Χαιρετισμοί εις την Υπεραγία Θεοτόκο επί την Ανάστασιν του Κυρίου και Σωτήρος ημών Ιησού Χριστού

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς Ζωηφόρος τοῦ Κυρίου ἡμῶν Μήτηρ, τῶν οὐρανῶν ὑψηλοτέρᾳ ἀνεδείχθης, ἀνυμνοῦμεν οἱ πιστοῖ καὶ μεγαλύνωμεν. Ἀλλ’ ὡς φέρουσα ζωῆς Κυρίου νάματα, ἐκ θανάτου ψυχικοῦ ἡμᾶς ἀνάστησον, ἵνα κράζωμεν· χαῖρε Μήτηρ τῆς ζωῆς ἡμῶν.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ
Ἄγγελος ἐξαστράπτων τῷ μνημείῳ ἐπέμφθη κηρύξαι τὴν Ἀνάστασιν πάντων, χαῖρε Μήτηρ τῆς ζωῆς ἡμῶν· (ἐκ γ΄). καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, Ἀναστάντα θεωρῶν σε Κύριε, ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ ταῦτα.

Χαῖρε, δι’ ἧς τεθνηκότες ζωούνται·
Χαῖρε, δι’ ἧς γαλαξίαι καινοῦνται.
Χαῖρε, ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ ᾅδου·
Χαῖρε, ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου.
Χαῖρε, τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον·
Χαῖρε, τοῦ Βασιλέως τὸ πάναγνον ῥόδον.
Χαῖρε, δι’ ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται·
Χαῖρε, δι’ ἧς τῆς φθορᾶς οἱ βροτοί ἀπηλλάγημεν.
Χαῖρε, τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος·
Χαῖρε, ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος.
Χαῖρε, δι’ ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν·
Χαῖρε, δι’ ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Βλέποντες οἱ ἐν ᾅδῃ, τοῦ Κυρίου τὴν ἀνείκαστον δόξαν, ἔκραξαν Αὐτῷ θαρσαλέως. Ὁ Θεὸς καὶ Ζωῆς χορηγός, πῶς κατεδέχθεις ἐνθάδε ἐλθεῖν ὡς κραταιὸς καὶ τὰ δεσμὰ τοῦ θανάτου συνθλάσαι; Κράζοντες τό·

Ἀλληλούια.

Γνῶσιν ἄγνωστον γνῶναι, Ἰωάννης σὺν Πέτρῳ ζητοῦντες, ἔδραμον, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον. Καὶ θεωροῦντες κείμενα τὰ ὀθόνια μόνα, ἐβόων μετὰ δέους πρὸς τὴν Θεοτόκον·

Χαῖρε, τοῦ Παρακλήτου λαμπρὸν οἰκητήριον·
Χαῖρε, τῶν Ἀποστόλων τὸ μέγα ἐφύμνιον.
Χαῖρε, πύλη ἀδιόδευτος ὡς ὑπάρχεις ἀληθῶς·
Χαῖρε, ὄρος καὶ παλάτιον τοῦ Δεσπότου τοῦ παντός.
Χαῖρε, ὅτι βλυστάνεις τῆς ἁγνείας τὰ ἄνθη·
Χαῖρε, ὅτι καὶ Μήτηρ καὶ Παρθένος ὑπάρχεις.
Χαῖρε, ἡ πικραίνουσα τοῦ θανάτου τὴν γεῦσιν·
Χαῖρε, ἡ γλυκαίνουσα τῶν πιστῶν τὰς αἰσθήσεις.
Χαῖρε, ὅτι ὤλεσας τοῦ θανάτου τὸν θρόνον·
Χαῖρε, ὅτι ἤνοιξας Παραδείσου τὰς θύρας.
Χαῖρε, δι’ ἧς Ἀγγέλων τάξεις εὐφραίνονται·
Χαῖρε, δι’ ἧς δαιμόνων θράση κατήργηνται.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Δύναμις τοῦ Ὑψίστου ἐπεσκίασε τότε εἰς τοῦ ᾅδου τῶν χασμάτων τὰ ταμεῖα καὶ ἡ ἀφεγγής αὐτοῦ τυραννὶς ἐσκυλεύθη τῷ τοῦ Λόγου ἁγίῳ φωτί, ἐν τῷ ψαλεῖν ἡμᾶς οὕτως·

Ἀλληλούια.

