Χαιρετισμοί εις τον Όσιο Θεοφόρο Πατέρα ημών Ονούφριο τον Αιγύπτιο
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὅνπερ γυμνὸν ἐν τῇ ἐρήμῳ ἐθεάσατο λευκαῖς θριξὶ μόνον σκεπόμενον Παφνούτιος καὶ Κυρίῳ προσευχόμενον ἀσιγήτως, ἡσυχίας εὐφημήσωμεν κοσμήτορα τὸν εἰς ὕψος ἀρετῆς ἀρθέντα ἄῤῥητον πόθῳ κράζοντες· Χαίροις, μάκαρ Ὀνούφριε.
Οἱ Οίκοι
Ἅγγελος ἐν ἐρήμῳ ἑστιάτορας ἔχων, Ὀνούφριε, ὡράθης Ἀγγέλους (ἐκ γ΄), καὶ αὐτῶν ἀγωγῆς μιμητής παιδιόθεν πέλων οὐρανῶν κρείττονος κατηξιώθης, ὅσιε, εὐκλείας· ὅθεν σοι βοῶμεν·
Χαῖρε, ὁ ἔνσαρκος θεοφόρος·
χαῖρε, ὁ ἄγγελος σαρκοφόρος.
Χαῖρε, ἀσκητῶν ὑφηγήτωρ πανάριστος·
χαῖρε, εὐσεβῶν χριστωνύμων διδάσκαλος.
Χαῖρε, ὕψος ταπεινώσεως δυσκατόρθωτον πολλοῖς·
χαῖρε, βίβλος θείας γνώσεως δυσανάγνωστος βροτοῖς.
Χαῖρε, ὁ ὑπερόπτης τῶν ἐνύλων ἁπάντων·
χαῖρε, ὁ συμπολίτης τῶν ἀύλων Ἀγγέλων.
Χαῖρε, σεπτὸν τοῦ Πνεύματος ὀργανον·
χαῖρε, λαμπρὸν ἀσκήσεως ἔσοπτρον.
Χαῖρε, πρηστὴρ τῆς γηΐνων ἀπατης·
χαῖρε, φωστὴρ ὑφηλίου ἁπάσης.
Χαίροις, μάκαρ Ὀνούφριε.
Βλάστημα Βασιλέων εὐθαλὲς τῆς Περσίας, Ὀνούφριε, βουλῇ οὐρανίῳ σὲ ὡδήγησεν ὁ σὸς πατὴρ εἰς μονὴν Αἰγύπτου ἀσκητῶν πάνσεπτον ὡς βρέφος ἀρτιγέννητον Κυρίῳ ἀσιγήτως ψάλλον·
Ἀλληλούια.
Γάλακτι θείᾳ νεύσει καὶ βουλήσει ἐτράφης ἐλάφου ἐν μονῇ τῇ ἀνδρῴᾳ, ἕως χρόνου σου τρίτου, κλεινέ, ἐρημῖτα θεῖε καὶ ζωῆς ἔκτυπον, Ὀνούφριε, θεόφρονος· διό σου ἐκβοῶμεν πίστει·
Χαῖρε, τὸ θεῖον ποθήσας κάλλος·
χαῖρε, τὸ χάσκον μισήσας πάθος.
Χαῖρε, ἀρετῶν ἱερὸν ἐνδιαίτημα·
γαῖρε, παμφαῶν ἀσκητῶν ἀγαλλίαμα.
Χαῖρε, γάλακτι, ᾤ θαύματος, τῆς ἐλάφου ὁ τραφείς·
χαῖρε, πνεύματι τῆς χάρυτος ἀληθῶς ὁ ἀνδρωθείς.
Χαῖρε, τῆς ἐγκρατείας ὁ ἐξαίρετος ὅρπηξ·
χαῖρε, τῆς σωτηρίας ἢ μεγάφωνος σάλπιγξ.
Χαῖρε, κρουνὸς εὐχῆς ὁ πολύῤῥυτος·
χαῖρε, φανὸς ἁγνείας ἀείφωτος.
Χαῖρε, πιστῶν κραταιὰ προστασία·
χαῖρε, ἡμῶν πρὸς Θεὸν μεσιτεία.
