Χαιρετισμοί εις τον Όσιο Κοσμά τον Μελωδό Επίσκοπο Μαιουμά

Ποίημα Αντωνίου Μάρκου Καθηγητού Αγιολογίας

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ. Ἀνωνύμου.
ᾈσματογράφον Ἐκκλησίας τὸν θεόπνευστον, ὡς θείου Πνεύματος ψαλτήριον ἁρμόνιον, ἀκοὰς τὸν καθηδύνοντα εὐσεβούντων, ποιητὴν οὐρανοβάμονα τιμήσωμεν, ἱερὸν Κοσμᾶν Ὁσίων ἐγκαλλώπισμα, πόθῳ κράζοντες· Χαίροις σάλπιγξ τῆς χάριτος.

Οἱ Οἶκοι· ὁ πρῶτος ἀνωνύμου.
Ἄγγελος καθωράθης, θεωρὸς ἀποῤῥήτων, Κοσμᾶ καὶ ὑμνῳδὸς μυστηρίων, (ἐκ γ΄) σωτηρίας τοῦ γένους βροτῶν, Ἁγιοπολῖτα θαυμαστὲ, σκήνωμα τοῦ Παρακλήτου Πνεύματος· διό σοι ἐν χαρᾷ βοῶμεν·

Χαῖρε, ἡ σάλπιγξ τῆς εὐσεβείας·
χαῖρε, ὁ τέττιξ Θεοῦ σοφίας.
Χαῖρε, Παρακλήτου ψαλτήριον εὔηχον·
χαῖρε, τοῦ Ὑψίστου Θεοῦ στόμα ἔμμουσον.
Χαῖρε, λύρα παναρμόνιος, ἐνσαρκώσεως Θεοῦ·
χαῖρε, αὔρα ζωοπάροχος, εὐσεβόφρονος λαοῦ.
Χαῖρε, ὁ ἀνακρούων σωτηρίας τὴν ἅρπαν·
χαῖρε, ὁ μεγαλύνων Θεανθρώπου τὴν δόξαν.
Χαῖρε, οἰκήτωρ Μονῆς Σάββα τοῦ ἔμφρονος·
χαῖρε, κοσμήτωρ Ποιμένων θεόσοφος.
Χαῖρε, ᾀσμάτων γραφὶς μελιῤῥύτων·
χαῖρε, ἀγώνων κρηπὶς θεαρέστων.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Βασιλείας οὐρανῶν τό ἀείφωτον ἐκτήσω δι’ἀσκήσεως, Κοσμᾶ Πατήρ ἡμῶν, διά βίου ἐν τῇ Λαύρᾳ Χριστόν ὁμολογῶν Θεόν σεσαρκωμένον καί Τοῦτον ὑμνῶν σύν τοῖς Αὐτοῦ Ἁγίοις· διό καί ἀλήκτου ζωῆς ἠξιώθης, ἀναβοῶν Αὐτῷ·

Ἀλληλούϊα.

Γεωργίῳ τῷ τοῦ Κυρίου ἐν Μαϊουμᾶ ἐργασάμενος, τῇ εὐχῇ τῶν τῆς Λαύρας Πατέρων, λαούς τε φωτήσας καί Θεῷ ὁδηγήσας, ἐκεῖθεν τήν τοῦ Πνεύματος καταυγάζεις χάριν, πᾶσι τοῖς σοί βοῶσι ἐν ἀγάπῃ καί πόθῳ·

