Χαιρετισμοί εις τον Όσιο και Θεοφόρον πατέρα ημών Φιλάρετον τον Ελεήμονα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἐλεήμονα, παντὶ αἰτοῦντι δίδοντα μετὰ χαρᾶς εἰς πλησμονὴν ἐγκωμιάσωμεν,
ἑκουσίως τὸν πτωχεύσαντα δι᾽ ἀγάπην τοῦ πλησίον, εὐλαβῶς ἀνευφημήσωμεν ὡς πενήτων πλουτισμὸν ψαλμοῖς καὶ ἄσμασιν ἀνακράζοντες· Χαίροις, ὄντως Φιλάρετε.

Οἱ Οἴκοι
Ἀγγελος συμπαθεῖας ἐνδεῶν καὶ πενήτων, φωτόλαμπρε Φιλάρετε ὥφθης (ἔκ γ΄),
ἐλεῶν γὰρ καὶ τρέφων πτωχοὺς καὶ σκορπίζων πλούτη σου φθαρτὰ ἄσυλον ἐν πόλῳ ἑταμίευες θησαύρισμα διὸ βοῶμεν·

Χαῖρε, τὸ λίκνον τῆς εὐποιΐας·
χαῖρε, τὸ ἄστρον φιλανθρωπίας.
Χαῖρε, τῆς διπλής ἀγαπήσεως ἐκτυπον·
χαῖρε, θεϊκῆς καθαρότητος μάργαρον.
Χαῖρε, στῦλος ὁ πυρίμορφος τῆς πρὸς πέλας ἀρωγῆς·
χαῖρε, λύχνος φαεινότατος ἰσαγγέλου βιοτῆς.
Χαῖρε, ὁ νηφαλίως ἐν Ἀμνίᾳ ἀστράψας·
χαῖρε, ὁ θεαρέστως τρίβους δίου ὁδεύσας.
Χαῖρε, λαμπρὸν ξενίας παλάτιον·
χαῖρε, σεπτὸν τῆς χάριτος μέλαθρον.
Χαῖρε, λαμπτὴρ νοητής εὐπρεπειας·
χαῖρε, ψεκτὴρ ψυχικῆς ῥαθυμίας.

Χαίροις, ὄντως Φιλάρετε.

Βίον διηνθισμένον ἀρεταῖς φερωνὺμως διάγων ζῆλον ἔσχες ἀγγέλων, προϊστάμενος ἒργων καλῶν καὶ δοτὴρ οὖν πᾶσιν ἀγαθῶν κάμνουσιν ὀφθεὶς τῷ Παντοκράτορι ἐν πίστει καθ᾽ ἑκάστην ἧδες·

Ἀλληλούϊα.

Γἧς Παφλαγόνων ρόδον εὐανθὲς καὶ εὐῶδες, Φιλάρετε, δὁλαστήῆσαν ἐκ κώμης τῆς Ἀμνίας τῆς σῆς ἀρετῆς καὶ ἐλέους μύρῳ τοὺς πτωχοὺς ηὔφρανας εἰς σὲ τοὺς καταφεύγοντας ἐν δίναις καὶ βοῶντας ταῦτα·

Χαῖρε, πραότητος ἣ κινύρα·
χαῖρε, σεμνότητος θεία λύρα.
Χαῖρε, τῶν ἁγίων ἀγγέλων ὁμόζηλος·
χαῖρε, θεοφόρων πατέρων ὁ σύσκηνος.
Χαῖρε, ὕψος ἀγαπήσεως δυσερμήνευτον πολλοῖς·
χαῖρε, βάθος ἐπιγνώσεως δυσαντίβλεπτον βροτοῖς.
Χαῖρε, τῶν πενομένῶν ὃ τὰ πλήθη χορτάσας·
χαῖρε, χειμαζομένων ὁ τοὺς δήμους εὐφράνας.
Χαῖρε, εἰκὼν ἐλέους θεόδοτος·
χαῖρε, λειμὼν συνέσεως πάντερπνος.
Χαῖρε, σοφῆς προμηθείας νοήμων·
χαῖρε, πολλῆς συμπαθείας ὁ γνώμων.

Χαίροις, ὄντως Φιλάρετε.

