Χαιρετισμοί εις τον Όσιο Θεόδωρο ο Σαββαίτης επίσκοπος Εδέσσης

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 19 Ιουλίου

Κοντάκιον. Ἦχος δ´. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν τῇ Λαύρᾳ ἐνασκήσαντα τοῦ μάκαρος, ὁσίου Σάββα θεαρέστως ἀνυμνήσωμεν, μονοτρόπων τῆς ἐρήμου λαμπρὸν ἀστέρα, ἡσυχίας ἐραστὴν τὸν ἀξιάγαστον καὶ Ἐδέσσης Ποιμενάρχην τὸν θεόσδοτον, ἀνακράζοντες· Χαῖρε, μάκαρ Θεόδωρε.

Οἱ Οἴκοι.
Ἄγγελοι τὴν σεπτήν σου βιοτὴν κατιδόντες ἐθαύμαζον, Θεόδωρε, ὄντως (ἐκ γ´)· ἐν τῇ Λαύρᾳ γὰρ τοῦ θαυμαστοῦ Σάββα, κλίμακας τῶν ἀρετῶν, Ὅσιε, ἀσκήσει ἀναβέβηκας· διὸ σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, πυξὶς τῆς Θεοῦ σοφίας·
χαῖρε, παγὶς τῆς Σατὰν κακίας.
Χαῖρε, τῆς Ἐδέσσης Ποιμὴν θεοπρόβλητε·
χαῖρε, τῆς ἐρήμου λαμπτὴρ θεοφώτιστε.
Χαῖρε, ὄχημα ταχύτατον οὐρανίων δωρεῶν·
χαῖρε, καύχημα σεβάσμιον εὐσεβῶν Χριστιανῶν.
Χαῖρε, ὅτι ἐδείχθης μονοτρόπων ἀκρότης·
χαῖρε, ὅτι ὑπάρχεις Ἐκκλησίας φαιδρότης.
Χαῖρε, σοφῶν κατὰ χάριν ὑπέρβασις·
χαῖρε, πολλῶν πεπτοκότων ἀνόρθωσις.
Χαῖρε, καρπὲ προσευχῆς καὶ νηστείας·
χαῖρε, βλαστὲ ἐν Χριστῷ ἐγκρατείας.

Χαῖρε, μάκαρ Θεόδωρε.

Βάθρον τῆς Ἐκκλησίας ἀῤῥαγὲς ἀνεδείχθης, Ἐδέσσης θεοδόξαστον γέρας· νυχθημέροις γὰρ σὺ προσευχαῖς, τῆς σαρκὸς χαμαιζήλους ὁρμὰς ἔπαυσας καὶ νοῦν τὸν σὸν ἐπτέρωσας πρὸς ὕψη, ἀσιγήτως ψάλλων·

Ἀλληλούϊα.

Γόνος ἐπαγγελίας θεϊκῆς ἀνεφύης, ἐκ ῥίζης εὐσεβοῦς καὶ τιμίας καὶ ὡς δῶρον Θεοῦ ἐκλεκτὸν ἐπεδόθης γονεῦσι τοῖς σοῖς, ὄλβιε Θεόδωρε· διόπερ σοι βοῶμεν ἐκ ψυχῆς τοιαῦτα·

Χαῖρε, Θεοῦ τῶν χαρίτων σκεῦος·
χαῖρε, Αὐτοῦ τῆς σοφίας βάθος.
Χαῖρε, εὐσεβείας βλαστὲ θεοδόξαστε·
χαῖρε, προσευχῆς ἱερᾶς γόνε ἔνθεε.
Χαῖρε, στῦλε ἁγιάσματος τῆς σῆς ποίμνης ἀκλινές·
χαῖρε, πύργε ταπεινώσεως καὶ ἁγνείας εὐκλεές.
Χαῖρε, ὅτι τὰ θεία τοῖς φθαρτοῖς ἀντηλλάξω·
χαῖρε, ὅτι βραβεῖα σῶν σκαμμάτων ἐδέξω.
Χαῖρε, στεῤῥᾶς ἐνασκήσεως ἔκφρασις·
χαῖρε, λαμπρὰς βιοτῆς ὑποτύπωσις.
Χαῖρε, ἀκτὶς φωτεινὴ ἐγκρατείας·
χαῖρε, βολὶς τηλαυγὴς θυμηδίας.

