Χαιρετισμοί εις τον Όσιο Αμφιλόχιο τον εν Πάτμω

Ποίημα Ιωάννου Γ. Παναγοπούλου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐγκωμιάσαι ὥσπερ δεῖ σε, Ἀμφιλόχιε, τῆς οὐρανίας λαλιᾶς καὶ γλώττης χρῄζομεν, ὅτι ὅμοιος έφάνης τοῖς ἀσωμάτοις, ἀλλ᾽ ὁ ἔνδοθέν μου πόθος ἀνυμνήσεως παλαισμάτων σου νικᾷ χειλέων βέβηλον, ὅθεν κράζω σοι· χαίροις, μάκαρ Ἀμφιλόχιε.

Ἄγγελος ἀνεφάνης, Ἀμφιλόχιε πάτερ, ὁσίως ἐν τῷ κόσμῳ βιώσας (ἐκ γ´) καὶ κάλλος τὸ ἀρχαῖον εὑρὼν μανικῶς ἠγάπησας Θεόν, ὅσιε, ὁμοίως τὸν πλησίον σου, διὸ καὶ παρ᾽ ἡμῶν ἀκούεις·

Χαῖρε, δι οὗ ὁ Χριστὸς ὑμνεῖται·
χαῖρε, δι᾽ οὗ ὁ ἐχθρὸς θαμβεῖται.
Χαῖρε ὀρθοδόξου νομῆς ἡ κραταίωσις·
χαῖρε, ἀλλοδόξων βουλῆς ἡ ματαίωσις.
Χαῖρε, ἄγγελε ἐπίγειε τὰ οὐράνια φρονῶν·
χαῖρε, ἄνθρωπε μετάρσιε εἰς Ἐδὲμ νῦν κατοικῶν.
Χαῖρε, ὅτι πελάζεις τοῦ Παντάνακτος θρόνῳ·
χαῖρε, ὅτι σκεδάζεις τὸν ἐγκόσμιον πόνον.
Χαῖρε, κρουνὲ ἐκβλύζων ἰάματα·
χαῖρε, πηγὴ ἐκρέουσα θαύματα.
Χαῖρε, δι ὃν Ἐκκλησία νῦν χαίρει·
χαῖρε, δι᾽ ὃν νῆσος Πάτμος συγχαίρει.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Βλέποντές σε ἐξόχως ὑπὲρ λάμψιν ἀστέρος ἐκλάμποντα ἐν δόξῃ Κυρίου καὶ νόας σκοτισθέντας ἡμῶν δαδοχοῦντα θαύμασι πυκνοῖς, πάμφωτε, Θεῷ τῷ σε φωτίσαντι βοῶμεν εὐγνωμόνως οὕτως·

Ἀλληλούια.

Γαῖα Πάτμου τὸ πάλαι Ἰωάννην δεσμώτην ἐδέχθη σὺν σπορᾷ τῇ ζειδώρῳ, ἐξ ἧς Εὐαγγελίου βλαστόν, Ἀμφιλόχιον τὸν γεραρὸν ἤνθησεν, ὃς μύρῳ θείου Πνεύματος πληροῖ τοὺς ἐκβοῶντας ταῦτα·

Χαῖρε, τιμώντων σε θυμηδία·
χαῖρε, φωνούντων σε προστασία.
Χαῖρε, ἀθανάτου ζωῆς πρὶν ἐπώνυμε·
χαῖρε, Ἰκονίου τῷ μύστῃ συνώνυμε.
Χαῖρε, κλάδε εὐθαλέστατε εὐλαβοῦς Ἐμμανουήλ·
χαῖρε, γόνε θεοβλάστητε τῆς Εἰρήνης τῆς σεμνῆς.
Χαῖρε, ὅτι ὑπάρχεις τῶν Πατμίων τὸ κῦδος·
χαῖρε, ὅτι τειχίζεις τοὺς πιστοὺς ὥσπερ πύργος.
Χαῖρε, φωστὴρ ἐκλάμπων ὑφήλιον·
χαῖρε, Ἑλλάδος νέον ἐφύμνιον.
Χαῖρε, Λειψὼ καὶ τῆς Πάτμου τὸ γέρας·
χαῖρε, πατρίδος λαμπρότατον σέλας.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Δίδαξιν λαβών, πάτερ, ἐγκυκλίων γραμμάτων μαθεῖν γνῶσιν ᾑρέτισας θείαν, διὸ τοῦ κατὰ πνεῦμα πατρὸς συνωνύμου σοι, νουθεσίας ἤκουες καὶ δόκιμος γενόμενος πατράσι δὲ ἑπόμενος ἔφης·

Ἀλληλούια.