Δενδρον ὡς καρποφόρον τῷ εὐσπλάγχνῳ Σωτῆρι Χριστῷ καρποὺς προσήγαγες ἔργων
τῶν καλῶν σου καὶ τῆς ἀκραιφνοῦς πρὸς πτωχοὺς ἀγάπης, ἀρετῶν γνήσιον, Φιλάρετε, ἀρχέτυπον, Ω ἧδες εὐχαρίστῳ γλώσσῃ·

Ἀλληλούϊα.

Ἓχων τοῦ πατριάρχου Ἀβραὰμ τὴν ξενίαν ὡς πρότυπον τὰ πλούτη σου, πάτερ,
διετίθεις εἰς τῶν ἐνδεῶν κουφισμὸν καὶ εἶτα ὧν πτωχὸς ἔνεμες ὁμοίοις σου ὑπάρχοντα τὰ σά διό σοι νῦν βοῶμεν·

Χαῖρε, προνοίας Θεοῦ πυξίον·
χαῖρε, εὐνοίας Αὐτοῦ δοχεῖον.
Χαῖρε, λυπουμένων ταχεῖα παράκλησις·
χαῖρε, πενομένων ὀξεῖα ἀντίληψις.
Χαῖρε, τύπος ἐνθεώτατος κουφισμοῦ τῶν ἐνδεῶν·
χαῖρε, ῥύστης ἑτοιμότατος ἐν παντοίων συμφορῶν.
Χαῖρε, ὅτι ξενίας καθωράθης ἀκρότης·
χαῖρε, ὅτι οὐσίας ἀνεδείχθης σῆς δότης.
Χαῖρε, σεμνὸν Κυρίου εὐλόγιον·
χαῖρε, λαμπρὸν Θεοῦ οἰκητήριον.
Χαῖρε, βολὶς τῶν ἐνθέων χαρίτων·
χαῖρε, κρηπὶς φιλανθρώπων ὁσίων.

Χαίροις, ὄντως Φιλάρετε.

Ζἡλῳ φιλανθρωπίας πυρακτούμενος, μάκαρ Φιλάρετε, καὶ σπλάγχνα προβάλλων
συμπαθείας τοῖς ἕν βιοτῆς χαλεπαῖς ἀνάγκαις, θαυμαστέ, στένουσιν ὡς δότης ἱλαρώτατος διέλαμψας ἀπαύστως ψάλλων·

Ἀλληλούϊα.

Η πολλή σου ἀγάπη καὶ σεμνὴ πολιτεία κατέπληξεν ἀγγέλους ὁρῶντας
διοικοῦντα σε πλοῦτον καλῶς, ἐναρέτου φίλε βιοτῆς γνησιε, φιλοῦντα δὲ τὰ ἄῤῥευστα, πιστοὺς ὅθεν βοᾶν σοι πείθει·

Χαῖρε, τὸ εὐχος ἐλεημόνων·
χαῖρε, τὸ κλέος ἀνδρῶν δικαίων.
Χαῖρε, ὁ μισήσας γεώδη καὶ πρόσυλα·
χαῖρε, ὁ ποθήσας ἐν βίῳ τὰ ἀῦλα.
Χαῖρε, δότης γενναιότατος τῶν χρηζόντων ἀρωγῆς·
χαῖρε, λύτης πάσης θλίψεως ἐξ ἐλλείψεως τροφῆς.
Χαῖρε, ὁ κυβερνήτης ὁ καλὸς τοῦ σοῦ πλούτου·
χαῖρε, ὁ στυλοβάτης τοῦ λαοῦ τοῦ δυσμοίρου.
Χαἴρε, Θεοῦ ἀγάπης τὸ ἄνηθον·
χαῖρε, Αὐτοῦ εὐνοίας τὸ κύμινον.
Χαἴρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας·
χαῖρε, τρυφὴ ἐνδεῶν εὐωχίας.

Χαίροις, ὄντως Φιλάρετε.

Θαυμαστὲ ἐλεῆμον καὶ φιλάρετε πάτερ, πτωχὸν ὁ ἐκ κοπρίας ἐγείρων Ποιητῆς τοῦ παντὸς καὶ Θεὸς εἰς πενίαν ἄκραν, ἱερέ, ἴθυνε, πλὴν σὺ Ιὼβ μιμιούμενος ἐκραύγαζες φωνῇ μεγάλῃ·

Ἀλληλούϊα.