Χαίροις, μάκαρ Ὀνούφριε.
Δύναμιν οὐρανόθεν εἰληφὼς ἐμιμήσω προφήτου Ἠλιοὺ καὶ Προδρόμου τὴν ἐγκράτειαν καὶ ὑπομονὴν ἐν ταῖς κακουχίαις τῆς σαρκός, πάνσοφε Ὀνούφριε, ἐκ χρόνων σου νεότητος Κυρίῳ ἄδων·
Ἀλληλούια.
Ἔραμες καλιὰν σου ὡς φιλέρημος ὄρνις, Ὀνούφριε, ἀσκήσεως πῆξαι ἐν τῷ βάθει ἐρήμου Θεῷ μόνον, τῷ πανσόφῳ φυτουργῷ κτίσεως, προσομιλεῖν· διόπερ σε γεραίροντες τρανῶς βοῶμεν·
Χαῖρε, ἡ κέδρος τῆς ἀγρυπνίας·
χαῖρε, ἡ στάμνος Θεοῦ σοφίας.
Χαῖρε, ἀπαθείας τρυγὼν ἡ φιλέρημος·
χαῖρε, ἀκτησίας στρουθὸς ὁ ἡδύλαλος.
Χαῖρε, κλέος καὶ ὡράϊσμα ἀσκητῶν τοῦ Ἰησοῦ·
χαῖρε, κῦδος καὶ ἀγλάϊσμα Ἐκκλησίας τοῦ Χριστοῦ.
Χαῖρε, τὸ τῆς Περσίας εὐθαλέστατον θρέμμα·
χαῖρε, ἀοργησίας καὶ χρηστότητος στέμμα.
Χαῖρε, Σταυρὸν τοῦ Χριστοῦ ὁ ἀράμενος·
χαῖρε, παθῶν τὰς ὁρμὰς ἀπωσάμενος.
Χαῖρε, ἁπάντων ὁσίων ἀκρότης·
χαῖρε, μερόπων σεμνῶν κοσμιότης.
Χαίροις, μάκαρ Ὀνούφριε.
Ζόφωσιν συναφείας χοϊκής ἀποῤῥίψας, Ὀνούφριε, καὶ βάσανον πᾶσαν ὑπομείνας καὶ τοῦ πονηροῦ πειρασμοὺς Ἀγγέλων φωταυγῶν πέφηνας συνόμιλος· διόπερ σε
γεραίροντες τρανῶς βοῶμεν·
Ἀλληλούϊα.
Ἤσκησας θεαρέστως καὶ τὸν καύσωνα θέρους ὁμοῦ σὺν τοῦ χειμῶνος τῷ ψύχει καθυπέμεινας ὁ ὢν γυμνὸς θεϊκῇ ἰσχύϊ, ἀσκητὰ ἔνθεε, Ὀνούφριε, ὡς ἄσαρκος· διό σου ἐκβοῶμεν πόθῳ·
Χαῖρε, τὸ καύχημα τῆς ἐρήμου·
χαῖρε, ὑπόδειγμα βίου θείου.
Χαῖρε, τοῦ Χριστοῦ ὀπαδὸς γνησιώτατος·
χαῖρε, τοῦ ἐχθροῦ ὀλετὴρ ὁ δρυμύτατος.
Χαῖρε, γνώμων ὁ εὐθύτατος τῆς μονήρους βιοτῆς·
χαῖρε, νόμων εὐπειθέστατος τηρητής τῆς ἀρετῆς.
Χαῖρε, θριξὶν ὁ μόνον σκεπόμενος·
χαῖρε, πηγὴ χαρίτων πολύκρουνος.
Χαῖρε, πιστῶν τὸ θεόσδοτον ἕρκος·
χαῖρε, σοφῶν δυσαντίβλεπτον ὄρος.
Χαίροις, μάκαρ Ὀνούφριε.
Θαὔμα μέγιστον ὄντως! Πῶς σε Ἄγγελος θεῖος, Ὀνούφριε, φρικτῶν Μυστηρίων ἐκοινώνει καὶ πνευματικῆς χαρμονῆς ἐπλήρου, θαυμαστὲ ὅσιε, πιστῶς ἀναγιγνώσκοντες κραυγάζομεν ἐν κατανύξει·
Ἀλληλούϊα.
