Xαιρετισμοί εις τον Άγιον Μεγαλομάρτυρα και Θαυματουργόν Φανούριον

Ποίημα Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης

Ὁ θρόνῳ παριστάμενος Φανούρις τῆς δόξης,
Φωτί σου με καταύγασον ἐν ὕμνοις σὲ δοξάζομεν.

Ἀπολυτίκιον. Ἦχος πλ. δ´. Τὸ προσταχθέν.
Τὸν τοῦ Χριστοῦ μεγαλώνυμον ὁπλίτην, τὸν ἀνδρικῶς τοὺς δυσμενεῖς καταβαλόντα, ἐν αἰκίσεσι πάλαι καὶ σκληραῖς βασάνοις ἐσχάτως φανερωθέντα δὲ θαυμαστῶς, καὶ πλήθει αὐτοῦ θαυμάτων σθένος Θεοῦ μαρτυροῦντα τὸ ἄμαχον, ἐν ἐγκωμίων ᾠδαῖς, τιμήσωμεν κραυγάζοντες Χαίροις Μάρτυς Φανούριε.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῶν ἀριστέων τοῦ Χριστοῦ τὸ ἐγκαλλώπισμα, τῆς ἐκκλησίας ἀδιάσειστον ἑδραίωμα, τὸ θησαύρισμα τῆς Ῥόδου καὶ μέγα κλέος. Φωταυγείας οὐρανίου τὸν φερώνυμον, καὶ θαυμάτων θεῖον πρόβολον τιμήσωμεν ἀνακράζοντες Χαίροις Μάρτυς Φανούριε.

Αἵμασι θεηγόροις εὐφημήσωμεν πάντες Φανούριον τὸν μέγαν ὁπλίτην (εκ γ΄). Σταυροῦ γὰρ πανοπλίαν ἐνδυσάμενος ἀήττητον, Θεὸν τὸν παντοδύναμον ἐν νίκαις ἱεραῖς ἐδόξασε, τὸ Ὄνομα Αὐτοῦ τὸ Ἅγιον μεγαλύνων. Διὸ ἡμεῖς, τὴν ἔνδοξον αὐτοῦ μεγαλωσύνην ψάλλοντες, βοῶμεν ἐκτενῶς τοιαῦτα

Χαίροις ὁ Μάρτυς τῆς ἀληθείας.
χαίροις ὁ στῦλος τῆς καρτερίας.
Χαίροις τοῦ Παμβασιλέως ὁ γενναῖος στρατηγός.
χαίροις τοῦ Δεσπότου πάντων ὑπηρέτης ὁ πιστός.
Χαίροις σὺ ὁ ταπεινώσας φάλαγγας δαιμονικάς.
χαίροις σὺ ὁ ἐκνικήσας παρατάξεις ἐχθρικάς.
Χαίροις ὁ τῆς ἀθεΐας λύσας σκότος τὸ βαθύ.
χαίροις Φῶς ὁ διαλαμπῶν τοῦ Χριστοῦ τοῖς ἐν τῇ γῆ.
Χαίροις τὸν πικρὸν χειμῶνα ἀπελαύνων τῆς ἀγνοίας.
χαίροις ἔαρ ὁ μηνύων πίστεως τῆς παναγίας.
Χαίροις ὁ τῆς Ἐκκλησίας παμφαέστατος φωστήρ.
χαίροις Ῥόδου εὐκοσμία καὶ ἀχείμαστος λιμὴν.

Χαίροις Μάρτυς Φανούριε.

Βέλη τῆς κακίας πάσης τοῦ ἀρχαίου πτερνιστοῦ, ἔσβεσας τῇ σῇ ἐνστάσει καὶ ἀνδρείᾳ Ἀθλητά. Ὅθεν δρόσον ἀπολαύσας Πνεύματος τοῦ Παντουργοῦ, τὰς ψυχὰς ἡμῶν ἀρδεύεις ὦ Φανούριε ἀεί, τῶν ἐκ πόθου σὲ τιμώντων καὶ ψαλλόντων τῷ Θεῷ.

Ἀλληλούϊα.

Γύμνωσιν ὁ ὄφις πάλαι τῆς ἀρχαίας καλλονῆς, προεξένησεν ἀνθρώποις τῇ δολίᾳ συμβουλῇ. Τοῦτον Μάρτυς ἐξέδυσας ἐν ἀγῶσι θαυμαστοῖς, ἔδειξας Θεοῦ τὸ σθένος καὶ τὴν ἄμαχον ἰσχύν, καὶ Αὐτοῦ τὰ μεγαλεία ὦ Φανούριε τρανοῖς. Διὸ μέλπομεν ἐκ πόθου τὰ ἐξαίσια τὰ σά, ἐκβοῶντες ἐκ καρδίας ταῦτα σοι χρεωστικῶς

Χαίροις ὁ λύχνος τῆς εὐσεβείας.
χαίροις ὁ πρόβολος τῆς ἀνδρείας.
Χαίροις τῆς πίστεως ἡ λαμπρότης.
χαίροις Μαρτύρων ἡ ὡραιότης.
Χαίροις τοῦ Ἀγωνοθέτου στρατιώτης εὐπειθής.
χαίροις τοῦ Ἀγαθοδότου φίλος ὁ πανευπρεπής.
Χαίροις πίστεως ἀμώμου ἡ τιμία λαμπηδών.
χαίροις τῆς Χριστοῦ ἀγάπης ἡ σεβάσμιος εἰκών.
Χαίροις ὁ προσκαρτερήσας τῆς καμίνου τὴν πυράν.
χαίροις ὁ κληρονομήσας τὴν εὐφρόσυνον χαράν.
Χαίροις τῶν Ἀγγελικῶν ταγμάτων ἡ καλλίστη θυμηδία.
χαίροις τῶν Ῥοδίων δόξα καὶ ὑψίστη κληρουχία.

