Χαιρετισμοί εις τον Άγιο Γεράσιμο τον Ιορδανίτη

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς Ἰορδάνου οἰκιστήν καί πολιοῦχον, καί ἀναχωρητῶν ὑπογραμμόν καί τῶν μιγάδων, εὐφημοῦμεν σε ἡ ποίμνη σου, θεοφόρε. Ἀλλ’ ὡς ἔχων παρρησίαν πρός τόν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἡμᾶς φρούρησον, ἴνα κράζωμεν˙ Χαίροις, πάτερ Γεράσιμε.

Ἄγγελος ἐξ ἀνθρώπων, θεοφόρε ἐγένου, ἐκ γῆς εἰς τά οὐράνια φθάσας (ἐκ γ’). Καί τοῖς ἀσωμάτοις ἀγαλλιώμενόν σε θεωρῶν, ἐξίσταμαι, καί φόβῳ σοι κραυγάζῳ ἐκ ψυχῆς τοιαῦτα·

Χαῖρε, τῆς Λυκίας ὁ θεῖος γόνος·
χαῖρε, τοῦ Ἰορδάνου τό θεῖον κλέος.
Χαῖρε, τῆς ἀρετῆς ὁ φίλος γνήσιος·
χαῖρε, τοῦ Χριστοῦ μου θεράπων ὁ μέγιστος.
Χαῖρε, ὅτι πάντα δέδωκας καί ὠνήσω τόν Χριστόν·
χαῖρε, ὅτι πάντα σκύβαλα ἐλογήσω δι’ Αὑτόν.
Χαῖρε, Ἰορδάνου πολιοῦχος ὁ μέγας·
χαῖρε, ὅτι πλήθη ἐν αὑτῷ συνέλεξας.
Χαῖρε, σής λαύρας ὁ φύλαξ καί πρόμαχος·
χαῖρε, τῶν φοιτητῶν ὁ μέγας διδάσκαλος.
Χαῖρε, δι’ οὐ μονασταί ἐγκαυχῶνται·
χαῖρε, δι’ οὐ θάρσους πληροῦνται.

Χαίροις, πάτερ Γεράσιμε.

Βίου ταῖς τρικυμίαις λυτρωθείς, θεοφόρε, νουνεχώς τούς πρό σου πατέρας ἐμιμήσω. Ὤν ταῖς ἐντολαῖς ἀκολουθῶν, ἀναβάσεις ἔσχες, Γεράσιμε, δι’ ὁ καί τῷ Δεσπότῃ σου, μακάριε, ἐκ πόθου ανεβόας·

Ἀλληλούϊα.

Γνώμην ἔχων εὐθεῖαν, ζήλου πνέουσαν θείου, Ἀντώνιος ὡς ἄλλος, θεοφόρε, συστήματα μοναχῶν συνελέξω ὡς πάλαι οὗτος ἐν Αἰγύπτῳ, πρός ὄν ἐνατενίζοντες βοῶμεν ἐκ καρδίας ούτως·

Χαῖρε, ὁ στῦλος τῆς ἡσυχίας·
χαῖρε, τό θαῦμα τῆς ἐγκρατείας.
Χαῖρε, ὅτι μέγας γέγονας τῆς μονήρους βιοτῆς·
χαῖρε, ὁ ἐξαίρετος αὑτῆς προασπιστής.
Χαῖρε, ὁ μηδέν τοῦ Θεοῦ προτιμήσας·
χαῖρε, εὐσεβῶς ὑπέρ Τούτου ἀσκήσας.
Χαῖρε, ἀθλητά τῶν ἀγγέλων ὁμόσκηνε·
χαῖρε, πρεσβευτά τῶν ψυχῶν ἀκαταίσχυντε.
Χαῖρε, ὁ βρότειος ἐν ἀγγέλοις·
χαῖρε, ὁ ἄγγελος ἐν ἀνθρώποις.

Χαίροις, πάτερ Γεράσιμε.

Δύναμις οὐρανόθεν κατεπέμφθη σοι, μάκαρ καί ἐμάκρυνας ἐν τῇ ἐρήμῳ, τό δε ἄγονον αὑτῆς, σοφέ, ὡς ἀγρόν ὑπέδειξας καλόν καί εὔκαρπον, τοῖς θέλουσι κερδίζειν Βασιλείαν, ἐν τῷ ψάλλειν ούτως·

Ἀλληλούϊα.