Ἳνα τῆς Βασιλείας οὐρανῶν κοινωνήσῃς, Φιλάρετε, πτωχῶν ἀντιλῆπτορ, διὰ τὴν πτώχευσίν σου σαφῶς οὐκ ἐθλίβου, πάτερ, ἀλλ᾽ ἀεὶ ἔχαιρες, διόπερ σε θαυμάζοντες
ᾧδαῖς σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, Ἰὼβ μιμητὴς τῆς πενίας·
χαῖρε, ὦ θεϊκῆς συμπαθείας.
Χαῖρε, ὁ πτωχείαν ποθήσας τοῦ Κτίσαντος·
χαῖρε, ὁ οἰκίαν στερήσας τοῦ χρήματος.
Χαῖρε, πείνης πάντων, ὅσιε, τῶν πτωχῶν ἀπαλλαγή·
χαῖρε, πάσης περιστάσεως ἢ ταχεῖα ἀρωγή.
Χαῖρε, ἔμψυχος στήλη μυστικῶν χαρισμάτων·
χαῖρε, ἄφθονος κρήνη θεοδότων ναμάτων.
Χαῖρε, ἁγίων πάντων ὁ σύναυλος·
χαῖρε, ἀγγέλων θείων ὁ σύσκηνος.
Χαῖρε, στολὴν ἀμπεχόμενος δόξης·
χαῖρε, πληγὴν θεραπεύων τῆς πείνης.

Χαίροις, ὄντως Φιλάρετε.

Κοπιῶν ὑπερμέτρως τοῦ φαγεῖν τὸν σὸν ἄρτον οἰκτείρειν πάντας οὐκ ἐπελάθου τοὺς αἰτοῦντας τὴν σὴν ἀρωγήν, ἀλλὰ πᾶσι τούτοις δαψιλῶς ἔνειμας εκ σοῦ τοῦ ὑστερήματος, οὕς ἔπειθες Θεῷ κραυγάζειν·

Ἀλληλούϊα.

Λοιδορίαν συζῦγου ὑπομένων καὶ τέκνων πρὸς χάριν τοῦ πλησίον ἀγάπης στέφος εἴληφας μαρτυρικὸν ἐκ τοῦ κατ᾽ ἀξίαν τοῖς πιστοῖς νέμοντος τὰ γέρα, Ὃν δοξάζοντες,
Φιλάρετε, σοὶ ἐκδοῶμεν·

Χαῖρε, ἢ στέρησις τῶν σῶν τέκνων·
χαῖρε, ἢ στήριξις τῶν πενήτων.
Χαῖρε, ὁ σκορπίσας πτωχοῖς τὴν οὐσίαν σου·
χαῖρε, πᾶσι νείμας ἀγαθὰ τῆς οἰκίας σου.
Χαῖρε, χλεύην τῆς συζύγου σου ὑπομείνας καρτερῶς·
χαῖρε, στέγην τοῖς μὴ ἔχουσιν ὁ παρέχων εὐχερῶς.
Χαῖρε, σὰ ὁ δωρήσας οἰκοδίαιτα κτήνη·
χαῖρε, ὁ προσελκύσας τῶν πενήτων τὰ σμήνη.
Χαῖρε, Θεοῦ δωρημάτων τὸ πέλαγος·
χαῖρε, Αὑτοῦ ὁ δεικνύων τὸ ἔλεος.
Χαῖρε, σφραγὶς φιλευσπλάγχνου καρδίας·
χαῖρε, βαλβις θεϊκῆς εὐσεβείας.

Χαίροις, ὄντως Φιλάρετε.

Μόσχον καὶ τὴν μητέρα τὴν αὐτοῦ ἐδωρήσω πτωχῷ αἰτήσαντί σε στερήσας τῷ σῷ οἴκῳ αὐτῶν, γεραρὲ ὀπαδὲ ἀγάπης, ὅθεν σε Ὓψιστος ηὐλόγησε, Φιλάρετε, τὸν ἄδοντα ἔν κατανύξει·

Ἀλληλούϊα.