Χαίροις Μάρτυς Φανούριε.

Δίψει θείου Μαρτυρίου συνεχόμενος, σπουδῂ ηὐτομόλεις ἐν σταδίῳ τὸν Χριστὸν ὁμολογεῖν, καὶ βασάνους ἐκαρτέρεις γενναιόφρονι ψυχῇ. Ὡς ὁ Παῦλος δὲ ἐβόας, τὸν Χριστὸν μόνον ἐρῶ καὶ αὐτοῦ τὴν Βασιλείαν τὴν αἰώνιον διψῶ. Ὅθεν ἀριστεύσας μέγα, ὦ Φανούριε κλεινέ, πάντας συγκαλεῖς ὑμνῆσαι τὸν Θεὸν τὸν ἀληθῆ καὶ συμψάλλειν τοῖς Ἀγγέλοις Τούτῳ τὴν καινὴν ῷδήν

Ἀλληλούϊα.

Ἔστης ὡς στεῤῥὸς ἀδάμας καρτερῶν τοὺς ῥαβδισμούς, τὰς αἰκίσεις τῆς σαρκός σου, λίθων τε ἐπιφοράς, τοῦ Δεσπότου σου τὸ πάθος ἐνθυμούμενος ἀεί. Τούτῳ πρέσβευε ἀπαύστως, ὢ Φανούριε, ἡμῖν δοῦναι σθένος τοῦ νικήσαι πάθη τὰ φθοροποιὰ καὶ σαρκὶ συσταυρωθῆναι, ἵνα ζήσωμεν Αὐτῷ καὶ βοήσωμεν συμφώνως κατὰ χρέος σοι ἀεί.

Χαίροις τὸ βέλος τοῦ πολεμίου.
χαίροις τὸ κέντρον τοῦ ἀλλοτρίου.
Χαίροις ὁ διατρανώσας τοῦ Θεοῦ ἡμῶν ἰσχύν.
χαίροις ὁ καταγελάσας τῶν τυράννων τὴν ὀφρύν.
Χαίροις ὅπλον ὁ πλουτήσας τὸν ἀήττητον Σταυρόν.
χαίροις ὁ ἐκδειματήσας τῶν δαιμόνων τὸν στρατόν.
Χαίροις ὁ ἐγκαρτερήσας ἐν εἱρκτῇ τῇ σκοτεινῇ.
χαίροις ὁ φωταγωγήσας ταῖς ἀκτῖσί σου τὴν γῆν.
Χαίροις ἀγωνιζομένων πρόμαχος ὁ εὐσθενής.
χαίροις τῶν ἐν περιστάσει παραστάτης συμπαθής.
Χαίροις ὁ καταγλαΐσας τῶν Μαρτύρων τὸν χορόν.
χαίροις ὁ καταφραιδρύνας οὐρανὸν τὸν νοητόν.

Χαίροις Μάρτυς Φανούριε.

Ζώσας τὴν ὀσφύν σου Μάρτυς τῇ ἰσχύϊ τοῦ Θεοῦ, πανοπλίαν τε φορέσας πίστεως τὴν ἀῤῥαγῆ, καὶ κρατῶν ἐν ταῖς χερσί σου τὸν Πανάγιον Σταυρόν, κατηδάφισας εἰς τέλος παρατάξεις τῶν ἐχθρῶν. Ὅθεν ηὔφρανας Ἀγγέλων ὢ Φανούριε χορούς, φίλους τούτους τε ποιήσας καὶ συνόμιλος ὀφθείς, ψάλλεις σὺν αὐτοῖς ἀπαύστως τὴν τρισάγιον ᾠδήν

Ἀλληλούϊα.

Ἡ τοῦ Παρακλήτου χάρις ἐνοικήσασα ἐν σοί, τῶν γηΐνων πάντα πόθον ἐφλεξε σοι ἀληθῶς καὶ ἐρᾶν σε κατηξίου τῶν μελλόντων ἀγαθῶν. Ὅθεν ἀλογήσας πάντῃ φθειρομένης σοῦ σαρκός, πρὸς ἀγῶνας ὑπεισῆλθες ὢ Φανούριε στεῤῥούς, καὶ διάδημα τῆς νίκης ἐκομίσω τὸ λαμπρόν. Διὰ τοῦτο πλέκομέν σοι στέφος ὕμνων ἱερόν, λέγοντες σοι ἀσιγήτως ταῦτα χείλεσι ψυχῆς

Χαίροις ὁ φίλος τοῦ Ζωοδότου.
χαίροις ὁ λύχνος τοῦ Φωτοδότου.
Χαίροις τῆς Σιὼν τῆς ἄνω πολυτίμητος ὄλβος.
χαίροις τῶν κινδυνευόντων ὁ ἀχείμαστος ὅρμος.
Χαίροις ῥόδον τὸ εὐῶδες Πνεύματος τοῦ Παντουργοῦ.
χαίροις ἄνθος τὸ ὡραῖον πίστεως ὑπερτελοῦς.
Χαίροις σκεῦος τῶν χαρίτων, ἐξαισίων πλησμονή.
χαίροις βρύσις τῶν θαυμάτων καὶ ἀείῤῥυτος πηγή.
Χαίροις ὅτι προλαμβάνεις τοὺς ἐν θλίψεσιν ἀεὶ.
χαίροις ὅτι ἐπακούεις τῶν φωνούντων σε ταχύ.
Χαίροις τοῦ Χριστοῦ Μαρτύρων λαμπροτάτη κορωνίς.
χαίροις τῶν πιστῶν τὸ τεῖχος καὶ ἀνίκητος ἀσπίς.

