Χαιρετισμοί εις τον Όσιο Ιωακείμ εξ Ηθάκης ο Βατοπεδινός ο Παπουλάκης

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 2 Μαρτίου

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Ἰθακησίων λαμπαδοῦχον τὸν περίλαμπρον, Ἰωακεὶμ πιστοὺς ἀρτίως τὸν φωτίσαντα, τοῖς αὐτοῦ πυρφόροις λόγοις καὶ θαυμασίοις, ὡς μονῆς Βατοπεδίου τῆς ἐν Ἄθωνι, εὐκοσμίαν καὶ ἀζύγων κλέος μέλψωμεν, ἀνακράζοντες· Χαίροις, Πάτερ θειότατε.

Ἄγγελος ἐν Ἰθάκῃ, ἀμπεχόμενος ἄρτι, στολὴν Ἰωακεὶμ δερματίνην (ἐκ γ᾿ ), πεφηνὼς σωτηρίαν πιστῶν, μέσῳ μυστηρίων τοῦ Χριστοῦ ἄγγελμα, ἐκόμισας καὶ ἅπαντας, διήγειρας θερμῶς βοᾶν σοι·

Χαῖρε, ἀκτὶς οὐρανίου φέγγους·
χαῖρε, πυξὶς τοῦ ἀῤῥήτου κάλλους.
Χαῖρε, Ἰονίου πελάγους ἁγίασμα·
χαῖρε, θεοσδότου ἰσχύος ἐκπύρσευμα.
Χαῖρε, κῆρυξ ἱερώτατε ἐν Χριστῷ καινῆς ζωῆς·
χαῖρε, σάλπιγξ πνευματόφθογγε μετανοίας σωστικῆς.
Χαῖρε, Βατοπεδίου τοῦ σεμνείου κοσμῆτορ·
χαῖρε, τῆς ψυχοτρόφου ἀρετῆς ὑφυγῆτορ.
Χαῖρε, ἐχθροῦ ὁ λύσας σοφίσματα·
χαῖρε, Θεοῦ φυλάξας ἐντάλματα.
Χαῖρε, ἠθῶν ἀκραιφνῶν φυτοκόμε·
χαῖρε, παθῶν ζοφερῶν ῥιζοτόμε.

Χαίροις, Πάτερ θειότατε.

Βλέμμα τὸ τῆς ψυχῆς σου, πρὸς Θεὸν ἀνατείνων, σοφὲ Ἰωακεὶμ παιδιόθεν, ὁλοψύχῳ προσῆλθες σπουδῇ, τοῦ Βατοπεδίου τῇ μονῇ Ὅσιε, ἐν ᾗ ἀζύγων ἔκτυπον, ἐδείχθης ἀσιγήτως ψάλλων·

Ἀλληλούϊα.

Γόνε Ἰθακησίων, φιλαρέτων τοκέων, προώρως ἐστερήθης μητρός σου, τῆς στοργῆς καὶ τῆς σῆς μητρυιᾶς, δυστροπίαν φεύγων εὐπηθὴς ναύκληρος, ἐγένου ἀγαπώμενος, ὑφ᾿ ὅλων τῶν σοὶ ἐκβοώντων·

Χαῖρε, ὁ ἔνθους ἐν ἐργασίᾳ·
χαῖρε, ὁ μέγας ἐν εὐσεβείᾳ.
Χαῖρε, πειθηνίων ναυτίλλων ἐκσφράγισμα·
χαῖρε, φρονημάτων Ὁσίων θησαύρισμα.
Χαῖρε, σύνοικον ἐν βίῳ σου ὁ κατέχων ἀρετήν·
χαῖρε, τίμιον διάδημα ἔχων τὴν ὑπακοήν.
Χαῖρε, ὁ τῶν Ἀγγέλων ζηλωτῆς τῶν ἀΰλῶν·
χαῖρε, ὁ τῶν πατέρων ἐραστὴς τῶν Ἁγίων.
Χαῖρε, ζυγὸν ἐκθύμως ἀράμενος·
χαῖρε, ζωὴν ἀρίστην τυπούμενος.
Χαῖρε, Χριστοῦ μαθητὰ θεοφόρε·
χαῖρε, ἐχθροῦ καταπέλτα πυρφόρε.

Χαίροις, Πάτερ θειότατε.