Ἔχουσα Θεανθρώπου τὴν ψυχὴν εἰς τὰ σπλάχνα, τῷ φόβῳ ἡ γῆ ἐκλονείτω. Τὸν γὰρ ἀχώρητον παντί, ἑαυτῇ οὐκ ἠδυνήθη χωρεῖν καὶ οὕτως ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε, ὅτι τὸ θνητὸν ἀφθαρσίας ἐνδύεις·
Χαῖρε, ὅτι τῶν ψυχῶν τὴν γαλήνην παρέχεις.
Χαῖρε, φωτὸς ἀϊδίου τὸ χρυσόπλοκον σέλας·
Χαῖρε, ἁγίων Πατέρων τὸ πολύτιμον γέρας.
Χαῖρε, φέγγος ἀγλαόμορφον οὐρανοῦ τοῦ νοητοῦ·
Χαῖρε, ἄνθος τὸ πανεύοσμον καὶ τοῦ κόσμου χαρμονῇ.
Χαῖρε, μόνη Χριστιανῶν ἡ στερεὰ προστασία·
Χαῖρε, τῶν ἀπιστούντων ἡ ἐπίμοχθος ἀπορία.
Χαῖρε, τῆς ἁμαρτίας τὸ κέρας συντρίβουσα·
Χαῖρε, τῶν πιστῶν τὰς καρδίας φαιδρύνουσα.
Χαῖρε, πλοκῆς ῥᾳδιουργῶν ἡ λύσις·
Χαῖρε, δεινῶν προβλημάτων ἡ ῥύστις.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ζάλην ἔνδοθεν ἔχων, πρεσβυτέρων ὁ δῆμος, εὐθὺς μηκτυρίζονται πάντες. Τῶν γὰρ θαυμάτων τὸ θαῦμά μη δυναμένων ἔτι συγκαλύψαι, ἐπλήρωσαν ἀργύρια ἱκανὰ τοῖς στρατιώταις, μὴ εἰδότας ψάλλειν·

Ἀλληλούια.

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ
Ἤκουσαν οἱ Ποιμένες τῆς Χριστοῦ Ἐκκλησίας τὴν Ἀνάστασιν Κυρίου ἐκ τάφου. Καὶ νομίσαντες ὡς λῆρον αὐτήν, ἐδυσπίστουν τῶν Μυροφόρων τὴν φωνὴν ἅπαντες. Ἀλλ’ ὡς ἑξῆς καὶ οὔτοι πιστεύσαντες ἐβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε, Παρθένε τῶν θλιβομένων παραμύθιον·
Χαῖρε, Μαρία ἁμαρτανόντων ἱλαστήριον.
Χαῖρε, ἄνθος ἀμαράντινον, τῶν Ἀγγέλων γλυκασμός·
Χαῖρε, μόνη ἡ μηνύουσα τὴν αἰώνιον ζωήν.
Χαῖρε, ὅτι ὑπάρχεις Παραδείσου Κυρίου ὁ νόστος·
Χαῖρε, ὅτι κατέστης Γεδεὼν ὁ πανένδροσος πόκος.
Χαῖρε, τὸν κοπετὸν τοῦ βίου κουφίζουσα·
Χαῖρε, ἡ τῆς ψυχῆς τὸν ζόφον σκεδάζουσα.
Χαῖρε, ἡ ἐν σιωπῇ τὸν Θεὸν ἀνυμνοῦσα·
Χαῖρε, ἡ τὸν Δεσπότην ἀσπόρως τεκοῦσα.
Χαῖρε δι’ ἧς ὁ σατὰν ἐνεπαίχθη·
Χαῖρε δι’ ἧς ἡ ζωὴ καινουργεῖται.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Θεοδρόμον πορείαν ἐπορεύθησαν τότε, εἰς Ἐμμαοὺς οἱ Μαθηταὶ τοῦ Κυρίου. Καὶ ὡς συνοδίτην ἔχοντες Αὐτόν, ἐν τῇ κλάσει τοῦ ἄρτου ἐπέγνωσαν αὖθις, ἵνα καὶ ἡμεῖς ὑμνῶμέν το·

Ἀλληλούια.

