Χαιρετισμοί εις τους Αγιους Μάρτυρες Μανουήλ Σαβέλ και Ισμαήλ οι εκ Περσίδος Διαλάψαντες Αυτάδελφοι

Ἦχος πλ. δ΄. Το προσταχθέν μυστικῶς.
Η τῶν τριών σεβαστή τριάς Μαρτύρων, ο Μανουήλ και Ἰσμαήλ Σαβέλ τε άμα, ἀνομώτατον σέβας το τοῖς εἰδώλοις, τοῦ πάντων ἀθεωτάτου Ἰουλιανού, Ἐνθέως ἀπωσαμένη υπέρ Χριστού, μαρτυρίω τετέλεσται, λαβούσα Θείαν ἰσχύν· διὸ πάντες κραυγάζομεν· Χαίρε τριάς πολύαθλε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῶν τοῦ τυράνου ἀπειλῶν καὶ ὐποσχέσεων, καταφρονήσας ἀνδρικῶς στυλέ ἀκλόνητε, σὺν ὀμαιμόσιν ἐνήθλησας Μεγαλόφρον· ἀλλ’ ὡς ἒχων παῤῥησίαν πρός τὸν Κύριον, Μανουήλ με κυνδύνων ἐλευθέρωσον· ἲνα κράζω σοὶ· Χαίρε Μάρτυς πολύαθλε.

Άκτιστον τὴν Τριάδα, ἡ τριὰς τῶν Μαρτύρων, σοφώ ευνοικώ μυηθείσα· ( εκ γ’) ἐβαπτίσϑη Χριστῷ εὐσεβῶς, τὴν αὑτῆς Μητέρα καλὼς ζηλώσασα· συνλθώμεν ουν άπαντες, τοιάδε προς αυτήν βοήσαι·

Χαῖρε, τριὰς ἡ τὸ ἕν φρονούσα·
Χαῖρε, Θεὸν λατρευτῶς προσκυνοῦσα.
Χαῖρε, μυηϑεῖσα Τριάδα τὴν Ἀκτιστον·
Χαῖρε, διδαχϑεῖσα͵ Μονάδα τὴν Αναρχον.
Χαῖρε, Μῆτερ ἢ γεννήσασα τὴν τριάδα σαρκικῶς·
Χαῖρε, ὅτι ἀναγέννησε τὴν αὐτὴν Ευνοϊκὸς.
Χαῖρε, τὴν σὴν Μητέρα ὦ τριὰς μιμουμένη·
Χαῖρε, Ευνοϊκοῦ, τὰς διδαχὲς δεχομένη.
Χαῖρε, Σεπτῆς Τριάδος ἰσάριϑμε·
Χαῖρε, τῆς Θείας Μονάδος πρόμαχε.
Χαῖρε, Σαβὲλ, Μανουὴλ, Ἰσμαήλ τε·
Χαῖρε, τριὰς, ἣν πᾶς ἐπικαλεῖται.

Χαῖρε τριὰς πολύαϑλε.

Βασιλεῖ τῶν Ρωμαίων, Α᾽λαμούνδαρος πέμπει, σπονδάς σε ὦ τριὰς διαϑέσϑαι μεταξὺ Ῥωμαίων καὶ Περσῶν· ὁ δὲ ταύτας χαρᾷ ὑποδεξάμενος, ἐφρόνει κατὰ σου κενᾶ ὁ μάταιος, βοώσης οὒτως,

Ἀλληλούϊα.

Γέρα Πρέσβεσι δίδως, καὶ προτρέπεις δολίως, ἐσϑίων μετὰ σοῦ ὦ παράφρον· ἀλλὰ ταῦϑ’ ὡς ἀπόπτυς αὐτοὶ, ἅπαντα εἰδότες, τῷ Θεῷ ἤυχοντο, τῆς σῆς ῥυσθῆναι πλάνης παραβάτα, οὒς αἰνῶν κραὺγάζω·