Δύναμιν οὐρανόθεν δεδεγμένος διήγες, σοφὲ Ἰωακεὶμ ἐν τῷ πλοίῳ, φιλαδέλφως καὶ ἀσκητικῶς, τὰς ὁδοὺς βαδίζων τῆς Χριστοῦ πίστεως, νηστείας καὶ συνέσεως, καὶ ψάλλων τῷ Κυρίῳ πόθῳ·

Ἀλληλούϊα.

Ἔν τινι ταξειδίῳ, τῆς νηὸς ἐγγισάσης, ἀκτὰς Χαλκιδικῆς αὐτῆς λάθρα, ἐξελθὼν μάκαρ Ἰωακείμ, ὡς διψῶσα ἔλαφος χοροῖς ἔδραμες, ἀριθμηθῆναι Ἄθωνος, ἀζύγων τῶν σοὶ ἐκβοώντων·

Χαῖρε, λαμπτὴρ τῆς Χριστοῦ ἀγάπης·
χαῖρε, πρηστὴρ τῆς ἐχθροῦ ἀπάτης.
Χαῖρε, ὁ βαδίσας ὁδοὺς τελειώσεως·
χαῖρε, ὁ ποθήσας σκηνὰς ἀφθαρτότητος.
Χαῖρε, σέλας τὸ νεόφωτον Ἐκκλησίας τῆς σεπτῆς·
χαῖρε, γέρας τὸ νεότευκτον βιοτῆς ἀσκητικῆς.
Χαῖρε, ὅτι ἀνῆλθες ἀρετῆς τὰς βαθμίδας·
χαῖρε, ὅτι κατεῖδες οὐρανῶν τὰς ἁψῖδας.
Χαῖρε, κανὼν νηστείας εὐθύτατος·
χαῖρε, λειμὼν ἡδύπνευστος νήψεως.
Χαῖρε, κρουνὸς θεοβρύτων λογίων·
χαῖρε, θερμὸς βραβευτὴς τῶν κρειττόνων.

Χαίροις, Πάτερ θειότατε.

Ζήλῳ πάτερ ἁγίῳ, ἐμφορούμενος ἦλθες, μόνην Βατοπεδίου οἰκῆσαι, καὶ σαυτὸν χαίρων Ἰωακείμ, παραδοῦναι ὥσπερ τῷ χαλκεῖ σίδηρος, σεμνείου τῷ προΐστορι Σωτῆρι δὲ ἀσμένως ψάλαι·

Ἀλληλούϊα.

Ἤθους στηλογραφία, σῇ πολλῇ διακρίσει, καὶ πλούτῳ οὐρανίου σοφίας, μοναστῶν ὤφθης Ἰωακείμ, φωτοφόρος λύχνος τοῦ κλεινοῦ Ἄθωνος, οὓς ἔπιθες κραυγάζειν σοι, φωναῖς πανευλαβῶς αἰσίαις·

Χαῖρε, ὁ φάρος τῆς ἡσυχίας·
χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας.
Χαῖρε, παλαιῶν ἀσκητῶν ὁ ὁμόζηλος·
χαῖρε, θεαυγῶν μοναστῶν ὁ ὁμότροπος.
Χαῖρε, στόμα θεοκίνητον ἀσιγήτων προσευχῶν·
χαῖρε, ὄμμα τὸ ἀνύστακτον μυστικῶν θεωριῶν.
Χαῖρε, ὁ κατευθύντωρ πρὸς ὁδοὺς σωτηρίας·
χαῖρε, ὁ παρακλήτωρ εὐσεβούντων χορείας.
Χαῖρε, κρατὴρ τῆς ἄνω νοήσεως·
χαῖρε, πληκτὴρ ζωῆς τῆς ἀμείνονος.
Χαῖρε, λαμπρὲ συμπολῖτα Ἀγγέλων·
χαῖρε, δεινὲ καθαιρέτα δαιμόνων.

Χαίροις, Πάτερ θειότατε.

Θέμεθλον ὥσπερ νέον, τῆς Χριστοῦ Ἐκκλησίας, ἐστήριξας πιστοὺς ἐν τῇ πίστει, τοὺς στενάζοντας Ἰωακείμ, ὑπ᾿ ἐκγόνων Ἄγαρ χαλεπῶς Ὅσιε, ζυγὸν ὧν χείλη ἤνοιξας, τρανῶς τῷ Λυτρωτῇ κραυγάζειν·

Ἀλληλούϊα.