Ἔχων θεῖον ζῆλον, Γεράσιμε, τῇ σή καρδία καί θείου φωτός πεπληρωμένην, ἀναβάσεις ἐποίεις συνεχῶς, καί τό τάλαντον καλῶς ἐμπορευθείς ἔχαιρες, ημείες δε θαυμάζοντες, βοῶμεν σοι ἐμφρόνως ταύτα·

Χαῖρε, τό ὕψος τῆς εὐλαβείας·
χαῖρε, ὁ ὄρπηξ τῆς ἐρημίας.
Χαῖρε, ἡσυχίας πυρσός ὁ ἀκοίμητος·
χαῖρε, ἐγκρατείας κανών ὁ εὐθύτατος.
Χαῖρε, ἐγκαλλώπισμα μοναζόντων εὐλαβῶν·
χαῖρε, καύχημα σεβάσμιον ἐναρέτων ἀσκητῶν.
Χαῖρε, σῆς λαύρας πολιοῦχος ὁ μέγας·
χαῖρε, αὑτῆς ὁ φρουρός τε καί φύλαξ.
Χαῖρε, φαιδρόν ὁσίων ἀγλάϊσμα·
χαῖρε, ἀσκήσεως καύχημα.
Χαῖρε, ὁ πρέσβυς τῆς ἡμῶν σωτηρίας·
χαῖρε, ὁ Θεώ οἰκειῶν τήν σήν ποίμνην.

Χαίροις, πάτερ Γεράσιμε.

Ζῆλος ὁ τοῦ Δεσπότου ζέων ἐν τῇ ψυχή σου, Γεράσιμε, ἡνώθης ἀγγέλοις καί σαυτόν ταμεῖον ἱερόν τῆς Τριάδος ἀναδείξας, ὅσιε, ἐβόας σύν αὑτοῖς τόν θεῖον ύμνον·

Ἀλληλούϊα.

Ἤκουσαν οἱ οἰκοῦντες Ἰορδάνην σής φήμης, καί ἔτρεχον πρός σε τοῦ ἰδεῖν σε. Ἀλλ’ ὁ τῆς κακίας σοφιστής τοῖς δικτύοις τῶν μονοφυσιτῶν, ᾐσχύνθη δι’ Εὐθυμίου ὁ βέβηλος, ἡμεῖς δε σοι βοώμεν·

Χαῖρε, ὁ σοφός ἀγελάρχης·
χαῖρε, ὁ καλός ποιμενάρχης.
Χαῖρε, Ἰορδάνου κλεινόν σεμνολόγημα·
χαῖρε, τῆς ἐρήμου τό ἀκλόνητον ἔρεισμα.
Χαῖρε, ὅτι κοιμηθέντος Εὐθυμίου ἐθεώρεις τήν ψυχήν·
χαῖρε, ὅτι προσευχόμενος προεώρας τά μακράν.
Χαῖρε, ὅτι ὑπάρχεις ὁδηγός μοναζόντων·
χαῖρε, ὅτι ἐδείχθης τῶν ἐν ἐρήμοις προστάτης.
Χαῖρε, φωστήρ Ἰορδάνου λαμπρότατος·
χαῖρε, τῆς ἐρήμου ὁ λύχνος ὁ πάμφωτος.
Χαῖρε, δι’ οὐ Θεός ἐδοξάσθη·
χαῖρε, δι’ οὐ ὁ ἐχθρός κατῃσχύνθη.

Χαίροις, πάτερ Γεράσιμε.

Θεοφόρος ὁ μέγας καί κλεινός ποιμενάρχης, τούς πάντας ἐδέχετο προθύμως, καί ὡς λύχνος ἐφώτιζε ταῖς αὑτοῦ διδασκαλίαις, ὁδηγῶν ἅπαντας, ἴνα φθάσωσι τόν Ἄφθαστον, καί ἀγαλλόμενοι βοώσιν·

Ἀλληλούϊα.

