Χαιρετισμοί εις τον Όσιο Θεοφόρο Πατέρα ημών Θεοδόσιο τον Νέο τον Ιαματικό

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου

Κοντάκιον. Ἦχος πλ. δ’’. Τῆ ὑπερμάχῳ.
Τῆ θεοσδότῳ δωρεά καλλωπιζόμενος τῶν ἰαμάτων ἀναβλύζεις χάριν ἄφθονον τοῖς προστρέχουσι τῆ σκέπη σου θεοφόρε. Ἀλλ’ ὡς δόξης κοινωνός τῆς ὑπέρ ἔννοιαν μή ἐλλείπῃς πάσης θλίψεως λυτρούμενος τούς βοῶντας σοι, χαίροις Πάτερ Θεοδόσιε.

Ἄγγελος ἐν ἀσκήσει, ἀληθῶς ἀνεδείχθης, Θεοδόσιε Ὅσιε Πάτερ (ἐκ γ’)˙ καί νῦν Ἀγγέλων δήμοις συνών, πᾶσι πηγάζει ἀεί χάριν ἄφθονον, τοῖς πίστει καταφεύγουσι, τῆ σκέπη σου καί ἐκβοῶσι·

Χαῖρε, Θεοῦ φερώνυμος δόσις·
Χαῖρε, ἐχθροῦ πολύστονος πτῶσις.
Χαῖρε, ἀπαθείας λειμών εὐωδέστατος·
Χαῖρε, εὐκληρίας ῥεούσης ὑπέρτερος.
Χαῖρε, ὕψος ταπεινώσεως δία βίου ὑψηλοῦ·
Χαῖρε, βάθος θείας χάριτος ἐν δυνάμει τοῦ Θεοῦ.
Χαῖρε, ὅτι πηγάζεις ἰαμάτων πελάγη·
Χαῖρε, ὅτι ἴασαι παθημάτων τά ἄλγη.
Χαῖρε, ἀστήρ λαμπρός τῆς ἀσκήσεως·
Χαῖρε, πρηστήρ ἀπάτης τοῦ χείρονος.
Χαῖρε, δι’ οὐ θείας χάρις ἐκλάμπει·
Χαῖρε, δι’ οὐ ὁ ἀλάστωρ στενάζει.

Χαίροις Πάτερ Θεοδόσιε.

Βλάστημα θεῖον πέλων, πόλεως Ἀθηναίων, προῆλθες εὐκλεοῦς ῥιζουχίας, καί γεωργία ἀσκητική, εἰς ἑκατόν Πάτερ ἐκαρποφόρησας, καρποφορίαν κρείττονα, δι’ ἦς ἐκτρέφεις τούς βοῶντας·

Ἀλληλούϊα.

Γνώμη τελειοτάτη, ἐκ νεότητος Πάτερ, τό κρεῖττον νουνεχοῦς ἐξελέξω. Καί ζήλῳ τῶν Ὁσίων ἀνδρών, πορευθῆναι τοῖς ἴχνεσιν ἐπόθησας, διό τήν σήν ἐπίδοσιν, ἀγάμενοι ἀναβοῶμεν·

Χαῖρε, ὁ πλήρης θείας ἀγάπης·
Χαῖρε, ὁ πόρρω συγχύσεως πάσης.
Χαῖρε, ἐννοιῶν οὐρανίων θησαύρισμα·
Χαῖρε, δωρεῶν θεοσδότων ἐναύλισμα.
Χαῖρε, ἄνθραξ θείου ἔρωτος φλέγων ὕλην γεηράν·
Χαῖρε, σκεῦος θείου Πνεύματος, πνέον αὔραν νοεράν.
Χαῖρε, ὅτι ἐδέξω τήν οὐράνιον φλόγα·
Χαῖρε, ὅτι παρέχεις τό θεόρρυτον πόμα.
Χαῖρε, σαρκός νεκρώσας τό φρόνημα·
Χαῖρε, ψυχῆς λαμπρύνας τά ὄμματα.
Χαῖρε, φθαρτῶν τάς ἰδέας μισήσας·
Χαῖρε, παθών τάς κινήσεις ἐκτίλας.

