Δύο Χαιρετιστήριοι Οίκοι εις τον Όσιο Μελέτιο ο εν Υψενή Ρόδου

  1. Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

  2. Ποίημα Γεωργίου Γαλανοπούλου

Χαιρετισμοί εις τον Όσιον και Θεοφόρον Πατέρα Ημών Μελέτιον τον εν Υψενή Ρόδου

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Τὴν τῶν Ὁσίων βιοτὴν ἐκμιμησάμενος, ὡς ἀγαπήσας τῷ Χριστῷ ἀπὸ νεότητος, Παρακλήτου τὴν ἐνέργειαν ὑπεδέξω. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίας χάριν ἄφθονον, ἀντιλήπτωρ ἡμῶν ἔσο καὶ ὑπέρμαχος, τῶν βοώντων σοι· Χαίροις, Πάτερ Μελέτιε.

Οἱ Οἶκοι.

῎Αγγελος σαρκοφόρος, ἀνεδείχθης ἐν Ῥόδῳ, ἰσάγγελον ζωὴν διανύσας (ἐκ γ΄) καὶ τῶν Ἀγγέλων ὡς γεγονώς, ἐν τοῖς ὑψίστοις Μελέτιε σύσκηνος, Θεοῦ πληροῦσαι τοῦ φωτός, ἀκούων παρὰ πάντων ταῦτα·

Χαῖρε, βλαστὸς ἱερὸς τῆς Λάρδου·
χαῖρε, καρπὸς εὐκλεὴς τῆς Ῥόδου.
Χαῖρε, Ὑψενῆς ὁ δομήτωρ ὁ ἔνθεος·
χαῖρε, μοναστῶν ποδηγέτης ὁ ὅσιος.
Χαῖρε, σκεῦος ὡραιότατον ἐννοιῶν θεουργικῶν·
χαῖρε, οἶκος θεοδόμητος λογισμῶν θεοπρεπῶν.
Χαῖρε, ὅτι τὰ πάθη νουνεχῶς ἐνεκρώσω·
χαῖρε, ὅτι τὸν ὄφιν ἀνδρικῶς ἀπεκρούσω.
Χαῖρε, λαμπὰς ἐνθέου φρονήσεως·
χαῖρε, ἀστὴρ πανσόφου συνέσεως.
Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἀνυμνεῖται·
χαῖρε, δι᾿ οὗ ἡ Τριὰς προσκυνεῖται.

Χαίροις, Πάτερ Μελέτιε.

Βίον τῶν μοναζόντων, παιδιόθεν ζηλώσας, ὡς σκεῦος ἐκλογῆς θεομάκαρ, τοῦ Χριστοῦ ἐπ᾿ ὤμων τὸν ζυγόν, ἀνενδοιάστῳ καρδίᾳ ἀνέλαβες, καὶ τούτῳ ἠκολούθησας, Μελέτιε ἐκ πόθου ψάλλων·

Ἀλληλούϊα.

Γνῶσιν θείαν πλουτήσας, καὶ Θεοῦ ἐν καρδίᾳ δεξάμενος τὸν ἅγιον φόβον, ἐπελάθου γονέων στοργῆς, καὶ ψαλμικῶς φυγαδεύων ἐμάκρυνας, πάσης προσκαίρου σχέσεως· διὸ Μελέτιε βοῶμεν·
Χαῖρε, τὸ ἴον τῆς ἐγκρατείας·
χαῖρε, τὸ ῥόδον τῆς ἡσυχίας.
Χαῖρε, φωτοφόρος βολὶς διακρίσεως·
χαῖρε, φωτοβόλος ἀκτὶς κατανύξεως.
Χαῖρε, ἔμψυχον εἰκόνισμα τῆς ἀζύγου βιοτῆς·
χαῖρε, ἔξοχον κειμήλιον τῶν Ὁσίων τῆς ζωῆς.
Χαῖρε, ὅτι τῶν κάτω ἀγαθῶν ἐμακρύνθης·
χαῖρε, ὅτι τοῦ κόσμου τῆς ἀπάτης ἀπέστης.
Χαῖρε, λαμπρὸν δοχεῖον τῆς χάριτος·
χαῖρε, σεπτὸν τοῦ Πνεύματος τέμενος.
Χαῖρε, Χριστοῦ τὸν ζυγὸν ὁ βαστάσας·
χαῖρε, παθῶν τὰς κινήσεις νεκρώσας.

Χαίροις, Πάτερ Μελέτιε.

Δύναμιν οὐρανόθεν, δεδεγμένος τὴν θείαν, τοῦ κόσμου τῶν τερπνῶν ἐπανέστης, καὶ ὡς στρουθίον ἐρημικὸν, ἐν τοῖς ἀοίκοις Μελέτιε ὄρεσιν, ηὐλίσθης ἔνθα καθαρῶς, Θεῶ λατρεύων ἀνεβόας·

Ἀλληλούϊα.

῎Εχων ἐν τῇ ψυχῇ σου, τοῦ Χριστοῦ τὴν ἀγάπην, Μελέτιε μακάριε δρῶσαν, πρὸς ἀγῶνας τοὺς ἀσκητικούς, ἐν καθαρᾷ διανοίᾳ ἐχώρησας, σαρκὸς σου μὴ φεισάμενος· διό σοι πάντες ἐκβοῶμεν·
Χαῖρε, τὸ μῆλον τῆς εὐλαβείας·
χαῖρε, ὁ βότρυς τῆς εὐσεβείας.
Χαῖρε, ὁσιότητος κλῆμα πολύκαρπον·
χαῖρε, ἁγιότητος δένδρον πολύκομον.
Χαῖρε, τόμος οὐρανόγραφος ἀγωγῆς ἀσκητικῆς·
χαῖρε, πλάξ ἡ θεοχάρακτος βιοτῆς ἀγγελικῆς.
Χαῖρε, ὅτι τῷ ζήλῳ τοῦ Χριστοῦ ἐπτερώθης·
χαῖρε, ὅτι τῷ πόθῳ τῶν ἀφθάρτων ἐτρώθης.
Χαῖρε, λειμὼν ἀνθέων τῆς χάριτος·
χαῖρε, ναὸς χαρίτων τοῦ Πνεύματος.
Χαῖρε, Ὁσίων τοῖς ἴχνεσι σπεύσας·
χαῖρε, ἐν κόσμῳ ὡς ἄσαρκος ζήσας.

Χαίροις, Πάτερ Μελέτιε.