Χαῖρε, τριὰς τῆς Τριάδος οἶκος·
Χαῖρε, τριὰς τῶν Μαρτύρων κλέος.
Χαῖρε, τῆς Περσίδος ἀθάνατον βλάστημα·
Χαῖρε, καὶ τῆς Θράκης ἀκλόνητον ἔρεισμα.
Χαῖρε, ὅτι κατεπάτησας τοῦ τυράννου τὰς τιμάς·
Χαῖρε, ὅτι τὰς τοῦ Ἂνακτος ἐβδελύξω δωρεὰς.
Χαῖρε, ἡ δεομένη ἐξ τῆς πλάνης ῥυσθῆναι·
Χαῖρε, ἡ εὐχομένη Θεῷ πᾶντας σωϑῆναι.
Χαῖρε, ἐκ γῆς τοῖς ἄνω ἀπαίρουσα·
Χαῖρε, Θεῷ συνοῦσα καὶ χαίρουσα.
Χαῖρε, Σαβὲλ, Ἰσμαὴλ, Μανουήλ τε·
Χαῖρε, τριὰς, ἣν πιστὸς πᾶς αἰνεῖ σε.

Χαῖρε τριὰς πολύαϑλε.

Δεήσιν τῷ Κυρίῳ, ϑυόντος τοῦ τυράννου, ἀνέπεμπον ἰδίᾳ οἱ Πρέσβεις· τοῦτο οὒν καϑορῶν ὃ δεινὸς, ἀγαγεῖν αὐτὸς μετ᾽ ὀργῆς ἐκέλευσεν· οὒς ἕλκων τις βιαίως πρὸς ϑυσίαν, παρ᾿ αὐτῶν ἀκούει·

Ἀλληλούϊα.

Ἒχαιρον οἰ τρεῖς Πρέσβεις, παρανόμως ἀχϑέντες, ἐιρκτῇ τῇ τοῦ τυράννου κελεύσει· ἀπαγόμενοι δὲ καϑ’ ὁδὸν, τῷ Κυρίῳ ὕμνους καὶ ὠδὰς ἔψαλλον· διὸ πιστοὶ προσείπωμεν, τριάδι τῶν Μαρτύρων οὒτω·

Χαῖρε, τριὰς τῆς Τριαΐδος κήρυξ·
Χαῖρε, τριάς εὐσεβείας σάλπιγξ.
Χαῖρε, τῆς Τριάδος κλεινὸν οἰκητήριον·
Χαῖρε, τῆς Τριάδος δοχεῖον ἐπάξιον.
Χαῖρε, ὅτι ὁ παράνομος σὲ ἐγκλείει τῇ ἑρκτῆ·
Χαῖρε, ὅτι Θεὸν ὕμνησας ἐρχομένη ἐν αὐτῇ.
Χαῖρε, ἡ παραβάτου τὰς φωνὲς καταργοῦσα·
Χαῖρε, ἡ τὰ βραβεῖα τῶν σῶν ἄϑλων λαβοῦσα.
Χαῖρε, ὀρθῆς λατρείας ὑπέρμαχε·
Χαῖρε, Ἐλλήνων πλάνης ἀντίπαλε.
Χαῖρε, τριὰς Ευσεβῶν μεσιτεία·
Χαῖρε, ἐμοῦ ἐξαιρέτως πρεσβεία.

Χαῖρε τριὰς πολύαϑλε.

Ζῆλον ἔνϑεον σχοῦσα, ἢ τριὰς ἐν σταδίῳ, ἐκήρυξε τὸν πάντων Δεσπότην· στηλιτεύσασα δὲ ἀδεῶς τὴν εἰδώλων πλάνην σὺν τῇ τῷ Ἂνακτος, ἐβόα τὴν σωτήριον Ἀγγέλων ὑμνωδίαν ὀὒτως·

Ἀλληλούϊα.

Ἣραψεν ἐν τῷ κόσμῳ, ὦ τριὰς Ἀϑληφόρε, τῶν σῶν λαμπρῶν ἀγώνων τὸ πλῆθος· πληγαῖς γάρ τοῦ ἐχϑρου ἀνόμως, σὲ ἀμειβομένου ὑπὲρ τῆς πίστεως, ἀκλινῶς πάντα φέρεις Μακαρία καγὼ οὒν σοὶ κράζω·

