Χαιρετισμοί εις τον Οσιομάρτυρα Τιμόθεο Κωσταμονίτου

Ποίημα Πορφυρίου Σιμωνοπετρίτου

†Εορτάζεται στις 12 Ιουνίου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Δράμετε πάντες ἀδελφοὶ ἵνα τιμήσωμεν, ἐν ἐτησίαις ἑορταῖς καὶ πανηγύρεσιν, Τιμοθέου τοῦ γέροντος, νέας ἀριστείας· νεομάρτυς γὰρ ὑπάρχων καὶ νεόαθλος, τῶν Ὁσίων ἀνεδείχθη ἱσοστάσιος, πρὸς ὅν κράξωμεν· Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Ἄξιον ἀνυμνῆσα, Τιμοθέου τοὺς ἄθλους, ἐκ πόθου Βεῤῥοιέων ὁ δῆμος (ἐκ γ΄). Συστήσαντες γὰρ ἑορτήν, ἁρμοδίως τὸ χαῖρε, ἐκ καρδίας προσφέρομεν, πάντες πρὸς αὐτὸν βοῶντες·

Χαῖρε, καρπὸς τοῦ Παύλου, εὐγενὴς Βεῤῥοιώτης·
χαῖρε, τῆς Ἐκκλησίας ἁπάσης, ἡ νέα μακαριότης.
Χαῖρε, τῆς συζυγίας γάμου λύσις τελεία·
χαῖρε, τῆς εὐκληρίας μοναστῶν πανδαισία.
Χαῖρε, πρόσθεσις χριστόλεκτος, ἐπουρανίου μονῆς·
χαῖρε, Ἀντωνίου ἔσχατος, μιμητὴς πατρώας γῆς.
Χαῖρε, ὁ καταλείψας εὐφορίαν πατρίδος·
χαῖρε, Ἀθωνιάδος καρπός, γνησίας μερίδος.
Χαῖρε, νέα προσθήκη Βεῤῥοιέων Ὁσίων·
χαῖρε, ὁ μιμητὴς πολιτείας τελείων.
Χαῖρε, ὁ ἀρνησάμενος πᾶσαν φροντίδα γεηρῶν·
χαῖρε, σκεῦος καθαρώτατον, νοημάτων θεϊκῶν.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Βέλτιστον δρόμον τρέχων, πεζοπόρος ἐν Ἄθῳ, τῶν Ὁσίων προστρέχεις τῷ δήμῳ· ἔνθεν δορκὰς ὥσπερ ὕδωρ ποθῶν, ἐρευνᾶς πάντα τόπον, Χριστόν ὕδωρ ζῶν ἵνα εὕρῃς· πρὸς Ὅν καὶ ἔρωτι τρωθεὶς ὁσιόαθλε, ἐν καρδίᾳ ψάλλεις·

Ἀλληλούϊα.

Γυμνωθεὶς ἐκ φροντίδων, μεριμνῶν τῶν τοῦ βίου, Χριστῷ προσκολλᾶται ἀῤῥήκτως. Ἐκεῖνος γὰρ αὐτὸν ἠλευθέρωσε, παγίδων τοῦ ἀλάστορος, καὶ νικητὴν ἐνέδειξε τὸν Ὅσιον, πρὸς ὅν καὶ ἡμεῖς, βοῶμεν ταῦτα·

