Χαιρετισμοί εις την Υπεραγίαν Θεοτόκον την Παντανάσσαν

Ποίημα Γέροντος Ιωσήφ Βατοπαιδινού

 

Κοντάκιον· Ἦχος πλ. δ´. Τό προσταχθέν.
Τῆ ἱερά καί φωτοφόρῳ σου εἰκόνι, παρεστηκότες οἱ πιστοί μετ’ εὐλαβείας, ἀνυμνοῦμεν σε Παντάνασσα, οἱ σοί δοῦλοι· καί δεόμενοι αἰτοῦμεν σε κατάπεμψον, τάς ἰάσεις τοῖς προστρέχουσιν ἱκέταις σου, ὅπως κράζωμεν· Χαῖρε μόνη Παντάνασσα!

ΟΙ ΟΙΚΟΙ

Ἄρχων ὁ τῶν ἀγγέλων οὐρανόθεν κατέπτη εἰπεῖν τῆ Παντανάσσῃ τό χαῖρε (ἐκ γ´)· καί σύν τῆ θεοφθόγγω αὑτοῦ φωνῇ σαρκούμενόν σε κατιδών Κύριε, ἐβόησε καί ἔπεισε τήν κτίσιν κράζειν πρός αὑτήν τοιαῦτα·

Χαῖρε, τῆς ἀνθρώπων σωτηρίας ἀπαρχή καί αἰτία·
χαῖρε, τῆς φθαρείσης φύσεως ἡ σαφής παρηγορία.
Χαῖρε, ὅτι γέγονε διά σου Θεός ἡμῖν·
χαῖρε, πάσης ἀναπλάσεως ἀπαρχῇ καί τό ἀμήν.
Χαῖρε, κτίσεως ἡ ἔννοια εἰς τοῦ Κτίστου τήν βουλήν·
χαῖρε, μόνη ἡ δανείσασα Θεῶ Λόγῳ τήν στολήν.
Χαῖρε, ὕψιστον ἀξίωμα ὑπερβαῖνον πάντα νοῦν·
χαῖρε, ὕψος απροσμέτρητον καί αὑτοῦ τοῦ οὐρανοῦ.
Χαῖρε, Κόρη ἡλιόμορφε, ὑπερτέρα τοῦ φωτός·
χαῖρε, ὅτι τῆ γεννήσει σου πεπλήρωται τοῦ Γενάρχου ὁ σκοπός.
Χαῖρε, ὕψος, βάθος ἄρρητον τῶν χαρίτων ἡ αὐγή·
χαῖρε, καί ἡμῶν τῶν δεομένων σου ἰαμάτων ἡ πηγῇ.

Χαῖρε, μόνη Παντάνασσα.

Βρέφος διά σου ἐγεγόνει ὁ προάναρχος Λόγος, Παρθένε, καί τεχθείς ἀπορρήτως ἐκ σοῦ, παρέχει τοῖς τιμῶσι σε τήν ἄφεσιν καί τήν ἴασιν ὡσαύτως δεομένοις σου ἐν τῷ ψάλλειν·

Ἀλληλούια.

Γνῶσιν ἄγνωστον ἡ ἀπείρανδρος μαθεῖν ἑλομένη ἐβόησε τῷ λειτουργῶ μετά δέους. Ὡς παρθένος ἀγνῇ, πως γενήσομαι τοῦ Ὑψίστου μήτηρ; ἑρμήνευσον· πρός ἤν ὁ Ἀρχῶν ἔφησεν ἐν φόβῳ, πλήν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς τοῦ Ὑψίστου μύστις·
χαῖρε, κραυγῆς δεομένων ἡ ρύστις.
Χαῖρε, τῶν πενθούντων χαρά καί ἀντίληψις·
χαῖρε, ἀσθενούντων ἰατρός καί ἀνάρρωσις.
Χαῖρε, τῆς καρκίνου μάστιγος ἡ τελεία ωλετήρ·
χαῖρε, πάσης ἄλλης μάστιγος ὁ ἀκοίμητος σωτήρ.
Χαῖρε, κόσμου μόνιμος καί γλυκεία προσφυγή·
χαῖρε, πάσης ἄλλης θλίψεως θετικῇ ἀπαλλαγῇ.
Χαῖρε, μόνη ἐπακούουσα τῶν πενθούντων τοῦ κλαυθμοῦ·
χαῖρε, καί τῆς σωτηρίας εἴσοδος ἀμετρήτου ἀριθμοῦ.
Χαῖρε, ἔμβλημα καί στέφανε τῶν πιστῶν Ἀθωνιτῶν·
χαῖρε, μόνη ἀπαλλάξασα καταδίκης τό θνητόν.