Ἰδόν παῖδες ἐρήμου, καί χοροί τῶν πατέρων, Γεράσιμον σεπτόν ἐν Ιορδάνη. Καί ὡς Παύλον νοοῦντες κλεινόν, καί ὡς ἄλλον Ἀντώνιον αὑτόν σπεύδοντα τοῖς τούτων ιχνηλατήσαι τρίβοις, θαυμάζοντες ἐβόων ούτως·

Χαῖρε, ἀστήρ ἐξ ἐώας αυγάσας·
χαῖρε, ὁ τήν ἔρημον Ἰορδάνου λαμπρύνας.
Χαῖρε, τοῖς ἐν βάθει παθών ἡ ἀνάκλησις·
χαῖρε, τοῖς ἐν ζόφῳ κακίας ἡ λύτρωσις.
Χαῖρε, ὅτι κατεπάτησας διαβόλου ἀπειλάς·
χαῖρε, ὅτι ἐταπείνωσας τῶν δαιμόνων τήν ὀφρύν.
Χαῖρε, τῆς σής μάνδρας ὁ προστάτης καί ῥύστης·
χαῖρε, τῶν σῶν φοιτητῶν ὁδηγός καί ἀλείπτης.
Χαῖρε, ὅτι ἐθαύμασαν ἄγγελοι·
χαῖρε, ὅτι σε θῆρες ἠδέσθησαν.
Χαῖρε, ὀσμή τῆς ἐρήμου καί κλέος·
χαῖρε, πρεσβευτά τῆς ἡμῶν σωτηρίας.

Χαίροις, πάτερ Γεράσιμε.

Καταφύγιον θεῖον τήν ἔρημον γιγνώσκων, ἔσπευσας ἐν τῇ ἐρήμω Ἰορδάνου. Τό γάρ ἄχαρι ταύτης καί θερμόν, οὐκ ἐδειλίασας ποσῶς, πάνσοφε, ἀλλά χαίρων ἐκ καρδίας τῷ Σωτήριε βόας ψάλλων·

Ἀλληλούϊα.

Λαύραν ἐν Ιορδάνη ᾠκοδόμησας καί ηὔξησας τρισμάκαρ, πρός ἄσκησιν βίου καθαροῦ. Πλήθη ἄπειρα ἐν ταύτῃ ὑπεδέξω, ἆ θεωροῦντα τούς ἀγῶνας σου, ἐβόων σοι τοιαύτα·

Χαῖρε, ἐντολῶν Χριστοῦ ὁ κῆρυξ·
χαῖρε, τομός ἀθετούντων ὁ πέλυξ.
Χαῖρε, παραδόσεων ἐρήμου συντήρησις·
χαῖρε, πασῶν ἐναντίων κατάργησις.
Χαῖρε, ὅτι τά οὐράνια ἀντηλλάξω τοῖς φθαρτοῖς·
χαῖρε, ὅτι ἐκ νεότητος ἠκολούθησας Χριστόν.
Χαῖρε, μοναζόντων τῶν σῶν ἀγαλλίασμα·
χαῖρε, σής λαύρας φωστήρ ὁ πολύφωτος.
Χαῖρε, Ἰορδάνου πρωτάρχης·
χαῖρε, τό καύχημα τῆς ἐρήμου.
Χαῖρε, δι’ οὐ ἀναχωρηταί ἐξαρτῶνται·
χαῖρε, δι’ οὐ μιγάδες ἐγκαυχῶνται.

Χαίροις, πάτερ Γεράσιμε.

Μελετῶν ἀεννάως ἐν τῷ νόμῳ Κυρίου, ἀκλόνητος, ὡς πέτρα ὠράθης, καί ἐφάνης στερρός ἐν πειρασμοῖς, ἀλλ’ ἐγνώσθης ἐν τούτῳ παρά πατράσι τέλειος. Βλέποντες δε τόν λέοντα κομίζοντα τό ὕδωρ, ἐθαύμαζον βοώντες·

Ἀλληλούϊα.

