Χαιρετισμοί εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Πατάπιο τον Θαυματουργό

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Κοντάκιον. Ἦχος πλ. δ’ Τῇ Ὑπερμάχῳ.
Τῆς ἀρετῆς καὶ τῆς Θεοῦ σοφίας σύνοικον, ὡς οὐρανὸν τὴν γῆν οἰκήσαντα καὶ πνεύματι οὐρανοῦ περυπολεύσαντα τὰς ἐπάλξεις μυστικῶς ὡς γῆν ἐκθύμως ἀνυμνήσωμεν καὶ αὐτοῦ τὸ θεῖον σκῆνος προσκυνήσωμεν πόθῳ κράζοντες· Χαίροις, πάτερ Πατάπιε.

Ἂσμασιν ἐγκωμίων τὴν σὴν στέφομεν μνήμην, Πατάπιε, ἰσάγγελε μέροψ, (ἐκ γ’) ἀρνησάμενος γὰρ ὡς ῥευστὰ τὰ τερπνὰ τοῦ κόσμου ἐραστὴς πέφηνας ἀῤῥεύστων ἐ ἐκ νεότητος διό σου ἐκβοῶμεν ταῦτα·

Χαῖρε, τὸ ἄνθος τῶν Γερανείων·
χαῖρε, τὸ εὖχος τῶν μονοτρόπων.
Χαῖρε, ὁ βλυστάνων πιστοῖς τὰ ἰάματα·
χαῖρε, ὁ παρέχων ἀνθρώποις τὰ πρόσφορα.
Χαῖρε, ὅτι κατεπάτησας τὸν ἀρχέκακον ἐχθρόν·
χαῖρε, ὅτι ἐμεγάλυνας τὸν Παντάνακτα Θεόν.
Χαῖρε, τῶν θαυμασίων ἡ πολύκρουνος βρύσις·
χαῖρε, τῶν δαιμονίων τῆς δυνάμεως παῦσις.
Χαῖρε, πραέων θείων ὁ σύνοικος·
χαῖρε, ἁγίων πάντων ὁμόσκηνος.
Χαῖρε, φθαρτῶν καὶ ῥευστῶν ὑπερόπτης·
χαῖρε, ἐχθρῶν νοητῶν καταπέλτης:

Χαίροις, πάτερ Πατάπιε.

Βλάστημα πανωραῖον τῆς χθονὸς τῆς Αἰγύπτου, ἣν Νεῖλος ὁ καλλίῤῥειθρος, πάτερ, καταρδεύει πλουσίως, τερπνὸν ἀνεδείχθης κρίνον καὶ ἡδὺ κύμινον ἀσκήσεως, Πατάπιε, μυρίζον τοὺς πιστῶς βοῶντας·

Ἀλληλούϊα.

Γνώμονα τοῦ Κυρίου τὰς ἀρχὰς ἐν τῷ βίῳ, Πατάπιε σοφέ, καὶ κανόνα τὰ ἐντάλματα ἔχων Αὐτοῦ εὐλαβῶς τὰς τρίβους ἀσκητῶν ὥδευσας καὶ ὕψος εἰς θεώσεως ἐπήρθης, ὅθεν σοι βοῶμεν·

Χαῖρε, ὁ μέγας ἐν τῇ ἀσκήσει·
χαῖρε, ὁ μεῖζον ἐν τῇ φρονήσει.
Χαῖρε, τῆς ἐρήμου οἰκήτωρ ὁ ἔνθεος·
χαῖρε, οὐρανίου εὐκλείας συμμέτοχος.
Χαῖρε, ὅτι τὴν σκοτόμαιναν βίου ἔλυπες τερπνῶν·
χαῖρε, ὅτι θείαν πρόνοιαν ἔσχες βίου ἀρωγόν.
Χαῖρε, ὁ πεπλησμένος χαρισμάτων παντοίων·
χαῖρε, ὁ ηὐγασμένος ταῖς βολαῖς θαυμασίων.
Χαῖρε, εἰκὼν λαμπρὰ ταπεινώσεως·
χαῖρε, λειμὼν εὐώδης συνέσεως.
Χαῖρε, αὐγὴ μυστικῶν δωρημάτων·
χαῖρε, πηγὴ ἀειῤῥύτων θαυμάτων.