Ἔμπλεως θείου πόθου παιδιόθεν ἠράσθης Χριστὸν τὸν τῆς ψυχῆς σου Νυμφίον· ἀράμενος δὲ τούτου σταυρὸν τῆς μονῆς διέβης τὴν στενὴν εἴσοδον, δι` ἧς καὶ εἰς Παράδεισον εἰσῆλθες ἐσαεὶ ἀκούων·

Χαῖρε, σειρὴν βιοτῆς ὁσίας·
χαῖρε, δραττόμενος τῆς παιδείας.
Χαῖρε, τῆς μελλούσης ζωῆς ἡ βεβαίωσις·
χαῖρε, ὀρθοδόξων δογμάτων δικαίωσις.
Χαῖρε, ξύλον ποτιζόμενον διεξόδοις ποταμῶν·
χαῖρε, δένδρον στολιζόμενον τοῖς καρποῖς τῶν ἀρετῶν.
Χαῖρε, ὅτι νηστεύων ἡμιλλήθης ἀγγέλοις·
χαῖρε, ὅτι πυκτεύων ὡμοιώθης ὁσίοις.
Χαῖρε, ἁγίων πάντων ὁμότιμε·
χαῖρε, ἀΰλων νόων ὁμόσκηνε.
Χαῖρε, ἐχθροῦ ἐκμειώσας τὸ κράτος·
χαῖρε, πολλῶν θαυμασίων τὸ πλάτος.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Ζῆλον ἔνθεον ἔχων προσκυνῆσαι τοὺς τόπους, ἐν οἷς ἔστησαν οἱ πόδες Κυρίου, μετέβης εἰς τὴν πόλιν Σιών, ὡς δορκὰς ποθοῦσα τὴν πηγὴν ὕδατος καὶ ὄνησιν, ὡς μέλισσα συλλέξας τῷ Θεῷ ἐβόας·

Ἀλληλούια.

Ἦλθες λάθρᾳ εἰς πόλιν Βασιλέως μεγάλου φυγεῖν ἱερωσύνης τὴν χάριν, μεγίστην ὑπουργίαν ἐν γῇ θεωρήσας ταύτην, ἱερεῦ ἔννομε, ἣν ὕστερον δεξάμενος ἀξίως ἐλειτούργεις κλύων·

Χαῖρε, σεπτῶν ἱερέων κλέος·
χαῖρε, σεμνῶν μονοτρόπων αἶνος.
Χαῖρε, τῶν δικαίων Γραφῆς ἀνατύπωσις·
χαῖρε, τῶν πατέρων τῶν πάλαι ἐκτύπωσις.
Χαῖρε, μῦστα ἁγιόλεκτε τοὺς πιστοὺς ὁ εὐλογῶν·
χαῖρε, τάγμασι κυκλούμενος ἐν τοῖς ἄνω λειτουργῶν.
Χαῖρε, ὅτι ἐστέφθης θεμιπλέκτῳ στεφάνῳ·
χαῖρε, ὅτι μετέχεις δωρημάτων ἐκπάγλων.
Χαῖρε, δαιμόνων χώρας ἐκπόρθησις·
χαῖρε, κοσμίου ἤθους ἀνόρθωσις.
Χαῖρε, θυτῶν τῶν ὁσίων τὸ καῦχος·
χαῖρε, παθῶν διαλύων τὸ ἄγος.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Θέατρον τῶν ἀγώνων καὶ παλαίστρα τῶν ἄθλων συντόνῳ σου ἀσκήσει ἐδείχθη ἡ μάνδρα τοῦ υἱοῦ τῆς βροντῆς, ἣν Χριστόδουλος Λατρηνὸς ἤγειρεν τῶν κόπων μὴ φειδόμενος μεθ᾽ οὗ ἐν τῇ Ἐδὲμ κραυγάζεις·

Ἀλληλούια.

