Χαιρετισμοί εις τον Όσιο Θεοφόρο Πατέρα ημών Νεόφυτο ο Έγκλειστος ο εν Κύπρω διαλάψαντα
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς ἐν σπηλαίῳ σεαυτὸν ἐγκλείσας Ὅσιε, τοῦτο Ἐγκλείστραν ἁρμοζόντως προσωνόμασας, καὶ ἰσάγγελον διήνυσας πολιτείαν· ἀλλ᾽ ὡς χάριτος τῆς θείας ἐνδιαίτημα· πάσης βλάβης ταῖς πρεσβείαις σου ἀπάλλατε, τοὺς βοῶντάς σοι· χαίροις πάτερ Νεόφυτε.
Ἀγγελος ἐν ἀσκήσει, τῇ Ἐγκλείστρᾳ ἐδείχθης, Νεόφυτε Κυπρίων φαιδρότης· (ἐκ γ) καὶ τῇ ἀγγελικῇ σοῦ ζωῇ, ἀγγελικῶν δωρεῶν κατετρύφησας, δι᾿ ὧν εὐφραίνεις ἅπαντας, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·
Χαῖρε, δι᾽ οὗ ἀρετὴ ἐκλάμπει·
χαῖρε, δι᾽ οὗ ὁ ἐχθρὸς στενάζει.
Χαῖρε, τῶν τοῦ κόσμου ἡδέων ἀπάρνησις·
χαῖρε, τῆς ἀγάπης τῆς θείας κατάκτησις.
Χαῖρε, ὕψος καθαρότητος καὶ ζωῆς ἀγγελικῆς·
χαῖρε, βάθος θείας γνώσεως ὡς θεόφρον ἀσκητής.
Χαῖρε, ὅτι γηΐνων λογισμῶν ἐχωρίσθης·
χαῖρε, ὅτι τῷ θείῳ φωτισμῷ ἐλαμπρύνθης.
Χαῖρε, Θεοῦ θεράπων θερμότατος·
χαῖρε, λαμπτὴρ τῆς Κύπρου θεόφωτος.
Χαῖρε, δι’ οὗ Μονασταὶ κραταιοῦνται·
χαῖρε, δι’ οὗ εὐσεβεῖς φωταυγοῦνται.
Χαίροις πάτερ Νεόφυτε.
Βίου τοῦ ἐπιγείου, νουνεχῶς ἐννοήσας, τὸ μάταιον νοῒ θεολήπτῳ, κατέλιπες τὰ πάντα σοφῶς, τῶν ἄνω ἐπιτυχεῖν ἐφιέμενος, καὶ τῷ Χριστῷ ἑπόμενος, εὐλαβῶς Πάτερ ἀνεβόας·
Ἀλληλούια.
Γένους καὶ προσηκόντων, ἀπηρνήσω τὴν σχέσιν, πτερούμενος τῇ θείᾳ ἀγάπῃ, καὶ λάθρα μακρυνθεὶς ἐξ αὐτῶν, τοῦ Χρυσοστόμου τὴν Μονὴν κατέλαβες· διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα·
Χαῖρε, γηΐνον ὁ ὑπερόπτης·
χαῖρε, ἀΰλου φωτὸς ἐπόπτης.
Χαῖρε, γεηρῶν φρονημάτων ὑπέρτερε·
χαῖρε, ἱερῶν χαρισμάτων συμμέτοχε.
Χαῖρε, ἄνθος εὐωδέστατον τής ἀγάπης τοῦ Χριστοῦ·
χαῖρε, μάχαιρα ἡ δίστομος κατ᾽ ἀπάτης τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ἠρνήσω τῶν οἰκείων τὴν σχέσιν·
χαῖρε, ὅτι ἐδέξω τὴν τοῦ Πνεύματος αἴγλην.
Χαῖρε, θεσμῶν τῆς ὕλης ἀνώτερε·
χαῖρε, καρπῶν ἀύλων ἀνάπλεε.
Χαῖρε, πυρὸς ζωηφόρου δοχεῖον·
χαῖρε, φωτὸς ἀπαθείας ταμεῖον.
Χαίροις πάτερ Νεόφυτε.
