύξας τήν σάρκωσιν·
χαῖρε λαοῖς ἐκφήνας τήν ἄφεσιν.
Χαῖρε φωτός οὐρανίου δοχεῖον·
χαῖρε πολλῶν χαρισμάτων ταμεῖον.

Χαίροις μέγιστε Πρόδρομε.

Κῆρυξ προαπεστάλης, ὡς φησιν ὁ Προφήτης, ἐλεύσεως ἡμῖν τοῦ Σωτῆρος, ὀν καί βαπτίσας σωματικῶς, ἐν τοῖς τοῦ Ἰορδάνου θείοις νάμασιν, Ἰωάννη πολλῆς χάριτος, ἠξιώθης ἀνακράζων·

Ἀλληλούια.

Λάμπων τῆ πολιτεία, ἠξιώθης βαπτίσαι, Χριστόν ἐν Ἰορδάνη Προφῆτα, καί φωνῆς ἤκουσας Πατρικῆς, καί ὡς περιστεράν Πνεῦμα τό Ἅγιον, ἐπ’ αὑτόν εώρακας· διό σοι πάντες ἀναβοῶμεν·

Χαῖρε θεάμων τῶν ἀθεάτων·
χαῖρε ἐπόπτα ξένων πραγμάτων.
Χαῖρε ὁ βαπτίσας Χριστόν ἐν τοῖς ὕδασι·
χαῖρε ὁ φωτίσας ἡμᾶς θείοις ῥήμασι.
Χαῖρε ὅτι φωνῆς ἤκουσας οὐρανόθεν Πατρικῆς·
χαῖρε ὅτι κατηξίωσαι ὄψεως θεαρχικῆς.
Χαῖρε ὁ κατοπτεύσας τό Πανάγιον Πνεῦμα·
χαῖρε ὁ κατακλύσας τό ὀλέθριον ῥεῦμα.
Χαῖρε ἰδών τά πᾶσιν ἀθέατα·
χαῖρε ὀρῶν βροτοῖς τά ἀνέφικτα.
Χαῖρε Προφῆτα ὁ μείζων ἁπάντων·
χαῖρε ἀνθρώπων ἀλγήματα παύων.

Χαίροις μέγιστε Πρόδρομε.

Μέγας ἐν τοῖς Ἁγίοις, ὡς ὑπέρτερος πάντων, βροτῶν ἐν γεννητοῖς Ἰωάννη, ἐδείχθης, ὦ χαρίτων τῶν σῶν! τίς γάρ ἄλλος ὀλβιώτερος πέφηνε, πλήν σου ὦ πανθαύμαστε; Χριστόν γάρ ἐβάπτισας κράζων·

Ἀλληλούια.

Νόμου προκινδυνεύων, ἤλεγχες Ἰωάννη, Ἡρώδου τήν παράνομον πρᾶξιν, παρ’ οὐ ἐκτμηθείς τήν κεφαλήν, τοῖς ἐν Ἂδῃ κῆρυξ Χριστοῦ καί προάγγελος, ἔδραμες αὑτόν κηρύττων, ἐλευσόμενον τοῖς βοῶσι·

Χαῖρε τό στόμα τῆς παρρησίας·
χαῖρε τό ὄμμα τῆς συμπαθείας.
Χαῖρε ὁ ἐλέγξας Ἡρώδου τήν ἄνοιαν·
χαῖρε ὁ ἐκτίλας τῶν παθῶν τήν ἄκανθαν.
Χαῖρε κῆρυξ καί προάγγελος τοῖς ἐν Ἂδῃ τοῦ Χριστοῦ·
χαῖρε ἄνθος εὐωδέστατον προσταγμάτων τοῦ Θεοῦ.
Χαῖρε ὅτι ξηραίνεις τήν ἰλύν ἁμαρτίας·
χαῖρε ὅτι ἐκφαίνεις τήν ἰσχύν ἀπαθείας.
Χαῖρε πηγή ἰάσεις πηγάζουσα·
χαῖρε λαμπάς ἡμᾶς καταλάμπουσα.
Χαῖρε Χριστόν κατιδών καί βαπτίσας·
χαῖρε ἐχθροῦ τήν ἀπάτην ἐκτρίψας.

Χαίροις μέγιστε Πρόδρομε.

Ξένος τῶν ἐν τῷ κόσμῳ, ἀνεδείχθης Προφῆτα, καί ὤφθης ὑπερκόσμιος όντως· τις γάρ οὑκ ἐξίσταται ἐν σοί; τῆς γάρ κορυφῆς ἥψω τοῦ Παντάνακτος· διό τήν σήν λαμπρότητα, ἀγόμενοι Χριστῷ βοῶμεν·

Ἀλληλούια.

