Χαιρετισμοί εις τον Όσιο Γεράσιμο Σουρβιάς Πηλίου

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Κοντάκιον. Ἦχος πλ. δ´. Τὴν Ὑπερμάχῳ.
Τὴν τῶν Ἀγγέλων πολιτείαν μιμησάμενος, Χριστοῦ θεράπων ἀνεδείχθης ἐνθεώτατος, καὶ τῆς δόξης τῶν Ἁγίων κατηξιώθης· ἀλλὰ δίδου τὴν ταχεῖάν σου βοήθειαν, τοῖς ἐν πίστει προσιοῦσι τῇ πρεσβείᾳ σου, καὶ βοῶσί σοι· Χαίροις Πάτερ Γεράσιμε.

Ἄγγελος ἐν ἀσκήσει, ἐν ὑστεροῖς τοῖς χρόνοις, Γεράσιμε σαφῶς ἀνεδείχθης (ἐκ γ΄)· ἀγγελικὴν γὰρ ἔχων ζωήν, ἀγγελικοῖς χαρίσμασι δεδόξασαι, παρέχων χάριν ἄφθονον, τοῖς ἐκβοῶσί σοι τοιαῦτα·

Χαῖρε, δι᾿ οὗ ὁ Σατὰν τροποῦται·
χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ὑψοῦται.
Χαῖρε, πολιτείας ἁγίας διδάσκαλος·
χαῖρε, θεοφόρων Πατέρων ἐφάμιλλος.
Χαῖρε, ὕψος περιλάλητον τῆς ἀγάπης τοῦ Θεοῦ·
χαῖρε, γέρας πολυθαύμαστον βίου τοῦ ἀσκητικοῦ.
Χαῖρε, ὅτι Ὁσίων ἐμιμήσω τὸν βίον·
χαῖρε, ὅτι Ἁγίων ἐπεδείξω τὸν ζῆλον.
Χαῖρε, ἀστὴρ τοῦ κρείττονος πάμφωτος·
χαῖρε, λαμπτὴρ τῆς χάριτος ἄσβεστος.
Χαῖρε, δι’ οὗ εὐσεβοῦντες σκιρτῶσι·
χαῖρε, δι᾿ οὗ ἀσεβοῦντες σιγῶσι.

Χαίροις Πάτερ Γεράσιμε.

Βίον κρείττονα Πάτερ, ἐκ παιδὸς ἀγάπησας, ὡς ἔμπλεως ἀγάπης ἁγίας, προθύμως τῷ Σωτῆρι Χριστῷ, ὅλῃ ψυχῇ ἠκολούθησας Ὅσιε, καὶ Τούτῳ συνεσταύρωσαι, μακρύνων τοῦ κόσμου, καὶ ψάλλων·

Ἀλληλούϊα.

Γεγηθυίᾳ καρδίᾳ, ἐν Σιὼν τῇ ἁγίᾳ, ὥς ἔλαφος διψῶσα ἐπέστης, καὶ ἐκ τῶν ναμάτων τῆς ζωῆς, προσελθὼν τῷ Τάφῳ τοῦ Χριστοῦ πεπλήρωσαι, ἐξ ὧν μετάδος Ἅγιε, καὶ ἡμῖν τοῖς σοὶ ἐκβοῶσι·

Χαῖρε, πυρὸς ἀΰλου δοχεῖον·
χαῖρε, φωτὸς τοῦ ἄνω ταμεῖον.
Χαῖρε, τῶν ναμάτων τῆς χάριτος ἔμπλεως·
χαῖρε, τῶν χαρίτων τοῦ Πνεύματος τέμενος.
Χαῖρε, στήλη θεοτύπωτος ἀρετῶν ἀσκητικῶν·
χαῖρε, σκεῦος πολυτίμητον δωρεῶν πνευματικῶν.
Χαῖρε, ὅτι ἐπ᾿ ὤμων τὸν Σταυρὸν Χριστοῦ ᾗρας·
χαῖρε, ὅτι τὴν σχέσιν τῶν ἐν κόσμῳ ἀπεῖπας.
Χαῖρε, λαμπρὸν τῆς χάριτος σκήνωμα·
χαῖρε, σεπτὸν τοῦ κρείττονος πλήρωμα.
Χαῖρε, ζωῆς ἰσαγγέλου ἐκφάντωρ·
χαῖρε, Θεοῦ θεοφόρε θεράπων.