Χαῖρε, ὁ διαπρέψας τῇ ὑμνωδίᾳ τοῦ Λόγου·
χαῖρε, ὁ οὕτω διασπείρας τά ῥήματα Κυρίου.
Χαῖρε, ὁ τούς πτωχούς ἀδελφούς θεωρήσας·
χαῖρε, ὁ Χριστόν ἐμμελῶς ἡμῖν κηρύξας.
Χαῖρε, ὁ κινήσας εὐακούστως κινύραν·
χαῖρε, ὁ ἐπιδείξας βιοτήν πάνυ ἁγίαν.
Χαῖρε, ὁ ἀνυμνήσας Οἰκονομίας μυστήρια·
χαῖρε, ὁ ἐδαφίσας τά τοῦ κακοῦ ὁρμητήρια.
Χαῖρε, εἰσηγητά τῆς τῶν κανόνων συνθέσεως·
χαῖρε, κανών ποιμαντικῆς διακρίσεως.
Χαῖρε, τῆς μελωδίας σάλπιγξ ἡ χρυσίλατος·
χαῖρε, τῆς ἀληθείας κῆρυξ ὁ διαπρύσιος.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Δόξαν τήν τοῦ Σωτῆρος ὁλοτρόπως ποθήσας, τόν βίον ἐν τῇ συνθέσει Αὐτῷ ὕμνων ἠνάλωσας, τό ὑμνογραφεῖν προκρίνας, τῶν τοῦ κόσμου τερπνῶν καί ἡδέων· διό Αὐτῷ ἀπό καρδίας ἀνεβόας·

Ἀλληλούϊα.

Εὐλογοῦμεν σε, Πάτερ, τῆς Συρίας τόν γόνον καί ταύτης ἀπάνθισμα τό θεῖον· σύ γάρ, οἷαπερ μέλισσα νοητή, τά κρείττονα ζηλῶν, μοναζόντων τόν δρόμον ἀκολουθῆσαι προέκρινας, διό καί παρ’ ἡμῶν ἀκούεις ταῦτα·

Χαῖρε, ὁ ὑμνωδίᾳ ἀνυμνήσας τόν Λόγον·
χαῖρε, ὁ ψαλμωδίᾳ κατηρδεύσας τόν κόσμον.
Χαῖρε, ὁ ἐν διακονίᾳ τῶν Μουσῶν ὁ πρόθυμος·
χαῖρε, ὁ ἐν πειρασμοῖς στεῤῥός καί ἀήττητος.
Χαῖρε, ὁ πιστοῖς ἐμμούσως νείμας τήν χάριν·
χαῖρε, ὁ καταργήσας αἱρετιζόντων τήν πλάνην.
Χαῖρε, ὁ ὑποστάς πρῶτον ἀσκήσεως πόνους·
χαῖρε, ὁ γράψας εἶτα μουσικῆς θείας τόνους.
Χαῖρε, τῆς ὑμνωδίας ὁ εὐθύτατος κανών·
χαῖρε, τῆς ἀπαθείας ὁ μυρίπνους λειμών.
Χαῖρε, τῆς Δαμασκοῦ ὁ γλυκίφθογγος τέττιξ·
Χαῖρε, τοῦ πτερνιστοῦ ὁ σοφός ἀναιρέτης.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Ζῆλον θεῖον ὡς φλόγα τῇ σῇ ψυχῇ κεκτημένος, Κοσμᾶ θεοφόρε, βιοτῆς τῆς προσκαίρου τά τερπνά παρεῖδες καί τοῦ ὑμνῆσαι Θεόν καί δοξᾶσαι Αὐτοῦ τήν μένουσαν δόξαν προέκρινας· διό καί οὐρανίας ἐδέχθης δωρεᾶς, βοῶν Κυρίῳ·

Ἀλληλούϊα.

Ἥπλωσας τάς σάς χεῖρας τοῦ προσφέρειν Κυρίῳ τόν ὕμνον, ἀπό πηγῶν σῆς καρδίας· Οὗτος δέ ἐπευλογῶν Σε, εὐλογίαν τοῖς λαοῖς δαψιλεύων, ἔδειξέ σε ἀληθῶς πατέρα τῶν σῶν τέκνων· διό ἐκβοῶμεν σοί τῷ τοῦ Κυρίου Μελωδῷ, τοιαῦτα·