Ἴον πᾶσιν ἐκπνέον θεϊκὴν εὐωδίαν, Ὀνούφριε, ὀδμῶν ἀρετῆς σου Παφνουτίου, τοῦ πανευκλεοῦς ἀσκητοῦ, καρδίαν, ἱερέ, ἔπλησας Θεοῦ σοι ὑπαντήσαντος ὠτρύνσει καὶ βοήσαντός σοι·
Χαῖρε, τοῦ Πνεύματος τὸ δοχεῖον·
χαῖρε, τῆς χάριτος ἐκμαγεῖον.
Χαῖρε, οὐρανίου ζωῆς ὑποτυπῶμα·
χαῖρε, Τρισηλίου Θεότητος οἴκημα.
Χαῖρε, πάντερπνος κυπάρισσος ἐναρέτου ἀγωγῆς·
χαῖρε, ἄμπελος πολύφορος ἐν Χριστῷ ὑπακοῆς.
Χαῖρε, ὁ διαπτύσας τά ἡδέα τοῦ βίου·
χαῖρε, ὁ ἀγαπήσας ἐντολὰς τοῦ Κυρίου.
Χαῖρε, Χριστοῦ ὁ θρόνῳ ἱστάμενος·
χαῖρε, Αὐτοῦ τὸ κάλλος θεώμενος.
Χαῖρε, εἰρήνην τοῖς πᾶσυ βραβεῦσας·
χαῖρε, γαλήνην πιστοῖς ἐπομβρίσας.
Χαίροις, μάκαρ Ὀνούφριε.
Κύριος ὁ Παντάναξ, Οὗ ἀνέκφραστον δόξαν, Ὀνούφριε, ἀνύμνεις ἐν βίῳ, δι᾽ Ἀγγέλου Αὐτοῦ θεαυγοῦς ἐξαπέστελλέ σοι πρὸς τροφὴν ἥδιστον ἀρτίδιον ἑκάστοτε, ὃ εἵσθιες βοῶν ἐκθύμως·
Ἀλληλούϊα.
Λύπην πεζοπορίας παντελῶς ὁ τρισμάκαρ Παφνούτιος παρεῖδε καὶ κόπον εἰς οὐδὲν ἐλογίσθη, σοφέ, ὅτε τὸν σὸν βίον ἐκ τῶν σῶν ἤκουσε χειλέων, πνευματέμφορε
Ὀνούφριε, ἀλλ᾽ ἀνεβόα·
Χαῖρε, ὁ φίλος τῆς ἡσυχίας·
χαῖρε, τὸ τέμενος τῆς νηστείας.
Χαῖρε, τῆς ψυχῆς τῆς ἐμῆς ἡ ἀνάπαυσις·
χαῖρε, τῆς ζωῆς τῶν ὁσίων ἐγκαύχησις.
Χαῖρε, ὄμμα ἱλαρώτατον θεωρίας θεϊκῆς·
χαῖρε, στόμα τὸ γλυκύλαλον ἐσομένης χαρμονῆς.
Χαῖρε, ἀκτημοσύνης ὁ λαμπρὸς εἰσηγήτωρ·
χαῖρε, χορείας πάσης εὐσεβῶν παρακλήτωρ.
Χαῖρε, πηγὴ δακρύων ἀείῤῥοος·
χαῖρε, πληγὴ δαιμόνων ἀνίατος.
Χαῖρε, εἰκὼν νυχθημέρου νηστείας·
χαῖρε, κανὼν οὐρανίου προνοίας.
Χαίροις, μάκαρ Ὀνούφριε.
Μόνος ἐν τῇ καλύβῃ τῆς ἐρήμου ἐχούσῃ πηγὴν καὶ φοινικόδενδρον ἔζεις προσευχόμενος ἔτη πολλὰ τὸ σὸν σῶμα τήκων τὸ φθαρτὸν στάσεσι παννύχοις, ἐνθεώτατε Ὀνούφριε, καὶ ἀνακράζων·
Ἀλληλούϊα.