Ἴδον Μυροφόροι γυναῖκες, ἐν μνημείῳ ὀρθρίως, νεανίσκον ἐν λευκοῖς αυγασθέντα. Καὶ ὡς Ἄγγελον νοοῦντες αὐτόν, εἰ καὶ τρόμῳ τῇ καρδίᾳ συνείχοντο, ἔσπευσαν τοῖς Ἀποστόλοις κηρύξαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ·

Χαῖρε, ἡ ἀπαρχὴ τοῦ αἰωνίου φάους·
Χαῖρε, ἡ χελιδὼν τῆς φωταύγους ἡμέρας.
Χαῖρε, ὅτι τοῦ Σταυροῦ τὴν χολὴν μετέλαβες·
Χαῖρε, ὅτι τὸ πικρὸν εἰς γλυκὺ μετέβαλες.
Χαῖρε, μόνη ἡ πηγάζουσα ζωῆς ὕδωρ τὸ καινόν·
Χαῖρε, μόνη ἡ ἐγείρουσα Ἀδὰμ τὸν πάλαι χοϊκόν.
Χαῖρε, τῆς ἁμαρτίας τὸν λύθρον ἡ πλύνασα·
Χαῖρε, τοῦ Ἀδὰμ τὴν κατάρα ἡ σβέσασα.
Χαῖρε, ὅτι τῶν δαιμόνων τὰς μορφὰς ἀπελαύνεις·
Χαῖρε, ὅτι τῆς ἁμαρτίας τὸ σκότος διώκεις.
Χαῖρε, ἡ τοῦ σύμπαντος Ἀναστάσεως αὐγῇ·
Χαῖρε, τοῦ προπάτορος ἡ γλυκεῖα χαρμονῇ.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Κήρυκες γεγονότες Μαθηταί τοῦ Κυρίου τῆς δόξῃς καὶ τῆς πρῴην δειλίας μὴ σχόντες, ἐκήρυξαν τὸν Χριστὸν ἅπασιν, ἀφέντες τοὺς Ἰουδαίους ὡς χυδαίους, μὴ εἰδότας ψάλλειν·

Ἀλληλούια.

Λάμψας τῇ οἰκουμένῃ φωτισμὸν ἀληθείας, ἐξορίσας τοῦ ᾅδου τὸ σκότος. Τοῦ γὰρ θανάτου ἡ ἰσχύς μὴ ἐνεγκοῦσα σοῦ τῷ Θείῳ Φωτὶ πέπτωκεν, οἱ τούτου δὲ σωθέντες ἐβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε, ἀνεσπέρου φωτὸς τὸ δοχεῖον·
Χαῖρε, τῶν χαρίτων Θεοῦ τὸ ταμεῖον.
Χαῖρε, ὅτι καθαίρεις τῆς ψυχῆς τὸ δυσῶδες·
Χαῖρε, ὅτι λαμπρύνεις οὐρανοῦ τὰς ἁψῖδας.
Χαῖρε, ὀλιγοψύχων τὸ τερπνὸν παραμύθιον·
Χαῖρε, τῶν κοπιώντων καὶ μοχθούντων ἀνάπαυσις.
Χαῖρε, τοῦ διαβόλου τὴν ἰσχύν καταλύσασα·
Χαῖρε, τῶν Ἀγγέλων τὴν χάριν αὐξήσασα.
Χαῖρε, ὅτι τῆς χαρᾶς Φωστῆρα ἀνέτειλας·
Χαῖρε, ὅτι τῆς ἄρας ὀδύνας ἐξορίσας.
Χαῖρε, τῆς ζωῆς ἡμῶν τὸ ἀμυντήριον·
Χαῖρε, τῶν δεινῶν ἡμῶν φυγαδευτήριον.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Μέλλοντος τοῦ Κυρίου, τὴν ἀνάπλασιν πάντων, ποιήσαι μετὰ δόξῃς ἀῤῥήτου, παρεδόθη τῷ τάφῳ ὡς θνητός· ἀλλ’ ἀνέστη ὡς Νυμφίος λαμπρός, διόπερ ἐξεπλάγημεν τὴν ἄφατον αὐτοῦ σοφίαν κράζοντες·