Χαίροις, πάτερ Πατάπιε.

Δύναμιν δεδεγμένος δαψιλῶς οὐρανόθεν, Πατάπιε, πολῖτα ἐρήμου, ἀσκητῶν ὥφθης ὑφηγητής καὶ ἀλείπτης θεῖος πρὸς ζωὴν κρείττονα οὐ καὶ θέωσιν, ὧν Κτίσαντι δυήνοιξας τὰ χείλη ψάλλειν·

Ἀλληλούϊα.

Ἐρημον Θηβαΐδος κατοικήσας εἰς θείους, Πατάπιε θεόφρον, ἀγῶνας ἐπεδόθης καὶ πάθη σαρκὸς καταστείλας νήψει, προσευχῇ, δάκρυσι, νηστείᾳ καὶ στερήσεσι δυήγειρας ἀζύγους κράζειν·

Χαῖρε, τὸ κρίνον τῆς ἐγκρατείας·
χαῖρε, τὸ ῥόδον τῆς ἐρημίας.
Χαῖρε, τῆς ἀγγέλων ζωῆς ὑποτύπωσις·
χαῖρε, τῆς δαιμόνων κακίας κατάπτωσις.
Χαῖρε, ὅρπτηξ εὐωδέστατος ἀγωγῆς μοναδικῆς·
χαῖρε, σάλπιγξ θείας χάρυτος καὶ ψαλτήριον εὐχῆς.
Χαῖρε, ὅτι ἐφάνης ἀσκητῶν ὡραιότης·
χαῖρε, ὅτι τυγχάνεις τῶν ὁσίων φαιδρότης.
Χαῖρε, παθῶν ἐκλύτων τὸ θέριστρον·
χαῖρε, σεμνῶν ἀγώνων τὸ ἔκτυπον.
Χαῖρε, κρηπὶς σταθηρὰ μοναζόντων·
χαῖρε, πυξὶς δωρεῶν οὐρανίων.

Χαίροις, πάτερ Πατάπιε.

Ζόφωσιν φεύγων τάχος τῶν ἀκρίτων ἐπαίνων, οἰήσεως προξένων μερόπων, εἰς Βυζάντιον ἦλθες, σοφέ, καὶ ἐν ταῖς Βλαχέρναις ταπεινῶς ᾧκησας ἀγγέλων βίον ἄμεμπτον μυμούμενος καὶ πόθῳ κράζων·

Ἀλλληλούϊα.

Ἣσχυνας τὸν Βελίαρ σοῖς παννύχοις ἀγῶσι, Πατάπιε, καὶ σκληραγωγίᾳ, τὸν Χριστὸν γὰρ πλουτῶν ἀρωγὸν μεθοδείας πάσας τὰς αὐτοῦ ἔλυσας, διό σου θριαμβεύσαντι ἀρχαῖον πτερνιστὴν βοῶμεν·

Χαῖρε, ἡ τρῶσις τοῦ ἀρχαικάκου·
χαῖρε, ἡ πτῶσις τοῦ μισοκάλου.
Χαῖρε, ὁ ἐγείρας τοῦ πνεύματος τρόπαιον·
χαῖρε, ὁ πατήσας ἐχθρὸν τὸν παμβέβηλον.
Χαῖρε, στόμα τὸ γλυκύτατον προσευχῆς καρδιακῆς·
χαῖρε, ὄμμα τὸ γαλήνιον θεοδέγμονος ψυχῆς.
Χαῖρε, φωταγωγία τῶν ἐν σκότει κειμένων·
χαῖρε, ποδηγεσία ἀπλανὴς ἀσκουμένων.
Χαῖρε, ναὸς σοφίας λαμπρότατος·
χαῖρε, τροφὸς ἀζύγων θεόσδοτος.
“Χαῖρε, στεῤῥὸν ἀγαπήσεως βάθρον·
χαῖρε, τερπνὸν ἁγιάσματος μύρον.

Χαίροις, πάτερ Πατάπιε.

Θἤκη εὐπρεπεστάτη ἀκραιφνοῦς πολιτείας καὶ πάσης ἀρετῆς μυροβόλος ἀνεδείχθης λειμών, ἀσκητά, κατευφραίνων πάντας τοὺς πιστῶς σπεύδοντας, Πατάπιε, σῇ χάριτι καὶ κράζοντας ἐν κατανύξει·

Ἀλληλούϊα.