Χαῖρε, μελωδέ τῶν τοῦ Θεοῦ μυστηρίων·
χαῖρε, ὑμνογράφε τῶν τοῦ Κυρίου Ἁγίων.
Χαῖρε, δοχεῖον τῆς τοῦ Πνεύματος χάριτος·
χαῖρε, ταμεῖον πλῆρες τῆς Αὐτοῦ ἁγιότητος.
Χαῖρε, τέττιξ θεοδώρητος, τοῖς ὠσίν ἡμῶν συρίζων·
χαῖρε, σκεῦος πολυτίμητον, δωρεάς θείας χαρίζων.
Χαῖρε, ὁ ἐνυπάρχων τοῦ Παραδείσου εὐωδίᾳ·
χαῖρε, ἡ παναρμόνιος καί ἱερά μελωδία.
Χαῖρε, ὅτι πρός ὕψος ἁγιότητος ἤρθης·
χαῖρε, ὅτι μουσικῆς χαρισμάτων ἐπλήσθης.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Θεοῦ λόγον ἀκούσας, «αἰνεῖτε» βοῶντι, «Αὐτόν ἐν κυμβάλοις εὐήχοις», ἑαυτόν κατέστησας εὔηχον κύμβαλον καί ἔμμουσον λύραν, κρουομένην αὔραις ταῖς τοῦ Πνεύματος, εἰς τέρψιν τῶν ἀκροομένων καί δι’αὐτῆς διδασκομένων, τῷ Κυρίῳ βοᾶν ἀπό ψυχῆς·

Ἀλληλούϊα.

Ἰδεῖν ἡμέραν Κυρίου ἐπιποθῶν μετά λῆξιν, σοῖς συντόνοις ἐγκρατείας καμάτοις, τόν Κύριον εὐηρέστησας καί Παραδείσου τάς πύλας σαὐτῷ ἠνέωξας, Κοσμᾶ θειότατε· διό κατά χρέος σοί ἐκβοῶμεν, ἀπό καρδίας ψάλλοντες·

Χαῖρε, ὁ τοῦ Σεργίου υἱός θετός τε καί γόνος·
χαῖρε, ὁ Ἰωάννου ἀδελφός τε καί φίλος.
Χαῖρε, ὁ μαθητής Κοσμᾶ, τοῦ καί Ξένου·
χαῖρε, ὁ φοιτητής Λαύρας Σάββα καί τρόπου.
Χαῖρε, ζωῆς τῆς ἐν Κυρίῳ ἁγίας διδάσκαλε·
χαῖρε, ἔργου τοῦ τοῦ Δαβίδ τοῦ πάλαι ἐφάμιλλε.
Χαῖρε, ὁ τῇ τοῦ Πνεύματος χάριτι θεούμενος·
χαῖρε, ὁ ὑπ’ Αὐτοῦ οὐρανοῖς ὁδηγούμενος.
Χαῖρε, ὁ τοῦ Κυρίου ἀρχιθύτης ὁ νέος·
χαῖρε, δι’οὗ οἰμώζει πτερνιστής ὁ ἀρχαῖος.
Χαῖρε, τό τῆς ἀγάπης τοῦ Χριστοῦ ἔσοπτρον·
χαῖρε, τό τῆς ἀπάτης τοῦ Βελίαρ δρέπανον.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Καλλινίκου Συρίας τῷ βλαστῷ καί καυχήματι καί Ἰορδάνου ἐρήμου τόν πολίτην τόν ἔνθεον, ἀξιοχρέως τιμῶμεν οἱ πιστοί· τῷ αὐτῷ ἁγιάσαντι Κυρίῳ δέ, Οὗ τήν πίστιν ἐν Μαϊουμᾶ ἐστήριξεν, ἐν εὐφροσύνῃ βοῶμεν·

Ἀλληλούϊα.

Λαόν, Πάτερ, Κυρίου τόν πτωχόν ἀγαπήσας, τῇ φλογῇ τῆς ἀγάπης ἐκαιόμενος, ἐφώτισας Χριστοῦ τῷ φωτί, ἔργοις καί λόγοις Τοῦτον κηρύττων, τοῖς σημείοις Αὐτοῦ μαρτυροῦντος τήν εὐλογίαν Ἐκείνου ἐπί τῶν χειρῶν σου τά ἔργα· διό σοῦ τά παλαίσματα θαυμάζοντες λέγομεν·