Χαῖρε, μόνη Παντάνασσα.

Δύναμις τοῦ Ὑψίστου ἐπιστᾶσα σοι Κόρη, ἡγίασε σε ὅλην ὡς εἶδε, καί τήν αὑτοῦ σάρκα παρά σου προσλαβών ἀπορρήτως, ὑπέδειξε τοῖς θέλουσι κομίζειν σωτηρίαν, ψάλλειν οὕτως·

Ἀλληλούια.

Ἔλαμψας ἀπορρήτως τῆ ἀγία μορφή σου, ὡς ηὐδόκησας γνωσθῆναι Κόρη, θαυματόβρυτον θείαν μορφήν σου, καί αεννάως τῶν θαυμάτων τήν χάριν παρέχεις τοῖς κραυγάζουσι ταύτᾳ·

Χαῖρε, ἴαμα καί στήριγμα τῶν πονούντων ἀκριβές·
χαῖρε, σύστημα τῆς πίστεως καί ἐλπίδος ἀρραγές.
Χαῖρε, εἴσοδος τοῖς θέλουσι καί βιοῦσιν εὐσεβῶς·
χαῖρε, θάρρος καί ἀντίληψις τοῖς ἀθλοῦσιν ευσθενώς.
Χαῖρε, μόνη προξενήσασα σωτηρίαν τοῖς πιστοῖς·
χαῖρε, μόνη ἡ ἀνοίξασα εἴσοδον ἐν οὐρανοῖς.
Χαῖρε, κλῖμαξ ἐπουράνιε ἡ εἰσάγουσα βροτούς·
χαῖρε, δρόσος ἡ πηγάζουσα τούς τῆς χάριτος κρουνούς.
Χαῖρε, μόνη χαριτοῦσα τῶν Παρθένων τούς χορούς·
χαῖρε, μόνη ἡ γλυκαίνουσα τούς δυστύνους ἡμῶν καιρούς.

Χαῖρε, μόνη Παντάνασσα.

Ζωώσαι θέλων τόν κόσμον ὁ τοῦ κόσμου πλαστουργός καί Δεσπότης, ἐνῴκησε τῆ μήτρα σου πανάμωμε, απειράνδρως, καί μητέρα τῶν πιστῶν καί μεσίτριαν ἀναδείξας, ἔπεισε ἀνυμνεῖν σε ἐν τῷ ψάλλειν·

Ἀλληλούια.

Ἤκουσται παρά πάντων τά φρικτά μεγαλεία ἅτινα ἀναβλύζει, Παρθένε, ἡ ἀγία καί σεπτῇ σου εἰκών, τά ἰάματα ὡς νάματα προχέουσα αεννάως. Ἡμεῖς δε τιμῶντες τήν πανίερον σου ταύτην μορφήν Παντάνασσα, σοί ἐκβοῶμεν.

Χαῖρε, ἰαμάτων κρουνούς ἡ προχέουσα·
χαῖρε, τῶν νοσούντων τήν ῥῶσιν αεννάως παρέχουσα.
Χαῖρε, μόνη θεραπεύουσα τοῦ καρκίνου τήν πληγήν·
χαῖρε, ὅτι καί ἡμῖν ἐβράβευσας τήν μορφήν σου ὡς πηγήν.
Χαῖρε, ὅτι ἤστραψας τῷ προσώπῳ σου, ἀγνῇ·
χαῖρε, ὅτι λέλυται τῶν ἀνθρώπων ἡ ποινή.
Χαῖρε, ὅτι ῥύεται διά σου φύσις βροτῶν·
χαῖρε, ὅτι χαίρουσι διά σου στίφη πιστῶν.
Χαῖρε, ὕψος, βάθος ἄπειρον τοῖς ἀνθρώπων λογισμοῖς·
χαῖρε, πλάτος τό ἀσύγκριτον τῆς Θεοῦ Λόγου ὀσμῆς.
Χαῖρε, ἔμβλημα θεόπεμπτον τῶν πιστῶν ἱεραρχῶν·
χαῖρε, καύχημα καί σέμνωμα τῶν πρό σου Πατριαρχῶν.