Χαίροις Πάτερ Θεοδόσιε.

Δέδωκας τοῖς πεινῶσι, τήν σήν ὕπαρξιν Πάτερ, πειθόμενος Κυρίου τοῖς λόγοις. Κρείττονα γάρ ὕπαρξιν ποθῶν, τήν ἀεί ἐν οὐρανοῖς διαμένουσαν, ἔξω κόσμου γέγονας δι’ ἀσκήσεως Χριστῷ κραυγάζων·

Ἀλληλούϊα.

Ἔλιπες τήν πατρίδα, καί τάς κάτω εὐκλείας, ἀγάπη τετρωμένος ἀγία καί ἀρνησάμενος σεαυτόν, ἀσκητικῶς τῷ Χριστῷ ἠκολούθησας. Καί δοξασθείς τῆ χάριτι, ἀκούεις παρά πάντων ταύτᾳ·

Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων·
Χαῖρε αὑτοῦ τήν χάριν ἐκλάμπων.
Χαῖρε, τῶν Ἀγγέλων τόν βίον μιμούμενος·
Χαῖρε, τῶν δαιμόνων τό σμῆνος τροπούμενος.
Χαῖρε, φώς ἐν τῆ καρδία σου δεδεγμένος θεϊκόν·
Χαῖρε, ζόφον τόν ψυχόλεθρον διαλύων τῶν παθών.
Χαῖρε, ὅτι ἠρνήσω σεαυτόν θεοφρόνως·
Χαῖρε, ὅτι ἀπέστης τῶν φθαρτῶν ὀλοτρόπως.
Χαῖρε, Χριστοῦ ἑνώσεως ἔσοπτρον·
Χαῖρε, καλῶν τῆς χάριτος ἔλυτρον.
Χαῖρε, ζωῆς ἐραστής ἰσαγγέλου·
Χαῖρε, ἐχθροῦ νεκρωτής παλαμναίου.

Χαίροις Πάτερ Θεοδόσιε.

Ζέων ἐν τῆ καρδία, δι’ ἀγάπης τῆς θείας, προσῆλθες ὁλική διανοίᾳ, τῷ Ὁσίῳ Γέροντι σοφέ, ὦ σεαυτόν καθυπέταξας Ὅσιε, οἵα Χριστῷ ὑπήκοος, Θεοδόσιε θερμῶς ψάλλων·

Ἀλληλούϊα.

Ήναψε τῆ ψυχή σου, ἡσυχίας ὁ πόθος, συνεῖναι κατά μόνας Κυρίω˙ ἔνθεν θεοκινήτῳ σπουδή, τήν Ἀργολίδα κατέλαβες Ὅσιε, καί ἄσαρκος ἐν σώματι, ωράθης ἀκούων τοιαῦτα·

Χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας·
Χαῖρε, ὁ μύστης τῆς ἡσυχίας.
Χαῖρε, ἀγρυπνίας τό ὄμμα τό σύντονον·
Χαῖρε, συμπαθείας τό στόμα τό ἥδιστον.
Χαῖρε, ὕψος ὅτι ἔφθασας θεωρίας πρακτικῆς·
Χαῖρε, βάθος ὅτι ἔγνωκας ἐπιπνοίας θεϊκῆς.
Χαῖρε, τῆς Ἀργολίδος θεοφόρος οἰκήτωρ·
Χαῖρε, τῶν σῶν τεκνίων ἀρωγός καί συλλήπτωρ.
Χαῖρε, μορφή τοῖς πᾶσιν αἰδέσιμος·
Χαῖρε, πατήρ ἡμῶν καί διδάσκαλος.
Χαῖρε, λαμπτήρ τοῦ Ναυπλίου καί Ἄργους·
Χαῖρε, φωστήρ Τριλαμποῦς θείου φάους.

Χαίροις Πάτερ Θεοδόσιε.

Θεία ὀμφή κατεῖδες, Θεοδόσιε Πάτερ, τόν μέγαν Βαπτιστήν τοῦ Σωτῆρος, καί πτερωθείς τῆ θέα αὑτοῦ, ναόν ἱερόν τούτῳ ᾠκοδόμησας, ναόν γάρ θείου Πνεύματος, αὑτόν προκατέστησας ψάλλων·

Ἀλληλούϊα.

