Χαιρετισμοί εις τους  Αγίους και Πρωτοκορυφαίους Αποστόλους Πέτρου και Παύλου

Ποίημα του εν Αγίοις Πατρός ημών Νικόδημου του Αγιορείτου

Κοντάκιον. Ἦχος πλ. δ’. Τῆ ‘Ὑπερμάχῳ…..
Τούς σύν ἀνθρώποις πρίν φανέντας αγγελόφρονας, καί σύν Ἀγγέλοις Θεούς ἤδη χρηματίζοντας,
Ἀγγελικοῖς ἄσμασι καί θεοπρεπέσιν, Ἀποστόλων τούς ἐξάρχους εὐφημήσωμεν, Ὦς σωτῆρας τῶν ψυχῶν ἡμῶν ὑπάρχοντας, Χαῖρε κράζοντες, Πέτρε, Παύλε Ἀπόστολοι.

Ἄναρχος ὤν τῷ χρόνῳ, ἀρχήν εἴληφε χρόνου, ὁ χρόνων Ποιητής Θεός Λόγος  (ἐκ γ’.) καί πεμφθείς ἡμῖν πρός τοῦ Πατρός, Ἀπόστολος ἄκρος σε Πέτρε δείκνυσι, πρωτόθρονον Ἀπόστολον δι’ ὁ προσαγορεύομεν σε.

Χαῖρε, χοροῦ μαθητῶν ἀκρότης
χαῖρε, Χριστοῦ ἀπορρήτων μύστης
Χαῖρε, Θεολόγων ἁπάντων ὑπέρτατε
χαῖρε, οἰκονόμων τοῦ Πνεύματος πρώτιστε
Χαῖρε, ὅτι ἀπεκάλυψεν ὁ Πατήρ σοι τόν Χριστόν
χαῖρε, ὅτι ἀνεκήρυξας Τοῦτον ἀληθῆ Θεόν
Χαῖρε, ἀρραγεστάτῃ πέτρα τῆς Ἐκκλησίας
χαῖρε, βασιμωτάτη κρηπίς ὁμολογίας
Χαῖρε, ἀρχή στοιχειώδης Πίστεως
χαῖρε, φωστήρ Οὐρανίου γνώσεως
Χαῖρε, δι’ οὗ ὁ Χριστός ἐδοξάσθη
χαῖρε, δι’ οὐ ὁ Σατάν κατῃσχύνθη

Χαῖρε Πέτρε Ἀπόστολε.

Βλέμμα τό νοερόν σου ἐκκαθάρας, εἰσέδυς εἰς κόλπους τούς πατρῴους ὦ θαῦμα! καί εἶδες ἐν αὑτοῖς τόν Χριστόν, ανομμάτως Πέτρε Θεόν συνάναρχον, Πατρί τε καί τῷ Πνεύματι, κηρύττων Τοῦτον καί κραυγάζων

Ἀλληλούια.

Γνώσεως ἀπροσίτοις, ἐλλαμφθείς φρυκτωρίαις, φωτός ἐν Οὐρανῶ σοι ὀφθέντος, καί νικῶντος ἠλίου φώς, ἀνειλκύσθης Παύλε πρός Πίστιν ἔνθεον καί σκεῦος ἐχρημάτισας τῆς ἐκλογῆς δι’ ὁ ἀκούεις
Χαῖρε, φωτός ἀπλέτου διόπτρα

χαῖρε, Χριστοῦ μυστηρίων μύστα
Χαῖρε, Ἐκκλησίας ὁ ῥήτωρ ὁ εὔλαλος
χαῖρε, οἰκουμένης ὁ κῆρυξ ὁ πάνσοφος
Χαῖρε, ὦ Κόσμος ἐσταύρωται, ὅτι ἐν σοι ζῆ Χριστός
χαῖρε, ὅς Κόσμῳ ἐσταύρωσαι, ὅτι σύ ζεῖς ἐν Χριστῷ
Χαῖρε, ὅτι ἀνέβης Οὐρανοῦ ἕως τρίτου
χαῖρε, ὅτι ἡρπάγης εἰς πλάτος Παραδείσου
Χαῖρε, Ἐθνῶν ὁ μέγας Διδάσκαλος
χαῖρε, πιστῶν Πατήρ διά Πνεύματος
Χαῖρε, δι’ οὐ ὁ Κόσμος ἐφωτίσθη
χαῖρε, δι’ οὗ τό σκότος ἀπηλάθη

Χαῖρε Παύλε Ἀπόστολε.