Ζῆλον θεῖον πλουτήσας, ἐχωρίσθης τοῦ κόσμου, καὶ ἔνδον τοῦ σπηλαίου εἰσῆλθες, ἔνθα ἀσκούμενος καρτερῶς, ἐν προσευχῇ καὶ νηστείᾳ Μελέτιε, Θεοῦ τὴν χάριν εἵλκυσας, ᾧ οἱ πιστοὶ ἀναβοῶμεν·

Ἀλληλούϊα.

Η῎ρθης πρὸς θεωρίας, οὐρανίου τὸ ὕψος, τῇ σῇ ὑπερφυεῖ πολιτείᾳ· σὺ γὰρ μόνος τῷ μόνῳ Θεῷ, ἀσκητικῶς συγγινόμενος Ὅσιε, ἐκτήσω πλοῦτον ἀρετῶν· διό σοι κράζομεν τοιαῦτα·

Χαῖρε, ἐλπίδι πεπληρωμένος·
χαῖρε, ἀγάπῃ κεκοσμημένος.
Χαῖρε, ἐντολῶν τοῦ Θεοῦ ἡ ἐκπλήρωσις·
χαῖρε, πανουργίας ἐχθροῦ ἡ κατάπτωσις.
Χαῖρε, στέφανος μυρίπνοος ἐξ ἀνθέων νοητῶν·
χαῖρε, ἄρωμα πανεύοσμον ἐκ ποικίλων ἀρετῶν.
Χαῖρε, ὅτι ἐφάνης μοναζόντων λαμπρότης·
χαῖρε, ὅτι ἐδείχθης πρεσβυτέρων φαιδρότης.
Χαῖρε, ὁσίων πόνων ἐκβλάστημα·
χαῖρε, ἁγίων ἔργων ἀπάνθισμα.
Χαῖρε, σοφὸς μιμητὴς τῶν Ὁσίων·
χαῖρε, ζωῆς κοινωνὸς τῶν Ἁγίων.

Χαίροις, Πάτερ Μελέτιε.

Θεῖον λόγον πλουτήσας, ὡς καθάρας τὸν νοῦν σου, Μελέτιε φθαρτῶν νοημάτων, διδασκαλίαις σου ταῖς σοφαῖς, τὸ τῶν πιστῶν διεῤῥύθμισας φρόνημα, καὶ πάντας ἐξεπαίδευσας, ἀξίως τῷ Κυρίῳ ψάλλειν·

Ἀλληλούϊα.

῾Ιερεὺς τῶν ἁγίων, μυστηρίων ἐγένου, τῇ θείᾳ ἀληθῶς ἐπινεύσει, καὶ λειτουργήσας ἀγγελικῶς, τὸν τοῦ Κυρίου λαὸν καθηγίασας, τῇ χάριτι τοῦ Πνεύματος, ἀκούων παρὰ πάντων οὕτως·

Χαῖρε, τὸ σκεῦος τῆς ἀπαθείας·
χαῖρε, τὸ στόμα τῆς μετανοίας.
Χαῖρε, μονοτρόπων ἀγλάϊσμα ἔξοχον·
χαῖρε, ἀσκητῶν ἐγκαλλώπισμα ἔνθεον.
Χαῖρε, ὅτι κατεφρόνησας τῶν προσύλων ὁλικῶς·
χαῖρε, ὅτι ἐταπείνωσας τὸν ἀρχέκακον στεῤῥῶς.
Χαῖρε, τῆς ἀκακίας εὐωδέστατον κρίνον·
χαῖρε, τῆς ἀκτησίας πολυσύνθετον μῦρον.
Χαῖρε, καλῶν σοφὸς φυτοκόμος·
χαῖρε, παθῶν σεπτὸς ῥιζοτόμος.
Χαῖρε, κρατὴρ θεϊκῶν χαρισμάτων·
χαῖρε, φωστὴρ μυστικῶν δωρημάτων.

Χαίροις, Πάτερ Μελέτιε.

Καθαρθεὶς τὰς αἰσθήσεις, ἐγκρατείας καμάτοις, κατ᾿ ὄναρ τὴν Παρθένον κατεῖδες, καὶ φωτὶ θείῳ ὁδηγηθείς, τὴν κεκρυμμένην ἐν γῇ αὐτῆς Ὅσιε, Εἰκόνα ἐφανέρωσας, ᾗ καὶ προσπέσας ἀνεβόας·

Ἀλληλούϊα.

Λάμπουσαν θείᾳ αἴγλῃ, τῆς Ἁγνῆς Θεοτόκου, ὡς εὗρες τὴν ἁγίαν Εἰκόνα, τῷ πνεύματι ἔχαιρες τρανῶς, καὶ ὕμνοις ταύτης τὴν δόξαν ἀνύμνησας, Μελέτιε Πάτερ σοφέ· διό σοι πόθῳ μελῳδοῦμεν·

Χαῖρε, τῆς Λάρδου ἡ εὐκοσμία·
χαῖρε, τῆς Ῥόδου ἡ προστασία.
Χαῖρε, καθαιρέτης δαιμόνων ἀήττητος·
χαῖρε, ποδηγέτης ἀνθρώπων πολύσοφος.
Χαῖρε, βιοτὴν ἰσάγγελον ἐν τῷ κόσμῳ μετελθών·
χαῖρε, ἀρετῶν τὴν κλίμακα τῇ ἀσκήσει ἀνελθών.
Χαῖρε, ὅτι καθεῖλες τῆς σαρκὸς τὰς ἐπάρσεις·
χαῖρε, ὅτι ἀνεῖλες τῶν παθῶν τὰς κινήσεις.
Χαῖρε, Χριστοῦ πιστὸς ὑπηρέτης·
χαῖρε, ἡμῶν θερμὸς παραστάτης.
Χαῖρε, σεπτὴ χελιδὼν ἐμμελείας·
χαῖρε, τρυγὼν οὐρανῶν βασιλείας.

Χαίροις, Πάτερ Μελέτιε.

Μυστικῆς εὐφροσύνης, πληρωθείς τὴν καρδίαν, τῇ ξένῃ τῆς Εἰκόνος εὑρέσει, τῇ Θεοτόκῳ θεῖον Ναόν, ἐν Ὑψενῇ θεομάκαρ ἀνήγειρας, ἐν ᾧ αὐτὴν ἐνίδρυσας, ὡς ἄνασσαν ἐν θρόνῳ κράζων·

Ἀλληλούϊα.