Χαῖρε, γηΐνων φροντίδων ἀνώτερε·
χαῖρε, παγίδων τοῦ βίου ἀετὲ ὑπόπτερε.
Χαῖρε, ὁ ἐκλεξάμενος τὴν μερίδα Μαρίας·
χαῖρε, ὁ δοκιμάσας καὶ τῶν κόπων τῆς Μάρθας.
Χαῖρε Πάτερ, ἰδὼν καὶ τοῦ γάμου τὰ βάσανα·
χαῖρε, ὑπεριδὼν τὰ πάντα ὡς πρόσκαιρα.
Χαῖρε, ὁ ἐκλεξάμενος τέλους βίου ἐν Ἄθῳ·
χαῖρε, νῦν ὁ δωρούμενος φέγγος Πάτερ τῷ κόσμῳ.
Χαῖρε, Ἀθλητὰ ἀρετῆς ζυγῶν γάμου·
χαῖρε, νικητά, τῶν γηΐνων φροντίδων.
Χαῖρε, Πάτερ, ὁ χριστόλεκτος κλῆρος τῆς Θεοτόκου·
χαῖρε μάκαρ, προσφερόμενος ὥσπερ θῦμα τῇ Παρθένῳ.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Δυναμοῦται ὁ γέρων, ὑπομεῖναι γενναίως, μονοτρόπων ἀσκήσεως δρόμον· καὶ ἐν τέλει ὡς Μάρτυς κληθείς, χριστοφόρος, λαμπρὸς ἀναδέδεικται, κραυγάζων πρὸς Χριστὸν τό·

Ἀλληλούϊα.

Ἑρευνήσας δεόντως Ἀθωνίτιδα χώραν, καὶ πᾶσαν Μονήν τε καὶ Σκήτην, ἡσυχίας πέλων ἐραστής, τοῦ Στεφάνου τῇ μάνδρᾳ προσέρχεται, ἐν ᾗ καί συνεστώς, ἀκούει παρὰ πάντων ταῦτα·

Χαῖρε γέρων, νέον σέμνωμα Κώνσταντος θείας Μονῆς·
χαῖρε, τέλειον ἐκτύπωμα, τῆς Στεφάνου βιοτῆς.
Χαῖρε, ὁ ἀποκόψας κεφαλῆς τὰς σκοτίδας·
χαῖρε, σὺν τοῖς θριξὶ ἀλογίας σκεδάσας.
Χαῖρε Πάτερ, ἔρνος εὐθαλὲς εἶ καὶ γέρων τοῖς χρόνοις·
χαῖρε, καύχημα καὶ σέμνωμα καὶ ψυχῆς ὡριμότης.
Χαῖρε, ὁ ἀσκηθεὶς ἐν πολλαῖς ἐργασίαις·
χαῖρε, ὁ κρατυνθεὶς προσευχαῖς καὶ νηστείαις.
Χαῖρε, ὁ ἐμβαθύνας μετανοίᾳ τὰς ῥίζας·
χαῖρε, ὁ ἐκπετάσας ἀρετῶν κλάδους, Πάτερ.
Χαῖρε, ἀποταξάμενος τὴν ἐπίγειαν χώραν·
χαῖρε, νῦν ὁ εὑράμενος ἐπουράνιον κλῆρον.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Ζάλην πᾶσαν ἐκφεύγει, ὡς ὑπείκων καὶ πύκτης, Πρωτομάρτυρος τύπος καὶ σπέρμα. Ἐν Μονῇ γὰρ τῇ ἐκείνου ἀσκῶν, χαριτόβρυτον ψάλλει ᾠδὴν τῷ Χριστῷ τό·

Ἀλληλούϊα.

Ἦλθον ὅμως καὶ χρόνοι, ἐν συντόμῳ τῷ χρόνῳ, καὶ ἀλλόφυλοι θράσει τρανῷ, πρὸς τὸν κλῆρον τοῦ Ἄθω φθάνοντες, πολλοὺς μονοτρόπους εἰς δεσμὰ ἔφερον, ἐν οἷς καὶ ὁ Τιμόθεος, φυλακισθεὶς ἀκούει παρ’ ἡμῶν τοιαῦτα·