Χαῖρε, ὁ δεδοξασμένος τῷ ἤθει τῶν τρόπων·
χαῖρε, ὁ λελαμπρυσμένος τῷ ὄγκῳ τῶν κόπων.
Χαῖρε, ἔμψυχε εἰκών μοναχικῆς καρτερίας·
χαῖρε, ἄνθος μυστικόν οὐρανῶν εὐθαλείας.
Χαῖρε, ὁ κηρύξας Χριστοῦ τό ὄνομα πράξει·
χαῖρε, ὁ διαπρέψας τῇ τῶν κανόνων συντάξει.
Χαῖρε, σύναξις εὐφρόσυνος καί παρεμβολή ὁσία·
χαῖρε, Ἀνθιδώνος ὁ Πρῶτος, οὗ ἡ μνήμη αἰωνία.
Χαῖρε, ὁ ὡς παιδίον τόν σόν βίον τελέσας·
χαῖρε, ὁ τά παιδία τῶν πτωχῶν ἀγαπήσας.
Χαῖρε, θησαύρισμα τῆς οὐρανῶν μελωδίας·
χαῖρε, ἐναύλισμα τῆς τοῦ Λόγου πτωχείας.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Μένει εἰς τόν αἰῶνα, Κοσμᾶ, ἡ σή δόξα, ἥν ἐκτείσω τόν λόγον ἐμμελῶς κηρύττων, Λόγου τοῦ Θεοῦ ἐνανθρωπήσαντος Μόνου· διό ὡς παῤῥησίαν πρός Αὐτόν κεκτημένος, μή ἐπιλάθου σοῦ γένους, τῶν ἐν ἀνάγκαις Συρίων, οὕς διάσωζε, τῷ Κυρίῳ βοῶντας·

Ἀλληλούϊα.

Νίκην τήν μόνην καί μένουσαν διά βίου ζητῶν, ἀσκητικοῖς ἀγῶσι τόν ἀρχαῖον πτερνιστήν κατήσχυνας· διό τάς ἀριστείας σου ἐξυμνοῦντες καί τάς σάς πρεσβείας πρός Θεόν ἐξαιτούμενοι, χρεωστικῶς ἐν τιμῇ ἐκβοῶμεν σοι τοιαῦτα·

Χαῖρε, ὁ ἀπαστράψας ἰσαγγέλῳ τῷ βίῳ·
χαῖρε, ὁ ἡμᾶς μυρίζων τῷ τοῦ Πνεύματος μύρῳ.
Χαῖρε, ὁ τῆς χάριτος Αὐτοῦ σκήνωμα δειχθείς·
χαῖρε, ὁ Δαβίδ τοῦ Ψαλμογράφου ἰσότιμος φανείς.
Χαῖρε, γεωργίας καινῆς ἀπάνθισμα λαμπροφόρον·
χαῖρε, οὐρανίας πατρίδος πόλισμα φωτοφόρον.
Χαῖρε, Πάτερ ἡδύτατε, ὁ λαούς ἐκδιδάξας·
χαῖρε, οὐράνιε ἄνερ, ὁ Ἀγγέλους ἐκπλήξας.
Χαῖρε, ὁ ἡμῖν προχέων τό οὐράνιον μῦρον·
χαῖρε, ὁ καταργῶν ἁμαρτίας τόν κόπρον.
Χαῖρε, ὁ εὐλογήσας Παλαιστίνης τήν χθόνα·
χαῖρε, ὁ ὑπεριδών τόν παρόντα αἰῶνα.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Ξένος τῶν ἐν τῷ κόσμῳ ἀγαθῶν καί ἡδέων καί πάροικος τῆς ὑπ’ οὐρανόν ὄντως ἐφάνης, Κοσμᾶ μακάριε, ἀσκητικῶς διά βίου ἀγωνισάμενος· ὅθεν Ὀρθόδοξοι πάντες κατά χρέος τιμῶντες σε, Κυρίῳ τῷ σέ ἁγιάσαντι βοῶμεν·

Ἀλληλούϊα.