Νόμου ἐπουρανίου, λαμπρυνθεὶς τῇ μελέτῃ, ὡς ἄστρον ἐξανέτειλας Πάτερ, ἐξ Ὑψενῆς λαμπρῶς τῆς Μονῆς, τῆς διδαχῆς σου ἀκτῖσι Μελέτιε, καταπυρσεύων τὰς ψυχάς, τῶν εὐσεβῶς σοι μελῳδούντων·

Χαῖρε, ὁ δόναξ τῆς ἀληθείας·
χαῖρε, ἡ νάβλα τῆς εὐτονίας.
Χαῖρε, Θεοτόκου θεράπων ὁ γνήσιος·
χαῖρε, τοῦ Κυρίου ὁ ἔνθους ὑπήκοος
Χαῖρε, γνώμων ὁ εὐθύτατος βιοτῆς θεοφιλοῦς·
χαῖρε, τύπος ἀπαράμιλλος πολιτείας ἀληθοῦς.
Χαῖρε, ὅτι τὸν κόσμον ὁλικῶς ἀπηρνήθης·
χαῖρε, ὅτι τῶν κάτω τῇ ἀσκήσει ἐπήρθης.
Χαῖρε, θερμὴ πασχόντων βοήθεια·
χαῖρε, στεῤῥὸν ἀνθρώπων ὀχύρωμα.
Χαῖρε, ψυχῶν ἀληθὴς θυμηδία·
χαῖρε, πολλῶν ἀγαθῶν χορηγία.

Χαίροις, Πάτερ Μελέτιε.

Ξενοτρόπῳ σου βίῳ, διαλάμπων τοῦ σκότους, τὸν ἄρχοντα κατῄσχυνας Πάτερ, ὃς φρυάξας δεινῶς κατὰ σοῦ, ταλαιπωρίας πικραῖς σε ὑπέβαλλε, καὶ ἀνυποίστοις θλίψεσιν, ἐν αἷς Μελέτιε ἐβόας·

Ἀλληλούϊα.

῾Ολικῶς προσανέχων, τῷ Χριστῷ οὐκ ἐσείσθης, φορᾷ συκοφαντίας ἀτίμου, ἀλλ᾿ ἐν αὐτῇ ὑπομείνας στεῤῥῶς, ὡς καρτερίας ἀδάμας ἐξέπληξας, τῆς Ῥόδου τὸν Ἐπίσκοπον, καὶ τοῦτον ἔπεισας βοᾷν σοι·

Χαῖρε, τὸ κῦδος τῶν μοναζόντων·
χαῖρε, τὸ καύχημα τῶν Δικαίων.
Χαῖρε, σωφροσύνης ἐξαίσιον σκήνωμα·
χαῖρε, παρθενίας θεόκτιστον οἴκημα.
Χαῖρε, βίον ἀγγελότροπον ἐξασκήσας ἐμμελῶς·
χαῖρε, πλοῦτον θεοδώρητον θησαυρίσας ἱερῶς.
Χαῖρε, ὁ ἀπὸ ῥίζης εὐσεβοῦς ἐκβλαστήσας·
χαῖρε, ὁ τὴν ψυχήν σου ἐγκρατείᾳ νεώσας.
Χαῖρε, Χριστοῦ τερπνὸν καλλιέρημα·
χαῖρε, ἠθῶν σωτηρίου θησαύρισμα.
Χαῖρε, πιστῶν διδάσκαλος κράτιστος·
χαῖρε, προστάτης πάντων ἀκοίμητος.

Χαίροις, Πάτερ Μελέτιε.

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τῷ ξένῳ, τῆς σῆς ὑπερφυοῦς καρτερίας· σὺ γὰρ τῆς πονηρᾶς γυναικός, τὴν κατὰ σοῦ ὡς ὑπέστης ἐπίθεσιν, διὰ ῥημάτων ἀναιδῶν, ἀκλόνητος ἔστης κραυγάζων·

Ἀλληλούϊα.

῾Ρώμῃ τοῦ Παρακλήτου, ὑπομείνας ἀνδρείως, Μελέτιε τοῦ βίου τὰς θλίψεις, κατὰ τῶν δαιμονίων ἰσχύν, ἔλαβες θείαν καὶ τούτων τῆς μάστιγος, Πάτερ πολλοὺς ἀπήλλαξας· διὸ νῦν παρ᾿ ἡμῶν ἀκούεις·

Χαῖρε, ὁ πλήρης ἐνθέου ζήλου·
χαῖρε, ὁ ἔμπλεως θείου πόθου.
Χαῖρε, ὁ ἀπλάστῳ καρδίᾳ κοσμούμενος·
χαῖρε, ὁ ἀμέμπτῳ ψυχῇ καλλυνόμενος.
Χαῖρε, ὅτι ἐνουθέτησας τοὺς ἀνθρώπους συμπαθῶς·
χαῖρε, ὅτι ἐξουδένωσας τοὺς τῆς Ἄγαρ εὐθαρσῶς.
Χαῖρε, Πάτερ Πατέρων ὁ λαμπρὸς ἰχνηλάτης·
χαῖρε, Πάτερ Ἀγγέλων ὁ κλεινὸς συμπολίτης.
Χαῖρε, ἐχθροῦ πατήσας τὰ ἔνεδρα·
χαῖρε, Χριστοῦ δοξάσας τὸ ὄνομα.
Χαῖρε, τῆς νήσου Ῥόδου κοσμήτωρ·
χαῖρε, Μονῆς σου ταχὺς ἀντιλήπτωρ.

Χαίροις, Πάτερ Μελέτιε.

Στέφος ἀθανασίας, ὑπεδέξω ἀξίως, Μελέτιε ἀκτίστῳ παλάμῃ· σὺ γὰρ τὴν τῶν Ὁσίων ζωήν, ἐν τοῖς ἐσχάτοις καιροῖς μιμησάμενος, τῇ προαιρέσει τῷ Χριστῷ, Μάρτυς προσήχθης, ᾧ βοῶμεν·

Ἀλληλούϊα.