Χαίροις Μάρτυς Φανούριε.

Θυρεὸν τῆς εὐσεβείας τὸν ἀλύγιστον λαβῶν καὶ τὸ δόρυ τῆς ἐλπίδος καὶ τῆς πίστεως κρατῶν, θώρακά τε τῆς ἀγάπης τοῦ Κυρίου ἐνδυθείς, οὐκ ἐκάμφης ἀλγηδόσιν ἀνυποίστοις Ἀθλητά. Ἀλλὰ μείνας ὡς ἀδάμας μέχρι τέλους καρτερός, ὢ Φανούριε ἀνυμνεὶς τῶν δυνάμεων Θεόν. Τούτῳ ἐκβοὼν ἐν πᾶσι τὴν νικοποιὸν ᾠδήν

Ἀλληλούϊα.

Ἴνδαλμα σαθρὸν τῆς πλάνης, ἀληθείας τῷ πυρὶ ἀπημαύρωσας εἰς τέλος τοῦ Κυρίου Ἀθλητά, τοῦ Θεοῦ ἡμῶν τὸ σθένος τοῖς ἀθέοις φανερῶν. Ὅθεν καὶ ἡμεῖς χορείαν συστησάμενοι καινήν, ἀνυμνοῦμεν μεγαλεία ὢ Φανούριε τὰ σὰ καὶ προθύμως ἐκβοῶμεν ταῦτα σοι ἀπὸ ψυχῆς

Χαίροις ὁ πύργος τῆς ἐκκλησίας.
χαίροις ὁ λίθος Σιὼν ἁγίας.
Χαίροις τοῦ χαλκοῦ καὶ σιδήρου στεῤῥότερος.
χαίροις τοῦ γεώδους χρυσίου λαμπρότερος.
Χαίροις ὁ ὑπερυψώσας συμμαχίαν τοῦ Θεοῦ.
χαίροις ὁ ἐκμηδενίσας παρατάξεις τοῦ ἐχθροῦ.
Χαίροις τοῦ Χριστοῦ ὁ στάχυς σῖτον δίδων ἱερὸν.
χαίροις τῆς ἀμπέλου βότρυς οἶνον στάζων μυστικόν.
Χαίροις ὅτι σεαὐτὸν εἰργάσω ἱερεῖον τῷ Θεῷ.
χαίροις ὅτι τὰς καρδίας ἱλαρύνεις τῶν πιστῶν.
Χαίροις τοῦ Χριστοῦ τὸ σπέρμα, ἐκκλησίας ὁ βλαστός.
χαίροις οἰκουμένης πάσης ἐνδοξότατος καρπός.

Χαίροις Μάρτυς Φανούριε.

Κῆρυξ τοῦ Θεοῦ ἐγένου ὢ Φανούριε τρανὸς Μαρτυρίου γὰρ ὁ λόγος εἰς τὰ πέρατα τῆς γῆς ἐξελήλυθε καὶ ἔθνη συνεκάλεσε ὑμνεῖν τὸν Θεὸν τὸν ἐν Ἁγίοις δοξαζόμενον Αὐτοῦ καὶ τὴν ἐξουσίαν δόντα τοῦ καταπατεῖν ἡμᾶς κάραν τοῦ ἐχθροῦ δολίαν καὶ τοῦ ὄφεως ἰσχύν. Τούτῳ αἶνον ἐκ καρδίας πάντες πλέξωμεν καινόν, ᾄδοντες ὡς Παντουργέτῃ ἐπινίκιον ωδήν

Ἀλληλούϊα.

Λαμπηδόσι Μαρτυρίου κατηγλάϊσας τὴν γῆν καὶ ἀκτῖσι τῶν σῶν ἄθλων ηὔγασας χοροὺς πιστῶν. Ὅθεν φωτισμοῦ ἀῤῥήτου ἐμπλησθέντες καὶ ἡμεῖς, Φωτοδότου ἀνυμνοῦμεν ὑπεράρχιον ἀρχήν, σὲ τιμῶντες ὁμοφρόνως ὢ Φανούριε κλεινέ, ψάλλομεν σοι ἀκορέστως ταῦτα ἐν μιᾷ ψυχῇ

Χαίροις ἀήττητε πανοπλῖτα.
χαίροις πανένδοξε στεφανῖτα.
Χαίροις τοῦ Κυρίου δρομεὺς εὐσθενέστατος.
χαίροις ἀλλοτρίου ἐχθρὸς ἀκαταίσχυντος.
Χαίροις ἀθλημάτων τῶν τιμίων ἀλεῖπτα.
χαίροις τῶν ἀγώνων τῶν ἐνθεωτάτων πύκτα.
Χαίροις ὅτι τῶν βραβείων ἔτυχες τῶν ἀθανάτων.
χαίροις ὅτι τῶν στεφάνων ἀπολαύεις τῶν ἀφθάρτων.
Χαίροις τῶν ἐν ἀσθενείᾳ συμπαθέστατος ἀκέστωρ.
χαίροις τῶν ἐν περιστάσει ὀξυδρόμος ἀντιλήπτωρ.
Χαίροις κτίσεως ἁπάσης τηλαυγέστατος φωστήρ.
χαίροις Ῥόδου τὸ σεμνεῖον καὶ ὑπέρφωτος ἀστὴρ.