Ἴθυνας τοὺς σοὺς πόδας, ὡς ἀπόστολος νέος, πρὸς τῆς Πελοποννήσου τὰς κώμας, ἀπελάσαι ὦ Ἰωακείμ, ἀγνωσίας ζόφον καὶ Χριστοῦ ὄνομα, κηρύξαι τὸ πανάγιον· διὸ σοὶ νῦν βοῶμεν ταῦτα·

Χαῖρε, ὁ κῆρυξ τῆς ἀληθείας·
χαῖρε, ὁ ὄρπηξ τῆς εὐσεβείας.
Χαῖρε, Ἀποστόλων τῶν θείων διάδοχος·
χαῖρε, μυστηρίων Ἁγίων διάκονος.
Χαῖρε, πόμα τὸ ἡδύγευστον τοῦ Χριστοῦ ὑποθηκῶν·
χαῖρε, στόμα τὸ θεόσοφον διδαγμάτων θεϊκῶν.
Χαῖρε, ὅτι διῆλθες πλείστας κώμας κηρύττων·
χαῖρε, ὅτι μετέσχες τῆς χαρᾶς τῶν Ἀγγέλων.
Χαῖρε, πιστῶν ὁ θεῖος διδάσκαλος·
χαῖρε, σοφῶν κηρύκων διάκοσμος.
Χαῖρε, ψυχὰς ὁ διψώσας ποτίσας·
χαῖρε, ξηρὰς ὁ πιάνας καρδίας.

Χαίροις, Πάτερ θειότατε.

Καύχημα μονοτρόπων, ὑποδούλων Ἑλλήνων, ἐγνώσθης ἀπλανὴς ποδηγέτης, καὶ διδάσκαλος Ἰωακείμ, τῆς ἐλευθερίας ἐν Χριστῷ Ὅσιε· στηρίζων ὅθεν ἅπαντας, διήγειρας αὐτοὺς κραυγάζειν·

Ἀλληλούϊα.

Λάμπων ταῖς λαμπηδόσι, προσφορᾶς σου ἀόκνου, πρὸς στένοντας καὶ χειμαζόμενους, ὡς λαμπτὴρ θεῖος Ἰωακείμ, τοὺς διωκομένους σαῖς βολαῖς ηὔγασας, ἔνθερμου προστασίας σου, καὶ ἔπειθες αὐτοὺς βοᾶν σοι·

Χαῖρε, λαμπὰς τῆς Χριστοῦ ἀγάπης·
χαῖρε, χαρᾶς ἀκραιφνοῦς ὁ δότης.
Χαῖρε, ὁ πυρσεύων λαοῦ τὰ νοήματα·
χαῖρε, ὁ μὴ στέργων ἐχθροῦ φληναφήματα.

Χαῖρε, πάγχρυσον κυάθιον Παρακλήτου ἀγαθῶν·
χαῖρε, πάντιμον κειμήλιον οὐρανίων διδαχῶν.
Χαῖρε, ὅτι ῥεόντων τὰς ἐπόψεις παρεῖδες·
χαῖρε, ὅτι ἁπάντων γεηρῶν ὑπερεῖδες.
Χαῖρε, πιστῶν θεόσδοτον ἔρεισμα·
χαῖρε, λαμπρὸν θεώσεως γνώρισμα.
Χαῖρε, Θεοῦ εὐσπλαγχνίας λυχνία·
χαῖρε, λαοῦ ἀκλινὴς προστασία.

Χαίροις, Πάτερ θειότατε.

Μνήμην ἔχων θανάτου, ἀδιάπτωτον πάτερ, σεπτὲ Ἰωακεὶμ ἐν Ἰθάκῃ, τῇ πατρίδι σου ὡς γλυκασμόν, σῶν ὀστέων ἔσχες τὴν εὐχὴν Ὅσιε, καὶ τέρψιν τῆς καρδίας σου, Χριστὸν ἀσιγήτως ᾖδες·

Ἀλληλούϊα.