Τὸν σὸν πάντιμον σκῆνος, Ῥόδου ὁ Ποιμενάρχης, Μελέτιε συστείλας ἐν φόβῳ, ἐν τῷ τῆς Παναχράντου Ναῷ, τοῦτο ἐκήδευσεν ἐκδιηγούμενος, τοῦ τέλους σου τὸ θαυμαστόν, καὶ ὅλος ἔνθους ἀνεβόα·

Χαῖρε, τὸ χάρμα τῶν ἐπιγείων·
χαῖρε, τὸ ᾆσμα τῶν οὐρανίων.
Χαῖρε, Ὑψενῆς ὁ ἀκοίμητος πρόμαχος·
χαῖρε, Ὀρθοδόξων ὁ μέγας ὑπέρμαχος.
Χαῖρε, στόμα τὸ ἀσίγητον διδαγμάτων εὐσεβῶν·
χαῖρε, γλῶσσα ἡ πολυφθόγγος νοημάτων ἱερῶν.
Χαῖρε, ὅτι ἐδέξω ἀφθαρσίας στεφάνους·
χαῖρε, ὅτι ἐγένου οὐρανῶν κληρονόμος.
Χαῖρε, Χριστοῦ δεξάμενος ἔρωτα·
χαῖρε, ἡμῖν δωρούμενος χάριτας.
Χαῖρε, Θεῷ λειτουργήσας ἀξίως·
χαῖρε, αὐτὸν θεραπεύσας ὁσίως.

Χαίροις, Πάτερ Μελέτιε.

῞Υμνοις σε εὐφημοῦμεν, τῶν πιστῶν αἱ χορεῖαι, Μελέτιε Ὁσίων τὸ κλέος, καὶ προσπίπτομεν πόθῳ ψυχῆς, τῇ τῶν ἁγίων λειψάνων σου λάρνακι, ἐξ ἧς πηγάζεις ποταμούς, θαυμάτων τοῖς ἀναβοῶσιν·

Ἀλληλούϊα.

Φῶς οἰκήσας τὸ θεῖον, καὶ Θεοῦ ἐν ὑψίστοις, τῇ θέᾳ εὐφραινόμενος Πάτερ, σὺν Ἁγίων πάντων τοῖς χοροῖς, τῶν ὑπὲρ νοῦν σου θαυμάτων Μελέτιε, ταῖς νοηταῖς μαρμαρυγαῖς, φωτίζεις τοὺς πιστῶς βοῶντας·

Χαῖρε, φωτὸς εὐαγὲς δοχεῖον·
χαῖρε, ζωῆς ἀγαθῶν ταμεῖον.
Χαῖρε, ἐν τῷ λόγῳ θεόπνους καὶ πάνσοφος·
χαῖρε, ἐν τοῖς ἔργοις θεόφρων καὶ ἄριστος.
Χαῖρε, ὕψος ὁσιότητος διὰ πάσης ἀρετῆς·
χαῖρε, πλάτος ἁγιότητος δι᾿ ὁσίας ἀγωγῆς.
Χαῖρε, τῶν ἀσθενούντων ἰατρὸς ὁ πανάριστος·
χαῖρε, τῶν θλιβομένων προμηθεὺς ὁ ταχύτατος.
Χαῖρε, ποιμὴν σῆς ποίμνης ἀνύστακτος·
χαῖρε, πατὴρ σῶν τέκνων φιλόστοργος.
Χαῖρε, ἐχθρὸν ὁ πατάξας ἀλλόφυλον·
χαῖρε, τρυφὴν ὁ πλουτήσας ἀδάπανον.

Χαίροις, Πάτερ Μελέτιε.

Χάριτος δεδεγμένος, δωρεὰς τὰς ἀπείρους, καὶ ἔχων πρὸς Θεὸν παῤῥησίαν, Μελέτιε Πάτερ θαυμαστέ, ὑπὲρ τῆς ποίμνης σου πάντοτε πρέσβευε, καὶ ἐκ παντοίων πειρασμῶν, ῥῦσαι τοὺς ἐκ ψυχῆς βοῶντας·

Ἀλληλούϊα.

Ψαλμικῶς ὑπομείνας, ἐν πολλῇ ταπεινώσει, τὸν Κύριον Μελέτιε Πάτερ, αὐτός σοι προσέσχε ὡς Θεός, καὶ δωρεῶν οὐρανίων ἐπλήρωσε, δι᾿ ὧν εὐφραίνεις τὰς ψυχάς, τῶν ἐκ καρδίας σοι λεγόντων·

Χαῖρε, ἡ βρύσις τῆς εὐσπλαγχνίας·
χαῖρε, τὸ ρεῖθρον τῆς συμπαθείας.
Χαῖρε, ἀθυμούντων ὀξεῖα παράκλησις·
χαῖρε, ἀσθενούντων ταχεῖα ἀνάῤῥωσις.
Χαῖρε, ὅτι τοὺς ὑμνοῦντάς σε ἁγιάζεις μυστικῶς·
χαῖρε, ὅτι τοὺς τιμῶντάς σε διασῴζεις ἐκ δεινῶν.
Χαῖρε, ὅτι αὐγάζεις φιλοσίων τοὺς δήμους·
χαῖρε, ὅτι φωτίζεις μοναζόντων τὰ στίφη.
Χαῖρε, δι᾿ οὗ ἡ πλάνη κατῄσχυνται·
χαῖρε, δι᾿ οὗ ἡ χάρις βραβεύεται.
Χαῖρε, πιστῶν εἰσακούων δεήσεις·
χαῖρε, ἡμῶν ἐκπληρῶν τὰς αἰτήσεις.

Χαίροις, Πάτερ Μελέτιε.

῏Ω Μελέτιε Πάτερ, μοναζόντων ἀκρότης, Μονῆς τῆς Ὑψενῆς ὁ δομήτωρ (ἐκ γ΄) τὴν τῶν ὕμνων ταύτην προσφοράν, ὡς εὐμενὴς ἱκετεύομεν πρόσδεξαι, καὶ ἐκ παντοίων πειρασμῶν, ῥῦσαι τοὺς τῷ Θεῷ βοῶντας· Ἀλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον.
Τὴν τῶν Ὁσίων βιοτὴν ἐκμιμησάμενος, ὡς ἀγαπήσας τῷ Χριστῷ ἀπὸ νεότητος, Παρακλήτου τὴν ἐνέργειαν ὑπεδέξω. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίας χάριν ἄφθονον, ἀντιλήπτωρ ἡμῶν ἔσο καὶ ὑπέρμαχος, τῶν βοώντων σοι· Χαίροις, Πάτερ Μελέτιε.

Δίστιχον.
Κύριλλος Μελέτιε χαῖρέ σοι κράζει,
῝Ον εὐχαῖς σου λύτρωσαι πάσης ἀνάγκης.