Χαῖρε, τριάς ἀθλητικωτάτη·
Χαῖρε, τριὰς ἡ γενναιοτάτη.
Χαῖρε, τῆς Τριάδος τὸ ἕν ἡ κηρύξασα·
Χαῖρε, τὸ Τρισσὸν τῆς Μονάδος διδάξασα.
Χαῖρε, ὅτι ἐν τοῖς Τάγμασι τῶν Ἀγγέλων νῦν οἰκεῖς·
Χαῖρε, ὅτι καὶ σὺν ἅπασι τοῖς χοροῖς Θεὸν ὑμνεῖς.
Χαῖρε, ἡ ἐν σταδίῳ ἀδεῶς παραστᾶσα·
Χαῖρε, ἡ τὰς αἰκίας καρτερῶς ὑποστᾶσα.
Χαῖρε, πληϑὺν απίστων’ αἰσχύνασα·
Χαῖρε, χορὸν πιστῶν κατευφράνασα.
Χαῖρε, δὶ ἧς ὅ Χριστὸς ἐκηρύχϑη·
Χαῖρε, δὶ ἧς παραβάτης ἡττήϑη.

Χαῖρε τριὰς πολύαϑλε.

Θυμοῦ τύραννου γέμων, τῶν ἁγίων Μαρτύρων εἰδώλοις μὴ ϑελόντων λατρεῦσαι, τάς τε χεῖρας καὶ πόδας αὐτῶν, περονᾶσϑοι ἥλοις σκληρῶς ἐκέλευσεν, ἰκρίῳ δὲ προσπήγνυσθαι· ἃ φέροντες Θεῶ βοῶσιν·

Ἀλληλούϊα

Ἲδὲς Παίδας Χαλδαίων εὑρετὰ τῶν βασάνων, οὐδόλως τὰς ποινὰς πτοουμένους· τὶ οὒν αὖ κελεύεις, αὐτούς, ἀφειδῶς ξυστῆρσι σίδηροῖς ξαίνεσϑαι; ὦ ἔνστασις Μαρτύρων! οἷς εὐφήμῳ γλώττῃ λέγω ταῦτα·

Χαῖρε, τριὰς ἧ ποινὰς λαβοῦσα·
Χαῖρε δὶ ἂς στεφάνων τυχοῦσα.
Χαῖρε, οὐρανίου τρυφῆς ἀπολαύουσα·
Χαῖρε τούς πιστούς τῶν δεινῶν ἀπαλλάττουσα.
Χαῖρε πᾶσαν ἐπινίκιον ὠδὴν ψάλλουσα Θεῷ·
Χαῖρε συμπαραλαμβάνουσα τούς χορούς τῶν ἐκλεκτῶν.
Χαῖρε ὅτι ξυστῆρας σιδηρούς ὑπομένεις·
Χαῖρε ὅτι γενναίως Βασιλέα ἐλέγχεις.
Χαῖρε στεῤῥῶν Μαρτύρων διαδοχε·
Χαῖρε τοῖς τούτων ἄθλοις ὁμότροπε.
Χαῖρε δὶ ἧς εὐφημεῖται ὁ πλάστης·
Χαῖρε δὶ ἧς δυσφημεῖται ὃ πλάνος.

Χαῖρε τριὰς πολύαϑλε.

Κρεμαμένη ἰκρίῳ, ἡ τριὰς Αὐταδέλφων, τὸ Θεῖον συλλαβεῖν ἱκετεύει· αἲφνης ὀ Ἂγγελος αὐτοῖς φανείς, τὰς ὀδύνας τῶν σωμάτων ἐκούφισεν, ἀνδρύνας τὰς λοιπὰς βασάνους φέρειν, καὶ Κυρίῳ ἄδειν·

Ἀλληλούϊα.

Λήρους λέγει ὁ ἄφρων, τῇ Μαρτύρων δυάδι, δολίως Μανουὴλ. ἀποστήσας· ἀλλ’ ἡ ϑεία αὐτὴ ξυνωρὶς, τους Θεούς αὐτοῦ πανσόφως κατήσχυνεν, ἐνώπιον ἐκείνου·
αἰνέσωμεν οὒν ταύτην οὒτω·