Ἀλληλούια.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ
Νέαν ἔδειξεν κτίσιν, ἀναστήσας ὁ Κτίστης ἐκ φθορᾶς τὸ ἡμέτερον γένος. Τοῦ γὰρ θανάτου τὴν ἰσχύν νεκρώσας ὥσπερ ἔπρεπε, κατήργησεν αὐτόν, ἵνα σκιρτῶντες ἐν χαρᾷ ὑμνήσωμεν τὴν Παρθένον λέγοντες·

Χαῖρε, τοῦ ἐχθροῦ ταπεινοῦσα τὴν ὀφρύν·
Χαῖρε, λυπηρῶν ἐξατμίζουσα ἀχλύν.
Χαῖρε, ἄστρον παμφαέστατον οὐρανοῦ τοῦ νοητοῦ·
Χαῖρε, ἄνθος τὸ πανεύοσμον ἐκ λειμώνων ἱερῶν.
Χαῖρε, δι’ ἧς οἱ Ἄγγελοι τοῖς ἀνθρώποις συμμύγνυνται·
Χαῖρε, δι’ ἧς ὁ ἄχρονος τοῖς βροτοῖς συναλίζεται.
Χαῖρε, βίβλε θεοχάρακτε τοῦ Δεσπότου καὶ Θεοῦ·
Χαῖρε, πλάξ ἡ ἀπογράφουσα σεσωσμένων τὴν πληθύν.
Χαῖρε, ἡ ἐκ θανάτου εἰς ζωὴν ἀγαγοῦσα·
Χαῖρε, τῶν πρωτοπλάστων τὴν ποινὴν ἀναιροῦσα.
Χαῖρε, ἡ χαρὰ τῆς Χριστοῦ Ἐκκλησίας·
Χαῖρε, ἡ αὐγὴ βιοτῆς αἰωνίας.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ξένον θαῦμα ἰδόντες ξενωθῶμεν βορβόρου καὶ πάσης ἁμαρτίας καὶ λύθρου. Διὰ τοῦτο γὰρ ὁ ἀπαθὴς Θεὸς ἐπὶ γῆς ἐφάνη παθητὸς ἄνθρωπος, βουλόμενος ἐγείραι σὺν αὐτῷ τοὺς ἐν χαρᾷ βοῶντας·

Ἀλληλούια.

Ὅλος ἣν ἐν τῷ τάφῳ καὶ οὐρανῶν μηδόλως ἀπῆν, ὁ προαιώνιος Λόγος. Καὶ τῷ εὐγνώμωνι λῃστῇ, τὴν εἰς τὸν Παράδεισον ὁδοποιήσας εἴσοδον, ἐδίδαξεν ἵνα ψάλλει πρὸς τὴν Θεοτόκον·