Χαῖρε, μόνη Παντάνασσα.

Θεοφόρον παστάδα τῆς τοῦ Λόγου νυμφεύσεως, Κόρη, ἔγνωμεν σε ὑπερβᾶσαν τούς ὄρους καί λόγους τῆς φύσεως, ὦ Κεχαριτωμένη, ἀσυγκρίτῳ τρόπῳ καί νόμῳ ὡς Θεοτόκος ἐδίδαξας τούς πάντας ψάλλειν

Ἀλληλούια.

Ἰδόν τάξεις ἀγγέλων ἐν χερσί σου κρατοῦσαν τόν πλάσαντα χειρί τούς ἀνθρώπους καί ὡς Δέσποιναν νοοῦντες σε μόνην εἰ καί δούλην, Κυρία, σεαυτήν κατήγγελλες, ἔσπευσαν τοῖς ὕμνοις θεραπεύσαι καί βοήσαί σοι εὐλογημένη·

Χαῖρε, ἡ τῶν ἀγγέλων ὑπερβᾶσα ἀσυγκρίτως τάς τάξεις·
χαῖρε, τῆς σωτηρίας βλυστάνουσα ἀενάως τάς πράξεις.
Χαῖρε, ἄκουσμα καί λάλημα τό πληροῦν τούς οὐρανούς·
χαῖρε, τούς φθαρέντας ἔμπαλιν μεταστρέψασα καινούς.
Χαῖρε, ὅτι ἀπηλλάγημεν τῆς φθοράς οἱ γηγενεῖς·
χαῖρε, ὅτι πέπαυται ἡ τοῦ ἌΙδου τυραννίς.
Χαῖρε, μόνιμον σωσίβιον τῆς κοιλάδος τοῦ κλαυθμῶνος·
χαῖρε, μόνιμον ἐξαίρετον τοῦ ἐπιγείου κανόνος.
Χαῖρε, μόνη τῆς ἁγνότητος τό μυρίπνοον δοχεῖον·
χαῖρε, Κόρη ἀειπάρθενε, τό θεόσταλτον βραβεῖον.
Χαῖρε, ἄρωμα τῆς πίστεως καί βραβεῖον ἀρετῆς·
χαῖρε, καύχημα καί στέφανε Θεοτόκε τοῖς πιστοῖς.

Χαῖρε, μόνη Παντάνασσα.

Κήρυκες θεοφόροι καί ποιμένες συνάμα οἱ θείοι μαθηταί τοῦ Σωτῆρος, ἐπέστησαν σοι Παρθένε ἀθρόως ὅτε ἐκ γῆς ἀπαίρειν προείλου καί φωνή σιγηρᾷ σε ἀνύμνουν μετά πόθου κράζοντες τό·

Ἀλληλούια.

Λάμψασα σή εἰκόνι, ὦ Παντάνασσα Μῆτερ, ἔδειξας πολυτρόπως τῶν θαυμάτων τήν χάριν ἤν πλουσίως παρέχεις τοῖς νοσοῦσι, ποικίλως ῥῶσιν μεταδιδοῦσα τοῖς ἀνιάτως πάσχουσιν· οἱ ποικίλων δε νόσων ῥυσθέντες ἐβόων πρός σε Θεοτόκε·

Χαῖρε, ἀνόρθωσις τῶν νοσούντων·
χαῖρε, παράκλησις τῶν πενθούντων.
Χαῖρε, τῆς ἀπάτης τήν πλάνην σκορπίσασα·
χαῖρε, τῶν δαιμόνων τόν δόλον συντρίψασα.
Χαῖρε, θάλασσα βυθίσασα τόν ἡμέτερον ἐχθρόν·
χαῖρε, ὕδωρ τό ἁλλόμενον τῶν τοῦ πνεύματος κρουνῶν.
Χαῖρε, πύρινε στῦλε τούς πιστούς ὁδηγοῦσα·
χαῖρε, στήριγμα θεῖον τούς ἀθῴους κρατοῦσα.
Χαῖρε, τροφῇ τοῦ μανά ἀσύγκριτε·
χαῖρε, τρυφῆς ἁγνείας ἀμίμητε.
Χαῖρε, ἡ γῆ τῆς Χριστοῦ Βασιλείας·
χαῖρε, κρηπίς θείας ἐπαγγελίας.

Χαῖρε, μόνη Παντάνασσα.