Παρακλητικός Κανών Οσίου Μελετίου ο εν Υψενή Ρόδου

Χαιρετισμοί εις τον Όσιο Μελέτιο Υψενή Ρόδου

Ποίημα Γεωργίου Γαλανοπούλου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Βλαστὸν τῆς Λάρδου ἀσκητὴν ἐγκωμιάσωμεν, Ῥοδίων δόξαν Ὑψενῆς τὸ ἀγαλλίαμα, οἱ φιλέορτοι τοῖς ᾄσμασιν εὐγνωμόνως· ἐν παλαίσμασι καὶ πόνοις ὄφιν ἤσχυνε, καὶ Χριστὸν λόγοις καὶ ἔργοις ἐμεγάλυνε, τούτῳ λέγοντες· Χαίροις Πάτερ Μελέτιε.

Ἄνωθεν αἱ χορεῖαι, τῶν Ἁγίων σκιρτῶσι, καὶ γῆθεν Ἐκκλησίας τὰ πλήθη (εκ γ)· ἀεὶ γὰρ τόποις τοῖς ἐρημικοῖς οἰκήσας, Θεῷ ἀγῶσιν εὐηρέστησας, διὸ ὑμνῶν ἆθλα σου Μελέτιε, ἐξίσταμαι καὶ ἵσταμαι, θαμβούμενος βοῶν σοι ταῦτα·

Χαῖρε, δι’ οὗ ἡ χαρὰ ἐκλάμπει·
χαῖρε, δι’ οὗ τοὺς πιστοὺς αὐγάζει.
Χαῖρε, πεπτωκότων ἀνθρώπων ἀνόρθωσις·
χαῖρε, ἀθυμούντων ψυχῶν ἡ παράκλησις.
Χαῖρε, οἶκος ἁγιότητος, βλύζων χάριν μυστικήν·
χαῖρε, σκεῦος πνευματέμφορον, θαυμαστὸν καὶ ἐν ζωῇ.
Χαῖρε, ὅ,τι αὐλίζει μετ’ Ἀγγέλων ἐν πόλῳ·
χαῖρε, ὅ,τι πρεσβεύεις τῇ Τριάδι ἀπαύστως.
Χαῖρε, ἀστὴρ λαβὼν φῶς τρισήλιον·
χαῖρε, φωστὴρ λαμπρύνων τὰ πέρατα.
Χαῖρε, δι’ οὗ κατηυφράνθη ἡ κτίσις·
χαῖρε, δι’ οὗ ἐδοξάσθη ὁ Κτίστης.

Χαίροις, Πάτερ Μελέτιε.

Βλέπουσα Ὀρθοδόξων, ἡ πληθὺς λείψανόν σου, καὶ γνοῦσα τὰς σὰς ἀρετὰς ἐκβοᾶ σοι· τὰ παράδοξά σου θαυμαστά, ἐμφανέστατα νῦν ἀληθῶς δείκνυνται, διὸ τῷ γόνυ κλίνουσα, ἀσπαζομένη μάκαρ κράζει·

Ἀλληλούϊα.

Γνῶσιν βίου σχῶμεν, ἐκ θαυμάτων σου Πάτερ, ἃ τόποις Ὑψενῆς κατειργάσω, ὅ,τι ποίμνην λιπών, τρυφὴν καὶ ἡδέα τῆς ζωῆς ἔφυγες, οἴκῳ πατρικῷ, καὶ ἦλθες μονᾶσαι σπηλαίῳ, σοὶ δὲ κράζω, ἐκ βαθέων ταῦτα·

Χαῖρε, Θεοῦ ἀπορρήτων μύστης·
χαῖρε, προσευχῆς ἔνθερμος πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ ῥοῦς ἀείζωος·
χαῖρε, τῶν χαρίτων κρουνὸς ὁ ἀείῤῥοος.
Χαῖρε, κλίμαξ ἄνω φέρουσα, τοὺς πιστοὺς πρὸς οὐρανόν·
χαῖρε, πρέσβυς εὐμενέστατος, αἰτημάτων πρὸς Χριστόν.
Χαῖρε, ὁ Ἀσωμάτοις ὁμιλῶν θείοις νόοις·
χαῖρε, πρέσβυς εὐμενέστατος, αἰτημάτων πρὸς Χριστόν.
Χαῖρε, ὁ Ἀσωμάτοις ὁμιλῶν θείοις νόοις·
χαῖρε, ὁ τοῖς Ὁσίοις ὧν ὁμόσκηνος πόλῳ.
χαῖρε, λαμπρὸν τῆς Ῥόδου ἀγλάϊσμα·
χαῖρε, καλὸν Ποιμένος ὑπόδειγμα.
Χαῖρε, σοφὲ μοναστῶν ποδηγέτα,
χαῖρε, πιστὲ τοῦ Κυρίου ἐργάτα.

Χαίροις, Πάτερ Μελέτιε.

Δύναμιν οὐρανόθεν, ἐξαπέστειλε θείαν, πρὸς σὸν φωτισμὸν ὁ παντεπόπτης, καὶ νοῦν εὔγνωστον εὗρε ἁπλοῦν, εἰς ὃν Θεὸς ᾤκησε· διὸ ἔδραμες ἀσκήσασθαι, ἐν τόποις ἡσυχίας Αὐτῷ μόνον ᾄδειν·

Ἀλληλούϊα.

Ἔφυγες τοὺς θορύβους, καὶ φροντίδας τοῦ βίου, ἑλόμενος δοξᾶσαι Κυρίῳ· καὶ ἀγῶνας ὦ Πάτερ εὐθὺς ἀσκητικούς, ἐπηύξησας ῥοὰς δακρύων, νηστείαν καὶ ἐγκράτειαν, πόνους οὓς τιμῶμεν σοὶ βοῶντες πίστει·

Χαῖρε, βλαστοῦ ἀμαράντου ῥίζα·
χαῖρε, πιστῶν ἀγλαόκαρπον δένδρον.
Χαῖρε, ἀρετῶν μυροθήκη τοῦ Πνεύματος·
χαῖρε, εὐσεβῶν ἐνθεότατος ἔπαινος.
Χαῖρε, οἴκημα ἀλλότριον, κατοικίας πειρασμῶν·
χαῖρε, δαίμοσιν ὀλέθριος, πονηρῶν ἐπηρειῶν.
Χαῖρε, ὅ,τι προχέεις ἰαμάτων τὰ ῥεῖθρα·
χαῖρε, ὅ,τι ὑπάρχεις Σιλωὰμ κολυμβῆθρα.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα·
χαῖρε, σατᾶν τοῦ πλάνου φυγάδευμα.
Χαῖρε, Θεοῦ πρὸς ἡμᾶς σωτηρία·
χαῖρε, ἡμῶν πρὸς Χριστὸν ἱκεσία.