Δύναμιν θείαν ἔσχες, καὶ παιδείας μετέσχες, τῆς θύραθεν καὶ θείας θεόφρον, ἐν τῇ τοῦ Χρυσοστόμου Μονῇ, νουνεχῶς παιδευόμενος τὰ κρείττονα· τοῖς πόνοις ἐνετρύφας γάρ, τοῖς θείοις Νεόφυτε ψάλλων·
Ἀλληλούια.
Ἔδραμες μετὰ πόθου, εἰς τόπους τοὺς ἁγίους, Ἁγίων ἀνιχνεύων τὰ ἴχνη, καὶ προσκυνήσει τῇ εὐλαβεῖ, τῶν σεπτῶν ἁγιασμάτων ἡγίασαι, ἀγιασμὸν δωρούμενος, Νεόφυτε τοῖς ἐκβοῶσι·
Χαῖρε, Ὁσίων τῶν πάλαι τύπος·
χαῖρε, τῆς Κύπρου πάμφωτος λύχνος.
Χαῖρε, Ἀσκητῶν τῶν ἀρχαίων ὁμόζηλε·
χαῖρε, τῶν Ὁσίων Πατέρων ἰσότιμε.
Χαῖρε, κλῆμα εὐφορώτατον πόνων τῶν ἀσκητικῶν·
χαῖρε, στήλη θεοτύπωτος οὐρανίων ἀρετῶν.
Χαῖρε, ὅτι παιδείας ἠξιώθης τῆς κάτω·
χαῖρε, ὅτι σοφίας ἐπληρώθης τῆς ἄνω.
Χαῖρε, Χριστοῦ βαδίσας τοῖς ἴχνεσι·
χαῖρε, πιστοὺς πυρσεύων τοῖς ρήμασι.
Χαῖρε, παθῶν διαλύων τὸν ζόφον·
χαῖρε, ἡμῖν ἐντιθεὶς θεῖον φόβον.
Χαίροις πάτερ Νεόφυτε.
Ζηλωτὴς θεῖος πέλων, τῶν ὁσίων Πατέρων, αὐτῶν τὰς ἀρετὰς ἐμιμήσω, καὶ ἐν τῇ Κύπρῳ ἐπανελθὼν ἐν ἀπερήμῳ τόπῳ κατεσκήνωσας, Κυρίῳ ἀναγόμενος, δι᾽ ἡσυχίας ἐν τῷ ψάλλειν·
Ἀλληλούια.
Ἤρθης πρὸς θεῖον ὕψος, σεαυτὸν ἐν σπηλαίῳ, ἐγκλείσας ἠλιβάτῳ ϑεόφρον, καὶ σκήνωμα θεῖον καὶ σεπτόν, τῆς Παναγίας Τριάδος γεγένησαι, Νεόφυτε μακάριε, τοὺς ἐκβοῶντάς σοι φαιδρύνων·
Χαῖρε, ὁ ἄσαρκος ἐν ἀσκήσει·
χαῖρε, ὁ ἔνθεος ἐν φρονήσει.
Χαῖρε, τῆς Τριάδος λαμπρότατον σκήνωμα·
χαῖρε, τῶν Ἀγγέλων θεόσοφον μίμημα.
Χαῖρε, ὕψος τῆς ἀσκήσεως καί ἀγώνων πρακτικῶν·
χαῖρε, βάθος τῆς συνέσεως καὶ ἁγίων δωρεῶν.
Χαῖρε, ὅτι ἐκλείσθης στενοτάτῳ ἐν ἄντρῳ·
χαῖρε, ὅτι ἐπήρθης πρὸς οὐράνιον πλάτος.
Χαῖρε, ἐχθροῦ συντρίψας τὸ φρύαγμα·
χαῖρε, ψυχῶν ἰώμενος σύντριμμα.
Χαῖρε, ζωῆς ἐναρέτου λυχνία·
χαῖρε, ἡμῶν μυστικὴ δαδουχία.
Χαίροις πάτερ Νεόφυτε.
Θείον τόπον εἰργάσω, καὶ ἁγίαν παλαίστραν, Νεόφυτε ὁσίων
καμάτων, τὸ σπήλαιόν σου τὸ ἱερόν, ὃ καὶ ᾿Εγκλείστραν προσφυῶς ὠνόμασας· ἐν αὐτῷ γὰρ μακάριε, ἀγωνιζόμενος ἐβόας·
Ἀλληλοῦια.