Διαβάς τήν τῶν ὄντων φύσιν πᾶσαν ὦ Παύλε, Χριστῷ τῷ ἐραστῷ ἐκολλήθης, καί ὤφθης μετ’ Αὑτοῦ Πνεῦμα ἐν, Χριστῷ ζῶν μόνῳ, Χριστοῦ ἐρῶν, Χριστόν ἡγούμενος πνοήν καί φώς καί ἔρωτα, καί ψάλλων Τούτῳ

Ἀλληλούια.

Εἰσελθών θεωρίας τόν ὑπέρφωτον γνόφον, ἐνέβαψας τά χείλη σου, Πέτρε• καί θεώσεως πρῶτος πλησθείς, τοῦ ἐνθέου δώρου ἡμῖν μετέδωκας, σοῖς θεογράφοις ῥήμασι δι’ ὁ σοι προσφωνοῦμεν ταύτᾳ.

Χαῖρε, Θεέ Θεῶ ἡνωμένε
χαῖρε, Φωτός ἀνεσπέρου γόνε
Χαῖρε, ἁλιεῦ τῶν ἁλιέων ὄρχαμε
χαῖρε, Οὐρανέ τῶν Οὐρανῶν ἀνώτερε
Χαῖρε, ὅτι θείας φύσεως ἀνεδείχθης κοινωνός
χαῖρε, ὅτι θεούς ἔδειξας τῶν ἀνθρώπων τούς υἱούς
Χαῖρε, τῆς Ἐκκλησίας σύμβουλε ἀναγκαῖε
χαῖρε, τῆς Χριστοῦ Ποίμνης προστάτα γηραλέε
Χαῖρε, νοῶν τερπνότατον ἥδυσμα
χαῖρε, βροτῶν τό θεῖον ἐντρύφημα
Χαῖρε, δι’ οὐ ἡ Πίστις εφηπλώθη
χαῖρε, δι’ οὗ ἡ πλάνη κατηργήθη

Χαῖρε Πέτρε Ἀπόστολε.

Ζωῆς ῥήματα ἔχεις αἰωνίου ὁ Πέτρος, τῆ Πέτρα τῆς ζωῆς ἀνεβόα καί ἡμεῖς πρός τίνα ἐκτός Σοῦ, ἀπελευσόμεθα καί ζησόμεθα; τό φίλτρον ἐνδεικνύμενος τό περί τόν Δεσπότην, κράζων

Ἀλληλούια.

Ἡρπάγης εἰς τά ὕψη αἰωνίων ὀρέων, καί ἔξω πάντων γέγονας Παύλε, αἰσθητῶν ὁμοῦ καί νοητῶν, οὑκ ἐν διανοίᾳ ἀλλ’ ἐν τῷ Πνεύματι σύν ὕλη ἡ ὡς ἄϋλος, ὁ Θεός οἵδε δι’ ὁ κράζω

Χαῖρε, Χριστοῦ ὁ μανικός ἔρως
χαῖρε, Θεοῦ ὁ γνήσιος φίλος
Χαῖρε, ἁρπαγῆς ὁ γνωρίσας μυστήριον
χαῖρε, σιωπῆς νοεράς ἐργαστήριον
Χαῖρε, ὅτι πάντα σκύβαλα ἥγησαι διά Χριστόν
χαῖρε, ὅτι πάντα γέγονας, ἶνα σώσης τούς πολλούς
Χαῖρε, Θεοῦ σοφίας πολυχώρητον σκεῦος
χαῖρε, κύκλον ἐν κύκλῳ δείξας Χάριν ἐν Νόμῳ
Χαῖρε, πυκνόν Χριστοῦ ἀδολέσχημα
χαῖρε, γλυκύ Ἰησοῦ μελέτημα
Χαῖρε, οἷς μέν ὀσμή ζωηφόρος
χαῖρε, οἷς δε ὀσμή τοῦ θανάτου

Χαῖρε Παύλε Ἀπόστολε.