Χαῖρε, δυὰς τοῦ Θεοῦ ἡ ϑεία·
Χαῖρε, σιγὴ τοῦ ἐχϑροῦ τελεία.
Χαῖρε, παραβάτου τούς δούλους χλευάσασα·
Χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, ὅτι κατεφρόνησας τῶν τυράνου δωρεῶν·
Χαῖρε, ὅτι ἐκ ὠῤῥώδησας Βασιλέως τὸν ϑυμὸν.
Χαῖνε, τῶν ἐν κινδύνοις ὦ Σαβὲλ παραστάτα·
Χαῖρε, τῶν ἐν ἀνάγκαις Ἰσμαὴλ ὦ προστάτα.
Χαῖρε, τρανῶς Θεὸν ὡμολόγησας·
Χαῖρε, σαρκὸς ψενναζως ἠφείδησας.
Χαῖρε, δυὰς Ἀϑλητῶν ἡ τιμία·
Χαῖρε, δυὰς ἡ ἐμὴ προσττασία.

Χαῖρε τριὰς πολύαϑλε.

Μέλη καταπιμπρῶνται, ταῖς λαμπάσιν ἀσπλανχνως, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν Μαρτύρων· ἀλλὰ φέροντες οῦτοι τὸ πῦρ, τῷ Κυρίῳ δόξαν φαιδρῶς ἀνέπεμψαν· οὒς δεῦτε εὐφημήσωμεν ἐν ἀσμέασι; Θεῶ βοῶντες·

Ἀλληλούϊα.

Νέαν τύραννος αὖϑις, πανουργίαν δεικνύει, πρὸς σὲ τὸν Μανουὴλ. ἐπιστρέψας· ἀλλ’ ἐδίδαξας σὺ ὡς σοφὸς, τὴν Τριάδα πᾶσι παριστῶν Ἂγιε, καὶ μίαν ἀδελφότητος τὴν γνώμην, κατὰ πάντα οὒσαν·

Χαῖρε, δέ οὒ Τριὰς μαρτυρεῖται·
Χαῖρε, δὶ οὒ ἡ πλάνη σοβεῖται.
Χαῖρε, Ἰσμαὴλ καὶ Σαβὲλ ὃ Αὐταδελφος·
Χαῖρε, τῆς μιᾶς ὑμῶν γνώμης κήρυξ ἂσειστος.
Χαῖρε, τύραννον ἀπάνϑρωπον καταισχύνας Μανουὴλ·
Χαῖρε, κύριον Φιλάνθρωπον καλῶν τὸν Ἐμμανουὴλ.
Χαῖρε, τοὒ Διδασκάλου Ἰησοῦ μου ὁ ἔρως·
Χαῖρε, πρὸς ἀντιπάλες τὸ πρηστήριον βέλος.
Χαῖρε, γλυκὸ καὶ πρᾶγμα καὶ ὄνομα·
Χαῖρε, λαμπρῶν ϑαυμάτων τὸ δώρημα.
Χαῖρε, κοινὸς πρεσβευτὴς καὶ μεσίτης·
Χαῖρε, ἐμὸς ἐξαιρέτως προστάτης.

Χαῖρε τριὰς πολύαϑλε.

Ξένοι σου οἱ ἀγῶνες, οὒς ἀξίως τιμῆσαι. Οὒδεὶς ὦ Μανουῆλ. ἐξισχύει· πυρπολούμενος γάρ τοῦ ϑυμοῦ δεινῶς, ἀπηνῶς ὑφάπτει σαῖς πλευραῖς τύραννος, πυρὸς δᾷδας πρὸς ἧτταν σὴν,. ἀλλ᾽ ὥφϑης σὺ νικῶν καὶ μέλπων·

Ἀλληλούϊα.

Ὃλος ὧν ϑηριώδης, ἐπὶ σοὶ παραβάτης, κελεύει Μανουὴλ παρανόμως, εἰλιγμένον καλάμοις σφοδρῶς, παρά τῶν δημίων σὲ κατασφίγγεσϑαι· ἡμεῖς δὲ τὴν σὴν ἔνστασιν. ϑαυμάζοντες, Θοῶμεν οὒτω·