Ἱερεὺς θεοφόρος, ἐπιπνοίᾳ τῇ θείᾳ, Νεόφυτε σαφῶς ἀνεδείχθῃς, καὶ τοῦ σοῦ βίου τὰς ἀρετάς, ὡς θυσίαν τῷ Κυρίῳ προσήγαγες, παρ᾽ οὗ καταυγαζόμενος, καταλαμπρύνεις τοὺς βοῶντας·
Χαῖρε, σοφίας ὁ θείας πλήρῃς·
χαῖρε, ἀγάπῃς διπλῆς ὁ μύστης.
Χαῖρε, ἱερέων σεπτὸν ἐγκαλλώπισμα·
χαῖρε, τῶν Κυπρίων λαμπρὸν σεμνολόγημα.
Χαῖρε, νοῦς ὁ καθαρώτατος θεωρῶν τὰ ὑπὲρ νοῦν·
χαῖρε, σκεῦος πολυτίμητον δωρεῶν τῶν τοῦ Θεοῦ.
Χαῖρε, ὅτι ἐπλήσθης οὐρανίου σοφίας·
χαῖρε, ὅτι ἐκλάμπεις μυστικὰς φωταυγεῖας.
Χαῖρε, πηγὴ ναμάτων τῆς χάριτος·
χαῖρε, λαμπτὴρ ἀύλου ἐκλάμψεως.
Χαῖρε, Ὁσίων Πατέρων τὸ κλέος·
χαῖρε, Κυπρίων θεόσδοτον εὖχος.
Χαίροις πάτερ Νεόφυτε.
Καθαρθεὶς τῶν προσύλων, δι᾽ ἀγώνων ὁσίων, ἐδείχθης Μοναζόντων ἀλείπτης, καὶ ὑπόδειγμα πρὸς ἀρετήν, καὶ Ἐκκλησίας φωστὴρ οὐρανόφωτος, Νεόφυτε μακάριε, καταπυρσεύων τοὺς βοῶντας·
Ἀλληλούια.
Λάμπων ἐκ τῆς Ἐγκλείστρας, ὡς ἀστὴρ ἑωσφόρος, ἀσκήσει
καὶ σοφίᾳ καὶ λόγῳ, καταυγάζεις τὴν Κύπρον σοφέ, καὶ σὺν αὐτῇ τὴν Ἐκκλησίαν ἅπασαν, ἥτις ἀνευφημοῦσά σε, κραυγάζει σοι ἐν εὐφροσύνῃ·
Χαῖρε, τῆς Κύπρου ὁ ἑωσφόρος·
χαῖρε, ὁ λύχνος ὁ φωτοφόρος.
Χαῖρε, Ἐκκλησίας ἁπάσης διδάσκαλος·
χαῖρε, θεοφόρων Πατέρων διάκοσμος.
Χαῖρε, στόμα θεοδίδακτον διδαχῶν πνευματικῶν·
χαῖρε, γλῶσσα θεοκίνητος ἀναβάσεων σεπτῶν.
Χαῖρε, ὅτι ἐδέξω τῆς σοφίας τὸ δῶρον·
χαῖρε, ὅτι ἐκφαίνεις σωτηρίας τὸν λόγον.
Χαῖρε, τῆς σῆς Ἐγκλείστρας τὸ καύχημα·
χαῖρε, σεπτὸν Λευκάρων ἑκβλάστημα.
Χαῖρε, ὁ ῥήτωρ ὁ θεοφόρος·
χαῖρε, ὁ κῆπος ὁ ἀνθηφόρος.
Χαίροις πὰτερ Νεόφυτε.
Μάνδραν σου τὴν ἁγίαν, ἣν Ἐγκλείστραν καλοῦμεν, διάσωζε τῇ σῇ προστασίᾳ, ἐκ πάσης ἀπειλῆς ἀσινῆ, ἀνακειμένην θερμῶς τῇ σῇ χάριτι, ἣν πόνοις σου ἡγίασας Νεόφυτε ἀναβοῶσαν·
Ἀλληλούια.