Χαίροις Πάτερ Γεράσιμε.

Δύναμιν οὐρανίαν, ἐν Σιὼν τῇ Ἁγίᾳ, λαβῶν τῇ καθαρᾷ σου καρδίᾳ, πρὸς πλείονας ἀγῶνας στεῤῥῶς, ἀπεδύσω οὐρανόφρον Γεράσιμε, καὶ τοῦ ἐχθροῦ τὴν δύναμιν, ἐθριάμβευσας Χριστῷ κράζων·

Ἀλληλούϊα.

Ἔδραμες θεοφρόνως, πόλεις πλείστας καὶ χώρας, κηρύττων σωτηρίας τὸν λόγον, καὶ ἅγιον πρὸς εὐθείας ὁδούς, ἐξ ἀνοδίας πάσης φαυλότητας, ῥοπῇ τοῦ θείου Πνεύματος, τοὺς εὐλαβώς σοι ἐκβοῶντας·

Χαῖρε, ὁ κῆρυξ τῆς μετανοίας·
χαῖρε, ὁ λύτης τῆς ἀπονοίας.
Χαῖρε, ἐσφαλμένων ἠθῶν ἐπανόρθωσις·
χαῖρε, πεπληγμένων ψυχῶν ἀναμόρφωσις.
Χαῖρε, στόμα πλῆρες χάριτος, στάζον θεῖον γλυκασμόν·
χαῖρε, γλῶσσα ἡ μελίῤῥυτος, διδαγμάτων ἱερῶν.
Χαῖρε, ὅτι καθαίρεις καρδιῶν τὰς κηλῖδας·
χαῖρε, ὅτι βραβεύεις οὐρανίους ἐννοίας.
Χαῖρε, σεπτῶν ῥημάτων ἀνάπτυξις·
χαῖρε, παθῶν κακίας ἀπάλειψις.
Χαῖρε, Σταυροῦ τὴν ἐνέργειαν φέρων·
χαῖρε, Χριστοῦ τὴν λαμπρότητα βαίνων.

Χαίροις Πάτερ Γεράσιμε.

Ζῆλον ζηλῶν τὸν θεῖον, ζηλωτὴς θεοφόρος, τῶν πάλαι ἀνεδείχθης Πατέρων, καὶ σπεύδων πρὸς τὸν ἄνω σκοπόν, ἐν Θετταλίᾳ Πάτερ παραγέγονας, ὥσπερ ἀστὴρ νεόφωτος, καταυγάζουν τοὺς ἐκβοῶντας·

Ἀλληλούια.

Ἤστραψας θεοφόρε, ἀρετῶν ταῖς ἀκτῖσιν, ὡς πλήρης φωτισμοῦ οὐρανίου, καὶ ηὔγασας τῷ ἐν σοὶ φωτί, Δημητριάδος πᾶσαν τὴν περίοικον· διὸ τῇ σῇ λαμπρότητι, οἱ φωτισθέντες σοι βοῶμεν·

Χαῖρε, τὸ ἄστρον τῆς Ἐκκλησίας·
χαῖρε, τὸ σέλας τῆς ἀπαθείας.
Χαῖρε, ποριστὰ οὐρανίου ἐλλάμψεως·
χαῖρε, ῥυθμιστὰ ψυχικῆς καθαρότητος.
Χαῖρε, νοῦς ὁ θεοφόρητος, ὁ Θεὸν ἀεὶ ὁρῶν·
χαῖρε, ὄμμα ἀτενέστατον, πρὸς τὸν ἄνωθεν σκοπόν.
Χαῖρε, Δημητριάδος ὁ λαμπρὸς λαμπαδοῦχος·
χαῖρε, τῆς Θεσσαλίας φωτοφόρος δαδοῦχος.
Χαῖρε, ἀκτὶς ἀΰλου ἐλλάμψεως·
χαῖρε, βαλβὶς τῆς ἔνδον καθάρσεως.
Χαῖρε, λαμπρῶν ὑποφήτα καμάτου·
χαῖρε, πηγὴ ψυχοτροφῶν ναμάτων.