Χαῖρε, περιστερὰ καὶ τροφεὺς τῆς ἁγνείας·
Χαῖρε, ἡ κιβωτὸς τῆς Χριστοῦ Ἐκκλησίας.
Χαῖρε, Χριστιανῶν ὁ ἀκατάπαυστος ὕμνος.
Χαῖρε, Ὀσιαρχὼν τὸ ἀκηλίδωτον κῦδος.
Χαῖρε, ἡ τοῦ πλάνου βίου τῶν κρημνῶν διασῴζουσα·
Χαῖρε, τοῦ μέλλοντος κόσμου τὴν χαρὰν ἀκτινίζουσα.
Χαῖρε, τῆς ἡμῶν βιοτῆς εὐλογοῦσα πορείας·
Χαῖρε, τῶν παθῶν τῆς ψυχῆς ἀναιροῦσα κακίας.
Χαῖρε, ὅτι θανάτου τὸ κράτος ἐπάταξας·
Χαῖρε, ὅτι τοῦ ᾅδου τὰ σκῆπτρα ἐσκύλευσας.
Χαῖρε, ἡ τὸν Θεὸν ὡς βρέφος τεκοῦσα·
Χαῖρε, τῶν συμφορῶν ἡμᾶς ἐξελοῦσα.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Πᾶσα πληθὺς τῶν Ἀγγέλων ἐξεπλάγη τὸ μέγα τῆς σῆς Ἀναστάσεως ἔργον. Τὸν γὰρ ἐν τῷ μνημείῳ ὡς νεκρὸν ἐθεώρουν, ἥλιον ζωῆς ἄδυτον καὶ ἡμᾶς ζωοποιήσαντα, δεχόμενος δε τὸν ὕμνον παρὰ πάντων οὕτως·

Ἀλληλούια.

Ῥήτορας ψευδολόγους, Ἰουδαίων ἀκραίους ὁρῶμεν ἐπὶ σοὶ Θεῖε Λόγε, ἀποροῦσι γὰρ λέγειν τὸ πῶς, εἷ Θεός εἰ, ἀνθρωπίνως ἔπαθες, ἡμεῖς δὲ τὴν σὴν εὐσπλαχνίαν θαυμάζοντες τῇ Μητρί σου βοῶμεν·

Χαῖρε, δι’ ἧς ἡ δόξα Κυρίου ἀνέτειλεν·
Χαῖρε, δι’ ἧς οἱ δῆμοι Ἀγγέλων χορεύουσιν.
Χαῖρε, ἡ δεσμεύσασα τῶν δαιμόνων τὸ κράτος·
Χαῖρε, ἡ προάγουσα Βασιλείας τὸ νῖκος.
Χαῖρε, μόνη ἡ ξηράνασα πειρασμῶν τὸν ποταμόν·
Χαῖρε, ὄμβρε ἀτελεύτητε δωρεῶν τῶν πατρικῶν.
Χαῖρε, τῶν πρωτοπλάστων μόνη λύσις τῆς ἀράς·
Χαῖρε, μετανοούντων ἐξαλείφουσα ποινάς.
Χαῖρε, τοῦ ἀπροσίτου φωτὸς τὸ ταμεῖον·
Χαῖρε, τοῦ ἀθεάτου Θεοῦ τὸ πυξίον.
Χαῖρε, Δαυῒδ Βασιλέως τὸ καύχημα·
Χαῖρε, Προφήτου Προδρόμου τὸ κήρυγμα.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Σώσαι θέλων τὸ γένος τῶν ἀνθρώπων, φθορᾷ ὑπαχθέντα, πρὸς τοῦτο τριήμερος ἐγείρεται. Καὶ ἄπνους ὑπάρχων ὡς νεκρός δι’ ἡμᾶς ἀνέστη εὐφροσύνης αἴτιος, ζωὴν παρέχων πᾶσιν τοῖς κραυγάζουσιν·

Ἀλληλούια.

ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ
Τεῖχος εἶ τῶν ὑμνούντων τῶν χαρίτων σου τὸ ἄμετρον πλῆθος. Ὁ γὰρ ἐκ τῆς σῆς νηδύος προελθών, ἐκ τάφου σωματικῶς ἡμῖν ἐπέλαμψεν καὶ πάντας σοὶ προσφωνεῖν διδάξας·

