Χαιρετισμοί εις τον Όσιο Γεώργιο τον Αρσελαίτη ο εν Σιναίου Όρους εν Ιερά Σκήτη Αρσελά ασκήσαντα

Ποίημα Γεωργίου Γαλανόπουλου

Κοντάκιον Ἦχος πλ. δ’. Τῆ Ὑπερμάχῳ.
Τόν τοῦ Σιναίου ἀσκητήν ἐγκωμιάσωμεν, ἐν Αρσελά ἀνύδρῳ γῆ πιστῶς οἰκήσαντα, οἱ θεόφρονες ἐν μέλεσι θεοτέρποις, ἐν παλαίσμασι καί ἄθλοις ὄφιν ᾔσχυνε, καί Χριστόν τόν Βασιλέα ἐμεγάλυνε, τούτῳ λέγοντες· Χαῖρε Πάτερ Γεώργιε.

Ἄνωθεν αἱ χορεῖαι, τῶν Ἁγίων σκιρτῶσι, καί γῆθεν Σιναΐται Πατέρες (ἐκ γ ), Σινᾶ γάρ τόποις καί ἁπανταχοῦ, μεγαλύνουσι τούς σούς ἄθλους ὦ Γεώργιε, κἀγώ δ’ ἐξίσταμαι καί ἵσταμαι, κραυγάζων σοι πιστῶς τοιαῦτα·

Χαῖρε, δι’ οὐ ἡ χαρᾷ ἐκλάμπει·
χαῖρε, δι’ οὐ τούς πιστούς αὐγάζει.
Χαῖρε, πεπτωκότων ἀνθρώπων ἀνάκλησις·
χαῖρε, ἀθυμούντων ψυχῶν ἡ παράκλησις.
Χαῖρε, Πάτερ ἁγιώτατε, βλύζον χάριν μυστικήν·
χαῖρε, σκεῦος Πνευματέμφορον, θαυμαστόν καί ἐν ζωή.
Χαῖρε, ὅτι αὐλίζει μετ’ Ἀγγέλων νῦν πόλῳ·
χαῖρε, ὅτι πρεσβεύεις τῆ Τριάδι ἀπαύστως.
Χαῖρε, ἀστήρ λαβῶν φώς τρισήλιον·
χαῖρε, φωστήρ λαμπρύνων τά πέρατα.
Χαῖρε, δι’ οὐ κατεπλάγη ἡ κτίσις·
χαῖρε, δι’ οὐ ἐδοξάσθη ὁ Κτίστης.

Χαῖρε, Πάτερ Γεώργιε.

Βλέπουσα Ὀρθοδόξων ἡ πληθῦς σήν εἰκόνα, καί πάσας τάς ἀρετάς ἐκβοᾷ σοι, τά παράδοξα σου θαυμαστά, ἐμφανέστατα νῦν ἀληθῶς δείκνυνται. Διό τῷ γόνυ κλίνουσα,
ἀσπαζομένη μάκαρ κράζει·

Ἀλληλούια.

Γνῶσιν βίου σου σχῶμεν, ἐκ θαυμάτων σου Πάτερ, ἀ τόποις τοῖς ἐρήμοις εἰργάσω· ὅθεν γένος λιπών, τρυφήν πλοῦτον καί ἡδέα τῆς ζωῆς ἔφυγες, καί Αρσελά γῆ ἔφθασας, μονάσαι τοῦ βοᾶν σοι οὕτως·

Χαῖρε, Θεοῦ τῶν ἀρρήτων μύστης·
χαῖρε, προσευχῆς ἔνθερμος πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ ῥοῦς ἀείζωος·
χαῖρε, τῶν χαρίτων κρουνός ὁ αείρροος.
Χαῖρε, ὁ Ἀσωμάτοις ὁμιλῶν θείοις Νόοις·
χαῖρε, ὁ τοῖς Ὁσίοις ὤν ὁμόσκηνος ἄνω.
Χαῖρε, λαμπρόν Σιναίου ἀγλάϊσμα·
χαῖρε, σεμνόν Ποιμένος ὑπόδειγμα.
Χαῖρε, σοφέ μοναστῶν ποδηγέτα·
χαῖρε, καλέ τοῦ Κυρίου ἐργάτα.