Χαῖρε, Θεοῦ ὃ μηδὲν προτιμήσας·
Χαῖρε, στεῤῥῶς ὑπὲρ τούτου ἀϑλήσας.
Χαῖρε, Ἀϑλητὰ τῶν Ἀγγέλων ὁμόσκηνε·
Χαῖρε, πρεσβευτὰ τῶν ψυχῶν ἀκαταίσχυντε.
Χαῖρε, ἄδων τὸν Τρισάγιον σὺν Ἀγγέλοις τῷ Χριστῷ·
Χαῖρε, μέλπων τὸ Τετράγραμμον σὺν Προφήταις τῷ Θεῷ.
Χαῖρε, ὅτι καλάμοις τὸ σὸν σῶμα εἱλίθη·
Χαῖρε, ὅτι ἀσπλάγχνως δὶ αὐτῶν κατεσφίγχϑη.
Χαῖρε, ἀστὴρ δεικνύων τὸν ἥλιον·
Χαῖρε, λαμπτὴρ φωτίζων ὑφήλιον.
Χαῖρε, δυσὶ σὺν ὁμαίμοσι φαίνων·
Χαῖρε, ἡμᾶς σὺν αὐτοῖς ἐποπτεύων.

Χαῖρε τριὰς πολύαϑλε.

Πᾶσα φύσις Ἀγγέλων, Μανουὴλ κατεπλαγη, ὡς βέλη ὑπομένεις ὀξέα· τοῖς γὰρ μώλωψι σῶμα τὸ σὸν, καϑωράϑη πᾶσιν ὠμῶς καταστικτον· βαβαὶ τῆς σῆς Ἀϑλήσεως! αἰνούντες σε οὐκοῦν, Θεῷ βοῶμεν·

Ἀλληλούϊα.

Ῥείϑροις τῶν σῶν αἱμάτων, ὦ τριὰς Ἀϑληφόρε φοινίττεται ἡ γῆ αἰδουμένη· ἀφειδῶς γὰρ ταῖς ϑείαις ὑμῶν, Κεφαλαῖς ἐμπείρει ἥλους ὃ τύραννος· αὖτοί δὲ τὸν Θεὸν φόβῳ δοξαζοντες, ὑμῖν βοῶμεν·

Χαῖρε, τὸ σέλας τῆς Εὐσεβείας·
Χαῖρε, τὸ ϑαῦμα τῆς καρτερίας.
Χαῖρε, ὦ τριὰς Αὐταδέλων ἡ ἔνϑεος·
Χαῖρε, τῆς Τριάδος ϑυσία ἡ ἄμωμος.
Χαῖρε, σὺ γὰρ καϑυπέμεινας Κεφαλαῖς ἥλους στεῤῥῶς·
Χαῖρε, σὲ γὰρ οὒκ ἐπτόησαν βάσανοι ὀλοτελῶς.
Χαῖρε, ὅτι Ἀγγέλοις σὺ ἐγένου τὸ ϑαῦμα·
Χαῖρε, ὅτι τυράννῳ σὺ ἐγένου τὸ τραῦμα.
Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος·
Χαῖρε, πληγὴ δαιμόνων ἀνίατος.
Χαῖρε, δὶ ἧς προσκυνείται ὃ Κτίστης·
Χαῖρε, δὶ ἧς οὒ λατρεύεται κτίσις.

Χαῖρε τριὰς πολύαϑλε.

Σε αἰνούμεν ἐκ πόθου, τὴν Μαρτύρων τριάδα, κηρύξασαν σαφῶς τὴν Τριάδα· ὑπὲρ τὰ νῶτα ἀχλινῶς, σὺ ἐμπειρομένη ἤλοις ἐκραύγαζες· συμφώνως δεῦτε ἀσωμεν Κυρίῳ, τῷ Θεῷ βοῶντες·

Ἀλληλούϊα.

Τύραννος ὃ παράφρων, Μανουὴλ. παρανόμως, Σαβὲλ καὶ Ἰσμαὴλ ᾧ γενναῖοι, ὀξέας τοῖς ὄνυξιν ὑμῶν, ἐμπαγῆναι καλάμους ἀπεφήνατο· εὐψύχους οὒν ἐμβλέποντες δεινοῖς τοῖς δε, πρὸς ὑμᾶς βοῶμεν·