Χαίροις Μάρτυς Φανούριε.

Μέλεσι σαρκός σου θείας καθυπέστης ἀλγεινός• προσεδέθης γὰρ μαγγάνῳ καὶ ἐξέσθης τὰς πλευράς, καιομέναις δὲ λαμπάσι κατεφλέχθης Ἀθλητά, λίθον δὲ βαρὺν ἐβάστας γενναιόφρονι ψυχῇ. Ὅθεν καθαρθεὶς ἐν τούτοις ὡσεὶ δόκιμος χρυσός, νῦν ἐκλάμπεις παραδόξως ὢ Φανούριε ἐν γῆ, πάντας προσκαλῶν ὑμνῆσαι ἀριστείας σου τρανὰς καὶ Θεῷ ἀναβοῆσαι χαρμοσύνως τὴν ᾠδήν

Ἀλληλούϊα

Νόμον ἐκπληρῶν Δεσπότου, ὃν ἐπόθεις ἐκ παιδός, νεανίας ὡς ὡραῖος ἠκολούθησας Αὐτὸν καὶ ποτήριον προθύμως ἔπιες μαρτυρικόν. Ὅθεν σὲ εἰς εὐωχίαν συνεκάλεσεν καινήν, ἐν τραπέζῃ οὐρανίῳ Βασιλείας τῆς Αὐτοῦ, ἀπολαύειν εἰς αἰῶνας τῆς χρηστότητος Αὐτοῦ. Καὶ ἡμᾶς καλεῖ ἐν δόξῃ δαιτυμόνας ὡς φαιδρούς, ὢ Φανούριε τοῦ μέλπειν τὰ θαυμάσια τὰ σὰ καὶ βοῆσαί σοι ἐκθύμως ταῦτα στόματι ἑνί

Χαίροις ὁ μέγας ἐν Ἀθλοφόροις.
χαίροις πολύαθλος ἐν ἀγῶσιν.
Χαίροις τοῦ Δεσπότου φίλος πιστότατος.
χαίροις τοῦ Ὑψίστου υἱὸς ποθεινότατος.
Χαίροις ὁ τῆς ἐκκλησίας μαργαρίτης χρυσαυγής.
χαίροις οἰκουμένης πάσης φρυκτωρὸς ἀειλαμπής.
Χαίροις ὅτι παῤῥησίᾳ τῷ Θεῷ ἡμῶν πρεσβεύεις.
χαίροις ὅτι ὑπὲρ πάντων εὐπροσδέκτως ἱκετεύεις.
Χαίροις αἰχμαλώτων ῥύστα πάντων τε προασπιστά.
χαίροις ἀρωγὲ τῶν ἐν ἀνάγκαις, ὁ ποιῶν τὰ θαυμαστά.
Χαίροις τῶν Μαρτύρων δόξα, Ἀθλητῶν ἡ καλλονή.
χαίροις Ἐκκλησίας κλέος καὶ ὁλόφωτος κρηπίς.

Χαίροις Μάρτυς Φανούριε.

Ξένον θέαμα ὠράθη ἐν ἐσχάτοις τοῖς καιροῖς• ἐν τῇ νήσῳ γὰρ τῆς Ῥόδου, ὡς θησαύρισμα σεπτόν, ἡ εἰκὼν ἡ σὴ εὑρέθη ἐν χαλάσματι Ναοῦ. Ὅθεν πάντες ἐκπλαγέντες τῷ θεάματι τῷ σῷ, σὺν Ἀρχιερεῖ τιμίῳ, ὢ Φανούριε κλεινέ, ἐψαλλον μεγαλοφώνως ὕμνον σοι θεοτερπῆ, λέγοντες ἀπὸ βαθέων τὴν χαρμόσυνον ᾠδήν

Ἀλληλούϊα.

Οὐρανῶν ταξιαρχίαι ἐθαμβήθησαν ἐν σοί, ἐνορώσαι σοὺς ἀγῶνας τοὺς γενναίους καὶ μακροὺς καὶ τὸ ἄκαμπτον ψυχῆς σου τῆς ἀνδρείας Ἀθλητά. Ὅθεν στέφος ἐπετίθουν σῆ τιμίᾳ κορυφῆ, ἐκ χειρὸς τοῦ Ζωοδότου, Ὃν λατρεύουσιν ἀεί. Καὶ ἡμεῖς λατρείαν θείαν ἄγοντες καὶ λογικήν, ὢ Φανούριε βοῶμεν ταῦτα σοι χαρμονικῶς

Χαίροις ἀήττητος ἐν ἀθλήσει.
χαίροις ὑπέρφωτος ἐν δράσει.
Χαίροις Ἀγγέλων φαιδρὸν ἀγαλλίαμα.
χαίροις πιστῶν τὸ ἀσάλευτον στήριγμα.
Χαίροις ὅτι κατηδάφισας τῶν εἰδώλων τοὺς βωμούς.
χαίροις ὅτι κατεκόσμησας ὀρθοδόξων τοὺς ναούς.
Χαίροις ὁ θερμῶς ἐν ἀνάγκαις προφθάνων.
χαίροις ὁ ταχὺ τῶν φωνούντων ἀκούων.
Χαίροις Ἥλιον τῆς δόξης ὁ μηνύων τηλαυγῶς.
χαίροις φῶς τοῖς ἐν τῷ σκότει ὁ ἐμφαίνων ἱλαρῶς.
Χαίροις ὁ ἑξανατείλας ὡσεὶ ῥόδον ἐκ τῆς γῆς.
χαίροις ὁ κατευλόγησας τῶν Ῥοδίων τὴν πληθύν.