Χαῖρε, Πάτερ Γεώργιε.

Δύναμιν οὐρανόθεν ἐξαπέστειλε θείαν, πρός σόν φωτισμόν ὁ Παντεπόπτης, καί νοῦν εὔγνωστον εὗρε σοφέ, εἰς ὀν Θεός ᾤκησε. Διό ἔδραμες ἀσκήσασθαι ἐν τόποις ἡσυχίας, Αὑτῷ μόνον ᾄδειν·

Ἀλληλούια.

Ἒχιδναν μαθητήν σου θανατώσαντα σχίσας, ἀνέστησας διά τῆς προσευχῆς σου. Καί ἀγῶνας ὦ Πάτερ, εὐθύς τούς ἀσκητικούς ηὔξησας, ῥοάς δακρύων νηστείαν καί ἐγκράτειαν, πόνους οὕς τιμῷμεν σοί βοῶντας·

Χαῖρε, βλαστοῦ ἀμαράντου ῥίζα·
χαῖρε, πιστῶν ἀγλαόκαρπον δένδρον.
Χαῖρε, ἀρετῶν μυροθήκη τοῦ Πνεύματος·
χαῖρε, εὐσεβῶν ὁ θειότατος ἔπαινος.
Χαῖρε, οἴκημα ἀλλότριον, κατοικίας πειρασμῶν·
χαῖρε, δαίμοσιν ὀλέθριος, πονηρῶν ἐπηρειῶν.
Χαῖρε, ὅτι προχέεις ἰαμάτων τά ῥεῖθρα·
χαῖρε, ὅτι βαστάζεις Αρσελά Σκήτης κλεῖθρα.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα·
χαῖρε, Σατάν τοῦ πλάνου φυγάδευμα.
Χαῖρε, Θεοῦ πρός ἡμᾶς σωτηρίας·
χαῖρε, ἡμῶν πρός Χριστόν ἱκεσία.

Χαῖρε, Πάτερ Γεώργιε.

Ζάλης τάραχον σκότος λογισμῶν ψυχοκτίνων, ἐδίωξας καθάρας τόν νοῦν σου, ἐν Σινᾶ ποιμήν πατέρων γέγονας, ἐκδιδάσκων θεωρίαις καί πράξεσιν, ἀρετῶν τήν κατόρθωσιν,
Θεῶ εὐαρεστεῖν καί ψάλλειν·

Ἀλληλούια.

Ἤκουσαν Σιναΐται τήν σήν φήμην καί τούτων, σύ καθηγούμενος κατεστάθης. Πίθον έναν κενόν ἐλαίου, δεόμενος Πάτερ θαυμαστῶς ἔπλησας, οὐ πάντας τούς αἰτοῦντος θαῦμα μέγα, διό νῦν ἡμᾶς ἀξίωσον σοι λέγειν·

Χαῖρε, ἀγνώστου πατρίδος γόνος·
χαῖρε, Αρσελά τῆς λαύρας κλέος.
Χαῖρε, ἀλλοτρίων ἐχθρῶν ἀμυντήριον·
χαῖρε, τῆς ἐρήμου καλόν οἰκητήριον.
Χαῖρε, ὅτι τά οὐράνια συναγάλλεται τῆ γῆ·
χαῖρε, ὅτι τά περίγεια τά σά θαύματα ὑμνεῖ.
Χαιρς, τῶν διδασκάλων θεοκίνητον στόμα·
χαῖρε, τῶν μοναζόντων ἀκατάβλητον θάρρος.
Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα·
χαῖρε, λαμπρόν συγγνώμης παράδειγμα.
Χαῖρε, δι’ οὐ κατῃσχύνθη ὁ ᾄδῃς·
χαῖρε, δι’ οὐ ἐπατήθη βελίαρ.

Χαῖρε, Πάτερ Γεώργιε.

Θαυματόβρυτος ὤφθης, πανσεβάσμιε Πάτερ, τῆ πίστει ὦ Γεώργιε στῦλος. Διό θαύμασι πλείστοις λαός, παρά σου ἰάθη ἀληθῶς ζῶντος σου, ἀλλά καί μετά πότμον σου, ὠφέλησας πιστούς βοῶντας·

Ἀλληλούια.