Νόμοις τῆς ἐγκρατείας, τὴν ζωήν σοῦ ῥυθμίσας, ἐνέκρωσας σαρκὸς τὰς ὀρέξεις, καὶ ἤνϑησας ζωῆς τοὺς καρπούς, τῆς ἀϊδίου ἐν Πνεύματι Ὅσιε, δι᾽ ὧν εὐφραίνεις ἅπαντας, τοὺς πόθῳ σοι ἀναβοῶντας·
Χαῖρε, ἡ στήλη τῆς ἐγκρατείας·
χαῖρε, τὸ κρίνον τῆς ἀπαθείας.
Χαῖρε, θεοφόρε Νεόφυτε Ὅσιε·
χαῖρε, Ἀσκητὰ οὐρανόφρων καὶ Ἐγκλειστε.
Χαῖρε, ἔμψυχον γεώργιον πράξεων ἀσκητικῶν·
χαῖρε, ἄρωμα οὐράνιον θεολήπτων καρδιῶν.
Χαῖρε, ὅτι τὸν βίον ἐν σπηλαίῳ διῆλθες·
χαῖρε, ὅτι τὸ θράσος τοῦ δολίου καθεῖλες.
Χαῖρε, ὀσμὴ ὁσίας ἀσκήσεως·
χαῖρε, φωστὴρ πλουσίας φρονήσεως.
Χαῖρε, παθῶν ἐκριζῶν τὰς ἀκάνθας·
χαῖρε, ἠθῶν ἐναρέτων ἀδάμας.
Χαίροις πάτερ Νεόφυτε.
Ξενοτρόπως βιώσας, ἐπὶ γῆς θεοφόρε, ἐγκλείσας σεαυτὸν ἐν σπηλαίῳ, τὸν ἐν τῷ Σπηλαίῳ Σωτῆρα, δι᾽ ἡμᾶς γεννηθέντα ἐθεράπευσας, νηστείαις καὶ δεήσεσιν, αὐτῷ λατρεύων καὶ κραυγάζων·
Ἀλληλούια.
Ὅλος ἔνθους ὡράθης, ἐπιπνοίᾳ τῇ θείᾳ, καὶ πόνοις ἐναρέτοις ἐν Κύπρῳ· διὸ Λεύκαρα ἣ σὴ πατρίς, ἐγκαυχᾶται τοῖς σπαργάνοις σου Ὅσιε, καὶ πόθῳ εὐφημοῦσά σε, κραυγάζει σοι ἀγαλλομένη·
Χαῖρε, Λευκάρων εὐῶδες ἄνθος·
χαῖρε, τῆς Κύπρου ἁπάσης αὖχος.
Χαῖρε, τῆς ἁγίας Ἐγκλείστρας καλλώπισμα·
χαῖρε, τῆς ἀγάπης τῆς θείας γεώργημα.
Χαῖρε, ὄργανον θεόπνευστον διδαχῶν πνευματικῶν·
χαῖρε, τύπωμα θεόγλυπτον οὐρανίων ἐννοιῶν.
Χαῖρε, ὅτι παιδεύεις Μοναστῶν τὰς καρδίας·
χαῖρε, ὅτι καθαίρεις ψυχοφθόρους ἐννοίας.
Χαῖρε, τὸ φῶς ἐκλάμπων τῆς χάριτος·
χαῖρε, λαμπτὴρ τῆς ἄνωθεν λάμψεως.
Χαῖρε, ψυχῶν ἀποπλύνων τὸν ῥύπον·
χαῖρε, ἐχθρῶν τὰς ἐφόδους ἀπείργων.
Χαίροις πάτερ Νεύφυτε.
Πλήρης χάριτος θείας, καὶ ὀσμῆς οὐρανίας, ἐμπνέοντα πολλὴν εὐωδίαν, ἐφάνησαν ἡμῖν ἀληθῶς, ἀπὸ τοῦ τάφου τὰ θεῖά σου λείψανα, ἃ πίστει προσπτυσσόμενοι, Νεόφυτε Θεῷ βοῶμεν·
Ἀλληλούια.
Ῥώμῃ καὶ δυναστείᾳ, Παρακλήτου τῇ θείᾳ, τελέσας σου τὸν ἔγκλειστον βίον, πρὸς πλάτος μέγα τοῦ οὐρανοῦ, κατασκηνώσας Νεόφυτε ὅσιε, δυσχερειῶν ῥυόμενος, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·
Χαῖρε, ὁ ὅσιος ἐν ἁγίοις·
χαῖρε, ὁ ἅγιος ἐν ὁσίοις.