Μέλλοντος σου σαρκούσθαι τοῦ Θεοῦ Θεέ Λόγε, αφράστως ἐπεδόθης σαρκίί, ὡς βρέφος τῷ δικαίῳ Συμεών· ἀλλ’ ἐγνώσθης τούτῳ ὡς Θεός τέλειος, διόπερ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν κράζων·

Ἀλληλούια.

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας σε Κόρη, ἡμῖν τήν μέλλουσαν σε γενέσθαι μητέρα· ἐξ ἀσπόρου βλαστήσας νηδύος, ἤν καί φυλάξας ἄφθορον, τό θαῦμα ἐξιστάμενοι ὑμνοῦμεν σε βοῶντες·

Χαῖρε, τό ἄνθος τῆς παρθενίας·
χαῖρε, τό στέφος τῆς ἀφθορίας.
Χαῖρε, ἀναπλάσεως τύπον προβάλλουσα·
χαῖρε, τῶν αύλων τόν τρόπον διδάσκουσα.
Χαῖρε, μανά θεῖον, ἄφθορον ἐξ οὗ τρέφονται πιστοί·
χαῖρε, θεῖον καταπέτασμα ὑφ’ οὗ σκέπονται πολλοί.
Χαῖρε, ἡ τετοκυίᾳ ὁδηγόν τοῖς ἀνθρώποις·
χαῖρε, ἡ προσδοκία σταθερά αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου ἡ μόνη δυσώπησις·
χαῖρε, ἀπείρων ἐνόχων καί πταιόντων συγχώρησις.
Χαῖρε, ἐλπίς καί στοργή τῶν γυμνῶν παρρησίας·
χαῖρε, χαρά καί σταθμέ τῆς Χριστοῦ Ἐκκλησίας.

Χαῖρε, μόνη Παντάνασσα.

Ξένον τόκον ὁρῶντες οἱ υἱοί τῶν ἀνθρώπων ἐν φόβῳ τόν νοῦν ἐπί Θεόν μεταθέντες, ἔγνωσαν τοῦ μυστηρίου τήν δύναμιν· εἰς τοῦτο γάρ ὁ Ὕψιστος επέφανε πρός τό ἑλκύσαι τούς αὑτῷ βοῶντας·

Ἀλληλούια.

Ὅλος ἤν ἐν τοῖς κόλποις τοῦ Πατρός ἐν ὑψίστοις ὁ τούς κάτω ἑλκύσαι ἐλθών ἀπερίγραπτος Λόγος· συγκατάβασις γάρ θεϊκή, ἡ κύησις δε παρθενικῇ, ἀκούουσα ὑπό πάντων ταύτᾳ·

Χαῖρε, Θεοῦ τοῦ ἀπείρου χώρα·
χαῖρε, ἀσυλλήπτου μυστηρίου πείρα.
Χαῖρε, πίστεως ἡ εἴσοδος εἰς τόν κόσμον τῆς φθορᾶς·
χαῖρε, μόνη εἴσοδος τοῖς ἀνθρώποις τῆς χαρᾶς.
Χαῖρε, ἴαμα καί βάλσαμον πάσης Πάναγνε πληγῆς·
χαῖρε, ὅλως ἀνυψώσασα τούς φθαρέντας ἀπό γῆς.
Χαῖρε, μόνη ἀποτίσασα τῶν πταιόντων τήν ποινήν·
χαῖρε, ὄντως ἡ ἀνοίξασα τήν αἰώνιον μονήν.
Χαῖρε, δι´ ἦς εξωφλήθη τοῦ Ἀδάμ ἡ παράβασις·
χαῖρε, δι´ ἦς ἐπεδόθη τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, μόνη θεραπεύουσα τάς ὀδύνας τῶν θνητῶν·
χαῖρε, ἡ ἀντίληψις καί ἐλπίς ἡ τῶν πιστῶν.

Χαῖρε, μόνη Παντάνασσα.

Πᾶσα φύσις ἀγγέλων καί ἀνθρώπων συνάμα ἐξεπλάγη τό μέγα τῆς ἀσυλλήπτου σου σαρκώσεως, Λόγε. Τόν τό εἷναι πᾶσι παρασχόντα άϋλον Θεόν, ἐθεώρει προσιτόν ἄνθρωπον, ἡμῖν μέν διατρίβοντα, ἀκούοντα δε ὑπό πάντων·

Ἀλληλούια.