Χαῖρε, δι’ ἧς τοῦ ἐχθροῦ τυραννὶς κατελύθη·
Χαῖρε, δι’ ἧς τοῦ θανάτου ἰσχὺς κατεπόθη.
Χαῖρε, στάμνε χρυσὴ ἡ ἔχουσα τὸ Θεῖον μάναν·
Χαῖρε, ξύλον ζωῆς ἀνθίζουσα καρποὺς εὐόσμους.
Χαῖρε, οὐρανίας παστάδος ἡ τελεία χαρμονῇ·
Χαῖρε, τῆς φρικώδους κακίας ἡ κατάπαυσις Σεμνῇ.
Χαῖρε, μόνη ἐπὶ σελήνης ἱσταμένη Μαρία·
Χαῖρε, ὅτι τῆς ἁμαρτίας ἀπελαύνεις μανίαν.
Χαῖρε, τῆς αἰωνίου ζωῆς τὸ κεφάλαιον·
Χαῖρε, τῆς Ἐκκλησίας Χριστοῦ τὸ προπύργιον.
Χαῖρε, δι’ ἧς τὰ ποθεινὰ πηγάζουσιν·
Χαῖρε, δι’ ἧς τὰ λυπηρὰ κατήργηνται.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ὕμνος βροτῶν οὐκ ἀρκέσει ἐξυμνεῖν τὴν Ἁγίαν σοῦ δόξαν. Ἰσαρίθμους γὰρ ταῖς σταγόσιν τοῦ ὄμβρου ᾠδὰς ἄν προσφέρωμεν σοὶ Ἀναστάντα Κύριε οὐδὲν τελοῦμεν ἄξιον ὡς ἐποίησας ἡμῖν τοῖς σοὶ βοῶσιν·

Ἀλληλούια.

Φωτοφόρον Παρθένον καὶ Ἀγγέλων τὸ ᾆσμα, ὁρῶμεν τὴν σεμνὴν Θεοτόκον. Ὁ ἀσώματος ἐξ αὐτῆς σωματωθείς, ὁ καὶ δεσμίους τοῦ ᾅδου ἐλευθερώσας, ἀνέτειλε φῶς πᾶσι τοῖς τυφλοῖς, ἵνα κραυγάσωμεν αὐτῆ τοιαῦτα·

Χαῖρε, ὅτι τοῦ πονηροῦ καταλύεις τὸ θράσος·
Χαῖρε, ὅτι τοῦ Βασιλέως σελαγίζεις τὸ φάος.
Χαῖρε, τῶν ἀσθενούντων ἡ βεβαία ἀντίληψις·
Χαῖρε, τῶν νοσημάτων παντοίων ἡ ἴασις.
Χαῖρε, ἡ τὸν ὡραῖον ἐκβλαστήσασα στάχυν·
Χαῖρε, τῶν δωρεῶν τοῦ Φιλανθρώπου ἡ κρήνη.
Χαῖρε, ὅτι τὰ στέφη τῶν συζύγων συμπλέκεις·
Χαῖρε, ὅτι τῶν νέων τὰς πορείας φυλάττεις.
Χαῖρε, ἡ νεκρώσασα τῶν παθῶν τὰς προσβολάς·
Χαῖρε, ἀκυρώσασα τῶν δαιμόνων τὰς βουλάς.
Χαῖρε, τῶν οὐρανίων ταγμάτων τὸ νῖκος·
Χαῖρε, τῶν πεπτωκότων δαιμόνων ὁ θρῆνος.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Χάριν ἄφθονον δοῦναι τοῖς ἀνθρώποις δωρήσασθαι θέλων, ὁ πάντων Ζωοδότης ἀνθρώπων, κατεδέχθη ἐν τάφῳ νεκρός κατοικεῖσαι, ἵνα τῆς φθορᾶς ἡμᾶς ἀπαλλάξει τοὺς κράζοντας·

Ἀλληλούια.

Ψάλλοντές σου τὸν τόκον, τὸν ὡς ξένον ἐν τάφῳ ξενωθέντᾳ , ἀνυμνοῦμεν τῇ αὐτοῦ Ἀναστάσῃ. Ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ἡ τῶν ἁπάντων πνοή, ἑξάγνισεν, ἐφώτισεν, ἐδίδαξε ἡμᾶς βόαν σοι ταῦτα·