Χαῖρε, μάκαρ Θεόδωρε.

Δύναμιν παιδιόθεν τὴν ἐξ ὕψους λαμβάνων προέκοπτες γραμμάτων μαθήσει· καὶ σοφίας δειχθεὶς ποταμὸς, τῶν σοί προσιόντων τάς ψυχὰς ἥρδευσας καὶ ἔπιθες, Θεόδωρε, αὐτοὺς ἀναβόαν ἀπαύστως·

Ἀλληλούϊα.

Ἔδραμες μετὰ πόθου πρὸς Σιὼν προσκυνήσαι Χριστοῦ τὸν πανακήρατον Τάφον καὶ χωρήσαι ἀζύγων χοροῖς, τοῖς ἐκεῖ ἀπαύστως τῷ Χριστῷ ψάλλουσιν, οἱ σὲ ὑποδεχόμενοι ἀνέκραζον φαιδρῶς τοιαῦτα·

Χαῖρε, σεπτὸν προσευχῆς δοχεῖον·
χαῖρε, πολλῶν ἀρετῶν ἀγγεῖον.
Χαῖρε, ὁ βαδίζων Ὁσίων τοῖς ἴχνεσι·
χαῖρε, ὁ ἐκλάμπων ὡς ἄστρον τοῖς πέρασι.
Χαῖρε, στόμα τὸ μελίῤῥυτον εὐγενείας ψυχικῆς·
χαῖρε, ὄμμα τὸ ἀνύστακτον θεωρίας μυστικῆς.
Χαῖρε, ὁ θιασώτης τῶν ἁγίων Πατέρων·
χαῖρε, ἡ κοσμιότης Ἀσκητῶν πανοσίων.
Χαῖρε, στεῤῥᾶς ἀσκήσεως στέλεχος·
χαῖρε, φθορᾶς τοῦ πνεύματος ἔλεγχος.
Χαῖρε, εἰκὼν θεϊκῶν χαρισμάτων·
χαῖρε, λειμὼν μυροβόλων καμμάτων.

Χαῖρε, μάκαρ Θεόδωρε.

Ζέων τῇ προθυμίᾳ τῷ τοῦ μάκαρος Σάββα σεμνείῳ, ἐν τῇ ἔσῳ ἐρήμῳ ἐνεκλείσθης καὶ ὤφθης, σοφέ, τῶν ἐκεῖσε ἀσκητῶν ἀστὴρ ἄδυτος, πυρσεύων ταῖς χαρίτων σου βολαῖς αὐτοὺς ἀπαύστως ψάλλειν·

Ἀλληλούϊα.

Ἥκες πρὸς Ἰωάννην τῆς μονῆς προεστῶτα, αὐτῷ ὑποτασσόμενος χαίρων καὶ καρεὶς παρ’ αὐτοῦ μοναχὸς, ἀνεδείχθης τῆς ὑπακοῆς τέμενος, τρισμάκαρ, ἱερώτατον· διὸ σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, ζωῆς ἰσαγγέλου ὄρος·
χαῖρε, σεπτῆς πολιτείας φάρος.
Χαῖρε, τῆς Ἐδέσσης βλαστὲ εὐθαλέστατε·
χαῖρε, τῆς ἐρήμου φωστὴρ παμφαέστατε.
Χαῖρε, κῆρυξ καὶ διδάσκαλε ἡσυχίας σωστικῆς·
χαῖρε, φοῖνιξ ὁ ὑψίκομος ἐν Χριστῷ ὑπακοῆς.
Χαῖρε, ὁ ἑκουσίως τῶν γηΐνων πτωχεύσας·
χαῖρε, ὁ δι᾿ ἀγώνων τῶν ἀφθάρτων πλουτήσας.
Χαῖρε, κλυτὸν ἀζύγων ὡράϊσμα·
χαῖρε, λαμπρὸν ἁγνείας διάδημα.
Χαῖρε, δι᾿ οὗ εὐσεβεῖς κραταιούνται·
χαῖρε, δι᾿ οὗ οἱ πιστοὶ εὐλογοῦνται.