Χαῖρε, ὁ ἀποκόψας πᾶν γήϊνον θέλημα·
χαῖρε, ὁ ὑπακούσας τῆς Μονῆς σου τὸ πρόσταγμα.
Χαῖρε Πάτερ, τὰς ἐνέδρας τοῦ ἐχθροῦ μὴ φοβηθείς·
χαῖρε μάκαρ, ὑπακούσας πρὸς τὸν δρόμον τῆς σφαγῆς.
Χαῖρε, τοῦ Πρωτομάρτυρος, Μάρτυς καὶ στέφανος λαμπρός·
χαῖρε, ὁ μιμησάμενος τὰ παθήματα στεῤῥῶς.
Χαῖρε, τὴν δόξαν τρέχων ἵνα τύχῃς ἐκείνου·
χαῖρε, Στεφάνου θρέμμα τῆς Μονῆς οὐρανίου.
Χαῖρε ἀμνέ, ὁ σφαγεὶς ἀλλοπίστων μανίᾳ·
χαῖρε ἄρνα, κληθεὶς πρὸς μάνδραν οὐρανίαν.
Χαῖρε, δίκλωνον στέφος, ὁ στεφθεὶς σεμνὴν κάραν·
χαῖρε, ὁ κομισάμενος, ὑπακοῆς διπλᾶ γέρα.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Θέλων ἐφυλακίσθη, ὁ χριστόλεκτος Μάρτυς, ἐν τῇ πόλει τῆς Θεσσαλονίκης, καὶ ἐν Πύργῳ κλεισθεὶς παρὰ θάλασσαν, εὐγκρίτους ᾠδὰς τῷ Χριστῷ ἀνεβόα, σὺν πᾶσι τοῖς ἐξ Ἄθωνος, πατράσι κεκλεισμένος τότε τό·

Ἀλληλούϊα.

Ἰσχυρὸς ἀνεφάνη, ῥαβδισμοῖς καὶ βασάνοις, ὥστε τρέμειν οἱ τύραννοι πάντες. Γέρων γὰρ κεκμηκὼς ὤν, βαστάζει τὰς στερήσεις ἐν πείνῃ καὶ δίψει καὶ τῷ ξύλῳ πόδας σφαλισθείς, πρὸς ἄνω τρέχει τὰ βραβεῖα τάχιστα, ἅπερ λαβών καὶ παρ’ ἡμῶν ἀκούει ταῦτα·

Χαῖρε Πάτερ, ῥαβδίσας νοητῶς γραῖαν Ἄγαρ·
χαῖρε μάκαρ, νικήσας αἰσθητῶς τὸν Βελίαρ.
Χαῖρε, πείνῃ στομώσας τῆς ψυχῆς τὰς κινήσεις·
χαῖρε, δίψει ἀρδεύσας τοῦ νοὸς τὰς ἐλπίδας.
Χαῖρε, ξύλῳ προσδέσας τῆς σαρκὸς τὰς ὀρέξεις·
χαῖρε, πόδας κινήσας, σὺν χοροῖς τῶν Ἀγγέλων.
Χαῖρε, χεῖρας ἁπλώσας πρὸς οὐράνια κάλλη·
χαῖρε, κάραν κοσμήσας χριστολέκτῳ στεφάνῳ.
Χαῖρε, ἐπαναστάσεις τῶν παθῶν ἐκνευρώσας·
χαῖρε, τὰς ἀντιστάσεις τῶν ἐχθρῶν διαῤῥήξας.
Χαῖρε, ὁ χριστομάρτυς τοῦ Στεφάνου ὁ στέφανος·
χαῖρε, ὁ φυτοκόμος, ἀρετῶν καὶ ἰσάγγελος.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Κάραν τὴν θείαν τότε, προτεινόμενος ξίφει, δημίῳ ἐκκοπῇ ἐκθανοῦται. Ἀλλ’ Ἀγγέλων παροῦσα πληθύς, καταγράφει Ἀθλητῶν τὸ συμπλήρωμα, ἐν βίβλῳ ζώντων τὸν Τιμόθεον, σὺν τούτῳ δὲ καὶ ψάλλει τῷ Δεσπότῃ·

Ἀλληλούϊα.