Νεὐσας ταῖς ἱκεσίαις Ὀνουφρίου τοῦ θείου προέφησθα αὐτῷ τὸ σὸν τέλος καὶ προέτρεψας τάχος αὐτὸν σοῦ ἐνταφιάσαι τὸ σεπτὸν σκήνωμα, Ὀνούφριε, ὃς ἅπαντας διήγειρε πιστοὺς βοᾶν σοι·
Χαῖρε, τὸ στήριγμα ἀσκουμένῶν·
χαῖρε, τὸ κλέϊσμα μονοτρόπων.
Χαῖρε, τῆς ἐρήμου φωστήρ χρυσαυγέστατε·
χαῖρε, Παναγάθου θεράπον ἀκάματε.
Χαῖρε, ὅτι ἀναδέδειξαι ἀκρεμὼν τῆς σιωπῆς·
χαῖρε, ὅτι πᾶσι πέφανσαι ἡσυχίας ζηλωτής.
Χαῖρε, πύρυνε στῦλε τῇς ἐνθέου σοφιας·
χαῖρε, πάμφωτε φάρε ὄντως χαμαικοιτίας.
Χαῖρε, τερπνὸν καρδίας μου ἤδυσμια·
χαῖρε, λαμπρὸν τῇς χάρυτος γνώρισμα.
Χαῖρε, φωτὶ ἐλλαμπόμενος θείῳ·
χαῖρε, στακτὴ κατευφραίνουσα κόσμον.
Χαίροις, μάκαρ Ὀνούφριε.
Ξένὴ ἡ ἄσκησις σου ἡ πανίερος πέλει· βιῶν γὰρ ἐν ἐρήμου τῷ βάθει ὥσπερ ἄγγελος σάρκα βροτῶν, θεοφόρε, φέρων, ἀρετῆς κλίμακα ἀνῆλθες καὶ κατήντησας εἰς ὕψος ἀπαθείας κράζων·
Ἀλληλούΐα.
Ὄντως ἐκδαπανήσας ἰσαγγέλως τὸν βίον, Ὀνούφριε, Χριστῷ ὑπαντῆσαι εἰς παμφώτους σκηνὰς οὐρανοῦ καὶ Αὐτῷ συγχαίρειν ἐσαεὶ ἔδραμες, Ὃν δυσωπεῖς ἑκάστοτε ὑπὲρ τῶν εὐλαβῶς βοώντων·
Χαῖρε, δι΄ οὗ θεῖον φῶς ἐκλαμπει·
χαῖρε, δι᾽ ὃν ὁ σατὰν στενάζει.
Χαῖρε, τῆς ἀγάπης Χριστοῦ ἐνδιαίτημα·
χαῖρε, τῆς ἀπάτης τοῦ κόσμου τὸ σύντριμμα.
Χαῖρε, πίδαξ ὁ θεόβρυτος γλυκασμοῦ ἀσκητικοῦ·
χαῖρε, πίναξ εἰκονίσεως τῆς χαρᾶς τοῦ οὐρανοῦ.
Χαῖρε, ὅτι ἐκλάμπεις ἀρετῶν ταῖς βολίσι·
χαῖρε, ὅτι ἰθύνεις πρὸς αἰώνιον λῆξιν.
Χαῖρε, εχθροῦ ὁ λύσας σοφίσματα·
χαῖρε, Θεοῦ ποθήσας οἰκήματα.
Χαῖρε, σοφῶν διδαγμάτων πλημμύρα·
χαῖρε, σεπτῶν δωρεῶν θεία λύρα.
Χαίροις, μάκαρ Ὀνούφριε.
Πρόσωπον σοῦ τὸ θεῖον ὁ Παφνούτιος εἶδεν, Ὀνούφριε, ὀλίγον πρὸ τέλους ἀφανοῦς σου ἐν γῇ βιοτῆς ἠλλαγμένον, πρᾶε, καὶ σεπτὰς χεῖράς σου ἱκετευούσας Κύριον σὲ δέξασθαι τὸν ἐκβοῶντα·
Ἀλληλούϊα.
Ῥέοντος ὑπερόπτα ὑψηλόφρονος βίου, Ὀνούφριε, καὶ πάντων ἀῤῥεύστων ζηλωτά, τῶν λεόντων δυὰς δι᾽ ὀνύχων λάκκον πρὸς ταφὴν ἔσκαψε τοῦ σοῦ σεπτοῦ σκηνώματος κραυγάζοντος τοῦ Παφνουτίου·
Χαῖρε, ὁ μύστης ὁσίων πονῶν·
χαῖρε, ὁ λύτης δεσμῶν φθειρόντων.