Ἴχνεσι Χριστοδούλου ἠκολούθησας πόθῳ ἀπλήστως ἐνασκούμενος πάλαι κατὰ μίμησιν τοῦτον τιμῶν καὶ τὰς ὑποθήκας ἐκτελῶν ἄριστα, διό, θεόφρον, ἤκουες παρὰ συμμοναστῶν τοιαῦτα·

Χαῖρε, μονῆς Θεολόγου κλέος·
χαῖρε, χοροῦ μοναζόντων φέγγος.
Χαῖρε, τῶν ἀρχαίων πατέρων ἐμφέρεια·
χαῖρε, τῶν πιστῶς σε καλούντων εὐχέρεια.
Χαῖρε, νῖκος καὶ κραταίωμα τοῦ σεμνείου Λατρηνοῦ·
χαῖρε, καῦχος καὶ τὸ σέμνωμα τῶν ὁσίων τοῦ ἐσμοῦ.
Χαῖρε, ὅτι σκεπάζεις σὴν μονὴν μετανοίας·
χαῖρε, ὅτι σκορπίζεις τὴν ἀχλὺν τῆς ἀγνοίας.
Χαῖρε, εἰκὼν ἐνθέου μονώσεως·
χαῖρε, τανῦν μετέχων θεώσεως.
Χαῖρε, Χριστοῦ ἀκακίας ὁ τύπος·
χαῖρε, Ἁγίας Τριάδος ὁ οἶκος.

Χαίροις, ὦ Ἀμφιλόχιε.

Κάματον μὴ γιγνώσκων Δωδεκάνησον πᾶσαν ὠθούμενος ἀπ᾽ ἀγάπης διῆλθες ἀναπαύων κοπιῶντας πιστούς, οὓς ἐν τῷ σπηλαίῳ λειτουργῶν, ὅσιε, ἐδέχου ὡς τεκνία σου διδάσκων μετά σου κραυγάζειν·

Ἀλληλούια.

Λύχνος ἐπὶ λυχνίαν φαεσφόρος ἐτέθης γενόμενος ἡγούμενος, πάτερ, εὐάνδρου Θεολόγου μονῆς, τῆς ἐγκαυχωμένης ἐπί σοι, ἅγιε, τῷ νέῳ αὐτῆς πάτρωνι βοώσης δὲ πρός σε τοιαῦτα·

Χαῖρε, σοφῶν ἡγουμένων ἔπος·
χαῖρε, πιστῶν δεομένων ἕρκος.
Χαῖρε, παλαιφάτου μονῆς τὸ ὡράισμα·
χαῖρε, Κουβαρίου καθίσματος κλέϊσμα.
Χαῖρε, σθένος καὶ ἀντίληψις κατ᾽ ἐχθρῶν τῶν δυσμενῶν·
χαῖρε, πίστεως κραταίωμα καθ᾽ αἱρέσεων δεινῶν.
Χαῖρε, ὅτι συντρίβεις ἐλεπόλεις βελίαρ·
χαῖρε, ὅτι χαρίζεις τοῖς νοσοῦσι ὑγίειαν.
Χαῖρε, λαοῦ ἐνθέου προπύργιον·
χαῖρε, μονῆς τῆς σῆς ἀμυντήριον.
Χαῖρε, κλυτὲ ποδηγέτα ἀμμάδων·
χαῖρε, μολπὰς ἀσωμάτων ὁ ᾄδων.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Μέγας ζόφος δουλείας σὴν πατρίδα καλύψας ἐσκότιζε ψυχὰς Ὀρθοδόξων, ἀλλ᾽ ὅμως τοῦ τυράννου βουλὴ οὐδαμῶς ἐπτόησεν τὴν σήν, εὔψυχε, βαστάσας ἐξορίας δὲ ὡς στίγματα, Χριστῷ ἐβόας·

Ἀλληλούια.