Νήστις καὶ γυμνητεύων, τὸν σὸν βίον διῆλθες, ἐν τῇ ὑπαίθρῳ νήσου Ἰθάκης, θεοφόρητε Ἰωακείμ, νεαυγῶν Ὁσίων λαμπηδὼν πάμφωτε· διὸ οἱ συμπολῖταί σου, ἐβόων σοι ἐν εὐφροσύνῃ·

Χαῖρε, Ἰθάκης ἡ εὐκοσμία·
χαῖρε, ἀγάπης ἡ δαδουχία.
Χαῖρε, οὐρανὸν ἔχων στέγην τὸν ἔναστρον·
χαῖρε, ἐφετῶν ὁ πόθων τὸ ἀκρότατον.
Χαῖρε, ἔσοπτρον νεόσμηκτον βιοτῆς ἀγγελικῆς·
χαῖρε, ὄργανον θεόπνευστον ἀγωγῆς ἀσκητικῆς.
Χαῖρε, ὅτι ἀστράπτεις εὐθηνίᾳ σῶν ἔργων·
χαῖρε, ὅτι εὐφραίνεις τῇ φθογγῇ τῶν σῶν λόγων.
Χαῖρε, ἀνδρῶν ἐνθέων ὁ πρόβολος·
χαῖρε, πολλῶν ῥᾳθύμων ὁ ἔλεγχος.
Χαῖρε τῶν σῶν φοιτητῶν ὁ ἰθύντωρ·
χαῖρε, ἡμῶν ὁ θερμὸς παρακλήτωρ.

Χαίροις, Πάτερ θειότατε.

Ξένων βολαῖς θαυμάτων, τῶν πολλῶν σου ἀκτῖσι, κατηύγασας τὸν καταζητοῦντα, ἀστυνόμον σε Ἰωακείμ, καὶ ἐᾷν σε ἔπειθες αὐτὸν ἥσυχον, ὑμνεῖν τὸν Παντοκράτορα, Χριστὸν νυχθήμερον καὶ ψάλλειν·

Ἀλληλούϊα.

Ὅλος ἡγιασμένος, ὤν ἀρτίως ἐπλήσθης, ἁπάντων ἀγαθῶν Παρακλήτου, καὶ διέλαμψας Ἰωακείμ, τοῖς παλαίσμασί σου τοῖς σεπτοῖς ἅπασι· διὸ τὴν πολιτείαν σου ἀγόμενοι, πιστῶς βοῶμεν·

Χαῖρε, χαρᾶς τοῦ Χριστοῦ ὁ πλήρης·
χαῖρε, ψεκὰς τῆς Αὐτοῦ ἀγάπης.
Χαῖρε, ἀενάου εἰρήνης κιννάμωμον·
χαῖρε, θεοδέκτου πραότητος ἄνηθον.
Χαῖρε, τύπος ἀπαράμιλλος τῶν ἀρχαίων ἀσκητῶν·
χαῖρε, τόμος ὁ χρυσόδετος ἀρετῶν παντοδαπῶν.
Χαῖρε, μακροθυμίας πρὸς τὸν ἔγγιστα φάρος·
χαῖρε, τῆς ἐγκρατείας καὶ συνέσεως λύχνος.
Χαῖρε, λιμὴν ἐν θλίψεσιν εὔδιος·
χαῖρε, ζωὴν τὴν ἄνω εὑράμενος.
Χαῖρε, ἀπαύγασμα ἀγαθωσύνης·
χαῖρε, ἑξάνθισμα ἀκτημοσύνης.

Χαίροις, Πάτερ θειότατε.

Πήραν πλήρη ἀνήρτας, λίθων πάτερ ἐπ᾿ ὤμων, βαρέων ἐν πεζοπορίαις, σαῖς ἑκάστοτε Ἰωακείμ, ἵνα σάρκα σου φθαρτὴν δεινῶς πάνσοφε, καταπονῶν τὸ πνεῦμα σου, ὑψοῖς πρὸς τὸν Θεόν, ᾯ ᾖδες·

Ἀλληλούϊα.