Νέαν ἔδειξας πόλιν, τήν ἔρημον Ἰορδάνου, Γεράσιμε, πανσέβαστε πάτερ. Ὡς ἄλλην Θηβαΐδα γάρ, καί Νιτρίαν ταύτην, μοναστῶν ἐνέπλησας, ἡμεῖς δε θαυμάζοντες βοῶμεν σοι ταύτᾳ·

Χαῖρε, ὁμότροπε Εὐθυμίου·
χαῖρε, ὁμόζηλε Ἀντωνίου.
Χαῖρε, Ονουφρίου ἰσότιμε·
χαῖρε, Παχωμίου ἰσοστάσιε.
Χαῖρε, ὅτι Ἀγάθωνα ἐμιμήσω τόν σεπτόν·
χαῖρε, ὅτι Παΐσιον ἐζηλώσω τόν κλεινόν.
Χαῖρε, ὁ σχών Ἀρσενίου τό διάπυρον·
χαῖρε, ὁ ἀσκῶν τοῦ Παμβώ τό ἀγέλαστον.
Χαῖρε, ὁ τοῦ Ἱλαρίωνος μιμητής·
χαῖρε, ὁ τοῦ Χαρίτωνος ζηλωτής.
Χαῖρε, μοναζόντων ἀκοάς ὁ εὐφράνας·
χαῖρε, πλῆθος πρός Θεόν ὁδηγήσας.

Χαίροις, πάτερ Γεράσιμε.

Ξύλον πεφυτευμένον διεξόδοις ὑδάτων, τοῦ Πνεύματος ἐφάνης, θεόφρον. Δία τοῦτο γάρ ἀειθαλεῖς καρπούς ἐπί σοι οἱ ἀναχωρηταί βλέποντες, ἐθαύμαζον βοώντες·

Ἀλληλούϊα.

Ὅλος ἤν ἐν τοῖς ἄνω, τῶν δε κάτω μακρύνων ἀπῄει Γεράσιμος ὁ θεῖος. Κοσμούμενος γάρ ἀρεταῖς, πανθαύμαστος καί ποθεινός γεγένηται, πάντες δε θαυμάζοντες, ἐβόων πρός αὑτόν τοιαύτα·

Χαῖρε, ὁ μέγας ἐν τῇ ἀσκήσει·
χαῖρε, ὁ μείζων ἐν τῇ φρονήσει.
Χαῖρε, τοῦ Ἰορδάνου τό θεῖον ἀγλάϊσμα·
χαῖρε, τῆς ἐρήμου τό ηδύτατον θρέμμα.
Χαῖρε, πυρσέ μοναχῶν ἀκατάσβεστε·
χαῖρε, πριστήρ δαιμόνων θεόπεμπτε.
Χαῖρε, ἁγίασμα, δι’ οὐ σῴζονται πολλοί·
χαῖρε, εὔοσμον θυμίαμα δι’ οὐ τέρπονται πιστοί.
Χαῖρε, τῶν μοναζόντων θεῖον καύχημα·
χαῖρε, ἀσκητῶν ἱερόν ἐντρύφημα.
Χαῖρε, δι’ οὐ ὁ πτερνιστής κατῃσχύνθη·
χαῖρε, δι’ οὐ ὁ Σατάν κατεβλήθη.

Χαίροις, πάτερ Γεράσιμε.

Πᾶσα φύσις ἀνθρώπων κατεπλάγη, θεόφρον, τό ὅλως παράδοξον καί ξένον. Λέοντα γάρ σοι εὐπειθῆ ἐθεώρουν πάντες, καί τό ὕδωρ κομίζοντα, σφόδρα δε ἐκπληττόμενοι, ἠκούετο συμφώνως παρά πάντων·

Ἀλληλούϊα.

Ῥύστης τῶν ἀσκουμένων, ἐν ἐρήμω ἐδείχθης, Γεράσιμε, καί θαυμάτων πλήρης. Ἡ καρδία σου γάρ ναός Θεοῦ ὑπῆρχε καθαρός καί ἀειλαμπής, ὅσιε. Δι’ ὁ καί ἐκπληττόμενοι πιστῶς βοῶμεν·

Χαῖρε, τό φῶς ἡμῖν ὁ ἀστράψας·
χαῖρε, τό σκότος μακράν ὁ διώξας.
Χαῖρε, πληγή δαιμόνων ἀνίατος·
χαῖρε, παγίδων αὑτοῦ ἡ κατάργησις.
Χαῖρε, ὅτι ἐθριάμβευσας τῶν δαιμόνων τήν ὀφρύν·
χαῖρε, ὅτι ἐτρόπωσας αὑτῶν τάς μηχανάς.
Χαῖρε, χορούς ἀναχωρητῶν ὁ εὐφράνας·
χαῖρε, ὁ καταστήσας αὑτούς εἰς τό κρεῖττον.
Χαῖρε, ὁσίων ἡ εὐκοσμίᾳ·
χαῖρε, ἡμῶν τε ἡ προστασίᾳ.