Ἰαμάτων τήν χάριν, δεδεγμένος πλουσίαν, τήν κλῆσιν ἐκ τῶν ἔργων ἐκτήσω, Ἰαματικός καί γάρ καλή, καί μέγας ἐν θαύμασι Θεοδόσιε, ἴασαι γάρ τούς πάσχοντας, καί διασῴζεις τούς βοῶντας·

Χαῖρε, ὁ μέγας ἐν θαυμασίοις·
Χαῖρε, ὁ ἔνδοξος ἐν Ὁσίοις.
Χαῖρε, ὁ πηγάζων απαύστως ἰάματα·
Χαῖρε, ὁ ἐκτρέπων τοῦ σκότους τόν ἄρχοντα.
Χαῖρε, γέρας πολυτίμητον τῶν ὁσίων ἀρετῶν·
Χαῖρε, μέτοχος περίδοξος οὐρανίων ἀγαθῶν.
Χαῖρε, ὅτι κατεῖδες τόν Πρόδρομον Ἰωάννην·
Χαῖρε, ὅτι παρέχεις τήν σωτηρίαν χάριν.
Χαῖρε, Χριστοῦ ἐκφαίνων τό εὔσπλαγχνον·
Χαῖρε, ἐχθροῦ ἀπείργων τήν ἔφοδον.
Χαῖρε, δι’ οὐ ὁ Βελίαρ στενάζει·
Χαῖρε, πρός ὀν Πελοπόννησος κράζει.

Χαίροις Πάτερ Θεοδόσιε.

Κήρυκες γεγονότες, τῶν ὁσίων σου ἔργων, οἱ χάριτος τῆς σής μετασχόντες, διεβόησαν πανταχοῦ, τῶν σῶν θαυμάτων θεοφόρε τήν δύναμιν, ἔνθεν πλεῖστοι προσῆλθον σοι, σύν σοι Πάτερ Χριστῷ βοῶντες·

Ἀλληλούϊα.

Λάμπων ἐν Ἀργολίδι, ἰσαγγέλῳ ἀσκήσει, Μονήν Πάτερ ἀγίαν ἐγείρεις, ἐν ἡ Μοναστῶν ὑφηγητής, καί ὑποφήτης θεῖος ἐχρημάτισας, Θεῶ γάρ καθωδήγησας, τούς φοιτητάς σου ἐκβοῶντας·

Χαῖρε, φωτός ἀΰλου ταμεῖον·
Χαῖρε, θεσμῶν ὁσίων πυξίον.
Χαῖρε, τῆς ἐξ ἔργων σοφίας προτύπωσις·
Χαῖρε, τῆς μελλούσης ἀξίας προδήλωσις.
Χαῖρε, κλῆμα τό κατάκαρπον τῆς ἀσκητικῆς ζωῆς·
Χαῖρε, πλοῦτος θεοβράβευτος κοινωνίας θεϊκῆς.
Χαῖρε, ὅτι ἐδείχθης Μοναζόντων ἀλείπτης·
Χαῖρε, ὅτι πασχόντων τάς ψυχάς ἀγαθύνεις.
Χαῖρε, σοφῶς ἰθύνων πρός Κύριον·
Χαῖρε, χαράν βραβεύων σωτήριον.
Χαῖρε, παθών ἰσχυρός καθαιρέτης·
Χαῖρε, ἐχθρῶν νοητῶν καταπέλτης.

Χαίροις Πάτερ Θεοδόσιε.

Μέγας ἐν τῆ ἀσκήσει, καί πολύς ἐν φρονήσει, ἐδείχθης Θεοδόσιε Πάτερ. Ἐντεῦθεν μειζόνων ἀμοιβῶν, παρά Θεοῦ ἠξιώθης μακάριε, εὐεργετῶν τούς ἅπαντας, καί συγκινῶν Κυρίῳ ψάλλειν˙

Ἀλληλούϊα.