Χαίροις Μάρτυς Φανούριε.

Πύργος πέλεις τῆς ἰσχύος καὶ δυνάμεως Θεοῦ, καὶ πιστῶν χοροὺς στηρίζεις ἐν τῇ πίστει τῇ ὀρθῇ. Ἐδρασθεὶς γὰρ τὴν καρδίαν ἐν τῇ πέτρᾳ τῆς ζωῆς καὶ τοὺς πόδας σου στηρίξας ἐν ταῖς θείαις ἐντολαῖς, Μαρτυρίου διεξῆλθες τραχυτάτην στενωπὸν καὶ ἐπέφθασας εἰς τέλος ὢ Φανούριε λαμπρόν. Ὅθεν καὶ ἡμεῖς στεφάνους πλέκοντές σοι ἐξ ᾠδῶν, οὑ παυόμεθα προσάδειν πόθῳ σοι ἐν ἀληθεῖ

Ἀλληλούϊα.

Ῥόδου νῆσος ἡ τιμία τῷ ναῷ σου τῷ σεπτῷ ἐπαγάλλεται ἀμέτρως καυχωμένη ἐν χαρᾷ. Ἐξ αὐτῆς γὰρ ὥσπερ ἄστρον ἑξανέτειλας φαιδρὸν καὶ τῇ Οἰκουμένῃ πάσῃ τὰς ἀκτῖνας ἐφαπλοῖς. Ὅθεν κόρας αὐγασθέντες τῆς καρδίας καὶ ἡμεῖς καὶ λαμπόμενοι φωτί σου, ὢ Φανούριε ἀεί, ἐκβοῶμεν σοι συμφώνως ταῦτα πάντα ἐν σπουδῇ

Χαίροις Μαρτύρων ἡ ὡραιότης.
χαίροις Ἀθλούντων ἡ κοσμιότης.
Χαίροις τῶν θαλαττευόντων ἡ γαλήνιος ἀκτίς.
χαίροις τῶν χειμαζομένων θεοπρόβλητος πυξίς.
Χαίροις ὁ τοῦ Φωτοδότου παμφαέστατος λύχνος.
χαίροις ὁ τοῦ Παρακλήτου φωτεινότατος δόμος.
Χαίροις ὅτι ἠχμαλώτευσας ἀοράτους δυσμενεῖς.
χαίροις ὅτι ἠλευθέρωσας αἰχμαλώτους ἱερεῖς.
Χαίροις ὁ κηρύττων ἄθλοις τὸν Θεὸν τὸν Δυνατόν.
χαίροις ὁ ἐμφαίνων κόσμῳ τοῦ Φωτὸς τὸν χορηγόν.
Χαίροις τῇ σαρκί σου πάθη ὁ βαστάσας ἀλγεινά.
χαίροις σαῖς πρεσβείαις πάθη παύων πᾶσι ψυχικά.

Χαίροις Μάρτυς Φανούριε.

Σέλας καθορᾷς τὸ θεῖον σὺν Ἀγγέλων στρατιαῖς, καὶ παρίστασαι τῷ Θρόνῳ φωτοδότιδος πηγῆς, κάλλους θείου ἀπολαύων παραδείσου ἐν αὐλαῖς. Τούτῳ δὲ καθικετεύειν ὢ Φανούριε θερμῶς μὴ ἐλλείπῃς ὑπὲρ πάντων τῶν τιμώντων σου πιστῶς, μνήμην τὴν ἱερωτάτην καὶ βοώντων τῷ Θεῷ ἐν ψυχὴ ἀγαλλομένῃ ἀκατάπαυστον ᾠδήν

Ἀλληλούϊα.

Τρόπαια τῆς θείας νίκης ἔστησας πανευκλεῆ, μεγαλύνας ἀριστείαις ταῖς λαμπραῖς σοῦ τὸν Θεὸν καὶ εὐφράνας Τοῦτον μέγα, Τροπαιοῦχε Ἀθλητά. Καὶ ἡμεῖς ἀνδραγαθίας τὰς πολλὰς σοῦ ἀληθῶς, ὢ Φανούριε γενναῖε ἀνυμνοῦντες εὐσεβῶς, λέγομέν σοι ἐκ καρδίας ταῦτα πάντα θαυμαστῶς

Χαίροις πανένδοξε Ἀθλοφόρε.
χαίροις γενναῖε τροπαιοφόρε.
Χαίροις τῶν παλαισμάτων τὸ στεῤῥότατον χαλκεῖον.
χαίροις πίστεως ἀμώμου τὸ πανίερον σεμνεῖον.
Χαίροις γέρα τῶν ἀγώνων κομισάμενος σπουδῇ.
χαίροις δόξης τῆς ἀγήρω ὁ κτησάμενος στολήν.
Χαίροις πόνους ὑπομείνας γενναιόφρονι ψυχῇ.
χαίροις εὐφροσύνης θείας ἀπολαύων ἐν τρυφῆ.
Χαίροις γῆν ὁ ἀγλαΐσας ταῖς τῶν ἄθλων σου σειραῖς.
χαίροις οὐρανοὺς κοσμήσας παραστάσεσι φαιδραῖς.
Χαίροις ὁ τοῦ Ἀρχιφώτου ὁλοφώτεινος πυρσός.
χαίροις Ἐκκλησίας βάσις καὶ πολύφωτος ναός.