Λέλυνται τότε πᾶσαι, αἱ ἐπίγειοι Πάτερ, ὀδύναι καὶ στρεβλώσεις τοῦ βίου. Τὰ βραβεῖα γὰρ τῶν ἀρετῶν, καὶ κηλίδες θείου δροσισμοῦ, τῶν αἱμάτων ῥεῖθρα ἐκπηγάζουσιν, ἐν Παραδείσῳ πάντα προσανέμενον·

Χαῖρε Πάτερ, ὡς Παράδεισον ζῶν ἐν τῇ φυλακῇ·
χαῖρε μάκαρ, τὴν ἄβυσσον πόνων σβύσας τῇ εὐχῇ.
Χαῖρε, δοξολογίαις ἀνυμνήσας τὸν Πλάστην·
χαῖρε, κατατροπώσας μιαιφόνων δυνάστην.
Χαῖρε, θαῦμα ὑπάρχων, συναθλούντων Πατέρων·
χαῖρε, καῦμα βασάνων, κραταιῶς ὑποφέρων.
Χαῖρε, τίμιον σπέρμα, Ἀθλητῶν τῶν ἀρχαίων·
χαῖρε, ἄνθος ὡραῖον, τῶν Ὁσίων Πατέρων.
Χαῖρε, μάργαρον πέμπον χριστοφόρους ἀκτῖνας·
χαῖρε, σβέσας τὸ θράσος καὶ στομώσας τοὺς κύνας.
Χαῖρε, καύχημα γένους, καὶ πατρίδος σου κλέους·
χαῖρε Πάτερ, δωρίζων τοῖς τιμῶσί σε σθένος.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Μάρτυς Πάτερ ἐγένου, ἐν Μονῇ σου πρωτίστως, ὑπακοῇ σεαυτὸν ἐκνεκρώσας, Διακόνου τοῦ πρώτου υἱός, τοῦ Στέφανου θάλλος τρυφερὸν γέγονας, δι’ ὅ νῦν σὺν ἐκείνῳ ᾄδεις μελωδῶν τό·

Ἀλληλούϊα.

Νικητής τροπαιοῦχος καὶ θεόστεπτος Μάρτυς, ἀνεδείχθης Τιμόθεε Πάτερ· καὶ ἀπόδειξις τούτου φανερά, ὁ φανεὶς Σταυρὸς ὁ χρυσαυγίζων καὶ νύκτα ὡς ἐν ἡμέρᾳ, λάμπων τοῖς λειψάνοις δι’ ὅ ἀκούεις·

Χαῖρε, φωτὸς προσευχῆς ἀπολαύσας·
χαῖρε, παθῶν τὰς ἐφόδους νικήσας.
Χαῖρε, θράση δαιμόνων ἐκνευρώσας τῷ πένθει·
χαῖρε, σάρκα δουλώσας τῶν δακρύων τὰ σθένει.
Χαῖρε, βλάστημα χώρας καρποφόρου τὸ θεῖον·
χαῖρε, κάρπωμα δόξης οὐρανίου ἐν βίῳ.
Χαῖρε, μένος νικήσας ἀοράτων ἐφόδων·
χαῖρε, νοῦν ἐξασκήσας, δι’ ἀμέτρων ἀγώνων.
Χαῖρε, θεῖον οἰκητήριον, Πνεύματος Ζωαρχικοῦ·
χαῖρε, νέον φυλακτήριον, ἐκ παγίδων τοῦ ἐχθροῦ.
Χαῖρε, σμήγμα ἀνδρείας καὶ θερμῆς μετανοίας·
χαῖρε, μῦρον τὸ χέων ταῖς καρδίαις ἀγνείας.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Ξένον τρόπον ἐφεῦρες, πρὸς τελείωσιν βίου, μιμηθεῖς πάντως πάλαι Ὁσίους, καὶ ἐν γάμῳ ἀσκηθεὶς πρότερον, μελανείμων ἀνεδείχθης ὕστερος, καὶ τέλειον μαρτυρίου στέφανον, ἀπείληφας καὶ ψάλλεις χαίρων·

Ἀλληλούϊα.