Νύκτωρ κατ’ ὄναρ ὤφθης, τῷ θεόφρονι Πέτρῳ ἐκφαίνων σου τόν ὅσιον βίον. Ὅς τῆ ὁράσει καταπλαγείς, Τριάδος σε θεράποντα ἐκήρυττε. Μεθ’ οὐ Πάτερ ἱκέτευε, ὑπέρ ἡμῶν τῶν σοι βοώντων·

Χαῖρε, χαρίτων θείων ἑστία·
Χαῖρε, ὁσίων πόνων κινύρα.
Χαῖρε, Παρακλήτου ὑπέρτιμον σκήνωμα·
Χαῖρε, μοναζόντων ἀκλόνητον στήριγμα.
Χαῖρε, ὅτι διαλέλυκας τῶν σκανδάλων τήν ἀχλύν·
Χαῖρε, ὅτι ἐβεβαίωσας Πέτρον τόν θεοειδῆ.
Χαῖρε, εὔοσμον κρίνον ἀρετῶν οὐρανίων·
Χαῖρε, ἄρωμα θεῖον ἐξ ἱδρώτων ἁγίων.
Χαῖρε, ὀσμή τῆς θείας ἀσκήσεως·
Χαῖρε, ἀκτίς μεθέξεως κρείττονος.
Χαῖρε, δι’ οὐ οἱ Ἀργεῖοι σκιρτῶσι·
Χαῖρε, πρός ὀν Ναυπλιεῖς ἐκβοῶσι.

Χαίροις Πάτερ Θεοδόσιε.

Ξενωθείς τῆ σή ὄψει, καί τοῖς ῥήμασι Πάτερ, ὁ Βύζαντος κλεινός Ποιμενάρχης, ὡς κατεῖδε σε ξενοπρεπώς, τοῦ σου βίου ἠγάσθη τήν λαμπρότητα, καί ἔνθους ανεκραύγαζε, τῷ σε δοξάσαντι Κυρίῳ·

Ἀλληλούϊα.

Ὅλος ἔκθαμβος ὤφθη, Πέτρος ὁ θεοφόρος, ὦ τόπῳ συνηντήθηκε Πάτερ. Ἄνθρακας γάρ κρατῶν ταῖς χερσίν, αφλέκτως τῷ ἱματίῳ σου Ὅσιε, θυμίαμα προσήγαγες, εὐλαβῶς τούτῳ ἐκβοῶντι·

Χαῖρε, λαμπάς ὁσίων καμάτων·
Χαῖρε, πυρσός πλουσίων θαυμάτων.
Χαῖρε, ζωηφόρου πυρός ευναστήριον·
Χαῖρε, ψυχοφθόρων σκανδάλων σβεστήριον.
Χαῖρε, ἄνερ θεοφόρητε, τῶν Ὁσίων καλλονή·
Χαῖρε, ὄργανον τῆς χάριτος, καί πασχόντων προσφυγή.
Χαῖρε, ὅτι τῷ Πέτρῳ συνεδέθης τῷ θείω·
Χαῖρε, ὅτι ἐχρίσθης ἱερέων τῷ μύρω.
Χαῖρε, σεπτῶν ἀρετῶν γεώργιον·
Χαῖρε, ἠθῶν ἀγαθῶν λαμπάδιον.
Χαῖρε, δι’ οὐ ἅπαν σκάνδαλον φεύγει·
Χαῖρε, πρός ὀν πᾶς νοσῶν καταφεύγει.

Χαίροις Πάτερ Θεοδόσιε.

Περιβόητος πᾶσιν, ἀρετῶν τῆ ἐκφάνσει, καί πλήθεσι θαυμάτων ωράθης. Καθάρας γάρ θεόφρον τόν νοῦν, τῆς θεϊκῆς ἐπληρώθης ἐλλάμψεως, πᾶσι παρέχων τά πρόσφορα, Θεοδόσιε κραυγάζων·

Ἀλληλούϊα.