Χαῖρε, ὁ ἀνύσας ἐν ἄντρῳ τὸν βίον σου·
χαῖρε, ὁ ἐκφήνας ἐν τούτῳ τὸν τρόπον σου.
Χαῖρε, ὅτι καταβέβληκας τοῦ ἐχθροῦ τὰς μηχανάς·
χαῖρε, ὅτι ἀνελήλυθας οὐρανίους εἰς μονάς.
Χαῖρε, ὁ τῆς ᾿Εγκλείστρας θαυμαστὸς πολιοῦχος·
χαῖρε, ὁ τῶν ἐν Κύπρῳ ἱερὸς λαμπαδοῦχος.
Χαῖρε, παθῶν σβεννύων τοὺς ἄνθρακας·
χαῖρε, ζωῆς ἐκφαίνων τὰς χάριτας.
Xαῖρε, φυτῶν γεωργέ ψυχοτρόφων·
χαῖρε, καλῶν παροχεῦ θεοσδότων.
Χαίροις pάτερ Νεόφυτε.
Σωτηρίας πρὸς τρίβον, ἀσφαλῶς κατευθύνων, παμμάκαρ τοὺς πιστοὺς φοιτητάς σου, τύπον παρέστησας σεαυτόν, ἐν τῇ Ἐγκλείστρᾳ ἐναρέτων πράξεων, τοῖς σὲ σοφον διδάσκαλον, ἔχουσι Πάτερ καὶ βοῶσιν·
Ἀλληλούια.
Τῇ μελέτῃ σχολάζων, τῶν ἁγίων ῥημάτων, ἐπλήσθης οὐρανίου σοφίας· ἐντεῦθεν ὁ λόγος σου σοφέ, ὡς γλυκασμὸς κατευφραίνει οὐράνιος, τῶν εὐσεβῶν τὸ πλήρωμα, βοώντων σοι ἐν εὐφροσύνῃ·
Χαῖρε, σοφίας ὁ μυστολέκτης·
χαῖρε, τοῦ χείρονος καταπέλτης.
Χαῖρε, συγγραφεῦ διδαχῶν θεοδίδακτε·
χαῖρε, ἀσκητὰ ἱερὲ θεοτίμητε.
Χαῖρε, βρύσις ἡ θεόβρυτος νάματος τοῦ μυστυκοῦ·
χαῖρε, στήλη ἡ θεόγραφος νόμου τοῦ πνευματικοῦ.
Χαῖρε, ὅτι τῷ λόγῳ ἀλογίαν παιδεύεις·
χαῖρε, ὅτι τὴν ῥύμην τοῦ βελίαρ ἐκτρέπεις.
Χαῖρε, Χριστοῦ ἐκφαίνων τὸν εὔσπλαγχνον·
χαῖρε, ἡμῶν ἀῤῥαγὲς θεμέλιον.
Χαῖρε, νοὸς διαλύων τὸν ζόφον·
χαῖρε, Θεοῦ ἐμφυτεύων τὸν φόβον.
Χαῖροις πάτερ Νεόφυτε.
Ὕπνωσας εὐφροσύνως, τῶν Ὁσίων τὸν ὕπνον, καὶ ἤρθης πρὸς Μονὰς ἀειζώους· τὸ δὲ σῶμά σου τὸ ἱερόν, ἐν τῇ σῇ Ἐγκλείστρᾳ κατετέθη Ὅσιε, παρὰ τῶν φοιτητῶν σου, ὑμνούντων σε καὶ ἐκβοώντων·
Ἀλληλούια.
Φῶς ἐκλάμπουσα θεῖον, τῶν σεπτῶν σοῦ λειψάνον, ἡ θήκη πεφανέρωται Πάτερ μετὰ χρόνιον ἀποκρυβήν, ὡς θησαυρὸς πολύολβος τῆς χάριτος, ἁγιασμὸν παρέχουσα, τοῖς ἐκβοῶσί σοι τοιαῦτα·
Χαῖρε, τῆς χάριτος ἡ ἑστία·
χαῖρε, Κυπρίων ἡ δαδουχία.
Χαῖρε, ἱερέων ὁσίων ἀγλάισμα·
χαῖρε, Μοναζόντων κανὼν καὶ ὡράισμα.