Χαίροις Πάτερ Γεράσιμε.

Θεῖῳ ἔρωτι Πάτερ, τὴν ψυχὴν τετρωμένος, ἐγένου ἐν Μονῇ τῆς Σουρβίας, ἔνθα Ἄγγελος μετὰ σαρκός, ἐγνωρίσθης τῇ ἀσκήσει Γεράσιμε, ἐκπλήττων τοῖς καμάτοις σου, τοὺς μετὰ σοῦ Θεὸν βοῶντας·

Ἀλληλούϊα.

Ἴδον τὴν τῆς ζωῆς σου, συντονίαν ἐν πᾶσιν, οἱ σοί συμμονασταὶ θεοφόρε, καὶ γνόντες τὰς ἐν σοὶ δωρεάς, Θεὸν ἐδόξαζον τὸν σὲ δοξάσαντα ἀλείπτης θεῖος ὤφθης γάρ, πρὸς ἀρετὴν τῶν ἐκβοώντων·

Χαῖρε, τὸ γέρας τῆς ἐγκρατείας·
χαῖρε, ὁ μύστης τῆς ἡσυχίας.
Χαῖρε, τῶν Ὁσίων τῶν πάλαι ὁμόζηλος·
χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁμόσκηνος.
Χαῖρε, μιμητὴς πανάριστος τῶν ἀρχαίων ἀσκητῶν·
χαῖρε, κοινωνὸς θεόληπτος τῶν ἐκείνων ἀγαθῶν.
Χαῖρε, ὅτι τῷ κόσμῳ ὁλικῶς ἐνεκρώθης·
χαῖρε, ὅτι Κυρίῳ ἐν μεθέξει ἡνώθης.
Χαῖρε, παθῶν νεκρώσας ὁρμήματα·
χαῖρε, ἡμῶν λαμπρύνων νοήματα.
Χαῖρε, κρατὴρ ψυχικῆς εὐφροσύνης·
χαῖρε, πρηστὴρ χαλεπῆς ἀφροσύνης.

Χαίροις Πάτερ Γεράσιμε.

Κλέος Δημητριάδος, ἀληθῶς ἀνεδείχθης, Μονῆς δὲ τῆς Σουρβίας κοσμήτωρ, καὶ Λεονταρίου εὐκλεές, τῆς σῆς πατρίδος ἀγλάϊσμα Ὅσιε· τῇ σῇ γὰρ δόξῃ γάννυνται, οἱ ἐν σοὶ χαίροντες βοῶντες·

Ἀλληλούϊα.

Λάμπουν τῇ φωταυγείᾳ, Παρακλήτου τῇ θείᾳ, θαυμάτων αὐτουργὸς ἀπεφάνθης, καὶ νόσων ἐλαύνων τὴν ἀχλύν, προφητικῶς προλέγεις τὰ ἐσόμενα, παιδεύων τοὺς ἀγνώμονας, καὶ λαμπρύνων τοὺς σοὶ βοῶντας·

Χαῖρε, τὸ κλέος Λεονταρίου·
χαῖρε, ὁ λύχνος, δόξης ἀΰλου.
Χαῖρε, τῶν θαυμάτων τὴν χάριν δεξάμενος·
χαῖρε, ἀσθενείας δεινὰς ἰασάμενος.
Χαῖρε, ὅτι καταβέβληκας τῶν δαιμόνων τὴν ἰσχύν·
χαῖρε, ὅτι ἀνετύπωσας τῶν Πατέρων τὴν ζωήν.
Χαῖρε, Μονῆς Σουρβίας ἀπλανέστατος γνώμων·
χαῖρε, ἔμπρακτος τύπος καὶ κανών μοναζόντων.
Χαῖρε, λειμὼν ἀπαθείας εὔοσμος·
χαῖρε, ἡμῶν παιδοτρίβης ἔνθεος.
Χαῖρε, εἰκὼν ἀσκητῶν θεοφόρων·
χαῖρε, λιμὴν τῶν ἐν βίῳ πλεόντων.

Χαίροις Πάτερ Γεράσιμε.