Ῥᾷον Πάτερ ἀνύσας, ἐγκρατείας τούς πόνους, μετέστης πρός τήν ἄπονον λῆξιν, τήν σήν ἀνάλυσιν προϊδών, πρό τριῶν ἡμερῶν Ἁγίῳ Πνεύματι, καί πρός Θεόν ἀνέδραμες, εὐλογῶν τούς σοι ἐκβοῶντας·

Χαῖρε, Ὁσίων τῶν πάλαι ἴσος·
Χαῖρε, Πατέρων ἐνθέων τύπος.
Χαῖρε, δωρημάτων ἁγίων κειμήλιον·
Χαῖρε, εὐσεβούντων θερμόν καταφύγιον.
Χαῖρε, ὅτι τήν σήν κοίμησιν προηγόρευσας σαφῶς·
Χαῖρε, ὅτι μεταβέβηκας ἐκ τῆς γῆς πρός οὐρανόν.
Χαῖρε, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος·
Χαῖρε, τῶν φοιτητῶν σου ὁδηγός θεοφόρος.
Χαῖρε, ζωῆς ἀλήκτου συμμέτοχος·
Χαῖρε, χαράς τῆς ἄνω συνέστιε.
Χαῖρε, ὀρῶν ἀθεάτων τά κάλλη·
Χαῖρε, κακῶν διαλύων τά βάρη.

Χαίροις Πάτερ Θεοδόσιε.

Σήν ὡς ἔγνωσαν Πάτερ, φοιτητῶν σου ὁ δῆμος, μετάστασιν ἐν θρήνοις ἐβόων. Πού καταλίπῃ τανῦν ἡμᾶς, οὕς ὧδε ὡς Πατήρ καλός συνήγαγες. Ἀλλ’ ὅμως Πάτερ Ὅσιε, ἄνωθεν σκέπε τούς βοῶντας·

Ἀλληλούϊα.

Τῆ ὁσία ταφή σου, ὁ μακάριος Πέτρος, συνῆλθε σύν πάσῃ Ἐκκλησία, καί ὕμνοις καί ᾠδαῖς πνευματικαῖς, προέπεμψαν τό ἅγιον σκῆνος σου, μεθ’ ὤν, ὦ Θεοσόσιε, βοώμέν σοι ἐν εὐλαβείᾳ·

Χαῖρε, τό κλέος τῶν Ἀθηναίων·
Χαῖρε, τό σθένος τῶν Ναυπλιέων.
Χαῖρε, τῶν Ἀργείων σεμνόν ἐγκαλλώπισμα·
Χαῖρε, Ἀργολίδος ἀπᾴσῃς τό σέμνωμα.
Χαῖρε, ὅτι τῶν καμάτων σου δρέπῃ ἤδη τούς καρπούς·
Χαῖρε, ὅτι βλύζει ἅπασιν ἰαμάτων ποταμούς.
Χαῖρε, Πελοποννήσου ουρανόφωτος στῦλος·
Χαῖρε, τῶν μοναζόντων θεοφώτιστος λύχνος.
Χαῖρε, πολλῶν παραλύτων σύσφιγξις·
Χαῖρε, δεινῶς ἀβλεπτούντων ἴασις.
Χαῖρε, θυμόν ἀτακτούντων παιδεύων·
Χαῖρε, ὁρμήν δυσσεβούντων ἐλέγχων.

Χαίροις Πάτερ Θεοδόσιε.

Ὕμνον ἄδων Κυρίῳ, τόν τρισάγιον Πάτερ, ὁμοῦ σύν τοῖς Ἀγγέλοις αλήκτως, βλέψον ἐξ ὕψους νῦν ἐφ’ ἡμᾶς, ἐν ἀγάπη πατρική τά τέκνα σου. Καί δίδου ἡμῖν πάντοτε, τήν εὐλογίαν σου τοῖς βοῶσιν·

Ἀλληλούϊα.

Φύλαξ έσο καί σκέπη, τῆ ἀγία Μονή σου, θερμῶς ἀνακειμένη σοι Πάτερ. Ἰδού γάρ ὡς νοσσία ἀεί, ὑπό τάς πτέρυγας τάς σάς προστρέχομεν, ὡς ἄνω βελῶν τοῦ ὄφεως, ῥυώμεθα ἀναβοῶντες·