Ῥύονται τῶν κινδύνων καί τῶν νόσων οἱ πάντες καταφεύγοντες πρός σε Θεοτόκε· τῆς Παναχράντου σου εἰκόνος ἡ χάρις, ὦ Παντάνασσα, πλουσίως εφαπλούται τοῖς πάσχουσι καί ἴασιν παρέχει θαυμάζουσι πιστῶς καί ἐκβοῶσιν.

Χαῖρε, ἰαμάτων ὁ κρατήρ ὁ αένναος·
χαῖρε, τῶν θαυμάτων ὁ σταθμός ὁ ἀμέτρητος.
Χαῖρε, ἡ ἀνακουφίζουσα παντός πόνου τήν πληγήν·
χαῖρε, ὄντως ἡ παρέχουσα τῆς ἐλπίδος τήν πηγήν.
Χαῖρε, Δέσποινα Παντάνασσα, ἡ κουφίζουσα τούς πόνους·
χαῖρε, ὅτι τούς ζητοῦντας σε οὑκ ἐγκαταλείπεις μόνους.
Χαῖρε, μόνη παραμύθιον τοῖς ἀνθρώπων στεναγμοῖς·
χαῖρε, ὄντως ἐπακούουσα τῶν πονούντων πρός στιγμήν.
Χαῖρε, πρόθεσις καί στήριγμα τῆς καλῆς ἀποταγῆς·
χαῖρε, πρότυπον καί ἔμβλημα τῆς ὀρθῆς ὑποταγῆς.
Χαῖρε, θησαυροφυλάκιον τῶν τοῦ πλάστου δωρεῶν·
χαῖρε, ὄρος τό πανάγιον ἡ κατοίκησις ἡμῶν.

Χαῖρε, μόνη Παντάνασσα.

Σώσαι θέλων ὁ Κτίστης τήν φθαρεῖσαν τῶν ἀνθρώπων οὐσίαν ἐπί σε κατῆλθε, Πανάμωμε, καί ἡγίασε σε καί εθέωσε καί τήν φύσιν πᾶσαν τῶν βροτῶν ἀνασύρας, τῷ ἀρχαίῳ συγκατέμιξε κάλλει, πείσας πάντας κράζειν·

Ἀλληλούια.

Τεῖχος εἷ τῶν παρθένων, Ἀειπάρθενε κόρη, καί πάντων τῶν ποθούντων ἁγνεύειν· ὁ γάρ τῶν ὅλων Δεσπότης κατεσκήνωσεν ἐν σοί Ἄχραντε, καί ὡς Μητέρα αὑτοῦ, πάντας σοι προσφωνεῖν διδάσκει οὕτω·

Χαῖρε, ἡ δόξα τῆς Παρθενίας·
χαῖρε, ἡ βάσις τῆς σωτηρίας.
Χαῖρε, γέννημα καί σφράγισμα τῶν πατέρων τῆς εὐχῆς·
χαῖρε, τῆς ἀποκαλύψεως τέλος καί ἀκροστιχίς.
Χαῖρε, μόνη θεῖον αἴνιγμα τοῦ Ὑψίστου τῆς βουλῆς·
χαῖρε, ὄντως θεῖον ἔμβλημα τοῦ Σωτῆρος τῆς στολῆς.
Χαῖρε, κόρη ἀκατάληπτε, καί ἀνέκφραστε πτυχῇ·
χαῖρε, τῆ ἐπιφανείᾳ σου συμπληροῦται ἡ εὐχῇ.
Χαῖρε, ωσπιλε, ἀμόλυντε οὐρανῶν ἡ πλατυτέρα·
χαῖρε, πάσης κτίσεως ἀσυγκρίτως ὑπερτέρα.
Χαῖρε, ὅτι μόνη χαίρειν σοί ἁρμόζει, Θεοτόκε·
χαῖρε, τοῦ φωτός μητέρα σύ πρός τοῦτο Φωτοτόκε.

Χαῖρε, μόνη Παντάνασσα.

Ὕμνον θέλουσα ἡ κτίσις ἐπαξίως τῷ Σωτῆρι τῶν πάντων προσφέρειν, ὦ Πανάγαθε Δέσποινα, οὐδέν ἰσχύει ἀντάξιον τῆς παναπείρου σου φιλανθρωπίας, ὤν ἡμῖν δέδωκας, αλλ´ οὖν πόθῳ σοι βοῶμεν·

Ἀλληλούια.