Χαίροις Μάρτυς Φανούριε.

Ὕδασιν τῆς εὐσεβείας καταρδεύσας σὴν ψυχὴν καὶ ἀρότρῳ γεωργήσας πίστεως τῆς ἀγαθῆς, στάχυν θείου Μαρτυρίου, ὢ Φανούριε μεστόν, ἔδωκας ἐν ἀποθήκαις συντηρούμενον Θεοῦ. Καὶ ἡμεῖς οὖν εὐφημοῦντες τοὺς τῶν πόνων σου καρπούς, σιτιζόμεθα καρδίας ἐν αἰνέσεσι Θεοῦ καὶ βοῶμεν ἀσιγήτως Τούτῳ χείλεσι ψυχῆς

Ἀλληλούϊα.

Φυλακῆς καθυπομείνας θάλαμον τὸν σκοτεινόν, Φῶς τὸ τριλαμπὲς ἑώρας ψυχικοῖς σοῦ ὀφθαλμοῖς. Καὶ φυλάξας σὰς αἰσθήσεις ἐκ τοῦ σκότους ἀβλαβεῖς, προσωμίλεις ἀενάως τοῦ Φωτὸς τῷ χορηγῷ. Κάλλη οὖν ἐνατενίζων τὰ οὐράνια ἀεί, σὴν καρδίαν ἀπειργάσω Ναὸν ζῶντα τοῦ Θεοῦ. Καὶ ἡμεῖς οὖν προσκυνοῦντες, ἐν Ναῷ σου ἱερῷ, ὢ Φανούριε εἰκόνα τὴν σεβάσμιον σοῦ νῦν, λέγομεν ἀκαταπαύστως ταῦτα πόθῳ ἀκλινεῖ

Χαίροις Μαρτύρων τὸ θεῖον ὡράϊσμα.
χαίροις Ἁγίων ἁπάντων ἀγλάϊσμα.
Χαίροις φωτὸς τοῦ ἀδύτου ἐπόπτα.
χαίροις Παρακλήτου ἡ θεία διόπτρα.
Χαίροις ἐντολὰς τοῦ Νόμου ὁ τηρήσας νουνεχῶς.
χαιροις τρῖβον ὁ βαδίσας Μαρτυρίου ἀκλινῶς.
Χαίροις δόξαν ἀτενίζων Ἀθλοθέτου σου Χριστοῦ.
χαίροις κάλλη ἐποπτεύων τὰ ἀπόῤῥητα Θεοῦ.
Χαίροις στίγματα βαστάσας Μαρτυρίου ἐν σαρκί.
χαίροις τὸν Θεὸν δοξάζων ἀενάως σῇ ψυχῇ.
Χαίροις τοῖς πιστοῖς παρέχων τὴν θερμήν σου προστασίαν.
χαίροις ὁ εὐφραίνων πάντας ἱλαρᾷ σου παρουσίᾳ.

Χαίροις Μάρτυς Φανούριε.

Χαίρων περαιώσας τρῖβον τῆς Ἀθλήσεως στενήν, τῆς Ἐδὲμ οἰκεῖς τὸ πλάτος, ὢ Φανούριε σεπτέ. Καὶ ἡμᾶς τοὺς στενωθέντας ταῖς παθῶν ἐπαγωγαῖς, πλάτυνον σῇ ἀντιλήψει ἀπλανῶς καθοδηγῶν, ἔνθα δῆμοι τῶν Μαρτύρων καὶ Ἁγίων πατριαί. Ἵνα τοῖς αὐτῶν στοιχοῦντες ἴχνεσι περιχαρῶς, μέλπωμεν Θεῷ τὸν ὕμνον, ἀνακράζοντες φαιδρῶς

Ἀλληλούϊα.

Ψάλλας Μαρτυρίου αἶνον φόρμιγγι τῆς σῆς ψυχῆς, νῦν αἰνεῖς ἀκαταπαύστως ὑπερύμνητον Θεόν, τὸν διδόντα σοι τὸ σθένος μαρτυρῆσαι δι᾿ Αὐτόν. Ὅθεν τῶν φιλομαρτύρων ὢ Φανούριε χοροί, φιλοθέων τε αἱ τάξεις καὶ συστήματα πιστῶν, εὐλογοῦμεν ἐκ βαθέων τὸν οἰκτίρμονα Θεὸν καὶ σοι λέγομεν ἀπαύστως ὡς θεράποντι Αὐτοῦ