Χαίροις, Πάτερ Μελέτιε.

Ζάλης τάραχον, σκότος λογισμῶν ψυχοκτόνων, ἐδίωξας καθάρας τὸν νοῦν σου, καὶ ποιμὴν βροτῶν Πάτερ, Ῥόδῳ ἔφανες, ἐκδιδάσκων θεωρίαις καὶ ἔργοις, ἀρετῶν πολλῶν ἀπόκτησιν, Θεῷ δοξολογῶν ἀεὶ καὶ ψάλλων·

Ἀλληλούϊα.

Ἦλθες ὑπὸ τὸ δένδρον, Ὑψενῆς θείῳ τόπῳ, ὁράματι καὶ σκάψας ἀνεῦρες, ῥιζιδὸν τούτου εἰκόνα Θεοτόκου πάνσεπτοιν, διὸ ναὸν ἤγειρας ταύτῃ, ἀνυμνῶν τῇ Θεομήτορι, κἀγὼ νῦν πόθῳ σοι Πάτερ ψάλλω·

Χαῖρε, τῆς Λάρδου πατρίδος γόνος·
χαῖρε, τῆς Δωδεκανήσου κλέος.
Χαῖρε, ἀλλοτρίων ἐχθρῶν ἀμυντήριον·
χαῖρε, τοῦ σπηλαίου σεμνὸν οἰκητήριον.
Χαῖρε, ὅ,τι τὰ οὐράνια συναγάλλεται τῇ γῇ·
χαῖρε, ὅ,τι καὶ περίγεια τὰ σὰ ἆθλα ἐξυμνεῖ.
Χαῖρε, τῶν διδασκάλων θεοκίνητον στόμα·
χαῖρε, τῶν μοναζόντων ἀκατάβλητον θάῤῥος.
Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα·
χαῖρε, λαμπρὸν ἀγάπης παράδειγμα.
Χαῖρε, δι’ οὗ κατησχύνθη ὁ ᾅδης·
χαῖρε, δι’ οὗ ἐτροπώθη βελίαρ.

Χαίροις, Πάτερ Μελέτιε.

Θαυματόβρυτος ὤφθης, πανσεβάσμιε Πάτερ, κολοσσὸς ὕψει, πίστεως ἔγοις· διὸ θαύμασι πλείστοις λαός, παρὰ σοῦ ἰάθη ἀληθῶς ζῶντός σου, ἀλλὰ καὶ μετὰθάνατον, ὠφέλησας πιστούς, βοῶντας·

Ἀλληλούϊα.

Ἴσα πᾶσι δικαίως, ἀποδίδως θεόφρον, ἐμπράκτως κηρύττων δικαιοσύνην· ὡς φιλάδελφον ὁρῶντα, ἢ ἀκούοντά σε, ἔσπευδε λαός, ἐλεημοσύνην ἵνα λάβῃ, παρὰ σοῦ Πατρὸς φιλοστόργου, πόθῳ λέγων·

Χαῖρε, λαμπρὸν τῆς ἐρήμου θρέμμα·
χαῖρε, λαοῦ εὐσεβοῦντος ὄλβος.
Χαῖρε, ψευδωνύμων δαιμόνων ὁ ἔλεγχος·
χαῖρε, τῆς Τριάδος ψαλμὸς ὁ ἀσίγητος.
Χαῖρε, ὄφιν πολυμήχανον, τραυματίσας τῇ εὐχῇ·
χαῖρε, νέκρωσιν ψυχῆς παύσας, ἐπικλήσει θεϊκῇ.
Χαῖρε, πλήθη ἐντόμων ἀποτρέψας ἐκ μάνδρας·
χαῖρε, πλάνιυ παγίδας, διαβὰς ἀκωλύτως.
Χαῖρε, ἀπίστων ἔνθεον κήρυγμα·
χαῖρε, πιστῶν πραότητος γνώρισμα.
Χαῖρε, κανὼν ἀρετῆς σωφροσύνης·
χαῖρε, βροτῶν ζυγὸς δικαιοσύνης.

Χαίροις, Πάτερ Μελέτιε.

Κήρυκες θαυμασίων, καὶ φρικτῶν σου ὑπῆρκαν, παντάπασι τῆς Λάρδου Πατέρες, καὶ ἱερουργοῦντα ἐν ναῷ, τῷ ἀπλέτῳ ἔβλεπον φωτὶ κυκλοῦν σε, εὐχόμενον ἀπαύστως ὦ παμμάκαρ, καὶ μέλποντα Θεῷ οὕτως·

Ἀλληλούϊα.

Λάμψας ἐν νήσῳ Ῥόδῳ, ὡς ἀστὴρ φαεσφόρος, Μελέτιε ἐστήριξας πίστει· καιροῖς δουλείας ζοφερᾶς, λαὸν ἐν φθόγγοις καὶ ἔργοις ἀγαθοῖς Ὅσιε, σημείων δὲ πλησθέντες ἅπαντες, ἐβόων σοι ἀσμένως ταῦτα·

Χαῖρε, ἀνύψωσις εὐσεβούντων·
χαῖρε, ἡ ἴασις ἀσθενούντων.
Χαῖρε, σωτηρίας ἀστὴρ τηλαυγέστατος·
χαῖρε, Ἐκκλησίας φωστὴρ ἀξιάγαστος.
Χαῖρε, θάλασσα βυθίζουσα πειρασμοὺς τοὺς πονηρούς·
χαῖρε, κρήνη μῦρα βλύζουσα, καὶ ἀρδεύουσα πιστούς.
Χαῖρε, πύρινε στῦλε, προσευχῶν ἐν σπηλαίῳ·
χαῖρε, φύλαξ Πατέρων, κοινωνὲ τῶν Ὁσίων.
Χαῖρε, τροφὴ πεινώντων ἀκένωτος·
χαῖρε, ποιμὴν σῆς ποίμνης ὁ πάντιμος.
Χαῖρε, πιστὲ ὁδηγὲ ἀληθείας·
χαῖρε, ἐξ οὗ ῥείθρα χέονται θεῖα.

Χαίροις, Πάτερ Μελέτιε.

Μέλλοντος εἰσιέναι, ἐν σπηλαίῳ προσεύχει, παράδοξα σημεία ἐτέλεις· θαυμασίων οὖν πληρῶν πολλούς, οὐχ’ ἐπαίνων θέλων, εὐθὺς Πάτερ ἔφευγες, πάντας δεῖ, εὐχαριστίαν δοῦναι ἔλεγες τῷ Πλάστῃ, μέλπων·

Ἀλληλούϊα.