Nεύσει θείᾳ μετέβης εἰς ἐξάκουστον Κρήτην, μεθ᾽ ἧς πνευματικῶς συνεδέθης· εὐχαῖς σου δὲ τὸν πρῶτον ναὸν Νεκταρίου πάνυ θαυμαστοῦ ἔδειμαν καὶ ἵδρυμα φιλάνθρωπον τὰ τέκνα σου ἐκεῖ βοῶντα·

Χαῖρε, τῆς χάριτος σκεῦος τὸ θεῖον·
χαῖρε, πασῶν ἀρετῶν δοχεῖον.
Χαῖρε, τῶν τεκνίων πατὴρ ὁ φιλόστοργος·
χαῖρε, ἀρετῆς ἀετὸς ὁ ὑπόπτερος.
Χαῖρε, θάλπος τὸ θερμότατον ὀρφανῶν τε καὶ χηρῶν·
χαῖρε, ὅρμος ὁ ἀχείμαστος σαλευόντων ἐκ παθῶν.
Χαῖρε, ὅτι τὴν Κρήτην προστατεύεις εὐχαῖς σου·
χαῖρε, ὅτι Χανίων πόλιν σκέπεις λιταῖς σου.
Χαῖρε, τροφεῦ πενήτων πολύολβε·
χαῖρε, μηδὲν ἐχόντων πολύξενε.
Χαῖρε, τιμῆς τῆς πρός σε τὸ βραβεῖον·
χαῖρε, θαυμάτων πολλῶν τὸ ταμεῖον.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Ξένος ὢν διὰ κόσμον βιοτῆς φιλοσόφου φροντιστήρια πάμπολα πήξας ἐν Πάτμῳ, Ρόδῳ, Ἰκαρίᾳ ὁμοῦ ἐν Αἰγίνῃ καὶ Καλύμνῳ πρακτικῶς πέφηνας πατὴρ φιλοστοργότατος χορείας μονοτρόπων κράζων·

Ἀλληλούια.

Ὅλον ἐκδαπανήσας ἐν ἀσκήσει τὸν βίον τὸν Κτίστην σου ἐλάτρευσας μόνον, τὴν δὲ φύσιν δακτύλων Αὐτοῦ ἐργασίαν γνοὺς αἰσθητήν, πάνσοφε, εἰργάζου καὶ ἐφύλαττες διδάσκων καὶ τοὺς νῦν βοῶντας·

Χαῖρε, νομεῦ λογικῶν προβάτων·
χαῖρε, ὁ ῥοῦς ζωηρῶν ναμάτων.
Χαῖρε, τῶν νοσούντων τελεία ἀνάῤῥωσις·
χαῖρε, τῶν ποικίλων θαυμάτων ἀνάδοσις.
Χαῖρε, στάχυς ὁ πολύφορος εὐθηνίαν ὁ διδούς·
χαῖρε, βλάστημα πολύκαρπον τὸ ἐκτρέφον τοὺς πιστούς.
Χαῖρε, ὅτι ἐμπράκτως ἐσεβάσθης τὴν φύσιν·
χαῖρε, ὅτι φυλάττεις διδαχαῖς σου τὴν κτίσιν.
Χαῖρε, τῆς γῆς αὐχμώδους ἡ ἄρδευσις·
χαῖρε, πικρᾶς στενώσεως ἄνεσις.
Χαῖρε, σοφῶν διδασκάλων ἀκρότης·
χαῖρε, εὐχῆς Ἰησοῦ θιασιώτης.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Πόνοις σου τοῖς ἀτρύτοις παρθενὼν ἐπυργώθη μητρὸς ἠγαπημένου ἐν Πάτμῳ, ἐν ᾧ μοναζουσῶν τὸν χορὸν πρὸς Παράδεισον τὸν ποθεινὸν ἴθυνας ἀλήκτως σὺν στρατεύμασι ἀγγέλων ἐκβοᾶν Κυρίῳ·

Ἀλληλούια.