Χαῖρε, μάκαρ Θεόδωρε.

Θεοφόρους Πατέρας τῆς ἐρήμου ζηλώσας, ταχὺ ἐκ τῆς σῆς μάνδρας ἐξῆλθες καὶ ὡς ὄρνις τὴν σὴν καλιὰν ἐν ἀνύδρῳ τόπῳ, γεραρέ, ἔπηξας καὶ ἅπαντας διήγειρας δοξάζειν τὸν Θεὸν καὶ ψάλλειν·

Ἀλληλούϊα.

Ἴδον οἱ ἐν τῇ Λαύρᾳ καὶ τοῖς πέριξ κελλίοις ἀσκούμενοι Πατέρες, τὸν τρόπον τῆς σῆς ὄντως σεμνῆς βιοτῆς καὶ γευσάμενοι τῶν σῶν καρπῶν, ἔσπευσαν γηθόμενοι κραυγάζειν σοι φωναῖς μελῳδικαῖς τοιαῦτα·

Χαῖρε, κανὼν πολιτείας ἀζύγων·
χαῖρε, λειμὼν ἀρετῶν ψυχοτρόφων.
Χαῖρε, κυβερνῆτα ψυχῶν περιδέξιε·
χαῖρε, στρατιῶτα τῆς πίστεως εὔψυχε.
Χαῖρε, θείων παραδόσεων φύλαξ ἅμα καὶ φρουρός·
χαῖρε, λόγων τε καὶ πράξεων θεαρέστων ὁ κρουνός.
Χαῖρε, οὐρανομῆκες παμφαέστατον φέγγος·
χαῖρε, τὸ πανευῶδες ἁγιότητος ἄνθος.
Χαῖρε, κρατὴρ κιρνῶν τελειότητα·
χαῖρε, λαμπτὴρ ἐκπέμπων χρηστότητα.
Χαῖρε, κλεινὸν κατ᾿ ἀλάστορος νῖκος·
χαῖρε, βροτῶν Ὀρθοδόξων τὸ εὖχος.

Χαῖρε, μάκαρ Θεόδωρε.

Κῆπον τοῦ Παρακλήτου θεωρῶν σὴν καρδίαν, ὁ σώφρων Μιχαὴλ ἐξ Ἐδέσσης, συγγενὴς ὤν σὸς, ἦλθε πρὸς σὲ συμμονάσαί σοι καὶ δρέψαι καρποὺς χάριτος τῆς δαψιλῶς δοθείσης σοι, ἀπαύστως δὲ Κυρίῳ ψάλλειν·

Ἀλληλούϊα.

Λάμψει χαρᾶς ἀῤῥήτου κατηυγάσθης, ὡς ἔγνως τοὺς ἄθλους Μιχαὴλ οὐρανόθεν, οὓς εὐθύς τοῖς ἀζύγων χοροῖς ἀνεκοίνωσας χαίρων καὶ αὐτοὺς ἔπειθες δοξάζειν τὸν Παντάνακτα καὶ πίστει ἐκβοᾶν σοι ταῦτα·

Χαῖρε, σοφῶς Μιχαὴλ ὁ ἀσκήσας·
χαῖρε, καλῶς ὁ αὐτὸν νουθετήσας.
Χαῖρε, παιδευτὰ Μιχαὴλ ἐνθεώτατε·
χαῖρε, ποδηγέτα ἀζύγων γλυκύτατε.
Χαῖρε, ὅτι προεγνώρισας τοὺς καμάτους Μιχαήλ·
χαῖρε, ὅτι τοῦτον ἔδειξας ὥσπερ νέον Ἰωσήφ.
Χαῖρε, ὅτι ἐπώφθης Μιχαὴλ θεῖος Γέρων·
χαῖρε, ὅτι σοὶ πρέπει ἀφθονία ἐπαίνων.
Χαῖρε, παθῶν ὁ τέμνων τὴν ἄκανθα·
χαῖρε, ψυχῶν ὁ αἰρῶν ἀσθένειαν.
Χαῖρε, δι᾿ οὗ εὐθυμοῦσι τὰ πλήθη·
χαῖρε, δι᾿ οὗ συντηροῦνται τὰ ἤθη.

Χαῖρε, μάκαρ Θεόδωρε.