Θεουργεί καθ’ ἑκάστην τούς ἀνθρώπους ὦ Παύλε, σεπτῶν ἐπιστολῶν σου τά φῶτα δι’ ὤν οἱ γνωστικοί ἀληθῶς, μεταμορφούμενοι πρός ξένην θέωσιν, τήν δόξαν, ὡς τις ἔφη, κατοπτρίζονται Θεοῦ, βοῶντες

Ἀλληλούια.

Ἴδιον οὑκ ἐκτήσω ἐπί γῆς Σίμων Πέτρε, χρυσόν οὑκ ἄργυρον εἰς τήν ζώνην. Ἰησοῦ δε Ὄνομα φρικτόν ἔχων διεδίδως προῖκα μακάριε, καί δι’ Αὑτοῦ τά θαύματα ἐνήργεις τοῖς βοῶσι τάδε

Χαῖρε, ψυχῆς ξένη ἀμβροσία
χαῖρε, σαρκός νεκταρῶδες πόμα
Χαῖρε, ἀβλεπτούντων τό θεῖον κολλούριον
χαῖρε, ἀσθενούντων ξενήκουστον φάρμακον
Χαῖρε, ὅτι ζῶσαν ἤγειρας τήν θανοῦσαν Ταβιθάν
χαῖρε, ὅτι νεκράν ἔδειξας τήν Σάπφειραν πάραυτα
Χαῖρε, ὁ Ἀνανίαν νεκρόν ἄφνω ποιήσας
χαῖρε, ὁ λόγῳ μόνῳ τόν παράλυτον σφίγξας
Χαῖρε, πηγῇ ὑγείαν προχέουσα
χαῖρε, κρουνέ βλυστάνων ἰάματα
Χαῖρε, σκιά ὁ νόσους ἀπελάσας
χαῖρε, εὐχή ὁ Σίμωνα νεκρώσας

Χαῖρε Πέτρε Ἀπόστολε.

Κατεθέλχθης τῷ κάλλει, τῆς Θεότητος, Πέτρε, Χριστοῦ τῆς ἀστραψάσης ἐν ὄρει δι’? ὅ εστολισμένην ὀρῶν νυμφικώς ἀπείρου φωτός ἐλλάμψεσι, καλόν ἔστιν ὧδε μένειν, ἐκστατικώς ἐβόας, ψάλλων.

Ἀλληλούια.

Λόγους τούς ἀποκρύφους τῶν ὑψίστων δογμάτων, Χριστοῦ οἰκονομίας ὦ Παύλε, ἐκ τῶν ἀδύτων προενεγκών, ἑρμηνεύεις τούτους ὐπερφυέστατα, τούς πιστούς διεγείρων, σύν θαύματι ἀναβοᾶν σοι

Χαῖρε, κλεινόν θαῦμα Ἀποστόλων
χαῖρε, Καινῆς Γραφής καλλιστεῖον
Χαῖρε, θεοπνεύστων λογίων ἡ ἄβυσσος
χαῖρε, θεοσόφων νοημάτων πέλαγος
Χαῖρε, θείας ἐνσαρκώσεως ὑψήγορε ἑρμηνεῦ
χαῖρε, βίβλε θεοχάρακτε δυσαντίβλεπτε νοῖ
Χαῖρε, θεῖε ταμία θησαυρῶν Οὐρανίων
χαῖρε, ἡ ἀναγκαία ὕλη τῶν Διδασκάλων
Χαῖρε, λαβών τά Ἔθνη εἰς σχοίνισμα
χαῖρε, πυκνά τελέσας τεράστια
Χαῖρε, Χριστοῦ Ὄνομα ὁ βαστάσας
χαῖρε, σκηνῆς ἀρχιτέκτων τῆς νέας

Χαῖρε Παύλε Ἀπόστολε.