Ἳσχυσας διαῤῥῆξαι τὸν κλοιὸν τῶν ματαίων, Πατάπιε, φροντίδων τοῦ βίου τῇ κλειδὶ νοερᾶς προσευχῆς, καὶ Θεοῦ ἀγάπης ὅθεν νῦν ἄσμενοι οἱ πρόσφυγές σου κράζομεν φωναῖς μελισταγέσυ ταῦτα·

Χαῖρε, τὸ στόμα τῆς νουθεσίας·
χαῖρε, τὸ πόμα τῆς ἀφθαρσίας.
Χαῖρε, κυβερνῆτα ψυχῶν ἀπλανέστατε·
χαῖρε, συμπολῖτα ἀγγέλων ἰσάγγελε.
Χαῖρε, ἔμψυχον ἀμάρυγμα περιχώρου Βλαχερνῶν·
χαῖρε, τίμιον διάδημα ψυχοτρόφων ἀρετῶν.
Χαῖρε, ὅτι Κυρίῳ ὁλικῶς ἐκολλήθης·
χαῖρε, ὅτι τῷ Κτίστῃ ἀκλινῶς ἐπεδόθης.
Χαῖρε, χοροῦ ὁσίων τὸ καύχημα·
χαῖρε, ἑσμοῦ δαιμόνων τὸ σύντριμμα.
Χαῖρε, λαμπτὴρ ἐπυγνώσεως θείας·
χαῖρε, ἀστὴρ παμφαὴς ἀκτησίας.

Χαίροις, πάτερ Πατάπιε.

Κτίτωρ τοῦ κεκλημένου Αἰγυπτίων σεμνείου ἐν Πόλει Κωνσταντίνου μεγίστῃ πεφηνὼς ἰθυντὴρ σταθηρὸς μοναστῶν ἐδείχθης τῶν τρανῶς, ὅσιε Πατάπιε, ἀείποτε, ψαλλόντων τῷ Θεῷ τῶν ὅλων·

Ἀλληλούϊα.

Λἐων ὡς ἐξ ὀνύχων δῆλος γίγνεται πᾶσι, Πατάπιε, τῷ κόσμῳ ἐγνώσθης πλημμυρίδι θαυμάτων τῶν σῶν καὶ ταῖς φωταυγείαις βιοτῆς θείας σου, δι᾿ ὧν πιστῶν συνάξεως, κατηύγασας τὸν νοῦν σου κράζειν·

Χαῖρε, ἡ ῥῶσις τῶν ἀσθενούντων·
χαῖρε, ἡ Ψαῦσις τῶν αἰωνίων.
Χαῖρε, ἰαμάτων χειμάῤῥους ἀείῤῥυτος·
χαῖρε, δωρημάτων ἡ αὔρα ἡ ἔνδροσος.
Χαῖρε, οἴκημα περίλαμπρον ἐνεργείας θεϊκῆς·
χαῖρε, σκήνωμα τῆς χάρυτος καθαρὸν τῆς σωστικῆς.
Χαῖρε, ὅτι παρέχεις τὰς δυττὰς ἐνεργείας·
χαῖρε, ὅτι πραὔνεις τῶν πιστῶν τὰς καρδίας.
Χαῖρε, πυρσὲ σοφίας καὶ νήψεως·
χαῖρε, φανὲ τῆς ἄνω λαμπρότητος.
Χαῖρε, ἠὼ χρυσαυγὴς ἐμμελείας·
χαῖῤῥε, ἠχὼ διαυγὴς σωτηρίας.

Χαίροις, πάτερ Πατάπιε.

Μέγας κοινοβιάρχης καὶ ἀλείπτης ἀζύγων, Πατάπιε, ὑπάρχων πρὸς πόλον τὸν γαλήνιον δόξης Χριστοῦ τοὺς σοὶ προσιόντας θαυμαστῶς ἴθυνας καὶ ἅπαντας ἐδίδασκες Χριστῷ τῷ Παντεπόπτῃ ψάλλειν·

Ἀλληλούϊα.