Χαίροις, πάτερ Γεράσιμε.

Σύν ὁσίοις, ὧ πάτερ, ἐν τῷ πόλω ὑπάρχων, τόν Πλάστην καθικέτευε, ἐλέει τάς ἡμῶν ἁμαρτίας παριδεῖν. Δι’ ἡμᾶς γάρ ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος, μελλούσης ἴνα ῥύσηται γεέννης, δι’ ὁ πιστῶς βοώμεν·

Ἀλληλούϊα.

Τεῖχος τῶν μοναζόντων ἐν Ιορδάνη ἐδείχθης καί πάντων τῶν εἰς σε προστρεχόντων. Δι’ ὁ πρέσβευε ὑπέρ ἡμῶν τῶν ἐξόχως σε τιμώντων δούλων σου, καί μετά πόθου τε καί πίστεως ἀναβοώντων οὕτως·

Χαῖρε, ἀγάπης διπλῆς ταμεῖον·
χαῖρε, ἡμῶν ὁ θερμός προστάτης.
Χαῖρε, οὐρανίων ἀγγέλων ὁμόσκηνε·
χαῖρε, τοῦ χοροῦ τῶν ὁσίων συμμέτοχε.
Χαῖρε, τό κλέος Συμεών τοῦ σαλοῦ·
χαῖρε, τό σθένος Ἰωάννου τοῦ ἀσκητοῦ.
Χαῖρε, ὁ τόν θεῖον Κυριακόν ὁδηγήσας·
χαῖρε, ὁ πρέσβυς τῆς ἡμῶν σωτηρίας.
Χαῖρε, δι’ οὐ καυχῶνται μονασταί·
χαῖρε, δι’ οὐ φρουροῦνται οἱ σώφρονες.
Χαῖρε, ἐν ὧ ἀγαλλιάται ὁ Νίκων·
χαῖρε, ἐν ὧ ἡ σή λαύρᾳ καυχᾶται.

Χαίροις, πάτερ Γεράσιμε.

Ὕμνοις ἀεί σχολάζων καί πυκναῖς ἀγρυπνίαις, ἀγγέλοις εξομοίωσαι, μάκαρ. Εὐθυμίου γάρ κοιμηθέντος, ψυχήν προπεμπομένην εἰς οὐρανούς ἐθεώρεις, τῷ δε Κυρίω ἔψαλλες προθύμως σύν ἀγγέλοις·

Ἀλληλούϊα.

Φῶς ὑπάρχων ἐν ἐρήμω, ἐφώτιζες τούς σοι φοιτῶντας, ἐν τῇ χώρα Ἰορδάνου. Τό γάρ ἅπτων φῶς, ὡδήγεις πρός γνῶσιν θεϊκήν ἅπαντας, σοφῶς αὑτούς φωτίζων, οἱ καί εὐγνώμονες ἐβόων σοι ταύτᾳ·

Χαῖρε, ὁ λιμήν τῶν μιγάδων·
χαῖρε, τῶν ἀσκητῶν ἡ προστασίᾳ.
Χαῖρε, ἄστρον φαίνον Θεοῦ τήν λαμπρότητα·
χαῖρε, πῦρ διῶκον δεινήν ἀμαυρότητα.
Χαῖρε, ὁ συστήσας λαύραν ταύτην τήν καλήν·
χαῖρε, ὅτι οἱ ὑπομένοντες σῴζονται ἐν αὑτῇ.
Χαῖρε, ὅτι σε ἔχομεν πρόμαχον καί προστάτην ἐν αὑτῇ·
χαῖρε, ὅτι ἀποδιώκεις τούς κινδύνους ἐξ αὑτῆς.
Χαῖρε, ὁ παρόπτης τῶν ἐπιγείων·
χαῖρε ὁ αὐτόπτης τῶν μυστηρίων.