Μέτοχος θείας δόξης γεγονὼς ἐν ἐρήμῳ, μετῴκησας πρὸς πόλιν Ἐδέσσης, ἧς Ποιμὴν ὑπεράξιος σὺ ἐξελέγης, σῶφρον καὶ σεμνὲ ἅγιε Θεόδωρε, καὶ ἅπαντας ἐδίδασκες βοᾶν ἀπαύστως·

Ἀλληλούϊα.

Νίκας κατ᾿ ἐναντίων εὐσεβέσι πάρειχε ἡ σὴ θεοτερπὴς ποιμανσία· κακοδόξων γὰρ σὺ ὀλετὴρ ἀνεφάνης χάριτι Χριστοῦ, Δέσποτα, καὶ ηὔφρανας τοὺς κράζοντας πιστῶς σοι Ὀρθοδόξους ταῦτα·

Χαῖρε, δι᾿ οὗ οἱ πιστοὶ κραταιοῦνται·
χαῖρε, δι’ οὑ δυσσεβεῖς τροποῦνται.
Χαῖρε, τῶν ὀρθῶν διδαγμάτων ὁ πρόμαχος·
χαῖρε, τῶν Ἁγίων Γραφῶν ὁ ὑπέρμαχος.
Χαῖρε, νῖκος εὐκλεέστατον Ὀρθοδόξων εὐλαβῶν·
χαῖρε, τεῖχος ἀῤῥαγέστατον ὀρθοτόμων διδαχῶν.
Χαῖρε, τῆς ἀληθείας ὁ ἐνσπείρων τὸν λόγον·
χαῖρε, τῆς ἁμαρτίας ὁ διώκων τὸν ζόφον.
Χαῖρε, κρουνὸς χαρίτων ἀείῤῥοος·
χαῖρε, δρυμὸς θαυμάτων δασύσκιος.
Χαῖρε, ψυχῶν ἐδρασμὸς κλονουμένων·
χαῖρε, τερπνὸς ἀρωγὸς πενομένων.

Χαῖρε, μάκαρ Θεόδωρε.

Ξένον θαῦμα εἰργάσω ἐν τῇ πόλει Ἐδέσσης, ταῖς σαῖς πρὸς τὸν Θεὸν ἱκεσίαις· τὸν γὰρ ἄρχοντα ταύτης, σοφέ, τὸν ἐκ νόσου πάσχοντα δεινῆς, πάραυτα ἰάσω καὶ προέτρεπες αὐτὸν πανευλαβῶς κραυγάζειν·

Ἀλληλούϊα.

Ὅλην τὴν Ἐκκλησίαν φρυκτωρεῖς ταῖς ἀκτῖσι, Θεόδωρε, τῶν σῶν θεαρέστων πράξεών τε καὶ λόγων σοφῶν, θαυμασίων ἅμα σου πολλῶν, πάντιμε, δι᾿ ὧν εὐφραίνεις ἅπαντας τοὺς πόθῳ σοι βοῶντας ταῦτα·

Χαῖρε, Θεοῦ εὐσπλαγχνίας γλῶσσα·
χαῖρε, πιστοῦ σου ποιμνίου δόξα.
Χαῖρε, τῶν Ποιμένων Κυρίου ὑπόδειγμα·
χαῖρε, τῶν φρονίμων μερόπων ἑδραίωμα.
Χαῖρε, γνώστης τῶν τῆς ποίμνης σου προβλημάτων ἀκριβής·
χαῖρε, δότης τῶν σὴν εὔνοιαν ἐκζητούντων δαψιλής.
Χαῖρε, ὅτι ἐδείχθης μύστης θεῖος ἀῤῥήτων·
χαῖρε, ὅτι ἐφάνης κοινωνὸς οὐρανίων.
Χαῖρε, βροτῶν ὁ ὅρμος ὁ εὔδιος·
χαῖρε, θυτῶν ὁ πάνσεπτος πρόβολος.
Χαῖρε, τροφῆς Ἀγγέλων συνέστιε·
χαῖρε, ζωῆς ἀύλων ἐφάμιλλε.

Χαῖρε, μάκαρ Θεόδωρε.