Ῥάχῃ ἐν τῇ ἐνδρόσῳ, ἱερώτατον πάτερ, ἐδόμησας ναὸν σῇ προνοίᾳ, ἄλλον πάλιν ἐν τῇ Ἀνωγῇ, καὶ ἐν τῷ χωρίῳ τοῦ Σταυροῦ ἕτερον, ὡς ἄνω οἱ Ἰθακήσιοι, δοξάζωσι Χριστὸν βοῶντες·

Χαῖρε, δομῆτορ σκηνῶν ἁγίων·
χαῖρε, ἀκέστωρ Ἰθακησίων.
Χαῖρε, Ἐκκλησίας ἐργάτης ἀκάματος·
χαῖρε, εὐσεβείας ὁ λάτρης καὶ σύνοικος.
Χαῖρε, δότης θείας χάριτος αἰτουμένων εὐλαβῶς·
χαῖρε, μύστης νέος πίστεως καὶ ἀγάπης θησαυρός.
Χαῖρε, ὅτι ἀνάγκας τοῦ λαοῦ θεραπεύεις·
χαῖρε, ὅτι τὰς γνώμας δυσσεβούντων ῥυθμίζεις.
Χαῖρε, γερῶν ἀΰλων συμμέτοχος·
χαῖρε, χορῶν Ἁγίων ὁμόσκηνος.
Χαῖρε, φυτὸν μυστικῆς εὐθαλείας·
χαῖρε, εἰκὼν διαυγὴς καρτερίας.

Χαίροις, Πάτερ θειότατε.

Σέμνωμα τῆς Ἰθάκης, ὡς κρουνὸς πολυχεύμων, προέχεας πιστοῖς τὰς ἰάσεις, καταφεύγουσιν Ἰωακείμ, ταῖς σεπταῖς λιταῖς σου πρὸς Θεὸν Ὅσιε, καὶ ὕμνοις τῷ κρατύναντι, Χριστῷ σὲ μελῳδοῦσι πόθῳ·

Ἀλληλούϊα.

Τίς σου πνευματοφόρε, τοὺς ἀτρύτους καμάτους, ὑμνήσει ἀκλινῶς οὕσπερ ἔτλης, ὑπὲρ πάντων ὦ Ἰωακείμ, κατατρυχομένων ἀσκητὰ ἔνθεε, βοῶντες χαριστήριον, προσάγομέν σοι ὕμνον τόνδε·

Χαῖρε, ὁ ἔρως ἀγώνων θείων·
χαῖρε, τὸ γέρας τῶν μονοτρόπων.
Χαῖρε, εὐσεβούντων χαρὰ ἀναφαίρετος·
χαῖρε, δυσσεβούντων αἰσχύνη καὶ ἔλεγχος.
Χαῖρε, ἔμψυχον ψαλτήριον παραινέσεων σοφῶν·
χαῖρε, ἥδιστον λευκάνθεμον ψυχοτροφῶν διδαχῶν.
Χαῖρε, ὁ κακουχίᾳ τὸ σὸν πνεῦμα ζωώσας·
χαῖρε, ὁ ἀγρυπνίᾳ τὴν σὴν σάρκα νεκρώσας.
Χαῖρε, φωστὴρ ἀσκήσεως πάμφωτος·
χαῖρε, λυτὴρ σκοτείας θεόδοτος.
Χαῖρε, ἀγλάϊσμα τοῦ Ἰονίου·
χαῖρε, ἀπαύγασμα φέγγους ἀδύτου.

Χαίροις, Πάτερ θειότατε.

Ὕμνοις ἀξιόχρεῳς, τὴν ἁγίαν θανήν σου, κατέστεψε τῶν Ἰθακησίων, ἡ ὁμήγυρις Ἰωακείμ, ἡ ἰδοῦσα σκῆνος ἐν βροχῇ ἄβροχον, τηρούμενον τὸ θεῖόν σου, καὶ κράζουσα ἐξισταμένη·

Ἀλληλούϊα.

Φύλαξ καὶ οἰκονόμος, καὶ προστάτης Ἰθάκης, ἀνύστακτος ἀρτίως ἐδείχθης, παμμακάριστε Ἰωακείμ, ἐκπληρῶν αἰτήματα πιστῶν ἅπαντα· ἰδοὺ γὰρ τῇ πρεσβείᾳ σου, προσφεύγοντες θερμῶς βοῶμεν·