Χαῖρε, Μονῆς σου θερμός προστάτης·
Χαῖρε Κυρίου ὁ παραστάτης.
Χαῖρε, ὁ τοῖς πᾶσι παρέχων βοήθειαν·
Χαῖρε, ὁ ἑλκύων ἐχθροῦ τήν ἐπήρειαν.
Χαῖρε, ἀρωγός καί ἔφορος ποίμνης σου τῆς λογικῆς·
Χαῖρε, ὑποφήτης ἄριστος γεωργίας ψυχικῆς.
Χαῖρε, ὅτι θαλάσσης καταπαύεις τόν σάλον·
Χαῖρε, ὅτι διώκεις πάν γεῶδες καί φαῦλον.
Χαῖρε, στερρόν τῆς Μάνδρας σου ἔρεισμα·
Χαῖρε, σεπτόν τῶν τέκνων σου κλεῖσμα.
Χαῖρε, ἐν γῆ βοηθῶν καί θαλάσσῃ·
Χαῖρε, ταχύς εἰς ἀντίληψιν πᾶσι.

Χαίροις Πάτερ Θεοδόσιε.

Χάριν τήν πατρικήν σου, μηδαμῶς αποστήστης, παμμάκαρ ἀφ’ ἡμῶν τῶν σῶν τέκνων. Εἰ γάρ λειψάνων σου τῶν σεπτῶν, δι’ ἁμαρτίαν πάλαι ἐστερήθημεν, ἀλλ’ οὑν τῷ θείω τάφῳ σου, προσπίπτοντες Θεῶ βοῶμεν·

Ἀλληλούϊα.

Ψάλλοντες τοῦ σου βίου, τάς λαμπράς ἀριστείας, ἀεί τῆ σή προστρέχομεν σκέπη. Σύ γάρ Πατήρ ἡμῶν συμπαθής, καί ἡμεῖς Θεοδόσιε τεκνία σου, καί θεία σου χρηστότητι, πιστῶς θαρροῦντες ἐκβοῶμεν·

Χαῖρε, Ὁσίων καύχημα θεῖον·
Χαῖρε, Πατέρων τό ἐκμαγεῖον.
Χαῖρε, πρεσβευτά πρός Θεόν ἡμῶν κράτιστε·
Χαῖρε, ὁδηγέ τῶν τεκνίων σου ἄριστε.
Χαῖρε, ὅρμος ἀκλυδώνιστος τῶν ἐν σάλω πειρασμῶν·
Χαῖρε, τεῖχος ἀκαθαίρετον κατ’ ἐχθρῶν πολυειδῶν.
Χαῖρε, θεοδωρήτων δωρεῶν χορηγία·
Χαῖρε, τῶν σε ὑμνούντων ἀληθής προστασία.
Χαῖρε, δι’ οὐ παθών ἰαθήσομαι·
Χαῖρε, δι’ οὐ φωτός πληρωθήσομαι.
Χαῖρε, σεπτός ἰατήρ τῆς ψυχῆς μου·
Χαῖρε, θερμός ἀρωγός τῆς ζωῆς μου.

Χαίροις Πάτερ Θεοδόσιε.

Ὦ τρισόλβιε Πάτερ, Θεοδόσιε θεῖε, ὁμόσκηνε ἁπάντων Ἁγίων (ἐκ γ’)˙ δέχου ἡμῶν τάς φωνάς, καί πάρεχε ἑκάστῳ τά αἰτήματα, χαράς δε πλήρου κρείττονος, τούς εὐλαβῶς Θεῶ βοῶντας·

Ἀλληλούϊα.

Καί αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ’ Τῆ ὑπερμάχῳ.
Τῆ θεοσδότῳ δωρεά καλλωπιζόμενος Τῶν ἰαμάτων ἀναβλύζεις χάριν ἄφθονον Τοῖς προστρέχουσι τῆ σκέπη σου θεοφόρε. Ἀλλ’ ὡς δόξης κοινωνός τῆς ὑπέρ ἔννοιαν Μή ἐλλείπῃς πάσης θλίψεως λυτρούμενος τούς βοῶντας σοι, χαίροις Πάτερ Θεοδόσιε.

Δίστιχον·
Χαῖρε Θεοδόσιε σοι ἐκβοῶντα
Γεράσιμον δόσεσι πλούτισον θείαις.

 

Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Θεοδόσιο τον Νέο τον Ιαματικόν