Χαῖρε, ὑψηλῶν νοημάτων συμμετοχέ·
χαῖρε, χθαμαλῶν φρονημάτων ὑπέρτερε.
Χαῖρε, ἔμψυχον ἀμάρυγμα τῆς ἀρνήσεως φθαρτῶν·
χαῖρε, τίμιον διάδημα στεῤῥοψύχων ἀσκητῶν.
Χαῖρε, ὅτι τοῦ κόσμου νουνεχῶς ἀπεῤῥάγης·
χαῖρε, ὅτι Κυρίῳ ὁλυκῶς ὑπετάγης.
Χαῖρε, ἠθῶν ἀμέμπτων στεφανωμα·
χαῖρε, παθῶν παντοίων ἐκρίζωμα.
Χαῖρε, Χριστοῦ μυστικὴ εὐωδία·
χαῖρε, Αὐτοῦ τῆς ἀγάπης κυνύρα·
Χαίροις, μάκαρ Ὀνούφριε.
Σῶσον πάντας λιταῖς σου πρὸς τὸν εὔσπλαγχνον Κτίστην, Ὀνούφριε σοφέ, σὲ ὑμνοῦντας καὶ τὴν μνήμην τελοῦντας τὴν σὴν εὐλαβῶς, ἐρήμου πολιστὰ πάντιμε, τὸν Κτίστην δὲ ἀείποτε δοξάζοντας φωναῖς αἰσίαις·
Ἀλληλούϊα.
Τάγματα.τῶν Ἀγγέλων τὴν ἁγίαν ψυχήν σου παρέλαβον, Ὀνούφριε πάνυ, καὶ ὡδήγησαν πρὸ τοῦ Θεοῦ τοῦ παμφώτου θρόνου τοῦ σαφῶς θέσαντος ἐν τόπῳ ἀναπαύσεως σέ, πάγκαλε· διὸ βοῶμεν·
Χαῖρε, ὀσμὴ φιλοθέου βίου·
χαῖρε, τροπὴ μισοθέου πλάνου.
Χαῖρε, οὐρανῶν ὁ οἰκήτωρ ὁ πάνσεπτος·
χαῖρε, ἀρετῶν μυροβόλων ὁ ἔμπλεως.
Χαῖρε, πῦρ ὁ φέρων ἄϋλον ἔνδον ἐν τῇ σῇ ψυχῇ·
χαῖρε, χοῦν ὁ λογισάμενος τὰ ἐν ταύτῃ τῇ ζωῇ.
Χαῖρε, ὅτι δεικνύεις τὴν ὁδόν σωτηρίας·
χαῖρε, ὅτι ἐλκύεις τὴν ῥοπήν ἀμαρτίας.
Χαῖρε, πιστῶν στεῤῥότατον ἔρεισμα·
χαῖρε, ἡμῶν πρὸς θέωσιν ἔνδειγμα.
Χαῖρε, Χριστοῦ τὸν ζυγὸν ὁ βαστάσας·
χαῖρε, ἐχθροῦ τὰς ὁρμᾶς ὁ πατήσας.
Χαίροις, μάκαρ Ὀνούφριε.
Ὕμνος εὔτακτος πρέπει σοί, Ὀνούφριε μάκαρ, λαμπρῶν ἐρημιτῶν νομοστάθμη, ὅτι ἤσκησας ὑπερφυῶς ἐν τῇ ἐνδοτέρᾳ τῶν Θηβῶν, ὅσιε, ἐρήμῳ ἑβδομήκοντα τὸ ὅλον μόνος ἔτη ψάλλων·
Ἀλληλούϊα.
Φαίνεις πάσῃ τῇ κτίσει σῶν στερήσεων φέγγει, Ὀνούφριε, ἀσκήσεως σέλας νοητόν, καὶ φωτίζεις ψυχὰς τρυφηλὸν ποθούντων τῆς ζωῆς δίαυλον ἀνῦσαι, ὧν σκοτόμαιναν
σκεδάζων σοὶ βοᾶν ἐγείρεις·
Χαῖρε, τὸ φάος τῆς ἀπαθείας·
χαῖρε, ὁ στῦλος τῆς ἐγκρατείας.