Χαῖρε, ἀμαράντινε στέφανε δόξης·
Χαῖρε, δωδεκάτειχε πόλις Κυρίου.
Χαῖρε, ὅτι κατήργησας ἁμαρτίας τὸ κέντρον·
Χαῖρε, ἡ καινουργήσασα τῶν ἀνθρώπων τὸ γένος.
Χαῖρε, ὅτι κατεπάτησας κεφαλὴν τοῦ πονηροῦ·
Χαῖρε, λύπην ἡ κεράσασα τῶν δαιμόνων τῷ ἑσμῷ.
Χαῖρε, ὅτι τῶν παθῶν ἀποπλύνεις τὸν ῥύπον·
Χαῖρε, ὅτι τοῦ Πνεύματος ὑπάρχεις τὸ ῥεῖθρον.
Χαῖρε, ἡ ἀπόδειξις τῆς ἡμῶν σωτηρίας·
Χαῖρε, ἡ βεβαίωσις τῆς παλιγγενεσίας.
Χαῖρε, ὅτι ῥόδα καὶ κρίνα ἀνθίζεις·
Χαῖρε, ὅτι Πάσχα καὶ ἔαρ μυρίζεις.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Ὦ πανάσπιλε Μῆτερ, ἡ γεννήσασα τὸν πάντων ζωῆς χορηγὸν καὶ Δεσπότην χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν· (ἐκ γ΄) δεξαμένη τὴν νῦν προσφορὰν ἀπὸ πάντων σῶσον λυπηρῶν ἅπαντας καὶ τῆς μελλούσης ἀξίωσον Ἀναστάσεως τοὺς σοὶ βοῶντας·

Ἀλληλούια.

Ἄγγελος ἐξαστράπτων τῷ μνημείῳ ἐπέμφθη κηρύξαι τὴν Ἀνάστασιν πάντων, χαῖρε Μήτηρ τῆς ζωῆς ἡμῶν· (ἐκ γ΄). καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, Ἀναστάντα θεωρῶν σε Κύριε, ἐξίστατο καὶ ἵστατο βοῶν τῇ Θεοτόκῳ ταῦτα.

Χαῖρε, δι’ ἧς τεθνηκότες ζωούνται·
Χαῖρε, δι’ ἧς γαλαξίαι καινοῦνται.
Χαῖρε, ἡ φωτίζουσα τὰ ταμεῖα τοῦ ᾅδου·
Χαῖρε, ἡ συντρίψασα τοὺς μοχλοὺς τοῦ θανάτου.
Χαῖρε, τοῦ Παραδείσου τῆς πύλης τὸ ῥόπτρον·
Χαῖρε, τοῦ Βασιλέως τὸ πάναγνον ῥόδον.
Χαῖρε, δι’ ἧς ὁ Ἀδὰμ τοῦ θανάτου ἀνίσταται·
Χαῖρε, δι’ ἧς τῆς φθορᾶς οἱ βροτοί ἀπηλλάγημεν.
Χαῖρε, τῶν Μαρτύρων τὸ ἔνδοξον κλέος·
Χαῖρε, ἡ λαμπρύνουσα τὸ ἡμέτερον γένος.
Χαῖρε, δι’ ἧς ἡ Ζωὴ ἐκ τοῦ τάφου ἀνέτειλεν·
Χαῖρε, δι’ ἧς τῶν πιστῶν αἱ καρδία ἀγάλλονται.

Χαῖρε Μήτηρ τῆς Ζωῆς ἡμῶν.

Καὶ αὖθυς τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς Ζωηφόρος τοῦ Κυρίου ἡμῶν Μήτηρ, τῶν οὐρανῶν ὑψηλοτέρᾳ ἀνεδείχθης, ἀνυμνοῦμεν οἱ πιστοῖ καὶ μεγαλύνωμεν. Ἀλλ’ ὡς φέρουσα ζωῆς Κυρίου νάματα, ἐκ θανάτου ψυχικοῦ ἡμᾶς ἀνάστησον, ἵνα κράζωμεν· χαῖρε Μήτηρ τῆς ζωῆς ἡμῶν.

ΠΑΤΗΡ ΔΙΟΝΥΣΙΟΣ ΤΑΜΠΑΚΗΣ