Χαῖρε, δὶ ὧν Τριὰς προσκυνεῖται·
Χαῖρε, δὶ ὧν Θεὸς ἀνυμνεῖται.
Χαῖρε, ὦ τριὰς ἀσεβεῖς στηλιτεύουσα·
Χαῖρε, ϑαυμαστῶς τούς πιστούς σελαγίζουσα.
Χαῖρε, ὅτι τὰ Οὐράνια ἀντηλλάξω τοῖς φϑαρτοῖς·
Χαῖρε, ὅτι καταλέλεξαι τῶν Μαρτύρων τοῖς χοροῖς.
Χαῖρε, ἡ ἀνυποίστοις ταῖς βασάνοις τρωϑεῖσα·
Χαῖρε, ἡ καὶ καλάμοις τοῖς ὄνυξιν ἐμπαγεῖσα.
Χαῖρε, δὶ’ ἧς βδελύτονται εἲδωλα·
Χαῖρε, δὶ’ ἧς ἐκπίπτουσι ξόανα.
Χαῖρε, δὶ’ ἧς κραταιούται ἡ πίστις·
Χαῖρε, δὶ’ ἧς καϑαιρεῖι ἡ πλᾶνη.

Χαῖρε τριὰς πολύαϑλε.

Ὓψωσας τριὰς Χᾶρας, πρὸς τὸν πάντων Δεσπότην, ἀναπέμψασα Εὐχὴν τελευταίαν· Οὐρανόϑεν δὲ εὐκταίας φωνῆς, ἐκκαλούσης ὑμᾶς πρὸς Ζωὴν ἤκουσας, στεφάνων ἀπολαύσοντας, βοῶντας δὲ Θεῷ σὺν τοῖς Ἀγγέλοις·

Ἀλληλούϊα.

Φέρονται ἐν κρημνώδει τινι χώρῳ οἱ Θεῖοι, καὶ τέμνονται ἐκεῖσε τὰς Κάρας· τὰ δὲ σώματα αὐτῶν πυρὶ, ἐκριφῆναι μάτην κελεύει τύραννος· Θεὸς γάρ διεσῴσατο· σὺν φόβῳ ὅν βοῶ τοιαῦτα·

Χαῖρε, τριὰς παραβάτου ἧττα·
Χαῖρε, καϑ’ ἧς ὁ ἐχϑρὸς ἐλύττα.
Χαῖρε, ἡ πηγάζουσα πᾶσὶν ἰάματα·
Χαῖρε, ἡ φωτίζωσα κόσμου τὰ πέρατα.
Χαῖρε, ὅτι ἀνεκήρυξας πάντων τὸν Δημιουργὸν·
Χαῖρε, ὅτι ἀναβέβηκας πρὸς αὐτὸν τὸν πλαστουργὸν.
Χαῖρε, ὅτι προϑύμως ὑπὲρ τότε ἐσφάγης·
Χαῖρε, ὅτι τυράννου σόφισμα καταβάλλεις.
Χαῖρε, ψυχῶν ἰάσεις πάρέχουσα·
Χαῖρε, παϑῶν ἡμᾶς ἐξελαύνουσα.
Χαῖρε, τριὰς ἡ τρυφὴ Ὀρϑοδόξων·
Χαῖρε, πρηστὴρ πάντων τῶν κακοδόξων.

Χαῖρε τριὰς πολύαϑλε.

Χαριτόβρυτα Σκήνη, τῶν τριῶν Αὐταδέλφων, ἡ γῆ διαιρεϑεῖσα ἐγκρύπτει· αλλ᾿ οἵ δήμιοι εὐθὺς εἰς φυγὴν, κρατοῦμενοι φόβῳ, ἑαυτούς ἔτρεψαν· Ἐλλήνῶν δὲ οἱ πλείονες πιστεύσαντες Θεῷ, βοῶσιν·

Ἀλληλούϊα.