Ῥήμασι θεοσόφοις ὡς ὁδοῦ βακτηρίαν χρησάμενος ἐστήριζας πάντας, ὅθεν ἔγραφες ἐπιστολὰς πρὸς τοὺς ἔγγιστά τε καὶ μακρὰν παῖδας σου εἰς ἔργον τελειώσεως ἐγείρων τοὺς φωνοῦντας ταῦτα·

Χαῖρε, λαμπρὸς μοναστῶν κοσμήτωρ·
χαῖρε, ἀγήρω ζωῆς ὁ ρήτωρ.
Χαῖρε, ἀγαθῶν χελιδὼν ἡ τορόφωνος·
χαῖρε, δωρεῶν ἀηδὼν ἡ ἡδύφωνος.
Χαῖρε, κάλλη διηγούμενος Παραδείσου ὡς Μωσῆς·
χαῖρε, ἄλγη τὰ δυσίατα θεραπεύων σῇ εὐχῇ.
Χαῖρε, ὅτι ἐν Χάλκῃ μαθητὰς ἐνουθέτεις·
χαῖρε, ὅτι τὰ ἔθνη φῶς ἰδεῖν ἐπεπόθεις.
Χαῖρε, χορδὴ κινύρας τοῦ Πνεύματος·
χαῖρε, ᾠδὴ ὁσίων τοῦ ἄσματος.
Χαῖρε, σῶν παίδων στερρὰ βακτηρία·
χαῖρε, μονῆς σου ἀεὶ μεσιτεία.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Σύμπασαν οἰκουμένην φωτισθῆναι ἐπόθεις φωτὸς θεογνωσίας ἀκτῖσι, διόπερ φιλοθέους ψυχὰς εἰς τοὺς καθημένους ἐν σκιᾷ, ἔκλαμπρε, προέτρεπες πορεύεσθαι διδάξαι ὀρθοδόξως κράζειν·

Ἀλληλλούια.

Tέμενος Παρακλήτου, θεοφόρε, κατέστης, ὡς ἔφη δαιτυμόναις ὁ Λόγος, ἑτοιμάσας ἐμπόνως ψυχὴν ἐμπεριπατοῦντα τὸν Θεὸν δέξασθαι, διόπερ ἐξιστάμενοι ὁρῶντες σε ἀναβοῶμεν·

Χαῖρε, ἡ σάλπιγξ τῆς ἀπαθείας·
χαῖρε, τὸ κύμβαλον τῆς ἁγνείας.
Χαῖρε, ἀστραπὴ διαλύουσαν ζόφωσιν·
χαῖρε, στεροπὴ φρυκτωροῦσα τὴν θέωσιν.
Χαῖρε, αὔρα οὐρανόπνευστος ἡ δροσίζουσα πιστούς·
χαῖρε, οἶνος προσφερόμενος ὁ εὐφραίνων τοὺς λαούς.
Χαῖρε, ἄνθος στολῖζον τὸν οὐράνιον οἶκον·
χαῖρε, κρίνον μυρίζον εὐωδίᾳ χαρίτων.
Χαῖρε, κρατὴρ πολλῶν ἐξαισίων·
χαῖρε, φθογγὴ φωνῶν τὼν αἰσίων.
Χαῖρε, ἐλαύνων μακρὰν ἀθυμίαν·
χαῖρε, δωρίζων πιστοῖς εὐθυμίαν.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Ὕπαρ σοι ἀνεφάνη Θεοτόκος Μαρία σὺν τῷ Ἠγαπημένῳ μηνῦσαι πρὸ τοῦ Πάσχα τὴν σὴν τελευτὴν μὴ πληροῦσα αἴτημα θερμὸν δεικνῦον τὸ φιλότεκνον ψυχῆς σου ἐν θανῇ βοώσης·

Ἀλληλούια.

Φίλος ὢν τῶν ἁγίων συνοικεῖς μετὰ πάντων ἐν γῇ ἡτοιμασμένῃ δικαίοις, ἐξ ἧς ἐποπτεύεις ἡμᾶς καὶ προφθάνεις πᾶσαν ἀπειλὴν ὤκιστα ταῖς θείαις σου ἐντεύξεσι λυτρῶν τοὺς σοι βοῶντας ταῦτα·