Ἴσα πᾶσι δικαίως, ἀποδίδως θεόφρον, ἐν ἔργοις κηρύττων δικαιοσύνην, ὡς φιλάδελφον ὁρῶντες, ἡ ἀκούοντα σε έσπευε λαός ἐλεημοσύνην ἶνα λάβῃ, παρά σου τοῦ ἀγαθοδότου, πόθῳ λέγων·

Χαῖρε, Σινᾶ τῆς ἐρήμου θρέμμα·
χαῖρε, λαοῦ εὐσεβοῦντος κέρας.
Χαῖρε, ψευδωνύμων δαιμόνων ὁ ἔλεγχος·
χαῖρε, τῆς Τριάδος ὕμνος ὁ ἀσίγητος.
Χαῖρε, ἔχιδναν ιόρευστον, θανατώσας σαῖς χερσί·
χαῖρε, νέκρωσιν διώξασα, ἐπικλήσει θεϊκή.
Χαῖρε, στίφη βαρβάρων ἀποτρέψας ἐκ λαύρας·
χαῖρε, πλάνου παγίδας διαβάς ἀκωλύτως.
Χαῖρε, ἀπίστων ἔνθεον κήρυγμα·
χαῖρε, πιστῶν πραότητος γνώρισμα.
Χαῖρε, κανών ἀρετῆς σωφροσύνης·
χαῖρε, βροτῶν ζυγός δικαιοσύνης.

Χαῖρε, Πάτερ Γεώργιε.

Κήρυκες θαυμασίων, παραδόξων ὑπῆρξαν, παντάπασι Σιναίου πατέρες. Καί ἐν τῆ Σίων ἱερουργῶν, Πατριάρχης εἶδεν σε, καλέσας μένειν συμφάγεσθαι τραπέζῃ ὦ παμμάκαρ, ἀλλ’ ἔφυγες Θεῶ μέλπειν·

Ἀλληλούια.

Λάμψας ἐν τῷ Σιναίω, ὡς ἀστήρ ἐπανῆγες, Γεώργιε εἰς ἄνυδρον τόπον. Κἀκεῖ ἔθρεψας πίστει λαοῖς, ἐν λόγοις καί ἔργοις ἀγαθοῖς Ὅσιε, σημείων δε πλησθέντες ἅπαντες, ἐβόων σοι ἀσμένως ταύτᾳ·

Χαῖρε, ἀνύψωσις εὐσεβούντων·
χαῖρε, ἡ ἴασις ἀσθενούντων.
Χαῖρε, Ἐκκλησίας ἀστήρ τηλαυγέστατος·
χαῖρε, τοῦ Σιναίου φωστήρ ἀξιάγαστος.
Χαῖρε, θάλασσα βυθίζουσα πειρασμούς τούς πονηρούς·
χαῖρε, κρήνη μύρα βλύζουσα, καταρδεύοντα πιστούς.
Χαῖρε, πύρινε στῦλε προσευχῶν ἐν ἐρήμοις·
χαῖρε, φύλαξ Πατέρων κοινωνέ τῶν Ὁσίων.
Χαῖρε, τροφή πεινώντων ἀκένωτος·
χαῖρε, ποιμήν ποιμένων ὁ πάντιμος.
Χαῖρε, πιστῶν ὁδηγέ ἀληθείας·
χαῖρε, ἐξ οὐ ῥεῖθρα χέοντα θεία.

Χαῖρε, Πάτερ Γεώργιε.

Μέλλοντος εἰσιέναι, ἐν σπηλαίῳ προσεύχει, παράδοξα σημεία ἐτέλεις, θαυμασίων οὑν πληρῶν πολλούς, οὐχ’ ἐπαίνων θέλων εὐθύς Πάτερ ἔφευγες, πάντας δεῖ, εὐχαριστίαν δοῦναι ἔλεγες τῷ Πλάστῃ, κράζων·

Ἀλληλούια.