Ψἄλλοντες μετὰ ϑρήνων, καὶ δεόμενοι πστςει, Κυρίου οἱ νεοφωτισϑέντες, ἄφνω τὰ τῶν Μαρτύρων ἐκ γῆς, Σκήνη εἶδον ξένως ἀναδιδόμενα· ἂπερ ϑερμῶς ἡσπάσϑησαν, ἀνύμνησαν, βοῶντες ταῦτα·

Χαῖρε, τριὰς τοῦ Φωτὸς δοχεῖον·
Χαῖρε, τριττὸν τοῦ Χριστοῦ ταμεῖον.
Χαῖρε, ἢ στεῤῥῶς τὰς ποινὰς ὑπομείνασα·
Χαῖρε, ἡ καλῶς τὸν ἀγῶνα τελέσασα.
Χαῖρε, σὺ γὰρ χάριν ἔλαβες ἐκ Θεοῦ ϑαυματεργεῖν·
Χαῖρε, σὺ γὰρ σὰ Σκηνώματα αὖϑις δέδωκας ἡμῖν.
Χαῖρε, τῆς σωτηρίας τῆς ἡμῶν ἡ πρεσβεία·
Χαῖρε, ἡ πρὸς Θεὸν ὑπὲρ ἡμῶν μεσιτείᾳ.
Χαῖρε, ἡμᾶς τῆς πλάνης ἐξαιροῦσα·
Χαῖρε, πολλούς ἐν γνώσει Φωτίσασα.
Χαῖρε, δὶ’ ἧς Χριστοῦ ἔλαμψε πίστις·
Χαῖρε, δὶ’ ἧς ποινῶν ἥττηται φύσις.

Χαῖρε τριὰς πολύαϑλε.

Ὣ τρεῖς Μάρτυρες Θεῖοι, οἱ Ὀρϑόῤοξοι φόβῳ τὰ Θεῖα ὑμῶν αἴροντες Σκήνη· (ἐκ γ’) καὶ κηδεύοντες ταῦτα λαμπρώς, τῶν δεινῶν ἐκραύγαζον ἡμᾶς ῥύσασϑε, καὶ τῆς μελλοῦσης ἂπαντας κολάσεως, Θεῷ βοῶντας

Ἀλληλούϊα.

Καὶ πάλιν τὸ πρῶτον·

Άκτιστον τὴν Τριάδα, ἡ τριὰς τῶν Μαρτύρων, σοφώ ευνοικώ μυηθείσα·( εκ γ’) ἐβαπτίσϑη Χριστῷ εὐσεβῶς, τὴν αὑτῆς Μητέρα καλὼς ζηλώσασα· συνλθώμεν ουν άπαντες, τοιάδε προς αυτήν βοήσαι·

Χαῖρε τριὰς ἡ τὸ ἕν φρονούσα·
Χαῖρε Θεὸν λατρευτῶς προσκυνοῦσα.
Χαῖρε μυηϑεῖσα Τριάδα τὴν Ἀκτιστον·
Χαῖρε διδαχϑεῖσα͵ Μονάδα τὴν Αναρχον.
Χαῖρε Μῆτερ ἢ γεννήσασα τὴν τριάδα σαρκικῶς·
Χαῖρε ὅτι ἀναγέννησε τὴν αὐτὴν Ευνοϊκὸς.
Χαῖρε τὴν σὴν Μητέρα ὦ τριὰς μιμουμένη·
Χαῖρε Ευνοϊκοῦ, τὰς διδαχὲς δεχομένη.
Χαῖρε Σεπτῆς Τριάδος ἰσάριϑμε·
Χαῖρε τῆς Θείας Μονάδος πρόμαχε.
Χαῖρε Σαβὲλ, Μανουὴλ, Ἰσμαήλ τε·
Χαῖρε τριὰς, ἣν πᾶς ἐπικαλεῖται.

Χαῖρε τριὰς πολύαϑλε.

Καὶ αὐθῦς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῶν τοῦ τυράνου ἀπειλῶν καὶ ὐποσχέσεων, καταφρονήσας ἀνδρικῶς στυλέ ἀκλόνητε, σὺν ὀμαιμόσιν ἐνήθλησας Μεγαλόφρον· ἀλλ’ ὡς ἒχων παῤῥησίαν πρός τὸν Κύριον, Μανουήλ με κυνδύνων ἐλευθέρωσον· ἲνα κράζω σοὶ· Χαίρε Μάρτυς πολύαθλε.

 

Παρακλητικός Κανών εις τους Αγίους ενδόξους Μεγαλομάρτυρας Μανουήλ Σαβέλ και Ισμαήλ

Εγκώμια εις τους Αγίους ενδόξους Μεγαλομάρτυρας Μανουήλ Σαβέλ και Ισμαήλ

 

Πηγή