Μέγα θαῦμα ωράθη, ἐν τῷ τέλει τῆς θείας ζωῆς σου ὦ μακάριε Παύλε τμηθεῖσα γάρ σου ἡ κεφαλή, τρισσάκις εἰς ὕψος ἥλατο, τοῖς ἄλμασιν ὡς ἄσμασιν, αἰνοῦσα τήν Τριάδα οὕτως

Ἀλληλούια.

Νέον λαόν εἰργάσω, διά Πνεύματος θείου, λαόν τόν παλαιόν Ἰουδαίων, θεογενεσίας τῷ λουτρῷ, ἐγκαινίσας τούτους Πέτρε ἀοίδιμε, καί οἴκους ἐνδειξάμενος τῆς Χάριτος, οὕτω βοῶντας

Χαῖρε, σκιάς Νόμου καθαιρέτα
χαῖρε, στερρά στήλη ἀληθείας
Χαῖρε, Ἰσραήλ ὁ ἐκστήσας τοῦ γράμματος
χαῖρε, ὁ Χριστῷ τοῦτον δήσας ἐν Πνεύματι
Χαῖρε, ὅτι τῆς Θεότητος τό φώς εἶδες ἐν Θαβώρ
χαῖρε, ὅτι ἄλλος γέγονας ἥλιος ὁλολαμπής
Χαῖρε, φωτός νεφέλης ἔνδον ὁ εἰσχωρήσας
χαῖρε, φωνῆς Πατρῴας ἀκουστής χρηματίσας
Χαῖρε, λαβῶν τόν Νόμον τοῦ Πνεύματος
χαῖρε, κληθείς πρός Χριστοῦ μακάριος
Χαῖρε, πλούτων αὐθεντίαν ἐν λόγοις
χαῖρε, πιστούς ἐν ὑπομονή σώσας

Χαῖρε Πέτρε Ἀπόστολε.

Ξένως ἐπί τοῦ ὄρους, διπλοῦν ἔπαθες πάθος, κατ’ αἴσθησιν καί νόησιν Πέτρε νικηθέντων γάρ φωτός τῆ προσβολή, σῶν φυσικῶν μόνος Θεός ἐφαίνετο, διά ψυχῆς καί σώματος• Ὦ καί πρηνής ἐβόας ἔνθους

Ἀλληλούια.

Οὐρανός ἀνεδείχθης νοητός, Θεοῦ δόξαν τοῖς πᾶσι διηγούμενος Παύλε καί φθόγγος σου εἰς πᾶσαν γῆν ἐξῆλθε, κηρύττων Τριάδα ἄκτιστον, καί Θεοῦ Υἱόν τόν Χριστόν, τοῖς Ἔθνεσιν, οὕτω βοῶσι

Χαῖρε, πλούτων Πνεύματος τά βάθη
χαῖρε, αύχών* τήν ἄληστον γνῶσιν
Χαῖρε, τῆς Τριάδος ὁ οἶκος ὁ πάνσεπτος
χαῖρε, τῆς δυάδος τῶν φύσεων τέμενος
Χαῖρε, πλάτος ἀπερίληπτον τῆς ἀγάπης τῆς διπλῆς
χαῖρε, μῆκος προαιώνιον τοῦ θείου Προορισμοῦ
Χαῖρε, θεολογίας τό ἀπρόσιτον ὕψος
χαῖρε, οἰκονομίας ἀθεώρητον βάθος
Χαῖρε, βουλῶν Θεοῦ τηλεσκόπιον
χαῖρε τραχύ ὄρος ἀποκαλύψεων
Χαῖρε, τό πῦρ ὅλης τῆς θεοπτίας
χαῖρε, βαθύ φρέαρ θεοσοφίας

Χαῖρε Παύλε Ἀπόστολε.

Πόθῳ τούς ἀπυθμάντους ψηλαφήσας κευθμῶνας, βυθοῦ τοῦ ἀνωτάτω ὦ Παύλε, εὗρες μαργαρίτας ἐν αὑτοῖς, σιγήν νοεράν ἔκπληξιν τε ἔκστασιν, κατάπαυσιν, ἀνάπαυσιν, χαράν μετά τοῦ ὑποψάλλειν οὕτως

Ἀλληλούια.