Χαῖρε, Ἐδὲμ ὁ τερπνὸς οἰκήτωρ·
χαῖρε, μονῆς εὐκλεοῦς δομήτωρ.
Χαῖρε, ἀσωμάτων τὸν βίον μιμούμενος·
χαῖρε, ἀρχεκάκου τὸ θράσος τροπούμενος.
Χαῖρε, βίβλος ἡ θεόγραφος τῷ δακτύλῳ τοῦ Θεοῦ.
χαῖρε, φίλος ἀληθέστατος Νεκταρίου θαυμαστοῦ.
Χαῖρε, ὅτι ἑώρας πάλαι γῆθεν τὰ ἄνω·
χαῖρε, ὅτι εὐχαῖς σου δρόσον στάζεις τοῖς κάτω.
Χαῖρε, κανὼν ἀρίστου βιώσεως·
χαῖρε, σβεστὴρ παθῶν τῆς φλογώσεως.
Χαῖρε, σῆς μάνδρας ὁ ἀνύστακτος φύλαξ·
χαῖρε, θαυμάτων ὁ ἀείρροος πῖδαξ.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Χάρις τῷ σῷ λειψάνῳ ψαλμικῶς ἐξεχύθη τῶν νόσων καχεξίαν σοβοῦσα καὶ πληροῦσα αἰσθήσεις ἡμῶν τοῦ Ἁγίου Πνεύματος ὀσμὴ ἅπαντας προτρέπει δέ, πανόλβιε, Θεῷ ἀναφωνῆσαι οὕτως·

Ἀλληλούια.

Ψάλλοντάς σου τοὺς οἴκους διαθέσει προθύμῳ καὶ πάντας τοὺς τιμῶντας σε πόθῳ φύλαξον ἐκ δεινῶν ἀσινεῖς ἀποσκορακίζων τὸν ἐχθρὸν τάχιστα λιταῖς σου, Ἀμφιλόχιε, ὃ νῦν ἀκούων παρὰ πάντων·

Χαῖρε, πιστὲ τοῦ Χριστοῦ λευΐτα·
χαῖρε, ἐχθροῦ δυσφιλοῦς ἡ ἧττα.
Χαῖρε, τῶν Γραφῶν ἡ τελεία ἀποδειξις·
χαῖρε, τῆς μελλούσης ζωῆς προεικόνισις.
Χαῖρε, κράτος καὶ ὀχύρωμα ἀρραγὲς τῶν εὐσεβῶν·
χαῖρε, σκέπη τοῦ σεμνείου σου καὶ χοροῦ μοναζουσῶν.
Χαῖρε, ὅτι πλουτίζεις σῷ λειψάνῳ μονήν σου·
χαῖρε, ὅτι φαιδρύνεις Ἐκκλησίαν φωτί σου.
Χαῖρε, τῶν σε ὑμνούντων τὸ καύχημα·
χαῖρε, τῆς Πάτμου θεῖον θησαύρισμα.
Χαῖρε, σαρκὸς ὁ κουφίζων τὸν πόνον·
χαῖρε, ψυχῶν ὁδοδεῖκτα πρὸς πόλον.

Χαίροις, μάκαρ Ἀμφιλόχιε.

Ὦ Πατμίων τὸ κλέος, Ἀμφιλόχιε γέρον, πιστὲ τῆς Ἐκκλησίας θεράπον (ἐκ γ΄) μὴ ἐλλίπῃς πρεσβεύειν Χριστῷ, ὅπως συνοικήσεως Ἐδὲμ τύχωμεν καὶ οὕτω συγχορεύοντες βοῶμεν τῷ Θεῷ ἀπαύστως·

Ἀλληλούια.

Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ
Ἐγκωμιάσαι ὥσπερ δεῖ σε, Ἀμφιλόχιε, τῆς οὐρανίας λαλίας καὶ γλώττης χρῄζομεν, ὅτι ὅμοιος ἐφάνης τοῖς ἀσωμάτοις, ἀλλ᾽ ὁ ἔνδοθέν μου πόθος ἀνυμνήσεως παλαισμάτων σου νικᾷ χειλέων βέβηλον, ὅθεν κράζω σοι· χαίροις, μάκαρ Ἀμφιλόχιε.

Δίστιχον·
Χαρᾶς, Ἀμφιλόχιε, ἀλήκτου μετέχων
Ἰωάννην πλήρωσον· σοι, χαῖρε, βοῶντα.