Ὅλως ἡγιασμένος καί τοῖς ἱδρῶσι λελουσμένος, ἡμῖν παρά Κυρίου ἐδόθης, εἰς πρεσβείαν πρός Αὐτόν, Ὁσιώτατε· ἐπισκοπῆς τό ἔργον γάρ καί τόν μονήρη βίον συγκεράσας, ἰσχύν παρέχεις ἡμῖν τοῖς ψάλλουσι·

Χαῖρε, ὁ ἀστήρ πίστεως Ὀρθοδόξου τῆς ἁγίας·
χαῖρε, ὁ καθαιρέτης τῆς Εἰκονομάχων μανίας.
Χαῖρε, ὁ Δαμασκηνοῦ Ἰωάννου ὁμόψυχος·
χαῖρε, ὁ τῆς εὐκλείας ἐκείνου ἰσότιμος.
Χαῖρε, ὁ πτωχός διά τήν χάριν τοῦ Κυρίου·
χαῖρε, ὁ ἐν ὠδαῖς κῆρυξ τοῦ Εὐαγγελίου.
Χαῖρε, Πατέρων τῶν πρώτων τῷ θρόνῳ διάδοχος·
χαῖρε, ἐκείνων τοῦ βίου καί τῶν τρόπων ὁ μέτοχος.
Χαῖρε, Σάββα Ἡγιασμένου πνεύματος ὁ θεράπων·
χαῖρε, ὁ ἡσυχίαν ἐκείνου διά διφθέρας διδάσκων.
Χαῖρε, ὁ ἐντρυφήσας μουσικῆς τῷ πλούτῳ·
χαῖρε, ὁ ἀνελθών Ἐλικῶνος τῷ θώκῳ.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Πατέρων ἐν τῷ μέσῳ τοῦ Παραδείσου ἐντυγχάνων, ὧν τόν βίον ἐξύμνησας, Πάτερ τρισμάκαρ, ὡς δι’ ἀγάπης καί ἀσκήσεως ἁγιασθείς, ἀξιοχρέως γεραίρεσαι ὑπό πάντων, τῶν τῷ σέ δοξάσαντι Θεῷ κραυγαζόντων·

Ἀλληλούϊα.

Ῥοῇ μέλιτος ἀπό γλώττης, Ῥωμανός ὥσπερ ἄλλος, εὐσεβείας τόν λόγον κηρύττει, Κοσμᾶς ὁ Μελωδός, ὅν πρῶτος ἐκεῖνος ἑαυτῷ ἐφήρμοσεν, λαῷ τῷ τοῦ Θεοῦ· διό καί Ἐκκλησία τοῦτον τιμῶσα, βοᾶ αὐτῷ ἐν χαρᾷ συμφώνως·

Χαῖρε, ὁ ποθήσας Πνεύματος τήν ἔλλαμψιν·
χαῖρε, ὁ ζηλώσας ἀζύγων τήν κατάστασιν.
Χαῖρε, ῥεῖθρον γέμων τῶν Παρακλήτου ναμάτων·
χαῖρε, κώδιξ πλήρης τῶν οὐρανοῦ ἀκουσμάτων.
Χαῖρε, ὁ ἐξυμνήσας τῆς Παρθένου τήν χάριν·
χαῖρε, ὁ βαραθρώσας κακοδοξίας τήν λύμην.
Χαῖρε, ὁ τῶν παθῶν ἐκτίλλων ἀκάνθας·
χαῖρε, ὁ τῶν ψυχῶν ἀρδεύων ἀρούρας.
Χαῖρε, ὁ δεξάμενος τῆς Θεοτόκου ἐπίσκεψιν·
χαῖρε, ὁ ἐμπνευσθείς ταῖς Ἐκείνης δυνάμεσι.
Χαῖρε, ταμεῖον τῆς πρός πλησίον ἀγάπης·
χαῖρε, ὀλετήρ τῆς τοῦ Βελίαρ ἀπάτης.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Στέψας τήν κορυφήν Σου ὁ Χριστός ἐν στεφάνῳ, ἐν Παραδείσῳ μετά Ποιμένων σέ ἐνέταξε, Πάτερ, ἔνθα χορεύεις Ἁγίων αὐλιζόμενος δήμοις· ἡμᾶς διό πάσης βλάβης καί κινδύνου διάσωζε, τούς ψάλλοντας τῷ Κυρίῳ·

Ἀλληλούΐα.