Ῥήτορας κενολόγους, καί σοφούς ὡς ἀσόφους ἔδειξεν ὁ ἰδιώτης Πέτρος, τῆ θεοσοφία στομωθείς, καί πυρίνη γλώσσῃ τοῦ Θείου Πνεύματος ἐγείρων τούς πιστεύοντας, βοᾶν αὑτῷ ἀπό καρδίας

Χαῖρε, σεπτόν Παρακλήτου στόμα
χαῖρε, πυρί στομωθείσα γλῶσσα
Χαῖρε, τῆς σοφῶν σοφίας ἡ κατάργησις
χαῖρε, συνετῶν συνέσεως ἀθέτησις
Χαῖρε, Πέτρε χαριέστατε, ἡ λευκῇ περιστερᾷ
χαῖρε, πίναξ θεομόρφωτε, πάντων τῶν μακαρισμῶν
Χαῖρε, τῆς Βασιλείας Οὐρανῶν ὁ κλειδοῦχος
χαῖρε, τῶν Μυστηρίων τοῦ Χριστοῦ ταμιοῦχος
Χαῖρε, πιστῶν τό πολιόν φρόνημα
χαῖρε, κλεινόν τῆς Χάριτος ἄγαλμα
Χαῖρε, πυρός ἔξαλμα οὐρανίου
χαῖρε, φωτός μύημα ἀδιδάκτου

Χαῖρε Πέτρε Ἀπόστολε.

Σύμβολον τῆς ἀγάπης, ὁ Χριστός τῆς ἰδίας, νομήν τήν τῶν προβάτων δεικνύων, εἰ φιλεῖς με Πέτρε ἔφη σοι, ποίμαινε προθύμως τά ἐμά πρόβατα• ἆ καί χαίρων ἐποίμανας, δι’ ἀγάπησιν θείαν, κράζων.

Ἀλληλούια.

Τί μοι πλοῦτος καί δόξα, καί τρυφῇ φθειρομένη; βοᾶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία ἐμοί πλοῦτος καί δόξα καί τρυφῇ, ὁ Παύλος ὑπάρχει ἡδύ φθεγγόμενος, καί ῥητορεύων ὕψιστα ὄν καί κατασπαζομένη κράζω

Χαῖρε, ἡ σάλπιγξ τῆς ἀληθείας
χαῖρε, κιθάρα θεολογίας
Χαῖρε, ἀηδών οὐρανοῦ ἡ ἡδυλάλος
χαῖρε, χελιδών τοῦ Χριστοῦ ἤ πολύφωνος
Χαῖρε, λύρα μελῳδήσασα Εὐαγγέλιον Λουκᾶ
χαῖρε, ὄργανον πνεόμενον Παρακλήτου ταῖς πνοαῖς
Χαῖρε, γλῶσσα πυρίπνους, ἤ τά θεία βροντῶσα
χαῖρε, νάβλα κιννύρα, καί τοῦ Πνεύματος Μοῦσα
Χαῖρε, σεμνόν ὠτίων μου ἥδυσμα
χαῖρε, ἐμῶν κροτάφων ἀνάπαυλα
Χαῖρε, δι’ οὐ τῶν εἰδώλων ἐρρύσθην
χαῖρε, δι’ οὐ τῷ Χριστῷ προσηρμόσθην

Χαῖρε Παύλε Ἀπόστολε.

Ὑπερβάς τήν τῆς ὕλης ἀτακτοῦσαν δυάδα, Δυάδα Χριστοῦ φύσεως ἔγνως καθαρθείς δε ψυχῆς τό τριμερές, τῆς Τριάδος ὤφθης ἐπόπτης ἄϋλος, ἄϋλος συγγιγνόμενος, καί ψάλλων Παύλε ἐκ καρδίας ταύτῃ

Ἀλληλούια.