Χαίροις τὸ ἄνθος τῆς εὐσεβείας.
χαίροις τὸ ῥόδον τῆς ἀληθείας.
Χαίροις τῆς φωτοχυσίας τῆς ἄῤῥητου ἡ ἀκτίς.
χαίροις οὐρανίου κόσμου ἡ ὑπέρφωτος βολίς.
Χαίροις τῶν ἀριστευσάντων ἡ πανευπρεπὴς εἰκών.
χαίροις τῶν καλῶς ἀθλούντων ἡ ὑψίστη λαμπηδών.
Χαίροις σκότους καθαιρέτα, τοῦ φωτὸς ὁ ὁδηγός.
χαίροις τῶν ἀπαυγασμάτων τῶν ἐνθέων χορηγός.
Χαίροις ὁ πιστοὺς στηρίζων εὐπροσδέκτοις σου εὐχαῖς.
χαίροις πάντας ὁ εὐφραίνων ταῖς θαυμάτων σου σειραῖς.
Χαίροις τῶν Ῥοδίων δόξα καὶ γαλήνιος λιμήν.
χαίροις πλοῦτος ἐκκλησίας καὶ ἀνέσπερος αὐγή.

Χαίροις Μάρτυς Φανούριε.

Ὢ ἀήττητε Μάρτυς, Ἀθλητὰ γενναιόφρον, Φανούριε Κυρίου ὁπλῖτα (γ΄) ὁ θαυμαστώσας τοῦ Θεοῦ τὴν δύναμιν τῇ καρτερᾷ σου καὶ στεῤῥᾷ ἐνστάσει καὶ νίκης ἀνεγείρας τρόπαια ἱερωτάτης, ἀξίωσον ἡμᾶς τοὺς σὲ τιμῶντας πίστει ἀνυποκρίτῳ, καταβαλεῖν ἐχθρὸν τὸν πολυμήχανον καὶ στέφος ἀναδέξασθαι θείας δόξης. Ἵνα σὲ πόθῳ κρείττονι δοξάζοντες, Κυρίῳ ψαλοῦμεν καρδία ἐν εὐθυτάτῃ, εἰς ἄληκτον αἰῶνα αἶνον ἅγιον, ἀξίως ὑμνολογοῦντες αὐτοῦ τὴν δόξαν, φωναῖς αἰσίαις δὲ βοῶμεν ἀσιγήτως σὺν τοῖς Ἀγγέλοις.

Ἀλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῶν ἀριστέων τοῦ Χριστοῦ τὸ ἐγκαλλώπισμα, τῆς ἐκκλησίας ἀδιάσειστον ἑδραίωμα, τὸ θησαύρισμα τῆς Ῥόδου καὶ μέγα κλέος. Φωταυγείας οὐρανίου τὸν φερώνυμον, καὶ θαυμάτων θεῖον πρόβολον τιμήσωμεν ἀνακράζοντες Χαίροις Μάρτυς Φανούριε.

Πρὸ δὲ τοῦ δι’ εὐχῶν τὸ ἀκόλουθον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἄθλων λαμπρότησι, τὴν κτίσιν ηὔγασας, θαυμάτων χάρισι, πιστοὺς κατηύφρανας, καὶ τῶν Ἀγγέλων στρατιάς, Φανούριε καταπλήττεις. Χρόνοις ἐν ὑστέροις γάρ, ἐκ τῆς γῆς ἀνατέταλκας• ῥόδον ὥσπερ τίμιον, καὶ ἀστὴρ παμφαέστατος Ῥοδίων ἀγλαΐζων τὴν νῆσον Χαίροις πιστῶς σοι προσφωνούντων.

Δίστιχα ἀκροτελεύτια.
Ἐκ τῆς ζοφώσεως παθῶν ἐξεγεῖρον μὲ τάχος,
ταῖς φωτωνύμοις σου εὐχαῖς Φανούριε τρισμάκαρ.
Καὶ δίδου μοι πορεύεσθαι Φωτὶ τοῦ θείου νόμου,
ἱκετικῶς ἀναβοᾷ ἡ πένης Ἰσιδώρα.
Ἵνα τὸ Φῶς θεάσωμαι εἰς ἄληκτον αἰῶνα,
δοξάσουσα σὺν ἐκλεκτοῖς τὸν Φωτοδότην Λόγον.

Έτεροι Χαιρετιστήριοι Οίκοι

 

Xαιρετισμοί εις τον Άγιον Μεγαλομάρτυρα και Θαυματουργόν Φανούριον

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν εὐκλεέστατον Χριστοῦ Μεγαλομάρτυρα, τὸν ἐκ τῆς Ῥόδου θαυμαστῶς ἐξανατείλαντα, καὶ τοῖς θαύμασιν ἀστράπτοντα ἐν τῷ κόσμῳ, ὡς καλὸν ἡμῶν προστάτην χρηματίζοντα, κατὰ χρέος δεῦτε πάντες εὐφημήσωμεν, αὐτῷ κράζοντες· Χαίροις, Μάρτυς Φανούριε.

Οἱ Οἶκοι.