Μέγας ἐν τῇ ἀσκήσει, ἐν ἐσχάτοις τοῖς χρόνοις, Γεράσιμε τῷ κόσμῳ ὤραθης, καί ἔδειξας πᾶσιν ἐναργῶς, τῆς θείας ἀγάπης Πάτερ τὴν δύναμιν· ἐν σοὶ γὰρ ἄρτι Ὅσιε, σκιρτῶμεν καὶ Χριστῷ βοῶμεν·

Ἀλληλούϊα.

Νοῦν τὸν σὸν ἐκκαθάρας, τῶν παθῶν τῆς ἀχλύος, ἐλλάμψεως τῆς θείας ἐπλήσθης· ἐντεῦθεν τῇ στείρᾳ γυναικῖ, ἀριδήλως προαγγέλλεις τὴν κύησιν· ἡ δὲ τῆς σῆς ὡς ἔτυχε, χάριτος ἔνθους ἀνεβόα·

Χαῖρε, ἡ λύσις τῆς ἀπαιδίας·
χαῖρε, ἡ κτῆσις κυοφορίας.
Χαῖρε, λυπουμένων ψυχῶν παραμύθιον·
χαῖρε, θλιβομένων πιστῶν καταφύγιον.
Χαῖρε, ὅτι καρπὸν δέδωκας στειρευούσῃ γυναικῖ·
χαῖρε, ὅτι καταβέβληκας τοῦ Βελίαρ τὴν ἰσχύν.
Χαῖρε, τοῦ Παραδείσου ἐδωδέστατον ἄνθος·
χαῖρε, τῶν Μοναζόντων εὐκλεέστατον αὖχος.
Χαῖρε, ζωῆς τῆς θείας κειμήλιον·
χαῖρε, πιστῶν τὸ μέγα προσφύγιον.
Χαῖρε, σεμνῶν Μοναστριῶν φαιδρότης·
χαῖρε, σεπτῶν ἡσυχαστῶν λαμπρότης.

Χαίροις Πάτερ Γεράσιμε.

Ξένος ὤφθης τοῦ κόσμου, καὶ Χριστῷ ᾠκειώθης, τῇ σῇ ἀγγελικῇ πολιτείᾳ· ἔνθεν θαυμάτων ξενοπρεπῶν, τὴν ἐνέργειαν ἐδέξω Γεράσιμε, ἰώμενος τοὺς πάσχοντας, καὶ ῥώσιν νέμων τοῖς βοῶσιν·

Ἀλληλούϊα.

Ὄντως ἐθαυμαστώθη, καὶ ἐν σοὶ θεοφόρε, Χριστὸς ὁ θαυμαστὸς ἐν Ἁγίοις· τῷ γὰρ λόγῳ ὑπείκει τῷ σῷ, καὶ ἀλόγων φύσις πιστῶν εἰς ἔκπληξιν· διὸ οἱ θεασάμενοι, τὸ τελεσθὲν θαῦμα ἐβόων·

Χαῖρε, θεράπων ὁ τῆς Τριάδος·
χαῖρε, φυλάττων ἡμᾶς ἀπαύστως.
Χαῖρε, τῶν παθῶν ὁ ἐκτίλας τὴν ἄκανθαν·
χαῖρε, τῶν ψυχῶν γεωργήσας τὴν ἄρουραν.
Χαῖρε, οἰκονόμος ἄριστος Μυστηρίων τοῦ Θεοῦ·
χαῖρε, ὀλετὴρ στεῤῥότατος τῶν μεθόδων τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι βατράχου κοασμοὺς καταπαύεις·
χαῖρε, ὅτι καρδίας εὐσεβὼν καταυγάζεις.
Χαῖρε, ψυχῆς λαμπρύνας τὰ ὄμματα·
χαῖρε, σαφῶς ἐκφήνας τὰ μέλλοντα.
Χαῖρε, Ὁσίων τὴν δόξαν πλουτήσας·
χαῖρε, ἁγίως τὸν βίον κοσμήσας.

Χαίροις Πάτερ Γεράσιμε.