Φωτοφόρον νεφέλην τοῖς ἐν σκότει δωρεῖται, Χριστός ὁ σός Υἱός, ὦ Παρθένε· τό γάρ ἀνέσπερον ἀνέτειλε φώς καί πρός γνῶσιν δᾳδουχεῖ ἅπαντας, σε δε τήν φωτώνυμον Δέσποιναν προτρέπει ἀναμέλπειν ταύτᾳ·

Χαῖρε, ἥλιον γεννήσασα νοητή ἀνατολῇ·
χαῖρε, τῆς μεταμορφώσεως τοῦ Χριστοῦ θεία στολῇ.
Χαῖρε, φώς τό άϋλον τῶν ἁγίων στολισμός·
χαῖρε, διά σου ἠφάνισται τῶν δαιμόνων σκοτισμός.
Χαῖρε, ὄντως τόν πολύφωτον ἀνατέλλεις φωτισμόν·
χαῖρε, ὅτι τόν αείρρητον εκπηγάζεις ποταμόν.
Χαῖρε, θάλασσα ἀκύμαντε ἡ μετάγουσα ἐκ γῆς·
χαῖρε, μόνη θεραπεύουσα τῶν νοσούντων τάς πληγάς.
Χαῖρε, τῆς σωτηρίας χορηγοῦσα τόν τύπον·
χαῖρε, πάσης παραβάσεως ἀποπλύνουσα τόν ῥύπον.
Χαῖρε, μόνη θεραπεύουσα τῶν πιστῶν τάς συνειδήσεις·
χαῖρε, πάλιν ευμενίζουσα τοῦ Θεοῦ πάσας τάς κρίσεις.

Χαῖρε, μόνη Παντάνασσα.

Χάριν δοῦναι εὐδοκήσας ἐνοχῆς βαρυτάτης, ὁ πάντων χρεωλυτῇς τῷ κόσμῳ, ἐπεδήμησε αὐτοπροσώπως πρός τούς ἀποδήμους τῆς αὑτοῦ Βασιλείας, καί ῥήξας τό χειρόγραφον, ἀκούει ὑπό πάντων οὕτως·

Ἀλληλούια.

Ψάλλοντες σοι τούς ὕμνους, ἀνυμνοῦμεν σε πάντες, ὡς ἔνθεον σκηνήν, Θεοτόκε· ἐν σοί γάρ οἰκήσας ἀπορρήτως ὁ Λόγος, ὁ συνέχων τά πάντα, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας·

Χαῖρε, ἄσμα ἀνερμήνευτον τῆς ἀγγέλων ὑμνῳδίας·
χαῖρε, πρόφασις καί μέλημα τῆς ἀνθρώπων μελῳδίας.
Χαῖρε, τῆς Τριάδος σέμνωμα ἔνθα μόνιμον τό φῶς·
χαῖρε, μόνη ἀειπάρθενος ἔνθα οὐχ ὑπάρχει πῶς!
Χαῖρε, ἄφθαστον ἀξίωμα ὑπεράνω οὐρανῶν·
χαῖρε, τό ὑπό τόν ἥλιον ἀπερίγραπτον καινόν.
Χαῖρε, ἄφραστον μυστήριον καί αἰώνων καί καιρῶν·
χαῖρε, σέμνωμα καί καύχημα παντός κόσμου τῶν χωρῶν.
Χαῖρε, ἄρωμα καί ἔμβλημα ἱερέων εὐλαβῶν·
χαῖρε, στέφανε καί καύχημα φιλοθέων εὐσεβῶν.
Χαῖρε, ἔξοχον ἀρχέτυπον ἀσκητῶν καί μοναχῶν·
χαῖρε, πλήρωμα ἁπάντων τε δεομένων τῶν εὐχῶν.

Χαῖρε, μόνη Παντάνασσα.

Ω Παντάνασσα μῆτερ, ἡ τεκοῦσα τῶν πάντων ἁγίων Ἁγιώτατον Λόγον (ἐκ γ´), ἀποδεξαμένη τήν ἡμῶν ὑμνῳδίαν, ἀπό πάσης συμφορᾶς ἐξελοῦ ἡμᾶς καί τῆς μελλούσης ῥῦσαι κατακρίσεως τούς συμβοῶντας·

Ἀλληλούια.

 

Πηγή