Νὀμῳ Θεοῦ ὑπείκειν ἐνουθέτεις ἀόκνως, Πατάπιε, χοροὺς ἀσκουμένων σὺν τῷ Βάρᾳ καὶ τῷ Ῥαβουλᾷ, τοὺς συνασκητάς σου, ἱερὲ σάπφειρε καὶ γέρας ταπεινῴσεως, διό σοι εὐλαβῶς φωνοῦμεν·

Χαῖρε, ἡ στήλη τῆς ἀπαθείας·
χαῖρε, ἡ πύλη τῆς εὐσεβείας.
Χαῖρε, ὁ νεκρώσας σαρκὸς τὰ κινήματα·
χαῖρε, ὁ πτερώσας τὸν νοῦν πρὸς οὐράνια.
Χαῖρε, θεία χειραγώγησις πρὸς ἀγάπην θεϊκήν·
χαῖρε, πάντων ἐπανόρθωώσις πρὸς ὁσίαν βιοτήν.
Χαῖρε, ὁ ἡφηγήτωῤ τῆς χαρᾶς τῆς ἁλήκτου·
χαῖρε, ὁ παρακλήτωρ ἱκετῶν σοὺ τοῦ δήμου.
Χαῖρε, λαμπὰς ἐνθέου φρονήματος·
χαῖρε, ψεκὰς Θεοῦ ἐπιγνώσεως.
Χαῖρε, ἀκτὶς εὐσπλαγχνίας ἀφάτου·
χαῖρε, παγὶς νοητὴ τοῦ παγκάκου.

Χαίροις, πάτερ Πατάπιε.

Ξἔνων θαυμάτων, πάτερ, ποταμὸς πολυχεύμων, Πατάπιε, τῷ ὄντι ἐδείχθης, νεανίου γὰρ ἐκ γενετῆς ἀομμάτου κόρας σῇ εὐχῇ ἤνοιξας καὶ ἤγειρας τὸ θαῦμά σοῦ ἰδόντας ἀσυγήτως ψάλλειν·

Ἀλληλούϊα.

Ὃλος ἡγιασμένος ὧν καὶ πλήρης χαρίτων, Πατάπιε, τοῦ ὑδεριῶντος ἐθεράπευσας τὴν ζοφερὰν, ἀῤῥωστίαν, πάτερ, πανσθενοῦς Πνεύματος δυνάμει καὶ δυήνοιξας, αὐτοῦ τὰ χείλη ψάλλειν ταῦτα·

Χαῖρε, ταμεῖον χαρίτων θείων·
χαῖρε, θαυμάτων πηγὴ ἀπείρων.
Χαῖρε, μοναστῶν φιλοθέων τὸ ἔρεισμα·
χαῖρε, ἀρέτῶν πρὸς τελείωσιν ἔναυσμα.
Χαῖρε, πέλαγος ἀκένωτον ἰατρείας ἀσθενῶν·
χαῖρε, φρέαρ ἀκεσώδυνον καὶ πηγὴ θεραπειῶν.
Χαῖρε, κεκακωμένων ταχινὴ προστασία·
χαῖρε, χειμαζομένων θεϊκὴ ἐποπτία.
Χαῖρε, φρουρὸς στεῤῥὸς τῶν προσφύγων σου·
χαῖρε, σεπτὸς πατὴρ, δεομένων σου.
Χαῖρε, Χριστὸν ὑπὲρ πάντα ποθήσας·
χαῖρε, ἐχθρὸν προσευχῇ ὁ τροπώσας.

Χαίροις, πάτερ Πατάπιε.

Πἅτερ σημειοφόρε, τὸν μαστὸν ἐκ καρκίνου πασχούσης γυναικὸς ἀνιάτως, ἐθεράπευσας καὶ νεαρὸν δαιμονῶντα τάχος τοῦ Σταυροῦ χάριτι ἰάσω πείθων ἅπαντας
Θεῷ τῷ παναλκεῖ κραυγάζειν·

Ἀλληλούϊα.