Ὅλην σου τὴν ἀνδρείαν, εἰ καὶ γέρων τοῖς χρόνοις, ἐκχέεις πρὸς ἀγάπησιν πόθῳ, Χριστοῦ τοῦ μόνου ἐραστοῦ Ἅγιε, καὶ εἰς ὀσμὴν μύρου Ἐκείνου ἔτρεχες, δακρύων ὄμβροις σμίγων αἵμασι καὶ λύθρον τούτων δῶρον πρὸς Αὐτὸν παρέδωκας· δι’ ὅ καὶ νῦν ἀκούεις·

Χαῖρε, εὔοσμος δόσις πρὸς Χριστὸν τὸν ὡραῖον·
χαῖρε, καῦμα καρδίας καὶ θυμίαμα νέον.
Χαῖρε, δένδρον ὡραῖον οὐρανίων λειμώνων·
χαῖρε, ἄνθη σκευάζων ἀρετῶν καὶ ἀγώνων.
Χαῖρε, δρόσῳ δροσίζων κεκμηκότας ἐν βίῳ·
χαῖρε, πόθον προσθέτων πρὸς ἀγῶνα τὸν θεῖον.
Χαῖρε, στάθμη ἀγώνων καὶ βραβεῖον τῆς νίκης·
χαῖρε, ὅτι ἐν ἄθλοις, νεολαίαν ῥωννύεις.
Χαῖρε Πάτερ, καὶ δεῖξον πατρικῶς τὴν στοργήν σου·
χαῖρε, πέμπων σὴν χάριν τοῖς σκιρτῶσι τιμῇ σου.
Χαῖρε, Βέῤῥοια κράζει καὶ οἱ δῆμοι ἐκείνης·
χαῖρε, γῆς Ἠμαθίας, πρεσβευτὰ τῆς εἰρήνης.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Πορφυρᾶν χλαῖναν φέρεις, κοσμηθεῖσαν ἐν Ἄθῳ, ἐν ἀσκήσει τὸ πρότερον Πάτερ. Στολισθεῖσα δὲ πάλιν λαμπρῶς, μαρτυρίου τῷ χρυσίῳ ὕστερον, ἐν λίθοις κατεκόσμησας βραβείων, δι’ ᾧ καὶ παρεστὼς Χριστῷ νῦν ψάλλεις·

Ἀλληλούϊα.

Ῥητορεύω σου βίου, κατορθώματα Πάτερ, καὶ τῶν ἄθλων πλέκω τὰς σειράς, ἄδων σοι ἐπαίνους τε καὶ ᾄσματα, δι’ ὧν στομοῦμαι κραταιῶς σήμερον, λαμβάνων θἀῤῥος ἐξ αὐτῶν καὶ ψάλλων ταῦτα·

Χαῖρε, ὁ λύσας φθαρτὴν συζυγίαν·
χαῖρε, πενθήσας κόσμου τὴν ἁμαρτίαν.
Χαῖρε, μιμητὰ Ἀντωνίου τοῦ νέου·
χαῖρε, μαθητὰ τοῦ σαλοῦ Νικοδήμου.
Χαῖρε, τέκνον εὐάριθμον Ἱερουσαλὴμ τῆς Ὁσίας·
χαῖρε, ἀσκήσεως τέκνων μιμητὴς ἐκείνης τελείας.
Χαῖρε, σὺν Ἀρσενίῳ, τέλειον σφάγιον μάκαρ·
χαῖρε, σὺν Γερασίμῳ, καταισχύνας γόνους Ἄγαρ.
Χαῖρε, Σκήτεως ἔρνος ἀνδρωθεὶς ἐν τῷ Ἄθῳ·
χαῖρε, ὅτι δρομαίως εἰσελθὼν Παραδείσῳ.
Χαῖρε, πάντων Ὁσίων Βεῤῥοιέων συμπλήρωμα·
χαῖρε, νέων Μαρτύρων καὶ πατρίδος θησαύρισμα.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Σεσωσμένος νῦν Πάτερ, εἰς αὐλὰς οὐρανίους, μέμνησο καὶ ἡμῶν θεοφόρε, ἐν ἀγῶσιν ὄντες βιοτῆς, πρὸς Χριστὸν νοητῶς στρέφομεν, πρὸς Ὅν καὶ πόθῳ, κράζομεν θερμῶς τό·

Ἀλληλούϊα.