Νίκας τοῖς βασιλεῦσι, σαῖς εὐχαῖς μάκαρ ἔπεμψας, τῷ Γένει τῶν Ἑλλήνων προστατεύων, ἐκ πολέμων βαρβάρων λαῶν, καὶ κινδύνων τῶν αἱρετικῶν, ἵνα μὴ τῇ πίστει βλάπτητε, θάῤῥους τοῖς σοῖς λόγοις πληρῶν, τοὺς βοῶντας·

Χαῖρε, ὁ τῦπος τῆς ἐγκρατείας·
χαῖρε, σκληρᾶς ὁ στῦλος νηστείας.
Χαῖρε, ἀντιλήπτωρ ἁπάντων ὁ εὔπορος·
χαῖρε, πεζοπόρων βοήθεια εὔοδος.
Χαῖρε, αὔρα θείου Πνεύματος, ἡ δροσίζουσα πιστούς·
χαῖρε, μάνδρα ἁγιότητος, ἡ φωτίζουσα βροτούς.
Χαῖρε, Γένους Ἑλλήνων, πρὸς Θεὸν παραστάτης·
χαῖρε, τῶν μοναζόντων ὁδηγὸς καὶ προστάτης.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις·
χαῖρε, μετανοούντων συγχώρησις.
Χαῖρε, στολὴ ἀρετῶν ἡ ἁγία·
χαῖρε, τρυφὴ ποθητοῦ Παραδείσου.

Χαίροις, Πάτερ Μελέτιε.

Ξένα ὄντως ὁρῶμεν, ὦ θεσπέσιε Πάτερ, τὰ τελούμενα φρικώδη θεόθεν· βιώσας πλείστοις ἔτεσιν ὑπὸ τὴν γῆν, ὑετοὺς καὶ ψῦχος καρτερῶς ὑπήνεγκας, νηστεύων καὶ ἐλαύνων τῶν δαιμόνων τὴν πληθύν, καὶ φάσκων·

Ἀλληλούϊα.

Ὅλος φῶς ἐξαστράπτων, προσευχῇ θεαρέστῳ, δοχεῖον τοῦ Πνεύματος ἐγένου· κατεσκήνωσε γὰρ ἀληθῶς, ἅπαν τὸ πλήρωμα ἐν σοὶ τῆς Θεότητος· ἡμεῖς δὲ τὰ σὰ γνῶντες μάκαρ ἆθλα, τοῖς ᾄσμασι πιστῶς βοῶμεν·

Χαῖρε, Θεοῦ μυστηρίων πύλη·
χαῖρε, σεμνὴ σωφροσύνης στήλη.
Χαῖρε, κακοδόξων δριμύτατος ἔλεγχος·
χαῖρε, Ὀρθοδόξων, ἐξαίρετος ἔπαινος.
Χαῖρε, Φῶς τὸ ἐκλαμπρότατον, ὁδηγοῦν σὲ πρὸς Σιών·
χαῖρε, κάτοπτρον τοῦ Πνεύματος, καὶ οἰκήτωρ οὐρανῶν.
Χαῖρε, ὁ πενομένους ἀδελφοὺς διαθρέψας·
χαῖρε, ὁ πλανωμένους ἀσφαλῶς ὁδηγήσας.
Χαῖρε, δι’ οὗ ἀλλότριοι φεύγουσι·
χαῖρε, δι’ οὗ πολέμιοι ἥττηνται.
Χαῖρε, σοφὲ ἀσκητῶν ποδηγέτα·
χαῖρε, στεῤῥὲ τοῦ σατᾶν καθαιρέτα.

Χαίροις, Πάτερ Μελέτιε.

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη ὁρῶσα, σὸν ἔνσαρκον ἰσάγγελον βίον· ὁ ἀπρόσιτος γάρ σε Θέος, χαριτώσας ζῶντα θαυμαστὸν Πάτερ, καὶ μετὰ θάνατον ἔδειξε, θαυματουργοῦντα πιστοῖς, τοῖς κράζειν οὕτως·

Ἀλληλούϊα.

Ῥήτορας ἀπιστίας, ἐτροπώσω γενναίως, σοφῇ σου ὀρθῇ διδασκαλίᾳ· κακοδόξους γὰρ πλάνους, δεισιδαιμονοῦντας μάκαρ, πρὸς φῶς ἴθυνας, κηρύττων ὀρθοδόξως, ἀνοθεύτως τε Χριστόν, διὸ σοὶ λέγω·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον·
χαῖρε, χαρίτων Αὐτοῦ ταμεῖον.
Χαῖρε, ἀθεΐας ἀμφίστομος μάχαιρα·
χαῖρε κακοτρόπων ὀξύτατον φάσγανον.
Χαῖρε, ὅ,τι κατησχύνθησαν οἱ δεινοὶ αἱρετικοί·
χαῖρε, ὅ,τι κατηυφράνθη σοι, πάσα γῆ Ῥοδιακή.
Χαῖρε, καθηγουμένων ἐγκαλλώπισμα θεῖον·
χαῖρε, τῶν μοναζόντων τὸ ἐντρύφημα πάντων.
Χαῖρε, φωτὸς Ἡλίου ἀπαύγασμα·
χαῖρε, πιστῶν ἀνθρώπων διάσωσμα.
Χαῖρε, ὁ γνοὺς τῶν δαιμόνων παγίδας·
χαῖρε, ὁ δοὺς αὐτοῖς κτύπημα μέγα.

Χαίροις, Πάτερ Μελέτιε.

Σῶσον σαῖς ἱκεσίαις, πανσεβάσμιε Πάτερ, Κυρίῳ δυσωπῶν ἡμᾶς πάντας· ἐν Μονῇ Ὑψενῆς, σὸν σκῆνος πιστῶς ἀσπαζόμεθα, καὶ τιμὴν δίδομεν· ἀντίδος οὖν τὰ κρείττονα, τοῖς μέλπουσι σοι ἆσμα θεῖον·

Ἀλληλούϊα.