Τιμῆς ἀπό τῆς Ἐκκλησίας ἠξιώθης, παμμάκαρ, δι’ ἐγκρατείας τό πρῶτον ἐκγυμνασθείς, ταῖς σαῖς διφθέραις εἶτα Ταύτην κοσμήσας· διό τάς ἀριστείας σου τιμῶντες, οἱ τῷ ζήλῳ τῶν πρεσβειῶν σου ἐλπίζοντες, πίστει ἐνθέρμῳ σοί μέλπομεν·

Χαῖρε, δι’οὗ Τριάς Ἁγία ἀνυμνήθη·
χαῖρε, δι’οὗ ἡ Ἐκκλησία ἐκοσμήθη.
Χαῖρε, δόξα καί ἀντίληψις Ὀρθοδόξων εὐσεβῶν·
χαῖρε, σκέπη καί κραταίωμα τῶν ὑφ’ ἥλιον εὐλαβῶν.
Χαῖρε, ὁ πλησθείς μενόντων οὐρανίων δωρεῶν·
χαῖρε, ὁ ἀποστάς πιπτόντων ἐπιγείων ἐννοιῶν.
Χαῖρε, ὁ ἡδύνας Παλαιστίνην σῷ βίῳ·
χαῖρε, ὁ καθηδύνων ἀκοάς τῶν μερόπων.
Χαῖρε, ὁ μετ’ Ἰωάννου τῷ Κυρίῳ πρεσβεύων·
χαῖρε, ὁ μετ’ἐκείνου Θεῷ τάς χεῖρας ἐκτείνων.
Χαῖρε, ἡ Παραδείσου πανευφρόσυνος νότα·
χαῖρε, ὁ κατευφραίνων εὐσεβούντων τά ὦτα.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Ὕμνοις ἐπινικίοις τήν σήν πολιτείαν καί πόνους τούς μεγίστους ἐν τῷ ἀγρῷ τοῦ Κυρίου τιμῶντες, χαιρετιστήριον ὠδήν σοί προσφέρομεν, Ἅγιε· τῷ δέ σέ δοξάσαντι Θεῷ τῷ ἐν Τριάδι, πανευφροσύνως ἐν εὐλαβείᾳ καί κατανύξει ἐκβοῶμεν·

Ἀλληλούϊα.

Φλέγει Βελίαρ τήν ἰσχύν, ἡ ἐνοικοῦσα τοῖς κανόσι σου τοῦ Πνεύματος χάρις, Κοσμᾶ Πατήρ ἡμῶν· ἁγιάζει δέ τούς πίστει ψάλλοντας καί αὐτοῖς ἐγκίπτουσι· διό μετ’ εὐφροσύνης, ἐν χαρμονῇ σοι βοῶμεν·

Χαῖρε, ἄνθος ἀπαθείας τό εὐωδέστατον·
χαῖρε, σκεῦος ἀκακίας τό πολυτίμητον.
Χαῖρε, ἡ λαμπηδών τῆς τοῦ Χριστοῦ Ἐκκλησίας·
χαῖρε, ὁ συνθέτης τῆς μουσικῆς πανδαισίας.
Χαῖρε, ὁ ἔμμουσος λόγος τῆς Χριστοῦ Ἐκκλησίας·
χαῖρε, ὁ ἐν μέτρῳ διδάσκαλος καί πηγή παραμυθίας.
Χαῖρε, ὁ ἑορτάς Δεσποτικάς καθυμνήσας·
χαῖρε, ὁ τῆς Παρθένου τάς ὠδάς ὡραΐσας.
Χαῖρε, ἀηδών συνάρσεως τῆς θεοβρύτου·
χαῖρε, σύνθεσις ἐκφάνσεως τῆς οὐρανίου.
Χαῖρε, ὁ τοῦ Σωτῆρος τόν σταυρόν ἀράμενος·
χαῖρε, ὁ τήν μένουσαν ἡμῖν πόλιν δειξάμενος.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Χαίρων τῆς ζωῆς τῆς ἀλήκτου νῦν ἀπολαύεις, Κοσμᾶ μακάριε, σύν πάσῃ ψυχῇ οἵα τόν Κύριον ηὐηρέστησε καί πάντα τά τῶν Ἀγγέλων καί Δικαίων συστήματα· ἀπό πάσης δέ λύπης καί ὀργῆς ἡμᾶς ῥῦσαι, τούς πόθῳ τελοῦντας τήν μνήμην σου καί Κυρίῳ ἄδοντας·

Ἀλληλούϊα.