Τείχισόν μου τὰς φρένας, τῇ θερμῇ σου πρεσβείᾳ, πρὸς Χριστὸν ὁσιώτατε Πάτερ· τεῖχος γὰρ τοῦ λαοῦ σου, προσευχαὶ τῷ Κυρίῳ καθίστανται, πατρικαί σου ἐνθέρμως δεήσεις. Λίθους γὰρ τῶν ἀρετῶν, τῇ τῶν δακρύων πήξει ἐστερέωσας, οὐρανομήκης γεγονὼς πύργος· διὸ καὶ παρ’ ἡμῶν ἀκούεις·

Χαῖρε, τεῖχος θεότευκτον τοῦ λαοῦ σου, θεόφρον·
χαῖρε, πύργος ἰσχύος τῷ θερμῶς σὲ ὑμνοῦντι.
Χαῖρε, κράτος καὶ σκέπη τῶν τιμώντων σὴν μνήμην·
χαῖρε, θώραξ καὶ σκῆπτρον ποδηγὸν τὴν σὴν ποίμνην.
Χαῖρε, ὅπλον κραταιότατον κατ’ ἐχθρῶν τῶν νοητῶν·
χαῖρε, προπύργιον ἄσειστον διαφυλλάσον τὸν λαόν.
Χαῖρε, ὁ παντευχίᾳ τοῦ Σταυροῦ ὁπλισμένος·
χαῖρε, ὡς πανοπλίαν, προσευχὴν περιβάλλων.
Χαῖρε, ξίφος ἐκτέμνον πᾶν νοὸς σαθρὸν κίνημα·
χαῖρε Πάτερ, πυκτεύων πᾶν τῆς νήψεως ἄθλημα.
Χαῖρε, παγκρατιάσας ἐν εἱρκτῇ καὶ ἀσκήσει·
χαῖρε μάκαρ, ὁ πνίξας τῶν δαιμόνων κινήσεις.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Ὑλακτοῦσιν ὡς κῦνες τῶν ἀπίστων οἱ γόνοι, Ἰσμαὴλ καὶ Κηδὰρ καὶ τῆς Ἄγαρ· μὴ γινώσκοντες γὰρ Χριστόν, οὐδὲ ὑμνεῖν ἀληθῶς τὸν Πατέρα ἔγνωσαν· ὅθεν οὐδὲ εἰπεῖν ἐν Πνεύματι Ἁγίῳ, τῇ Τρίαδι τολμῶσιν·

Ἀλληλούϊα.

Φῶς σταυρόσχημον Πάτερ, τοῖς λειψάνοις κατῆλθε, ἐκριφθεῖσιν τῆς πόλεως ἔξω· ἀλλ’ ἰδόντες τοῦτο οἱ κακοί, πρὸς ταφὴν παρέδωκαν αὐτά, παρὰ πιστῶν ἀνθρώπων, εἰδότων λέγει νῦν, πρὸς τὸ σὸν τοιαῦτα·
Χαῖρε, σῶμα μακάριον ναὸς ὄντος τοῦ Θεοῦ·