Νήφων καὶ εἰρηνεύων καὶ στερήσεως ἄρτου τοὺς πόνους ὑπομένων ὡράθης
ἰσαγγέλου ζωῆς ἐραστῆς καὶ σκληραγωγίας ἐν Χριστῷ ἀγαλμα, διό σε νῦν, Φιλάρετε,
τιμῶντες ἑκβοῶμεν ταῦτα·

Χαῖρε, προστάτης τῶν τρυχομένων·
χαῖρε, ἐπόπτης χειμαζομένων.
Χαῖρε, εὐμενῶς ὁ ἀρήγων τοὺς κάμνοντας·
χαῖρε, ἀκλινῶς περιθάλπων τοὺς πάσχοντας.
Χαῖρε, ῥεῖθρα τοῦ ἔλέους σου ὁ πηγάζων χοϊκοῖς·
χαῖρε, κλεῖθρα τής προνοίας σου ὁ ἀνοίγων τοῖς πτωχοῖς.
Χαῖρε, ὁ μετ᾽ ἀγγέλων τὴν ψυχήν σου συμμίξας·
χαῖρε, ὁ πενομένων κουφισμὸν ἀγαπήσας.
Χαῖρε, ἀστὴρ τῆς χάριτος πάμφωτος·
χαῖρε, πρηστὴρ ἐχθροῦ τοῦ ἀλάστορος.
Χαῖρε, ψυχής ἐνδεῶν παρακλῆτορ·
χαῖρε, ζωῆς τής ἐμῆς κατευθῦντορ.

Χαίροις, ὃντως Φιλάρετε.

Ξἔνων, ἐμπεριστάτων, ἐνδεῶν καὶ πενήτων προμήθεια, Φιλάρετε θεῖε, ταχυτάτη, μὴ παύσῃ καὶ νῦν ἐκ τοῦ θρόνου δόξης τοῦ Θεοῦ ἅπαντας ἀρήγειν τοὺς τιμῶντας σε καὶ ὕμνοις τῷ Θεῷ βοῶντας·

Ἀλληλούϊα.

Ὀλικῶς ἀνατείνων τὸν νοῦν τῷ εὐσπλάγχνῳ Κυρίῳ ἀγαπήσεως βάθρον ἀνεδείχθης διδάσκων ἡμᾶς ἀγαπᾶν τοὺς πέλας ὡς Χριστὸς ἅπαντας βροτούς, σεπτὲ Φιλάρετε,
τοὺς νῦν σοι ἑκβοῶντας ταῦτα·

Χαῖρε, ψυχὴν πρὸς Θεὸν ὁ τείνας·
χαῖρε, πηγὴν ὁ ἔλέους βλυσας.
Χαῖρε, τής ἀὕλου τραπέζης συνδίαιτε·
χαῖρε, οὐρανίου συνάξεως μέτοχεξ.
Χαῖρε, ὅτι καθηγίασαι ἀγαπήσει θεϊκῇ·
χαῖρε, ὅτι ὑπερύψωσαι τῇ πρὸς πέλας ἀρωγῇ.
Χαῖρε, ὃ διανείμας τὰ πρὸς ζήν ἀναγκαῖα·
χαῖρε, ὁ κατευφράνας τῶν πενήτων συστάδα.
Χαῖρε, ἐλέους θείου ἐκσφράγισμα·
χαῖρε, τοῦ μένους πλάνου τὸ σύντριμμα.
Χαῖρε, βροτῶν ὁ στερήσεις καλύψας·
χαῖρε, πολλῶν ὁ τὴν πεῖναν χορτάσας.

Χαίροις, ὄντως Φιλάρετε.

Πλοῦτε τῶν πενομένων, σὴν πτωχείαν ἀμείβων τὴν ἔνθεον καὶ πλοῦτον καρδίας τής σεμνής σου Χριστὸς ὁ Θεὸς σὴν ἔκγόνην, πάτερ, κατιδεῖν ἄνασσαν ἢξίωσε, Φιλάρετε, σὲ ᾷδοντα ἀδιαλείπτως·

Ἀλληλούϊα.