Ψάλλομεν Κοσμᾶ τοῦ Ποιητοῦ τήν ἀείφωτον δόξαν, ὅς Κυρίου τῶν λόγων ποιητής ἀνεδείχθη· «αἰνεῖται – οὖν ἀκούων – Αὐτόν κυμβάλοις εὐήχοις», ἔσπευσε κύμβαλον τήν ἑαυτοῦ ψυχήν ποιῆσαι, κρουόμενον ταῖς τοῦ Πνεύματος αὔραις· διό αὐτῷ βοῶμεν·

Χαῖρε, ὁ προεξάρχων τοῦ χοροῦ τῶν Μελωδῶν·
χαῖρε, ὁ καθηδύνων τάς ψυχάς τῶν εὐσεβῶν.
Χαῖρε, ὁ τό Πνεῦμα κατέχων, τό κινοῦν γραφίδα·
χαῖρε, ὁ Παράκλητον ἔχων, τόν ἐμπνέοντα στίχον.
Χαῖρε, τό τῶν Μουσῶν προσφιλέστατον ἴον·
χαῖρε, ὁ συγγραφαῖς λαῶν ῥυθμίζων τόν βίον·
Χαῖρε, Χριστοῦ ἡ ἁγιωτάτη παράταξις·
χαῖρε, Σατάν ἡ τελειωτάτη κατάργησις.
Χαῖρε, χαιρετισμοῦ τοῦ ἐμοῦ ὁ συλλήπτωρ·
χαῖρε, ὁ τῆς ψυχῆς τῆς ἐμῆς ἀντιλήπτωρ.
Χαῖρε, οὗ ἡ μνήμη ἐν ἡμῖν μακαρία·
χαῖρε, ἡ τῶν Ὀρθοδόξων πιστῶν προστασία.

Χαίροις, σάλπιγξ τῆς χάριτος.

Ὦ Κοσμᾶ Μελωδέ, Ὑμνογράφων τό κλέος, Ἀγγέλων συμπολῖτα τῶν θείων (ἐκ γ΄), σύν τούτοις καί πᾶσι τοῖς Ἁγίοις Χριστόν ἐκδυσωπήσατε, πταισμάτων διδόναι ἡμῖν συγχώρησιν, τοῖς Αὐτῷ βοῶσιν·
Ἀλληλούϊα.

Ἀπολυτίκια. Ποιήματα Ἀνωνύμων.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸ θεόφθογγον στόμα καὶ αὐλὸν τὸν γλυκύλαλον, τὴν πνευματοφόρον κινύραν καὶ τὸ εὔηχον ὄργανον, τιμήσωμεν συμφώνως οἱ πιστοί, Κοσμᾶν τὸν μελουργὸν καὶ ποιητήν, τὸ τῆς χαρίτος δοχεῖον τὸ τιμαλφὲς καὶ πίστει ἐκβοήσωμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐμπιπλῶντι εὐσεβεῖς, πνεύματι ζέοντι.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Οὐράνιον ἅμιλλαν διατυπῶν ἐν σαρκί, ἐπίγειον αἴνεσιν τῷ ἐν ὑψίστοις Θεῷ, πανσόφως συνήρμοσας· σὺ γὰρ ὥσπερ κιθάρα, τῆς εὐσήμου σοφίας, ἤνεσας ὑψηγόρως, τοῦ Σωτῆρος τὴν δόξαν. Διὸ σὲ Κοσμᾶ θεηγόρε, ὕμνοις γεραίρομεν.

Στίχοι·
Δέχου χαιρετισμόν, τρισμάκαρ, Ἀντωνίου·
δώρησαι δ’ αὐτῷ ἐν μετανοίᾳ εἰρήνην,
ὥστε βίου παντίπικρου θάλασσαν διαπλεῦσαι.

Παρακλητικός Κανών εις τον Όσιο Κοσμά τον Μελωδό Επίσκοπο Μαιουμά

 

Πηγή