Πόλις τῆς Μακρινίτσης, τὴν σὴν χάριν κηρύττει, Γεράσιμε Πατέρων λαμπρότης· ἐξαιρέτως δὲ χαίρει ἐν σοί, ἡ τῆς Σουρβίας Μονή, θησαυρίζουσα τὰ ἱερά σου λείψανα, ἁγιάζοντα τοὺς βοῶντας·

Ἀλληλούϊα.

Ῥήμασι θεοσόφοις, καὶ σοφαῖς ὑποθήκαις, πατέρων τὸν χορὸν νουθετήσας, μετέστης πρὸς δόξαν οὐρανῶν, ἔνθα τὸ σὸν πολίτευμα ἐκέκτησο, πρεσβεύων τῷ Παντάνακτι, ὑπὲρ ἡμῶν τῶν σοί βοώντων·

Χαῖρε, συνόμιλε τῶν Ἀγγέλων·
χαῖρε, ὁμόστεφε τῶν Πατέρων.
Χαῖρε, Μακρινίτσης ἀκοίμητος ἔφορος·
χαῖρε, τῆς Σουρβίας πολύτιμος στέφανος.
Χαῖρε, δόξαν ὁ θεώμενος τῆς Τριάδος ἐμφανῶς·
χαῖρε, χάριν ὁ δωρούμενος τοῖς αἰτοῦσι δαψιλῶς.
Χαῖρε, ὅτι ἀκρίδων ἀπελαύνεις τὰ σμήνη·
χαῖρε, ὅτι δαιμόνων καταβάλλεις τὰ στίφη.
Χαῖρε, ζωῆς τὸν πλοῦτον καρπούμενος·
χαῖρε, Θεοῦ μεθέξει θεουμένος.
Χαῖρε, Μονῆς τῆς σεπτῆς σου κοσμήτωρ·
χαῖρε, ἡμῶν ὁ θερμὸς ἀντιλήπτωρ.

Χαίροις Πάτερ Γεράσιμε.

Σύνεσιν οὐρανίαν, Πάτερ καρποφορήσας, ῥυθμίζεις εὐσεβῶν τὴν καρδίαν· καὶ προειδὼς τὴν σὴν τελευτήν, οἵα θεράπων Θεοῦ ἐνθεώτατος, προλέγεις ταύτην ἅπασι, τοῖς μετὰ σοῦ Θεῷ βοῶσιν·

Ἀλληλούϊα.

Τὴν τοῦ Πνεύματος χάριν, ἡ ἁγία σου Κάρα, πλουτήσασα πλουσίως θεόφρον, λυτροῦται μάστιγος χαλεπῆς, ἀκρίδος καὶ φθαρτικοῦ νοσήματος, τὴν νῆσον Σκόπελον Ἅγιε, βοῶσάν σοι ἐν εὐφροσύνῃ·

Χαῖρε, ἡ ῥῶσις τῶν ἀσθενούντων·
χαῖρε, ἡ πτῶσις τῶν δυσσεβούντων.
Χαῖρε, ἀπειθούντων ταχεῖα διόρθωσις·
χαῖρε, πεπτωκότων ὀξεῖα ἀνόρθωσις.
Χαῖρε, πρέσβυς ἑτοιμότατος εὐσεβούντων πρὸς Θεόν·
χαῖρε, ῥύστης συμπαθέστατος τῶν πιστῶν ἐκ τῶν δεινῶν.
Χαῖρε, ὅτι ἐῤῥύσω τὴν Σκόπελον τῆς ἀνάγκης·
χαῖρε, ὅτι παρέχεις τοῖς πάσχουσι τὰς ἰάσεις.
Χαῖρε, πληγῇς ἀκρίδων ῥυόμενος·
χαῖρε, πιστοῖς προστάτης φαινόμενος.
Χαῖρε, φθορᾶς εὐσεβεῖς ἁπαλλάττων·
χαῖρε, ἐχθροὺς νοητοὺς καταράσσων.

Χαίροις Πάτερ Γεράσιμε.

Ὕμνησαν τὴν δοθεῖσαν, οὐρανόθεν σοι χάριν, Γεράσιμε πιστῶν αἱ χορεῖαι, ἡνίκα κατεῖδον θαυμαστώς, θεραπευθέντας τῇ ἁγίᾳ Κάρᾳ σου, τῆς τοῦ δαίμονος μάστιγος, μεθ᾿ ὧν καὶ τῷ Χριστῷ ἐβόων·

Ἀλληλούϊα.