Ὀλός λελαμπρυσμένος, ὅλος δεδοξασμένος, ὡς μέγας Βαπτιστής τοῦ Σωτῆρος, πέλων Ἰωάννη θαυμαστέ, ἐξιστάς ἅπαντας τοῖς μεγαλείοις σου, καί χάριν νέμεις ἄφθονον, τοῖς εὐλαβῶς σοι ἐκβοῶσι·

Χαῖρε ὁ πάμφωτος ἑωσφόρος·
χαῖρε ὁ ἄνωθεν σελασφόρος.
Χαῖρε ἐγκρατείας εἰκών θεοτύπωτος·
χαῖρε ἀπαθείας λειμών θεοφύτευτος.
Χαῖρε ἥλιε πολύφωτε ἀρετῶν ἀσκητικῶν·
χαῖρε ἄρουρα κατάκαρπε ψυχοτρόφων ἀγαθῶν.
Χαῖρε ὅτι ἐτμήθης παρ’ Ἡρώδου τήν κάραν·
χαῖρε ὅτι βραβεύεις τήν γαλήνιον αὔραν.
Χαῖρε πιστῶν ἀτίνακτον ἔρεισμα·
χαῖρε ἡμῶν χαρά καί ἑδραίωμα.
Χαῖρε παθών καταστέλλων τήν ῥύμην·
χαῖρε ψυχῶν θεραπεύων τήν λύμην·

Χαίροις μέγιστε Πρόδρομε.

Πότον ἄσεμνον ἄγων, μετά τῶν μεγιστάνων, Ἡρώδης ἐπί τοῖς γενεθλίοις, ἀπέτεμε τήν σήν κεφαλήν, μή αἰδεσθείς σου τό αἰδέσιμον Πρόδρομε, ἡμεῖς δε σε γεραίροντες, τῆ Τριάδι πιστῶς βοῶμεν·

Ἀλληλούια.

Ῥείθροις τῶν σῶν αἱμάτων, ἡ Χριστοῦ Ἐκκλησία, τήν ἑαυτῆς βάψασα πορφύραν, δοξάζει τόν νυμφίον Χριστόν, καί σε ὡς νυμφοστόλον θεοτίμητον, γεραίρει θεῖε Πρόδρομε, καί κατά χρέος ἐκβοᾷ σοι·

Χαῖρε ὁ οἶκος τοῦ Παρακλήτου·
χαῖρε ὁ Πρόδρομος τοῦ Κυρίου.
Χαῖρε μυροθήκη ἁγνείας μυρίπνοος·
χαῖρε εὐσεβείας λυχνία ἀείφωτος.
Χαῖρε φίλος οἰκειότατος τοῦ Παντάνακτος Χριστοῦ·
χαῖρε στῦλος ἀπερίτρεπτος τοῦ θεόφρονος λαοῦ.
Χαῖρε τοῦ Ἰορδάνου ἁγιάσας τήν χώραν·
χαῖρε τοῦ σαρκωθέντος μεγαλύνας τήν δόξαν.
Χαῖρε μορφή Ἀγγέλοις αἰδέσιμος·
χαῖρε στερρός δαιμόνων ἀντίπαλος.
Χαῖρε Χριστοῦ τήν χρηστότητα φαίνων·
χαῖρε χαράν ἡμῖν ἄληκτον φέρων·

Χαίροις μέγιστε Πρόδρομε

Συστείλαντες τό θεῖον, καί πανάγιον σῶμα, τό σόν οἱ ἱεροί μαθηταί σου, κατέβηκαν ἐν τάφῳ αὑτό, ὑμνοῦντες τά θείά σου προτερήματα, μεγαλώνυμε Πρόδρομε, καί τῷ Σωτῆρι ἀνεβόων·

Ἀλληλούια.

Τήν ἀγίαν σου κάραν, ὡς ἁγίασμα θεῖον, καί Πνεύματος ἀγίαν ἑστίαν, φανεῖσαν ἐκ λαγόνων τῆς γῆς, περικυκλοῦντες πιστῶς προσπτυσσόμεθα, ἁγιασμόν λαμβάνοντες, ἐξ αὑτῆς καί πιστῶς βοῶμεν·

Χαῖρε Κυρίου ὁ παραστάτης·
χαῖρε ὁ μέγας ἡμῶν προστάτης.
Χαῖρε τῶν Ἁγίων ἁπάντων ὑπέρτερος·
χαῖρε τῶν Ὁσίων Πατέρων ὁ ὄρχαμος.
Χαῖρε ὄρος ἀληθέστατος παρθενίας εὐαγοῦς·
χαῖρε λύρα θεοκίνητος κατευφραίνουσα πιστούς.
Χαῖρε ὅτι ἰθύνεις μετανοίας πρός τρίβον·
χαῖρε ὅτι ξηραίνεις βορβορῶδες πάν ῥεῖθρον.
Χαῖρε πιστῶν σεπτόν ἀγαλλίαμα·
χαῖρε ἡμῶν τό θεῖον ἐντρύφημα.
Χαῖρε σεμνῶν ἀσκητῶν ἀρχηγέτης·
χαῖρε τῶν σῶν φοιτητῶν ποδηγέτης·

Χαίροις μέγιστε Πρόδρομε.