χαῖρε, λείψανον σεβάσμιον τέλους ἐκφαντορικοῦ.
Χαῖρε, σκήνωμα δόξης ἐπὶ γῆς, θεόφρον·
χαῖρε, πίστεως δένδρον ἀληθοῦς καρποφόρον.
Χαῖρε, σώματος, μάκαρ, διαρτίαν τιμήσας·
χαῖρε, Πνεύματι θείῳ πνεῦμα σὸν διαυγάσας.
Χαῖρε, πόνοις ἀτρύτοις ὕλην ὅλην ἁγνίσας·
χαῖρε, δάκρυσι πένθους τὴν ψυχὴν ὡραΐσας.
Χαῖρε, αἵματι πλύνας τῆς σαρκὸς τὰς κηλῖδας·
χαῖρε, κάρας τμηθείσης τὸν Χριστὸν εὐαρεστήσας.
Χαῖρε, δίστεπτε Μάρτυς μοναζόντων τὸ κλέος·
χαῖρε Ὅσιε Πάτερ, τῶν δαιμόνων τὸ δέος.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Χάριτας νῦν προχέει, μαρτυρίου σου μνήμη, πιστοῖς τοῖς σὲ τιμῶσιν ἀξίως, ἑορτὴ γὰρ συνέστη νεωστί, καὶ πατρῖδος παῖδες προφανῶς χαίρουσι, ὑμνοῦντες πόθῳ δὲ σοὺς ἄθλους, ἐν κατανύξει ᾄδουσι Χριστῷ τό·

Ἀλληλούϊα.

Ψάλλομεν καὶ κροτοῦμεν καὶ κινοῦμεν τοὺς πόδας, χορευτικῶς τῇ σῇ μνήμῃ θεόφρον. Ἐκκλησία χαῖρει καὶ πατρίς, ἅπασα κυκλοῦσι τὴν εἰκόνα σου καὶ ἐκ καρδίας, αἶνον μυστικὸν προχέει τόνδε·

Χαῖρε, κρουνὲ καὶ χαρᾶς δοχεῖον·
χαῖρε, λύχνε φαίνων καρδιῶν ταμεῖον.
Χαῖρε, ὄμμα καὶ χεῖρας πρὸς Χριστὸν ἀνατείνων·
χαῖρε, βλέμμα καί πόδας τῇ εὐχῇ ἱλαρύνων.
Χαῖρε, παῖδας ἰθύνων πρὸς ζωὴν ἀληθείας·
χαῖρε, πρέσβεις διδάσκων τὴν ὁδὸν μετανοίας.
Χαῖρε, Μάρτυς ἀγάπης τῆς Παρθένου καὶ λάτρα·
χαῖρε, Ἄθωνος χώρας προσευχῆς μυστολέκτα.
Χαῖρε Πάτερ, τρυγήσας τοὺς καρποὺς ἡσυχίας·
χαῖρε, ὁ ἐφαρμόσας ἐντολὰς τὰς τελείας.
Χαῖρε, πρόσθεσις νέα μοναστῶν καὶ Μαρτύρων·
χαῖρε, καύχημα μέγα πρὸς Βεῤῥοίας τὸν κλῆρον.

Χαίροις Ὁσιομάρτυς Τιμόθεε.

Ὦ χριστάρδευτε Μάρτυς, Βεῤῥοιέων ὁ δῆμος, κυκλῶν σὴν εἰκόνα κραυγάζει (γ΄)· καὶ ὡς γόνον Ὁσίων ἀνυμνεῖ, τὸν ἰδίῳ τῷ αἵματι ἀρδευθέντα Τιμόθεε, προστάτην δὲ καὶ πρέσβυν πρός Χριστον, προβάλλει σὲ ψάλλων τό·

Ἀλληλούϊα.

Στίχοι·
Ἔληξε πέρας ὕμνων τῷ Τιμοθέῳ·
Μαρτίου ὀγδόῃ ἀγομένῃ πρὸς ὄρθρον.
Τὸ χαῖρε πάλιν συῤῥάπτει ἐκείνῳ·
Πορφύριος ἔτει δισχιλιοστῷ πρώτῳ·
ἐν μάνδρᾳ Σίμωνος Πέτρᾳ τοῦ Ἄθω.

 

Πηγή