Φύλαττε θεοφόρε, τῇ θέρμῃ σου πρεσβεία, Μονήν σου τῆς Σουρβίας τὴν θείαν, ὁμοῦ σὺν Μακρινίτση ἀεί, Λεοντάριον τό σὲ ἐκβλαστήσασαν· τῇ σῇ γὰρ πάντες χάριτι, προστρέχομεν ἀναβοῶντες·

Χαῖρε, ὁ νέος ἐν τοῖς Ὁσίοις·
χαῖρε, ὁ ἔνθους ἐν τοῖς Ἁγίοις.
Χαῖρε, μοναζόντων καινὸν ἐγκαλλώπισμα·
χαῖρε, Ὀρθοδόξων νεότευκτον στήριγμα.
Χαῖρε, ἄστρον τὸ νεόφωτον Ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε, ξίφος τὸ ἀμφίστομον κατὰ πλάνης τοῦ ἐχθροῦ.
Χαῖρε, ὁ ἀνατείλας ἐν ἐσχάτοις τοῖς χρόνοις·
χαῖρε, ὁ ἁγιάσας τοὺς πιστοὺς τοῖς σοῖς πόνοις.
Χαῖρε, φυτὸν ἀσκήσεως πάγκαρπον·
χαῖρε, πιστῶν ἀγλάϊσμα πάνσεπτον.

Χαίροις Πάτερ Γεράσιμε.

Χάριν θείαν χαρίζου, καὶ ὑγείαν κατ᾿ ἄμφω καὶ ἄφεσιν τῶν πλημμελήματος, τῇ σῇ μεσιτείᾳ πρὸς Θεόν, τοῖς ἀσκουμένοις τῇ Μονῇ σου Ὅσιε καὶ πᾶσι τοῖς προστρέχουσι τοῖς λειψάνοις σου καὶ βοῶσιν·

Ἀλληλούϊα.

Ψάλλων σὺν τοῖς Ἀγγέλοις, τὸ μακάριον ᾆσμα, Τριάδι τῇ Ἁγίᾳ παμμάκαρ, μὴ ἐλλίπῃς ἀεὶ ἐφόρων, τοὺς τὴν σὴν ἐξαιτουμένους ἀντίληψιν καὶ δίδου τὰ αἰτήματα, τοῖς ἐκβοῶσί σοι ἀπαύστως·

Χαῖρε, τῶν τέκνων σου προστασία·
χαῖρε, τῆς ποίμνης σου θυμηδία.
Χαῖρε, τῆς μερίδος σου ταύτης προπύργιον·
χαῖρε, τῆς πατρίδος σου κλέος πολύφημον.
Χαῖρε, θεῖον ἐγκαλλώπισμα μοναστῶν καὶ ἀσκητῶν·
χαῖρε, στήριγμα καὶ καύχημα εὐλαβῶν μοναζουσῶν.
Χαῖρε, ὁ ὑπὲρ πάντων πρὸς Χριστὸν μεσιτεύων·
χαῖρε, ὁ τῶν υἱῶν σου πατρικῶς προστατεύων.
Χαῖρε, δι᾿ οὗ κινδύνων ῥυσθήσομαι·
χαῖρε, δι᾿ οὗ Χριστῷ προσαχθήσομαι.
Χαῖρε, παθῶν τῆς ψυχῆς μου ἡ λύσις·
χαῖρε, πιστῶν ἐν παντὶ μέγας ῥύστης.

Χαίροις Πάτερ Γεράσιμε.

Ὦ πανόσιε Πάτερ, κοινωνὲ τῶν Ὁσίων, Γεράσιμε ἡμῶν πολιοῦχε (ἐκ γ΄)· δέχου ἡμῶν τὰς φωνὰς ἀεί καὶ δίδου ἡμῖν τὴν θερμήν σου βοήθειαν· ἐν σοὶ γὰρ στηριζόμενοι, τῷ Σωτῆρι πιστῶς βοώμεν·

Ἀλληλούϊα.

Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο Σουρβιάς Πηλίου