Νίκας τοῖς βασιλεῦσι, σαῖς εὐχαῖς μάκαρ ἔπεμψας, τῷ Γένει τῶν Ἑλλήνων προστατεύων, ἐκ πολέμων βαρβάρων λαῶν, καί κινδύνων τῶν αἱρετικῶν, ἶνα μή τῆ πίστει βλάπτεσθαι, θάρρους σοῖς ῥήμασι πληρῶν, τούς βοῶντας·

Χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας·
χαῖρε, ὁ στῦλος αὐστηράς νηστείας.
Χαῖρε, ἡ ἀντίληψις πάντων ἡ εὔπορος·
χαῖρε, πεζοπόρων βοήθεια εὔοδος.
Χαῖρε, αὔρα θείου Πνεύματος, ἐξ οὐ σῴζονται πιστοῖ·
χαῖρε, λαύρᾳ ἁγιότητος, πρός ἤν σπεύδουσι βροτοῖ.
Χαῖρε, Γένους Ἑλλήνων πρός Θεόν παραστάτης·
χαῖρε, τῶν μοναζόντων ὁδηγός καί προστάτης.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις·
χαῖρε, μετανοούντων θεία συγχώρησις.
Χαῖρε, στολῇ ἀρετῶν ἡ ἀγία·
χαῖρε, τρυφῇ ποθητοῦ Παραδείσου.

Χαῖρε, Πάτερ Γεώργιε.

Ξένα ὄντως ὁρῶμεν, ὦ Γεώργιε Πάτερ, τά τελούμενα φρικώδη θεόθεν. Βιώσας ἑβδομήκοντα χρόνοις Σινᾶ, καύσωνα καί ψῦχος καρτερῶς γάρ ὑπήνεγκας, νηστεύων καί διώκων τῶν δαιμόνων τήν πληθύν, καί φάσκειν·

Ἀλληλούια.

Ὅλος φώς ἐξαστράπτων, προσευχῆς θεαρέστου, δοχεῖον τοῦ Πνεύματος ἐγένου. Κατεσκήνωσε γάρ ἀληθῶς, ἅπαν τό πλήρωμα ἐν σοι τῆς Θεότητος, ἡμεῖς δε τά σά γνῶντες σοφέ ἆθλα, ἐν ἄσμασι πιστῶς βοῶμεν·

Χαῖρε, Θεοῦ μυστηρίων πύλη·
χαῖρε, σεμνή σωφροσύνης στήλη.
Χαῖρε, κακοδόξων δριμύτατος ἔλεγχος·
χαῖρε, Ὀρθοδόξων ἐξαίρετος ἔπαινος.
Χαῖρε, νέφος ὑπερθαύμαστον, ὁδηγοῦν σε πρός Σίων·
χαῖρε, κάτοπτρον τοῦ Πνεύματος, καί οἰκήτωρ οὐρανῶν.
Χαῖρε, ὁ πενομένους ἀδελφούς διαθρέψας·
χαῖρε, ὁ πλανωμένους εἰς ὀδούς ὁδηγήσας.
Χαῖρε, δι’ οὐ ἀλλότριοι φεύγουσι·
χαῖρε, δι’ οὐ πολέμιοι ἥττηνται.
Χαῖρε, σοφέ ἀσκητῶν ποδηγέτα·
χαῖρε, στερρέ τοῦ Σατάν καθαιρέτα.

Χαῖρε, Πάτερ Γεώργιε.

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη ὁρῶσα, σου τόν ἔνσαρκον ἰσάγγελον βίον, ὁ ἀπρόσιτος γάρ σε Θεός, χαριτώσας ζῶντα, θαυμαστόν Πάτερ, μετά τέλος πᾶσιν ἔδειξε, θαυματουργοῦντα πιστοῖς, τοῖς κράζειν οὕτως·

Ἀλληλούια.