Φώς τό πρῶτον σε Πέτρε, ἐκ Παρθένου ἐκλάμψαν, φώς δεύτερον ἀνέδειξε κόσμῳ, ταῖς φαεινοτάταις ἀστραπαῖς τῆς θεογνωσίας, αὐγάζον ἅπαντας, καί διεγεῖρον ὕμνοις σε χαριστηρίοις ἀναμέλπειν

Χαῖρε, τό φώς τῶν ἐσκοτισμένων
χαῖρε, ὀδός τῶν πεπλανημένων
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ κῆρυξ πρώτιστε
χαῖρε, Παθημάτων Αὑτοῦ μάρτυς ἄριστε
Χαῖρε, ὅτι ᾄδου κάθοδον σαφηνίζεις μόνος σύ
χαῖρε, ὅτι τήν Ἀνάστασιν πρῶτος ἤγγειλας λαοῖς
Χαῖρε, δημηγορήσας τήν χύσιν Παρακλήτο.
χαῖρε, ὑπαγορεύσας Εὐαγγέλιον Μάρκου
Χαῖρε, λαμπτήρ Ἐθνῶν ὁ πρωτόφωτος
χαῖρε, Χριστοῦ ἵππος ὁ ἀγιόλεκτος
Χαῖρε, λαμπρέ παρήλιε Ἠλίου
χαῖρε, Θεοῦ μίμημα ἀμιμήτου

Χαῖρε Πέτρε Ἀπόστολε.

Χαίρεις ανεκλαλήτως ἐν ὑψίστοις ὦ Πέτρε, Χριστῷ τῷ ποθητῷ Διδασκάλῳ, οἵα Θεός ἀμέσως Θεῶ, τῷ φύσει ὁ θέσει νῦν παριστάμενος, καί δόξης ἐμφορούμενος θεαρχικής, βοῶν ἀπαύστως

Ἀλληλούια.

Ψάλλεις παναρμονίως τῷ Θεῶ τῆ Τριάδι, τόν ὕμνον τόν Τρισάγιον Παύλε καί πνεύματι λόγῳ καί νοῖ ἡνωμένοις βλέπεις Νοῦν Λόγον Πνεῦμα τε, εἰκόνι τό Ἀρχέτυπον, θεός θεόν δι’ ὁ ἀκούεις

Χαῖρε, εἰκών ἀρχετύπου κάλλους
χαῖρε, Θεοῦ δογμάτων τό κράτος.
Χαῖρε, νοητοί κόσμου ἡ ἀνακάλυψις.
χαῖρε, νοερῶν Ταγμάτων ἡ φανέρωσις
Χαῖρε, στόμα τό Χριστόλαλον, Χρυσοστόμου ἡ πνοή
χαῖρε, νοῦ θεοειδέστατε, Διονυσίου αὐγή
Χαῖρε, τῶν ἀθεάτων θεατά θεαμάτων
χαῖρε, τῶν ἀνηκούστων ἀκουστά ἀκουσμάτων.
Χαῖρε, καρπῶν τοῦ Πνεύματος ἔμπλεως
χαῖρε, Αὑτοῦ Χαρίτων ἀνάμεστος.
Χαῖρε, οἱ οὐ ἡ Τριάς ἐκηρύχθη
χαῖρε, δι’ οὐ ἡ Μονάς ἐδοξάσθη

Χαῖρε Παύλε Ἀπόστολε.

Ὦ γλυκύτατε Πέτρε, καί παμφίλτατε Παύλε, Πατέρες τῆς ἡμῶν εὐσεβείας (ἐκ γ’) ἐφύμνιον τοῦτο τό βραχύ, ὡς μικρῶν νηπίων ψελλισμόν δέξασθε, καί δόξης αἰωνίου ἀξιώσατε, τούς μελῳδοῦντας

Ἀλληλούια.

Καί αὖθις τό Κοντάκιον. Ἦχος πλ. δ’. Τῆ Ύπερμάχω….
Τούς σύν ἀνθρώποις πρίν φανέντας αγγελόφρονας, καί σύν Ἀγγέλοις Θεούς ἤδη χρηματίζοντας, Ἀγγελικοῖς ἄσμασι καί θεοπρεπέσιν, Ἀποστόλων τούς ἐξάρχους εὐφημήσωμεν, Ὦς σωτῆρας τῶν ψυχῶν ἡμῶν ὑπάρχοντας, Χαῖρε κράζοντες, Πέτρε, Παύλε Ἀπόστολοι.