Χαίροις, πάτερ Γεράσιμε.

Χαίρων, μάκαρ, ἐνήσκεις ἐν πολλή ἡσυχίᾳ, σύν θείῳ Εὐθυμίῳ καί ἄλλοις. Ἐμάκρυνας σύν αὑτοῖς πρός τάς ἐρήμους, τῷ χρόνῳ τῆς νηστείας καί μετά πάντων έψαλλες·

Ἀλληλούϊα.

Ψάλλεις νῦν μετά ἀγγέλων, ὡς πότε μετά ἀνθρώπων, ἐν πόλῳ ὡς καί ἐπί γῆς, θεοφόρε, τόν τρισάγιον ὕμνον Θεώ, Ὧ ὑπέρ ἡμῶν ἀεί ἱκέτευε, τῶν σε τιμώντων, ἔνδοξε Γεράσιμε, καί βοώντων σοι ταύτᾳ·

Χαῖρε, μοναζόντων τό ἄνθος·
χαῖρε, τῆς ἐρήμου τό κλέος.
Χαῖρε, σής λαύρας τύπος καί καύχημα·
χαῖρε, Ἰορδάνου ὁ μύστης καί ἀγαλλίαμα.
Χαῖρε, ὅτι σε προβάλλομεν μεσίτην προς Θεόν·
χαῖρε, ὅτι σε κεκτήμεθα προστάτην καί φρουρόν.
Χαῖρε, ὁ φυλάττων τούς οἰκοῦντας τήν σήν Λαύραν·
χαῖρε, ὁ σκέπων πάντας τούς προστρέχοντας ἐνταῦθα.
Χαῖρε, βεβαιότατος ἡμῶν προστάτης·
χαῖρε, ὁ λυτρούμενος ἡμᾶς ἐκ κινδύνοις.
Χαῖρε, ὁ φρουρῶν ἡμᾶς ἐν ὤρα θανάτου·
χαῖρε, ὁ ὑπέρ ἡμῶν ἀκαταίσχυντος πρέσβυς.

Χαίροις, πάτερ Γεράσιμε.

Ὧ πανσέβαστε πάτερ, μοναζόντων λαμπρότης, Γεράσιμε, Χριστοῦ μου θεράπον (ἐκ γ’). Προσδεξάμενος τήν δέησιν ἡμῶν, ἀπό πάσης ῥῦσαι συμφορᾶς ἅπαντας, ταῖς πρός Θεόν πρεσβείαις σου, τούς συμβοῶντας·

Ἀλληλούϊα.

Καί αὖθις τό Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς Ἰορδάνου οἰκιστήν καί πολιοῦχον, καί ἀναχωρητῶν ὑπογραμμόν καί τῶν μιγάδων, εὐφημοῦμεν σε ἡ ποίμνη σου, θεοφόρε. Ἀλλ’ ὡς ἔχων παρρησίαν πρός τόν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἡμᾶς φρούρησον, ἴνα κράζωμεν· Χαίροις, πάτερ Γεράσιμε.

Οἱ ἀνωτέρω Οἴκοι ὡς καί τά ἔμπροσθεν Ἰδιόμελα, ἀντεγράφησαν ἐκ Σιναϊτικοῦ κώδικος χειρογράφου τῇ 29ῃ Σεπτεμβρίου τοῦ 1908 ὑπὸ Αὐγουστίνου Μ. καί εἶναι ἄγνωστος ὁ ποιητής αὐτῶν. Ἐκ τῶν ἑξῆς ὅμως στίχων ἐξάγεται ὅτι ἐκαλεῖτο Γεράσιμος:

Ὀμώνυμος πέλων Σοι, τῷ ἐμῷ προστάτῃ
ἀναξίως μέν ἐπεί ἁμαρτωλός λίαν.
Δῷρον φέρω Σοι τούς Οἴκους τούτους,
οὕς εὐμενῶς δέξαιο καὶ πρέασβυς ἔσο
ὑπέρ ἐμοῦ τε, καὶ Μοναχῶν ἁπάντων.

 

Παρακλητικός Κανών εις τον Όσιο Γεράσιμο τον Ιορδανίτη

Ακολουθία του Αγίου Γερασίμου του Ιορδανίτη

 

Πηγή