‘Ρεῖθρα βλύζεν θαυμάτων τὸ σὸν ἄφθαρτον σκῆνος,ὃ χάριτι Θεοῦ ἐκομίσθη εἰς δυσπρόσιτον ἄντρον σμικρὸν Γερανείων; Πάτερ, ἀσκητῶν σέμνωμα, ὀρέων καὶ ᾧ ἄσμενοι προσπίπτοντες τρανῶς βοῶμεν·

Χαῖρε, τὸ αὖχός τῶν ἀσκουμένων·
χαῖρε, τὸ στέφος τεθεωμένων.
Χαῖρε, ἀγρυπνίας κανὼν ἀκριβέστατος·
χαῖρε, χαμευνίας φωστὴρ διαυγέστατος.
Χαῖρε, κῦδος καὶ ὡράϊσμα εὐσεβούντων ἀληθῶς·
χαῖρε, πάμφωτον ἀπαύγασμα τῶν τιμώντων σε πιστῶς.
Χαῖρε, τῆς Κορινθίας ἰατρὸς καὶ προστάτης·
χαῖρε, τῆς ἐγκρατείας καὶ ἀσκήσεως λάτρης.
Χαῖρε, δεινῶς νοσούντων τὸ ἴαμμα·
χαῖρε, καλῶς: μοχθούντων στεφάνωμα.
Χαῖρε, πολλῶν πρὸς τὰ ἄνω ἰθύντωρ·
χαῖρε, πιστῶν ἐν κινδύνους ἀκέστωρ.

Χαίροις, πάτερ Πατάπιε.

Σκήνωμα τὸ σεπτόν σου, ὃ ἠφθάρτισε Κτίστης, Πατάπιε κλεινέ, μετὰ πότμον, ἀσπαζόμενοι τὴν ἐξ αὐτοῦ ἰαμάτων χάριν δαψιλῶς βλύζουσαν ἀντλοῦμεν καὶ ῥωννύμενου βοῶμεν τῷ Δωρεοδότῃ·

Ἀλληλούϊα.

Τεἶνον σὴν θείαν χεῖρα καὶ εὐλόγησον πάντας, Πατάπιε, τοὺς σοὶ προσιόντας,
ταπεινώσεως ἄκμων στεῤῥέ, ἵνα δρόμον βίου τὸν μεστὸν θλίψεων ἀνύσωμεν καὶ ἄσμασι βοήσωμεν οἱ Φαρισαῖοι·

Χαῖρε, τὸ στέφος τῶν Γερανείων·
χαῖρε, ὁ ὕμνος ταπεινοφρόνων.
Χαῖρε, ἀγαπήσεως ἔμπνουν θησαύρισμα·
χαῖρε, διακρίσεως πάντιμον κλέϊσμα.
Χαῖρε, εὔηχον ψαλτήριον ἐν Χριστῷ καινῆς ζωῆς·
χαῖρε, ὄργανον κρουόμενον πλήκτρῳ θείας ἀρωγῆς.
Χαῖρε, ὁ ῥιζοτόμος τῶν παθῶν τῶν χειρίστων·
χαῖρε, ὁ φυτοκόμος τῶν ἠθῶν τῶν ἀρίστων.
Χαῖρε, μονῆς τῆς σῆς θεῖε ἔφορε·
χαῖρε, τρυφῆς ἀλήκτου συμμέτοχε.
Χαῖρε, ἀζύγων ἡ παραμυθία·
χαῖρε, στενόντων ἡ ἐπικουρία.

Χαίροις, πάτερ Πατάπιε.

Ὓμνοις μελισταγέσι καταστέφομεν μνήμην, Πατάπιε, τήν σήν ἐκβοῶντες, ἐπιβλέπειν ὑψόθεν ἀεὶ μὴ ἐλλίπῃς δούλους τοῦ Θεοῦ, ὅσιε, καὶ νέμειν εὐλογίαν σου, ἡμῖν τοῖς εὐλαβῶς φωνοῦσιν·

Ἀλληλούϊα.