‘Ρἀβδῳ σῆς προστασίας ἐπεστήριξας, πάτερ, πτωχοὺς τοῦ Βυζαντίου καὶ τούτους εἰς τὸ δεῖπνον τὸ βασιλικόν, εὐσπλαγχνίας κρήνη καὶ πηγὴ ἄφθονος χαρίτων, προσεκάλεσας βοᾶν σοι καταπείθων ταῦτα·

Χαἴρε, χλιδῆς κοσμικῆς παρόπτα·
χαῖρε, στοργής πατρικῆς διῶώχτα.
Χαῖρε, ἐστιάτορ πενήτων εὐφρόσυνε·
χαῖρε, θεοφάντορ, δικαίων ὁμόζηλε.
Χαἴρε, πένητας σεβόμενος ὑπὲρ πάντας βασιλεῖς·
χαῖρε, κάμνοντας ὁ πράξεσιν ἀναπαύων θεϊκαῖς.
Χαῖρε, πύλας μελάθρου ἐνδεέσιν ἀνοίξας·
χαῖρε, θύρας πενίας παροχαῖς σου σφραγίσας.
Χαἴρε, χαρὰ πεινώντων καὶ στήριγμα·
χαῖρε, φθορὰ Βελίαρ καὶ σύντριμμα.
Χαῖρε, στολὴ τῶν γυμνῶν σεμνοτάτῃη·
χαῖρε, πνοὴ θερμουργὸς καὶ ἡδίστη.

Χαίροις, ὄντως Φιλάρετε.

Στίγματα τῆς πενίας ἄχρι τέλους βαστάζων ἐφίλεις ὑπὲρ σύζυγον πάντας καὶ σῶν τέκνων συστάδα πτωχοῦς, ἵνα βλάβῃς κήποις ἐν ᾿Ἐδέμ, πάνσοφε, ἑκατονταπλασίονα
καὶ ἄδῃς τῷ Χριστῷ ἀπαύστως·

Ἀλληλούϊα.

Τόμος χρηστοηθείας, διακρίσεως σέλας καὶ στῦλος διοράσεως ὥφθης, τοῦ ἐκγόνου σου γὰρ τελευτὴν καὶ τὴν σὴν προβλέπων, θαυμαστὲ ὅσιε, ἐδόξαζες τὸν Κύριον καὶ ἤγειρας σὸν οἶκον κράζειν·

Χαῖρε, ὁ μέγας ἐν τῇ ἀγάπῃ·
χαῖρε, ὁ μείζων ἐν τῇ φρονήσει.
Χαῖρε, τής πτωχείας τοῦ Λόγου ἑναύλισμα·
χαῖρε, τῆς σοφίας Αὐτοῦ ἐνδιαίτημα.
Χαῖρε, πλοῦτος θεοδώρητος ἀρετῶν παντοδαπῶν·
χαῖρε, σκεῦος διαυγέστατον πλῆρες θείων δωρεῶν.
Χαῖρε, ὅτι παρεῖδες σοὺς οἰκείους ἐμφρόνως·
χαῖρε, ὅτι περαίνεις τὸν σὸν βίον ὁσίως.
Χαῖρε, φωτὸς τῆς χάριτος ἔμπλεως·
χαῖρε, σκηπτὸς καὶ καῦσις τοῦ δαίμονος.
Χαῖρε, δι᾽ οὗ ἣ ἀγάπη κενοῦται·
χαῖρε, δι᾽ οὗ ἢ κακία σοβεῖται.

Χαίροις, ὄντως Φιλάρετε.

Ὓπνωσας, θεοφόρε, τὸν ἐμπρέποντα ὕπνον ὁσίοις καὶ ἀνῆλθες εἰς πόλον
συνευφραίνεσθαι τῷ Ἀβραάμ, ἐραστῇ ξενίας, καὶ σεπτοῖς τάγμασι, Φιλάρετε, τὸν Κύριον αἰνούντων ἐκτενῶς ἁγίων·

Ἀλληλούϊα.