Χαῖρε, ὄλβος ἀναφαίρετος θεοσδότων δωρεῶν·
χαῖρε, τεῖχος ἀῤῥαγέστατον κατ᾽ ἐχθρῶν τῶν νοητῶν.
Χαῖρε, ὅτι ἐκ τάφου θαυμαστῶς ἐπεγνώσθης·
χαῖρε, ὅτι τῇ θείᾳ μετοχῇ ἐθεώθης.
Χαῖρε, χαρὰν παρέχων τοῖς τέκννοις σου·
χαῖρε, ἡμᾶς παιδεύων τοῖς ἔργοις σου.
Χαῖρε, κρατὴρ μυστικῆς εὐφροσύνης·
χαῖρε, πρηστὴρ ψυχικῆς ἀφροσύνης.
Χαίροις πάτερ Νεόφυτε.
Χαίρει πᾶσα ἡ Κύπρος, τοῖς λαμπροῖς σου ἀγῶσι, καὶ τρόπον κατ᾽ ἐξαίρετον ὄντως, Λεύκαρα Πάτερ ἡ σὴ πατρίς, σὺν τῇ σεπτῇ σου Ἐγκλείστρᾳ ὑμνοῦντές σε, ὧν ἐσαεὶ προΐστασο, τῷ σὲ δοξάσαντι βοώντων·
Ἀλληλούια.
Ψάλλοντές σου τοὺς πόνους, καὶ τὰ ἔπαθλα Πάτερ, τιμῶμέν σε ὡς θεῖον φωστῆρα· ἀλλά δίδου ἀπαύστως ἡμῖν, τῆς πατρικῆς σου ἀρωγῆς τὰς χάριτας· ἀεὶ γὰρ σοὶ προσπίπτομεν, καὶ ἐκβοῶμεν ἐκ καρδίας·
Χαῖρε, ὁ Ἐγκλειστος ἐν Ὁσίοις·
χαῖρε, ὁ πάνσοφος ἐν λογίοις.
Χαῖρε, τῶν Λευκάρων βλαστὸς εὐθαλέστατος·
χαῖρε, τῆς Ἐγκλείστρας ποιμὴν ἐνθεώτατος.
Χαῖρε, πάσης Κύπρου καύχημα καὶ ἑδραίωμα στεῤῥὸν·
χαῖρε, εὐσεβούντων στήριγμα καὶ μεσίτης πρὸς Θεόν.
Χαῖρε, τῆς Ὀρθοδόξου Ἐκκλησίας τὸ κλέος·
χαῖρε, τῶν σὲ τιμώντων ἀντιλήπτωρ καὶ σθένος.
Χαῖρε, δι᾽ οὗ παθῶν λυτρωθήσομαι·
χαῖρε, δι᾽ οὗ φωτὸς πληρωθήσομαι.
Χαῖρε, αὐγὴ φαεινὴ τῆς ψυχῆς μου·
χαῖρε, ἰσχύς κραταιὰ τῆς ζωῆς μου.
Χαίροις πάτερ Νεόφυτε,
Ὡ θεσπέσιε Πάτερ, τῶν Κυπρίων λαμπρότης, Νεόφυτε θεράπων Κυρίου,(ἐκ γ΄.) τὰ ἐφύμνια δέχου ἡμῶν, καὶ ἀντιδίδου ἡμῖν χάριν ἄνωθεν, τοῖς πόθῳ σου προστρέχουσι, καὶ τῇ Τριάδι ἐκβοῷσεν·
Ἀλληλούια.
Καί αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς ἐν σπηλαίῳ σεαυτὸν ἐγκλείσας Ὅσιε, Τοῦτο ᾽Ἐγκλείστραν ἁρμοζόντως προσωνόμασας, καὶ ἰσάγγελον διήνυσας πολιτείαν· ἀλλ᾽ ὡς χάριτος τῆς θείας ἐνδιαίτημα· πάσης βλάδης ταῖς πρεσβείαις σου ἀπάλλατε, τοὺς βοῶντάς σοι· χαίροις πάτερ Νεόφυτε.
Δίστιχον·
Χαῖρέ σοι Νεόφυτε πόθῳ κραυγάζω
Γεράσιμος ὁ σπεύδων τῇ ἀρωγῇ σου.