Ὑψηλόν βίον ἔχων, ὡς ἐκ μητρός νηδύος, Ἰωάννη καθηγιασμένος, ἐξιστάς τῆ σή περιωπή, τούς καθορῶντας σε οιάπερ ἄγγελον, μετά σώματος βιοῦντα, καί πάντες Θεῶ ἀνεβόων·

Ἀλληλούια.

Φρίττουσι τῶν δαιμόνων, τήν πλουσίαν σου χάριν, μεγαλώνυμε Προφῆτα τά στίφη, οἱ δε πιστοί χαίρουσιν ἐν σοι, τῆς θαυμαστής ἀρωγῆς σου τάς χάριτας, καθ’ ἑκάστην καρπούμενοι, καί εὐλαβῶς σοι ἐκβοῶμεν·

Χαῖρε ὁ μέγας ἐν προστασίαις·
χαῖρε ὁ ῥύστης ἐν ἀπορίαις.
Χαῖρε χαρισμάτων πλουσίων συμφόρημα·
χαῖρε εὐσπλαγχνίας τῆς θείας ἀπόρροια.
Χαῖρε σάλπιγξ μεγαλόφωνος οἰκτιρμῶν τῶν θεϊκῶν·
χαῖρε ὅρμος ἀκλυδώνιστος τῶν ἐν θλίψεσι ψυχῶν.
Χαῖρε ὅτι πηγάζεις γλυκασμόν σωτηρίας·
χαῖρε ὅτι σκεδάζεις τήν ἀχλύν ῥαθυμίας.
Χαῖρε γλυκύς καί χάριτος ἔμπλεως·
χαῖρε ἡμῶν ἀκοίμητος ἔφορος.
Χαῖρε δι’ οὐ ὁ Σατάν κατοιμώζει·
χαῖρε δι’ οὐ ὁ Σωτήρ ἡμᾶς σῴζει·

Χαίροις μέγιστε Πρόδρομε.

Χάριτος νέας κῆρυξ, Πρόδρομε Ἰωάννη, χαρίτωσον ἡμῶν τάς καρδίας· σε γάρ προστάτην καί βοηθόν, καί πρός τόν Χριστόν πρεσβευτήν θερμότατον, κεκτήμεθα πανάγιε, καί σοι προσιόντες βοῶμεν·

Ἀλληλούια.

Ψάλλοντες σου τούς ὕμνους,, Πρόδρομε Ἰωάννη, ὑμνοῦμεν σου τό μέγιστον κλέος· μέγας γάρ ἐνώπιον Θεοῦ, ὡς ἔφη ὁ Ἄγγελος εχρημάτισας· διό ἐκ τῆς μεγίστης σου, χάριτος δίδου τοῖς βοῶσι·

Χαῖρε ὁ μείζων πάντων Ἁγίων·
χαῖρε Ἀγγέλων οὐδέν ἐλάττων.
Χαῖρε Ἀποστόλων σεπτόν ἀκροθίνιον·
χαῖρε, θλιβομένων ψυχῶν παραμύθιον.
Χαῖρε τεῖχος ἀκατάβλητον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε ξίφος τέμνον ἅπασαν τήν μανίαν τοῦ ἐχθροῦ.
Χαῖρε Προφητομάρτυς Πρόδρομε Ἰωάννη·
χαῖρε ὁ Χριστοκήρυξ Πνεύματος ἐν δυνάμει.
Χαῖρε λαμπτήρ ψυχῆς μου καί ἥδυσμα·
χαῖρε τρυφή νόος μου καί στήριγμα.
Χαῖρε δι’ οὐ σωτηρίαν ἐλπίζω·
χαῖρε δι’ οὐ τήν ζωήν μου ῥυθμίζω·

Χαίροις μέγιστε Πρόδρομε.

Ὦ Προφῆτα Κυρίου, μεγαλώνυμε κῆρυξ, ὑπέρτερε Ἁγίων καί μείζων, (ἐκ γ΄) δέξαι ἐκ χειλέων ῥυπαρῶν, ὡς προσφοράν καί εὐῶδες θυμίαμα, τό παρόν μου ἐφύμνιον, καί βοήθει μοι ἶνα κράζω·

Ἀλληλούια.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῆ ὑπερμάχῳ.
Ὡς τοῦ Σωτῆρος Βαπτιστήν καί θεῖον Πρόδρομον Καί τῶν Ἁγίων πάντων πρόκριτον καί μείζονα Ἀνυμνοῦμεν σε μακάριε Ἰωάννη. Ἀλλ’ ὡς κῆρυξ μετανοίας μεγαλόφωνος Μετανοίας τῷ φωτί ἡμᾶς καταύγασον Τούς βοῶντας σοι, Χαίροις μέγιστε Πρόδρομε.

Δίστιχον·
Μετάνοιαν δίδου μοι Πρόδρομε θεῖε
Γερασίμῳ πλέξαντι τούς δε σοι Οἴκους.