Φαἰνεις τῶν ἀρετῶν σου ταῖς φωσφόροις ἀκτῖσι, Πατάπιε, τοῖς τρόπους ποθοῦσιν ἐκμυμήσασθαι σῆς θεαυγοῦς βιοτῆς καὶ πόθῳ σὸν σεπτὸν σκήνωμα ἀσπαζομένοις, ἄφθορε, πιστῶς δὲ ἐκβοῶσι ταῦτα·

Χαῖρε, κλεινὲ θεωρὲ ἀῤῥήτων·
χαῖρε, σεπτὲ κοινωνὲ ἀφθίτων.
Χαῖρε, πρωτοτόκων τραπέζης συνέστιε·
χαῖρε, τῶν ἀγγέλων ἐν πόλῳ συνόμιλε.
Χαῖρε, ἄρωμα οὐράνιον βιοτῆς μοναδικῆς·
χαῖρε, κόσμημα πολύτιμον ἐγκρατείας καὶ εὐχῆς.
Χαῖρε, ποδηγεσίας μοναστῶν ἡ κιθάρα·
χαῖρε, τῆς συμπαθείας τῶν πασχόντων κυνύρα.
Χαῖρε, Θεοῦ θεράπων θερμότατος·
χαῖρε, ἐχθροῦ σκηπτὸς ὁ δριμύτατος.
Χαῖρε, ἡ κρήνη ἀύλων ναμάτων·
χαῖρε, ἡ στήλη ἀπείρων θαυμάτων.

Χαίροις, πάτερ Πατάπιε.

Χάριτας ἀναβλύζει τὸ σὸν ἄφθαρτον σκῆνος, Πατάπιε, ὁσίων λαμπρότης, καὶ παρέχει ἰάσεις πιστοῖς τοῖς προσερχομένοις εὐλαβῶς, ὄλβιε, αὐτῷ καὶ τῷ Παντάνακτι κραυγάζουσι Χριστῷ ἐκθύμως·

Ἀλληλούϊα.

Ψἀλλοντές σου ἀγῶνας, οὕσπερ ἔτλης ἐν βίῳ, Πατάπιε, θεόσοφε πάτερ, πρὸς τελείωσιν, ὡς ἐκλεκτὸν τοῦ Κυρίου φίλον καὶ πιστῶν πρόμαχον τιμῶμέν σε καὶ κράζομεν πρεπόντως οἱ πιστοὶ τοιαῦτα·

Χαῖρε, τὸ φέγγος Θεοῦ προνοίας·
χαῖρε, τὸ τεῖχος χρηστοηθείας.
Χαῖρε, ψυχότρόφου ἀλείπτης ἀσκήσεως·
χαῖρε, οὐρανίου ἐκφάντωρ φρονήσεως.
Χαῖρε, ῥάβδος καὶ στερέωμα εὐλαβῶν μοναζουσῶν·
χαῖρε, εὖχος καὶ κραταίωμα ὁμηγύρεως πιστῶν.
Χαῖρε, ὅτι ἐκβλύζεις ποταμοὺς θαυμασίων·
χαῖρε, ὅτι ἐλαύνεις τὴν πληθὺν δαυμονίων.
Χαῖρε, ἠθῶν λαμπὰς τῆς σεμνότητος·
χαῖρε, λειμὼν σοφίας τῆς κρείττονος.
Χαῖρε, Θεοῦ εὐσπλαγχνίας ἡ νάβλα·
χαῖρε, Αὐτοῦ ἐπυπνοίας ἡ λύρα.

Χαίροις, πάτερ Πατάπιε.

Ὢ Πατάπιε πάτερ, Γερανείων κοσμῆτορ καὶ πάσης Ἐκκλησίας λαμπρότης, (ἐκ γ’) τὴν παροῦσαν ἡμῶν προσφορὰν εὐμενῶς προσδέχου καὶ πιστοὺς λύτρωσαι μελλούσης κατακρίσεως τοὺς πόθῳ τῷ Θεῷ βοῶντας·

Ἀλληλοῦϊα.

Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ’ Τῇ Ὑπερμάχῳ.
Τἧς ἀρετῆς καὶ τῆς Θεοῦ σοφίας σύνοικον, ὡς οὐρανὸν τὴν γῆν οἰκήσαντα καὶ πνεύματι οὐρανοῦ περυπολεύσαντα τὰς ἐπάλξεις μυστικῶς ὡς γῆν ἐκθύμως ἀνυμνήσωμεν καὶ αὐτοῦ τὸ θεῖον σκῆνος προσκυνήσωμενπόθῳ κράζοντες· Χαίροις, πάτερ Πατάπιε.

Δίστιχον.
Πατάτπιε, χαῖρέ σοι τὸν ἐκβοῶντα
χαρίτων πλήρωσον, Χαραλάμπη θείων.

Παρακλητικός Κανών εις τον Όσιο Πατάπιον