Χαῖρε, σιωπῆς θεαρέστου ἐκπύρσευμα:·
χαῖρε, ἀρετῆς ψυχοτρόφον ἀμάρυγμα.
Χαῖρε, ὅτι κατηγλάϊσας μονοτρόπων τὸν χορόν·
χαῖρε, ὅτι ἀπημαύρωσας σῇ ἀσκήσει τὸν ἐχθρόν.
Χαῖρε, χρυστοφυλήτου ἀγωγῆς ἐκμαγεῖον·
χαῖρε, θεοστηρίκτου ἀσιτίας πυξίον.
Χαῖρε, ἐρήμου κέδρος μυρίπνοος·
χαῖρε, ἀμέμπτου βίου δᾷς πάμφωτος.
Χαῖρε, ἀλήκτου ζωῆς κληρονόμος·
χαῖρε, ἀφθίτου χαρᾶς φυτοκόμος.
Χαίροις, μάκαρ Ὀνούφριε.
Χάριτος μυροθήκη μυστικῆς εὐωδίας, Ὀνούφριε, πιστῶν ταῖς χορείαις ἀποπνέουσα μύρον τερπνὸν ἀρετῶν παντοίων, ἀσκητά, πέφανσαι· διό σου ἀναμέλποντες τὰ σκάμματα Θεῷ βοῶμεν·
Ἀλληλούϊα.
Ψάλλοντες τοὺς σοὺς πόνους πρὸς ἀφθίτου εὐκλείας ἀπόλαυσιν ἐν δώμασι θείοις ἱκετεύομεν· πέμψον ἡμῖν ὑγιείας ἄμφω ὑετὸν ἄφθονον, Ὀνούφριε, σοῖς πρόσφυξι
τοῖς κράζουσιν ἀξιοχρέως·
Χαῖρε, ὁ λύχνος τῆς ἐρημίας·
χαῖρε, ὁ φάρος τῆς ἡσυχίας.
Χαῖρε, τῶν ἁγίων Ἀγγέλων συνέστιος·
χαῖρε, θεοφόρων πατέρων συνόμιλος.
Χαῖρε, ῥεῖθρον διειδέστατον ἀγωγῆς μοναδικῆς·
χαῖρε, ἄστρον τηλαυγέστατον ἰσαγγέλου βιοτῆς.
Χαῖρε, τῆς τοῦ Κυρίου ἀγαπήσεως βάθρον·
χαῖρε, τῆς οὐρανίου χαρμονῆς νῦν θεάμον.
Χαῖρε, λαμπτὴρ σοφίας καὶ νήψεως·
χαῖρε, πρηστὴρ ἐχθροῦ τοῦ ἀλάστορος.
Χαῖρε, ζωῆς ἀκραιφνοῦς δᾳδουχίᾳ·
χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.
Χαίροις, μάκαρ Ὀνούφριε.
Ὦ θειότατε πάτερ, τῆς ἐρήμου οἰκῆτορ, Ὀνούφριε, ἀσκήσεως γέρας, (ἐκ γ΄) πρὸς ὠφέλειαν πάντων ψυχῶν τῆς σῆς πολιτείας τὰ λαμπρὰ σκάμματα Παφνούτιος κατέγραψεν ὁ πείθων εὐσεβεῖς κραυγάζειν·
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὅνπερ γυμνὸν ἐν τῇ ἐρήμῳ ἐθεάσατο λευκαῖς θριξὶ μόνον σκεπόμενον Παφνούτιος καὶ Κυρίῳ προσευχόμενον ἀσιγήτως, ἡσυχίας εὐφημήσωμεν κοσμήτορα τὸν εἰς ὕψος ἀρετῆς ἀρθέντα ἄῤῥητον πόθῳ κράζοντες· Χαίροις, μάκαρ Ὀνούφριε.
Δίστιχον·
Χαῖρε, Ὀνούφριε, Χαραλάμπης πόθῳ,
ἐρήμου, ἔκραξε, ὑψίκομε φοῖνιξ.