Ῥήτορας ἀπιστίας, ετροπώσω γεναίως, σοφῇ σου ὀρθῇ διδασκαλία. Κακοδόξους γάρ πλάνους, δεισιδαιμονοῦντας μάκαρ, πρός φώς ἴθυνας, κηρύττων ὀρθοδόξως, ανοθεύτως τε Χριστόν, διό σοι φάσκῳ ταῦτα·

Χαῖρε, Σοφίας Θεοῦ δοχεῖον·
χαῖρε, χαρίτων Αὑτοῦ ταμεῖον.
Χαῖρε, ἀθεΐας ἀμφίστομος μάχαιρα·
χαῖρε, κακοτρόπων ὀξύτατον φάσγανον.
Χαῖρε, ὅτι κατῃσχύνθησαν οἱ δεινοί αἱρετικοί·
χαῖρε, ὅτι κατηυφράνθη σοι, γῆ ἡ Σιναϊτική.
Χαῖρε, καθηγουμένων ἐγκαλλώπισμα θεῖον·
χαῖρε, τῶν μοναζόντων ὁ ταχύς ἀντιλήπτωρ.
Χαῖρε, φωτός Ἠλίου ἀπαύγασμα·
χαῖρε, πιστῶν ἀνθρώπων διάσωσμα.
Χαῖρε, ὁ γνούς τῶν δαιμόνων παγίδας·
χαῖρε, ὁ δούς αὑτοῖς κτύπημα μέγα.

Χαῖρε, Πάτερ Γεώργιε.

Σῶσον πάντας λιταῖς σου, πανσεβάσμιε Πάτερ, Κυρίῳ δυσωπῶν ααεννάως, ἐν χαρά Εἰκόνα εὐλαβῶς σήν ἀσπαζόμεθα, καί τιμήν δίδομεν, ἀντίδος οὑν τά κρείττονα, τοῖς μέλπουσιν τόν ὕμνον οὕτως·

Ἀλληλούια.

Τάξεις τῶν Ἀσωμάτων, ἐκμετρήσαντος βίον, ἐδέξαντο τό σόν Πάτερ πνεῦμα. Ο γάρ Δημιουργός παναληθῶς, καθηγίασέ σε θαυμαστῶς ἔνδοξε, Ὀν εὐηρέστησας ἄθλοις, διδάξας οὕτω τοῖς πιστοῖς φωνεῖν σοι·

Χαῖρε, ὁ στῦλος τῆς παρθενίας·
χαῖρε, ὁ φάρος τῆς εὐσπλαγχνίας.
Χαῖρε, ὁδηγός μοναστῶν καί διδάσκαλος·
χαῖρε, Αρσελά γῆς ὁ ἔνσαρκος ἄγγελος.
Χαῖρε, σύ γάρ ἐξανέστησας ἐκ τοῦ θανάτου μαθητήν·
χαῖρε, σύ ὅτι ἀπήλλαξας ἐκ τῶν βαρβάρων τήν Μονήν.
Χαῖρε, ὁ κοινωνήσας εἰς Σίων τήν Ἀγίαν·
χαῖρε, τῷ Πατριάρχῃ ὁ αἰτήσας συγγνώμην.
Χαῖρε, κλεινόν Σινᾶ ἀγαλλίαμα·
χαῖρε, πιστῶν Πατέρων ἐντρύφημα.
Χαῖρε, ταχύς ἀντιλήπτωρ καί ῥύστης·
χαῖρε, θερμός πρός Δεσπότην μεσίτης.

Χαῖρε, Πάτερ Γεώργιε.

Ὕμνους θείους προσδέχου, ὦ Γεώργιε μάκαρ, οὕς πέμπομεν πιστῶς ἐκζητοῦντες, ἶνα ῥυσῆς νοσημάτων ἡμᾶς, πειρασμῶν ποικίλλων συμφορῶν θλίψεων, παθών πυρός κολάσεως, πρός Κύριον λιταῖς σαῖς, τούς βοῶντας·

Ἀλληλούια.