Τάξεις τῶν Ἀσωμάτων, ἐκμετρήσαντος βίον, ἐδέξαντο τὸ σὸν Πάτερ πνεῦμα· ὁ γὰρ Δημιουργὸς παναληθῶς, καθηγίασέ σε θαυμαστῶς ἔνδοξε, Ὃν εὐηρέστησας ἆθλοις, διδάξας οὕτω τοῖς πιστοῖς, φωνεῖν σοι·

Χαῖρε, ὀ λύχνος τῆς παρθενίας·
χαῖρε, ὁ φάρος τῆς εὐσπλαγχνίας.
Χαῖρε, ὁδηγὲ μοναστῶν καὶ διδάσκαλε·
χαῖρε, φωτιστὰ τοῦ λαοῦ καὶ ἰσάγγελε.
Χαῖρε, σὺ γὰρ ἐπανόρθωσας, τῇ μετανοίᾳ μαθητάς·
χαῖρε, σὺ συκοφαντούμενος, ὅ,τι κατήσχυνας ἐχθρούς.
Χαῖρε, τῶν μοναζόντων φωτεινὸν ὁδοδείκτης·
χαῖρε, τῆς Ἐκκλησίας θεοδίδακτος μύστης.
Χαῖρε, κλεινὸν τῆς Ῥόδου ἀγλάϊσμα·
χαῖρε πιστῶν Πατέρων ἀνάστημα.
Χαῖρε, ταχὺς ἀντιλήπτωρ καὶ ῥύστης·
χαῖρε, θερμὸς πρὸς Δεσπότην μεσίτης.

Χαίροις, Πάτερ Μελέτιε.

Ὕμνους θείους προσδέχου, ὦ Μελέτιε μάκαρ, οὓς πέμπομεν πιστῶς ἐκζητοῦντες, ἵνα ῥύσῃς νοσημάτων ἡμᾶς, πειρασμῶν ποικίλλων, συμφορῶν θλίψεων, παθῶν πυρὸς κολάσεως, πρὸς Κύριον λιταῖς σαῖς τοὺς βοῶντας·

Ἀλληλούϊα.

Φωτοδότην Δεσπότην, ἐξευμένισας Πάτερ, πολιτευσάμενος Αὐτῷ ὁσίως· ἐν σοὶ γὰρ ἄϋλον Φῶς, ὁδηγοῦν πρὸς γνῶσιν τοῦ Θεοῦ ἄριστον, διὸ κἀμεῖς κηρύττοντες, Χριστοῦ τὰ μεγαλεῖα, ᾄδομέν σοι·

Χαῖρε, Πατέρων τῆς μάνδρας πῦργος·
χαῖρε, ἡμῶν ῥωμαλέον σφρῖγος.
Χαῖρε, εὐλαβῶν τὰς ψυχὰς ἅπτων Πνεύματι·
χαῖρε, νοερῶς τοῖς πιστοῖς δίδων χάριτας.
Χαῖρε, ὅ,τι ἀῤῥωστήματα θεραπεύεις ἀληθῶς·
χαῖρε, ὅ,τι ψυχοτραύματα ἐπουλώνεις θαυμαστῶς.
Χαῖρε, προσευχομένων βοηθὸς καὶ προστάτης·
χαῖρε, τῶν ἀθυμούντων χαρωπὸς παραστάτης.
Χαῖρε, λαμπτὴρ φωτίζων τὰ πέρατα·
χαῖρε, πολλῶν εὐφραίνων νοήματα.
Χαῖρε, φωτὸς τοῦ Χριστοῦ θεῖος φάρος·
χαῖρε, πιστῶν ἀνυπέρβλητον θάῤῥος.

Χαίροις, Πάτερ Μελέτιε.

Χάριν δίδου τοῖς πίστει, ὦ Μελέτιεὕμνοις, λείψανόν σου καὶ εἰκόνα τιμῶσι· πόθον δώρησαι ἅγιον, καρποὺς πνευματικοὺς ζῆλον ἀρετῶν ἔνθεον, προθύμους ἡμᾶς ἔχειν πρὸς μετάνοιαν, καλὴν ἀπολογίαν Θεῷ ψάλλειν·

Ἀλληλούϊα.

Ψάλλοντες θεῖα μέλη, εὐφημοῦμέν σε Πάτερ, φιλέορτοι ἐκ πάσης Ἑλλάδος· διὸ τὴν σὴν τιμῶντες μνήμην σπεύδομεν, Μονῇ Ὑψενῆς νήφοντες εὐχόμενοι, αἰτήματα κομίζοντες, ἃ πρόσδεξαι, καὶ δὸς τὰκρείττω, τοῖς σοὶ μέλπειν·

Χαῖρε, στολὴ εὐπρεπείας θεία·
χαῖρε, ἁπάντων Ἁγίων φίλος.
Χαῖρε, κιβωτὲ καὶ ναὲ ἁγιάσματος·
χαῖρε, θησαυρὲ καὶ κρουνὲ θείας χάριτος.
Χαῖρε, ἄρχουσι κραταίωμα, σωτηρία εὐσεβῶν·
χαῖρε, καύχημα σεβάσμιον, ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας τὸ ἀσύλητον γέρας·
χαῖρε, τῶν Ὀρθοδόξων τὸ παμπόθητον κέρας.
Χαῖρε, δι’ οὗ ηὐγάσθη ἡ σύμπασα·
χαῖρε, δι’ οὗ πατρὶς σὴ ἀγάλλεται.
Χαῖρε, πιστῶν ταπεινῶς ζώντων φύλαξ·
χαῖρε, ψυχῶν σωτηρίας ὁ πρέσβυς.

Χαίροις, Πάτερ Μελέτιε.

Ὦ σεβάσμιε Πάτερ, Ὑψενῆς μάνδρας δόξα, Ἁγίων ἐπουράνιε μύστα (εκ γ΄)· τοῖς μέλπουσί σοι τόνδε τὸν ὕμνον, ἀνταπόδος σωτηρίαν ψυχῆς ἀθανάτου, κἀμᾶς δὲ ῥῦσαι πυρὸς κολάσεως, τοὺς συμβοῶντας·

Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Βλαστὸν τῆς Λάρδου ἀσκητὴν ἐγκωμιάσωμεν, Ῥοδίων δόξαν Ὑψενῆς τὸ ἀγαλλίαμα, οἱ φιλέορτοι τοῖς ᾄσμασιν εὐγνωμόνως· ἐν παλαίσμασι καὶ πόνοις ὄφιν ἤσχυνε, καὶ Χριστὸν λόγοις καὶ ἔργοις ἐμεγάλυνε, τούτῳ λέγοντες· Χαίροις Πάτερ Μελέτιε.

Παρακλητικός Κανών Οσίου Μελετίου ο εν Υψενή Ρόδου

Εγκώμια εις τον Όσιο Μελέτιο Υψενή Ρόδου