Πάτερ σημειοφόρε, θησαυρὸν ἐν τοῖς πέριξ χωρίοις ἀνευρὼν τῆς Ἐδέσσης Θεοδόσιον τὸν πολιὸν καὶ σοφὸν στυλίτην, ἐξ αὐτοῦ ἤκουσας σωτήρια διδάγματα καὶ σὺν αὐτῷ τρανῶς ἐβόας·

Ἀλληλούϊα.

Ῥήμασι θεοπνεύστοις τοῖς σοῖς, δόγματα πλάνων ἀνέτρεψας, Θεόδωρε μάκαρ· Μανιχαίους, Νεστοριανοὺς καὶ Σεβήρου πλῆθος ὀπαδῶν ἤλεγξας, κρηπὶς ὀρθοῦ φρονήματος· διὸ σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, λαμπὰς θεϊκῆς ἀγάπης·
χαῖρε, φθορᾶς τῆς τοῦ πλάνου ῥύστης.
Χαῖρε, ὁ διδάξας τὴν βίου χρηστότητα·
χαῖρε, ὁ ἐλέγξας τὴν πλάνου σκαιότητα.
Χαῖρε, Ὅσιε Θεόδωρε, ἐν τοῖς δόγμασι σοφέ·
χαῖρε, τίμιε Ἐπίσκοπε καὶ Ποιμὴν ἀληθινέ.
Χαῖρε, ὅτι διώκεις ἐκ τῆς ποίμνης τοὺς λύκους·
χαῖρε, ὅτι καθαίρεις τῆς ἀπάτης τοὺς οἴκους.
Χαῖρε, σπορεῦ ἁγίου φρονήματος·
χαῖρε, τομεῦ σπερμάτων τοῦ δράκοντος.
Χαῖρε, Σταυρὸν ὁ ὑψῶν ὥσπερ γέρας·
χαῖρε, Χριστοῦ ὁ ἐρῶν ἐκ καρδίας.

Χαῖρε, μάκαρ Θεόδωρε.

Σκέπην τε καὶ προστάτην Ἐδεσσαίων χορεῖαι κατέσχον σε, τρισόλβιε Πάτερ, καὶ τῇ θείᾳ σου ἐπισκοπῇ οἱ ἐν βίου δίναις χαλεπαῖς στένοντες προσέτρεχον καὶ λύτρωσιν λαμβάνοντες Χριστῷ ἐβόων·

Ἀλληλούϊα.

Τὴν τοῦ Πνεύματος χάριν δαψιλῶς δεδεγμένος ἐπώφθης ποταμὸς ἰαμάτων· ὁ γὰρ ἄρχων Συρίας, ἐκ σοῦ καθαρθεὶς ἐκ νόσου ζοφερᾶς, βάπτισμα ἐδέξατο σωτήριον καὶ σοὶ ἐκστατικῶς ἐβόα·

Χαῖρε, Ποιμὴν τῶν Χριστοῦ ἀρνίων·
χαῖρε, λιμὴν τῶν ἐν δίναις ὄντων.
Χαῖρε, ἰαμάτων ταμεῖον ἀδάπανον·
χαῖρε, χαρισμάτων πυξίον πολύτιμον.
Χαῖρε, ὅτι ἐθεράπευσας ἐκ καρκίνου μὲ ταχύ·
χαῖρε, ὅτι ἐνουθέτησας καὶ ἐμὲ τὸν δυστυχῆ.
Χαῖρε, ὅτι τὰς νόσους ἐκδιώκεις προθύμως·
χαῖρε, ὅτι θεόθεν ἐδοξάσθης ἀξίως.
Χαῖρε, κρηπὶς δογμάτων τῆς πίστεως·
χαῖρε, βαλβὶς τῆς ἔνδον καθάρσεως.
Χαῖρε, πηγὴ ψυχοτροφῶν ναμάτων·
χαῖρε, αὐγὴ θεοσδότων θαυμάτων.

Χαῖρε, μάκαρ Θεόδωρε.

Ὕμνοις ἡ λογικὴ σου ποίμνη σὲ καταστέφει, Ἐπίσκοπε Κυρίου θεόφρον· Ἰωάννης δὲ Βασιλεὺς, ὁ ἀθλήσει στέφανον λαβὼν ἄφθαρτον, εὐγνώμων ὢν σῆς χάριτος, ᾠδὰς ἀνέμελπε σοι κράζων·

Ἀλληλούϊα.