Φωτοδότην Δεσπότην ἐξευμένισας Πάτερ, πολιτευσάμενος Αὑτῷ ὁσίως, ἐν σοι γάρ άϋλον ᾤκησε Φώς, ὁδηγοῦν πρός γνῶσιν τοῦ Θεοῦ ἄριστον, διό καμείς κηρύττοντες Χριστοῦ τά μεγαλεία, σοι βοῶμεν·

Χαῖρε, ἐρήμου Σιναίου πύργος·
χαῖρε, ἡμῶν ῥωμαλέον σφρίγος.
Χαῖρε, εὐλαβῶν τάς ψυχάς ἅπτων Πνεύματι·
χαῖρε, Λαύρας Αρσελά τό καύχημα Ἅγιε.
Χαῖρε, ὅτι τά οἰδήματα θεραπεύεις ἀληθῶς·
χαῖρε, ὅτι ψυχοτραύματα ἐπουλώνεις θαυμαστῶς.
Χαῖρε, προσευχομένων βοηθός καί προστάτης·
χαῖρε, τῶν ἀθυμούντων χαρωπός παραστάτης.
Χαῖρε, λαμπτήρ φωτίζων τά πέρατα·
χαῖρε, πολλῶν εὐφραίνων νοήματα.
Χαῖρε, φωτός τοῦ Χριστοῦ θεῖος φάρος·
χαῖρε, πιστῶν ἀνυπέρβλητον θάρρος.

Χαῖρε, Πάτερ Γεώργιε.

Χάριν δίδου τοῖς πίστει, ὦ Γεώργιε θεῖε, ἐν ὕμνοις σήν εἰκόνα τιμῶσι. Πόθον δώρησαι ἅγιον, καρπούς πνευματικούς ζήον ἀρετῶν ἔνθεον, προθύμους ἡμᾶς πρός μετάνοιαν, καλήν ἀπολογίαν Θεῶ ψάλλειν·

Ἀλληλούια.

Ψάλλομεν θεία μέλη, εὐφημοῦντες σε Πάτερ, φιλέορτοι πιστοί Σιναΐται. Διό τήν σήν τιμῶμεν μνήμην, ἐν καιρῶ νηστείας νήφοντες εὐχόμενοι, αἰτήματα προσφέρομεν, ἀ πρόσδεξαι καί δός τά κρείττω, τοῖς σοι μέλπειν·

Χαῖρε, στολή εὐπρεπείας θεία·
χαῖρε, ἁπάντων Ἁγίων φίλος.
Χαῖρε, κιβωτέ καί ναέ ἁγιάσματος·
χαῖρε, θησαυρέ καί κρουνέ θείας χάριτος.
Χαῖρε, ἄρχουσι κραταίωμα, σωτηρία εὐσεβῶν·
χαῖρε, καύχημα σεβάσμιον, ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας τό ἀσύλητον γέρας·
χαῖρε, τῶν Ὀρθοδόξων τό παμπόθητον κέρας.
Χαῖρε, δι’ οὐ ηυγάσθη τό Σίναιον·
χαῖρε, δι’ οὐ κατηυφράνθη ἡ ἔρημος.
Χαῖρε, πιστῶν ταπεινῶς ζώντων φύλαξ·
χαῖρε, ψυχῶν σωτηρίας ὁ πρέσβυς.

Χαῖρε, Πάτερ Γεώργιε.

Ὠ σεβάσμιε Πάτερ, Ἀρσελά θεῖον κλέος, Ἁγίων ἐπουράνιε μύστα (ἐκ γ ), τοῖς μέλπουσι τόνδε τόν ὕμνον, ἀνταπόδος σωτηρίαν ψυχῆς, Σιναΐτας δε, καί ἡμᾶς ῥῦσαι κολάσεως, τούς συμβοῶντας·

Ἀλληλούια.

Καὶ αὐθύς τὸ Κοντάκιον. Ἦχος πλ. δ’ .
Τόν τοῦ Σιναίου ἀσκητήν ἐγκωμιάσωμεν, ἐν Αρσελά ἀνύδρῳ γῆ πιστῶς οἰκήσαντα, οἱ θεόφρονες ἐν μέλεσι θεοτέρποις, ἐν παλαίσμασι καί ἄθλοις ὄφιν ᾔσχυνε, καί Χριστόν τόν Βασιλέα ἐμεγάλυνε, τούτῳ λέγοντες· Χαῖρε Πάτερ Γεώργιε.

Εγκώμια εις τον Όσιο Γεώργιο τον Αρσελαίτη ο εν Σιναίου Όρους εν Ιερά Σκήτη Αρσελά ασκήσαντα