Φίλος Θεοῦ ὑπάρχων γνησιώτατος, πάτερ, εἰς πρόσωπα ἑώρας πενήτων τὸν εὐΐλατον σὸν Λυτρωτὴν Ἰησοῦν, ἀρέσκειν ῷ καλαῖς πράξεσιν ἑπόθεις, ὅθεν ἅπαντες, Φιλάρετε, νῦν σοι βοῶμεν·

Χαῖρε, ἁγίου ὁ πλήρης ζήλου·
χαῖρε, Κυρίου ὁ πλήρης φόδου.
Χαῖρε, ἰσαγγέλου βιώσεως ἔλλαμψις·
χαῖρε, θεαρέστου ζωῆς ὑποτύπωσις.
Χαῖρε, βότρυς ὁ παμπέπειρος ἐλεήμονος ψυχῆς·
χαῖρε, στάχυς ὁ πολύφορος ἐναρέτου ἀγωγῆς.
Χαἴρε, ὅτι πενήτων διατρέφεις τὰ πλήθη·
χαῖρε, ὅτι μερόπων κατευφραίνεις τὰ σμήνη.
Χαἴρε, πηγὴ Θεοῦ ἀγαθότητος·
χαῖρε, αὐγὴ τῆς θείας χρηστότητος.
Χαἴρε, πτωχῶν ἀφανίζων τὰ βάρη·
χαῖρε, πιστῶν ἀπελαύνων τὰ ἄλγη.

Χαίροις, ὄντως Φιλάρετε.

Χαἵρειν μετὰ χαιρόντων καὶ κλαίειν μετὰ κλαιόντων ἀξίωσον ἡμᾶς τοὺς τιμῶντας σοῦ τὴν πάντιμον καὶ ἱερὰν μνήμην, πάτερ θεῖε, τῶν πτωχῶν πρόμαχε, Φιλάρετε, καὶ ᾷσμασιν ὐμνοῦντας τὸν Θεὸν τῶν ὅλων·

Ἀλληλούϊα.

Ψἀλλοντές σου ἀγάπης τῆς ἀφάτου τὸ βάθος καὶ ὕψος συμπαθείας πρὸς πάντας
ἐνδεεῖς καταστέφομεν σοῦ τὴν ἁγίαν μνήμην τοῖς ῳδῶν ἄνθεσι, Φιλάρετε, βοῶντες σοι καρδίας ἔκ μυχίων ταῦτα·

Χαῖρε, ὁ πλοῦτος τῆς ἀφθαρσίας·
χαῖρε, τὸ τεῖχος τῆς εὐσεβείας.
Χαῖρε, Παφλαγόνων ὁσίων διάδημα·
χαῖρε, φιλευσπλάγχνων ἀνδρῶν ἀγαλλίαμα.
Χαῖρε, ἥλιος παμμέγιστος ᾿Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, στέφανος χρυσόπλοκος ἀγαπήσεως Αὐτοῦ.
Χαῖρε, ὅτι τὸ μέλι ἀρετῆς συναθροίζεις·
χαῖρε, ὅτι πενίας τὴν ἀχλὺν ἀπελαύνεις.
Χαῖρε, ζωῆς ἁγίας διδάσκαλε·
χαῖρε, χορῶν ὁσίων ἀκόλουθε.
Χαῖρε, Χριστοῦ εὐσπλαγχνίαν ἐμφαίνων·
χαῖρε, ἡμῖν πᾶσαν χάριν παρέχων.

Χαίροις, ὄντως Φιλάρετε.

Ὣ Φιλάρετε μάκαρ, τῆς ἐμπράκτου ἀγάπης πρὸς πάντας τοὺς ἀνθρώπους πυξίον (ἐκ γ΄), τῷ εὐσπλάγχνῳ Κυρίῳ ἡμῶν δοῦναι πᾶσι ῥώμην ψυχικὴν πρέσβευε, ὡς ἂν κακίας ζόφωσιν σκεδάσωμεν ἀεὶ βοῶντες·

Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἐλεήμονα, παντὶ αἰτοῦντι δίδοντα μετὰ χαρᾶς εἰς πλησμονὴν ἐγκωμιάσωμεν,
ἑκουσίως τὸν πτωχεύσαντα δι᾽ ἀγάπην τοῦ πλησίον, εὐλαβῶς ἀνευφημήσωμεν ὡς πενήτων πλουτισμὸν ψαλμοῖς καὶ ἄσμασιν ἀνακράζοντες· Χαίροις, ὄντως Φιλάρετε.

Δίστιχον·
Φιλάρετε, χαῖρε, συμπαθείας βάθρον
ἀκράδαντον, ἀνέκραξε Χαραλάμπης.

 

Παρακλητικός Κανών εις τον Όσιο Φιλάρετο τον Ελεήμων