Φῶς τὸ ἄϋλον βλέπων τῆς Ἁγίας Τριάδος, Θεόδωρε σοφέ, σὺν Ἀγγὲλοις, Σαββαΐτας συντηρεῖ καλῶς καὶ τούς σοί τιμῶντας ἐν σπουδῇ ἅγνιζε καὶ ἐκ τοῦ ῥύπου κάθαρε τοὺς σοὶ πανευλαβῶς βοῶντας·

Χαῖρε, ἀζύγων ὁ ὑφηγήτωρ·
χαῖρε, πενθούντων ὁ παρακλήτωρ.
Χαῖρε, μυστιπόλων ὡραῖος διάκοσμος·
χαῖρε, θεοφόρων ποιμένων ὑπέρτερος.
Χαῖρε, σκέπη καὶ κραταίωμα Ἁγιοσαββαϊτῶν·
χαῖρε, ἔνθεον θησαύρισμα Ἐδεσσαίων εὐλαβῶν.
Χαῖρε, ὅτι ἐλέγχεις κακοδόξων τὸν δόλον·
χαῖρε, ὅτι δεικνύεις τὸν οὐράνιον δρόμον.
Χαῖρε, παθῶν καθαίρων τὸν βόρβορον·
χαῖρε, πιστῶν ῥυθμίζων τὸν ὅμιλον.
Χαῖρε, δι᾿ οὗ ἡ ἀγάπη ὑψοῦται·
χαῖρε, δι᾿ οὗ ἡ κακία τροποῦται.

Χαῖρε, μάκαρ Θεόδωρε.

Χάριν πᾶσι πορίζεις καὶ ὑγείαν κατ’ ἄμφω, τοῖς σπεύδουσι τῇ σῇ μεσιτείᾳ, πολυχεῦμον θαυμάτων κρουνέ, καὶ πλουτοῦσί σε πανσθενουργὸν ἔφορον· Κυρίῳ δὲ δοξάζουσι καρδίᾳ καὶ νοΐ ἀμώμῳ·

Ἀλληλούϊα.

Ψάλλοντες σὲ ἀσμένως εὐφημοῦμεν τὸ τέλος τῆς σῆς θεοφιλοῦς πολιτείας· ἀνεδείχθης γὰρ ὄντως λιμὴν τῶν σοι προστρεχόντων, ἐν δεινοῖς ἄκλυστος καὶ πέλαγος ἀπέραντον θαυμάτων τῶν πιστῶς βοώντων·

Χαῖρε, χαρᾶς ἀενάου λάμψις·
χαῖρε, φθορᾶς κακοδόξων παῦσις.
Χαῖρε, τῆς Τριάδος περίσεμνον τέμενος·
χαῖρε, τὴν ἀγάπην ὡς βάσιν ὁ θέμενος.
Χαῖρε, μύρον τὸ ἡδύπνοον ἀρετῆς ποιμαντικῆς·
χαῖρε, ἄρωμα αἰθέριον βιοτῆς πνευματικῆς.
Χαῖρε, Ὁσίων πάντων εὐλαβέστατος τύπος·
χαῖρε, χοροῦ Ποιμένων τιμιώτατον τεῖχος.
Χαῖρε, λαοῦ ἀκέστωρ ταχύτατος·
χαῖρε, χρηστοῦ ποιμνίου σου ἔφορος.
Χαῖρε, δι᾿ οὗ καταλύονται πάθη·
χαῖρε, δι᾿ οὗ ἐκδιώκονται ἄλγη.

Χαῖρε, μάκαρ Θεόδωρε.

Ὦ, πανόσιε Πάτερ, ἀσκητῶν κοσμιότης καὶ γνῶμον σωφροσύνης ποιμένων (ἐκ γ΄), σελασφόρε Ἐδέσσης φωστήρ, τὴν ἐκ βάθους καρδίας μολπὴν πρόσδεξαι ἡμῶν, σεπτὲ Θεόδωρε, καὶ σώσαι τοὺς πιστῶς βοῶντας·

Ἀλληλούϊα.