Χαῖρε, τὸ σκεῦος τῶν χαρισμάτων·
χαῖρε, τὸ ἄνθος σεπτῶν καμάτων.
Χαῖρε, ὁ ζηλώσας Ὁσίων τὰ σκάμματα·
χαῖρε, ὁ πατήσας δολίου φρυάγματα.
Χαῖρε, ὅτι κατηγλάϊσας τῆς Ἰθάκης τὸν λαόν·
χαῖρε, ὅτι ἐθριάμβευσας τὸν μισόκαλον ἐχθρόν.
Χαῖρε, τῶν ἰαμάτων ῥεῖθρα πᾶσιν ἐκβλύζων·
χαῖρε, θείων χαρίτων ὀχετοὺς ὁ προχέων.
Χαῖρε, λαοῦ ὀχύρωμα ἄσειστον·
χαῖρε, Θεοῦ εὐῶδες ὀσφράδιον.
Χαῖρε, ψυχῶν ἱκετῶν σου ἐπόπτα·
χαῖρε, παθῶν ψυχοφθόρων διῶκτα.

Χαίροις, Πάτερ θειότατε.

Χαίρων Βατοπεδίου, ὁ προΐστωρ ὀστέα, τὰ θεῖά σου ἐκ γῆς τῶν λαγώνων, ἀνεκόμισεν Ἰωακείμ, πρὸ τοῦ ἐπισκόπου τοῦ σεμνοῦ Ὅσιε, Ἰθάκης καὶ συντάγματος, ἀρτίως εὐσεβῶν ψαλλόντων·

Ἀλληλούϊα.

Ψάλλων τῷ Ζωοδότῃ, παναρμόνιον ὕμνον, ἐν χώρᾳ ζώντων πάτερ μὴ παύσῃ, δυσωπῶν θεῖε Ἰωακείμ, ὑπὲρ τῶν τιμώντων τὴν σεπτὴν μνήμην σου, ἐκθύμως καὶ βοώντων σοι, φωναῖς μελισταγέσι ταῦτα·

Χαῖρε, ὑμνήτωρ τῶν αἰωνίων·
χαῖρε, συλλήπτωρ τῶν σὲ ὑμνούντων.
Χαῖρε, ἀρωγὲ τῶν πιστῶς προσιόντων σοι·
χαῖρε, βοηθὲ μελιχρῶς τῶν ψαλλόντων σοι.
Χαῖρε, τεῖχος καὶ ἑδραίωμα σῶν πιστῶν συμπολιτῶν·
χαῖρε, σκέπη καὶ κραταίωμα ποντουμένων εὐσεβῶν.
Χαῖρε, φιλανθρωπίας ἡ νεότευκτος βάσις·
χαῖρε, τῆς συμπαθείας ἡ νεόφωτος φαύσις.
Χαῖρε, ὁρῶν Χριστοῦ τὴν λαμπρότητα·
χαῖρε, λιπῶν προσκαίρων σκαιότητα.
Χαῖρε, λαμπὰς φωταυγείας ἀφράστου·
χαῖρε, χαρᾶς κοινωνὲ τῆς ἀλήκτου.

Χαίροις, Πάτερ θειότατε.

Ὦ νεόφωτε στῦλε, τῆς Χριστοῦ Ἐκκλησίας, φανὲ Ἰωακεὶμ τῆς Ἰθάκης (ἐκ γ᾿ ), καὶ φρυκτώρημα παντοδαπῶν, ἀρετῶν τὸν ὕμνον εὐμενῶς πρόσδεξαι, τῶν ταπεινῶν προσφύγων σου, καὶ σκέπε τοὺς Θεῷ βοῶντας·

Ἀλληλούϊα.

Καὶ αὐθύς τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Ἰθακησίων λαμπαδοῦχον τὸν περίλαμπρον, Ἰωακεὶμ πιστοὺς ἀρτίως τὸν φωτίσαντα, τοῖς αὐτοῦ πυρφόροις λόγοις καὶ θαυμασίοις, ὡς μονῆς Βατοπεδίου τῆς ἐν Ἄθωνι, εὐκοσμίαν καὶ ἀζύγων κλέος μέλψωμεν, ἀνακράζοντες· Χαίροις, Πάτερ θειότατε.

Έτερος Κανών Του Οσίου και Θεοφόρου Πατρὸς ημών Ιωακείμ του Βατοπαιδινού του επιλεγομένου Παπουλάκη

Εγκώμια εις τον Όσιο Ιωακείμ τον Νέο εξ Ηθάκης ο Βατοπεδινός ο Παουλάκης