Α῎γγελοι μὲν ἐν πόλῳ, ἄνθρωποι δὲ ἐν κόσμῳ, τῶν ἄθλων σου κροτοῦσι τὰ εἴδη, (ἐκ γ΄) δι᾿ ὧν ἀνεδείχθης τοῦ Χριστοῦ, Μεγαλομάρτυς Φανούριε ἔνδοξος, καὶ εὐεργέτης τῶν πιστῶν, τῶν ἐκ ψυχῆς σοι ἐκβοώντων·

Χαῖρε, ἀπάτης ὁ καταλύτης·
χαῖρε, Κυρίου ὁ στεφανίτης.
Χαῖρε, ὁ τελέσας Μαρτύρων τὸν δίαυλον·
χαῖρε, ὁ αἰσχύνας ἀθλήσει τὸν τύραννον.
Χαῖρε, κόσμου τὰ φθειρόμενα θεοφρόνως παριδών·
χαῖρε, πλάνης τὴν παράταξιν νικηφόρως καθελών.
Χαῖρε, ὅτι ὑπάρχεις Ὀρθοδόξων προστάτης·
χαῖρε, ὅτι τυγχάνεις εὐσεβῶν παραστάτης.
Χαῖρε, Χριστοῦ κηρύξας τὸ ὄνομα·
χαῖρε, πυρὸς πατήσας τὸ ὅρμημα.
Χαῖρε, ψυχῶν μυστικὴ θυμηδία·
χαῖρε, καλῶν δαψιλὴς χορηγία.

Χαίροις, Μάρτυς Φανούριε.

Βήματι ῥωμαλέος, τῶν τυράννων παρέστης, Φανούριε ὡς ζέων τῇ πίστει, ὑψηγόρῳ κηρύττων φωνῇ, τοῦ δι᾿ ἡμᾶς σταυρωθέντος τὸ ὄνομα, καὶ ψάλλων εὐλαβῶς αὐτῷ, ὡς Λυτρωτῇ Θεῷ ἐκ πόθου·

Ἀλληλούϊα.

Γνώμῃ ἀκαταπλήκτῳ, ἀρνησάμενος Μάρτυς, θυσίαν τοῖς εἰδώλοις προσφέρειν, προσηνέχθης θυσία τερπνή, διὰ μυρίων βασάνων καὶ θλίψεων, τῷ Βασιλεῖ ἡμῶν Θεῷ· διὸ ἐκ πόθου σοι βοῶμεν·

Χαῖρε, ὁ Μάρτυς τῆς ἀληθείας·
χαῖρε, ὁ στύλος τῆς εὐσεβείας.
Χαῖρε, ἐπικήρους τρυφὰς παρωσάμενος·
χαῖρε, ψευδωνύμους θεοὺς βδελυξάμενος.
Χαῖρε, ὅτι ὡμολόγησας ἐν σταδίῳ τὸν Χριστόν·
χαῖρε, ὅτι ἐτραυμάτισας τῇ ἀθλήσει τὸν ἐχθρόν.
Χαῖρε, ὁ τῶν βασάνων ἀνδρικῶς ἀλογήσας·
χαῖρε, ὁ τῶν ἀθέων τὴν ὀφρὺν ταπεινώσας.
Χαῖρε, λαμπὰς τῆς πίστεως πάμφωτος·
χαῖρε, φωστὴρ τῆς χάριτος ἔκλαμπρος.
Χαῖρε, δι᾿ οὗ οἱ ἐχθροὶ καθαιροῦνται·
χαῖρε, δι᾿ οὗ οἱ πιστοὶ κραταιοῦνται.

Χαίροις, Μάρτυς Φανούριε.

Δύναμιν οὐρανόθεν, ἄμαχον δεδεγμένος, οὐδόλως Ἀθλητὰ ἐπτοήθης, ἐν τῷ τύπτεσθαι λίθοις σφοδρῶς, τὴν κεφαλὴν καὶ τὸ εὔλαλον στόμα σου, δι᾿ οὗ κἂν πάσχοντος Χριστῷ, ἀκαταπαύστως ἐμελῴδεις·

Ἀλληλούϊα.

Ἒχων ἐν τῇ ψυχῇ σου, ἐνοικοῦσαν τὴν χάριν, τοῦ Πνεύματος Φανούριε μάκαρ, ἔστης ὥσπερ στύλος ἀκλινής, ἐταζομένης σαρκός σου ταῖς μάστιξι, καὶ ταῖς πικραῖς κολάσεσι· διό σοι εὐλαβῶς βοῶμεν·

Χαῖρε, τὸ χάρμα τῶν Ἀσωμάτων·
χαῖρε, τὸ ᾆσμα τῶν φιλεόρτων.
Χαῖρε, ὁ αἰσχύνας ἀπίστων τὴν ἔπαρσιν·
χαῖρε, ὁ νεκρώσας ἀνόμων τὸ φρύαγμα.
Χαῖρε, ῥόδον εὐωδέστατον παλαισμάτων ἱερῶν·
χαῖρε, μύρον πολυσύνθετον χαρισμάτων θεϊκῶν.
Χαῖρε, ὅτι καθεῖλες τοῦ ἐχθροῦ τὴν μανίαν·
χαῖρε, ὅτι εὐφραίνεις εὐσεβῶν τὴν καρδίαν.
Χαῖρε, δι᾿ οὗ ἡ πλάνη κατήργηται·
χαῖρε, δι᾿ οὗ ἡ πίστις δεδόξασται.
Χαῖρε, κρουνὸς ἰαμάτων ποικίλων·
χαῖρε, πηγὴ δωρημάτων παντοίων.

Χαίροις, Μάρτυς Φανούριε.

Ζέων τῇ προθυμίᾳ, ὡς κατηξιωμένος, ὑπὲρ Χριστοῦ Φανούριε πάσχειν, σιδηρῶν ὀνύχων τοὺς ξεσμούς, ἐπὶ τὴν σάρκα ὡς ἄσαρκος ἔφερες, δι᾿ ὧν φθορᾶς ἀπέβαλλες, τὸ ἔνδυμα Μάρτυς κραυγάζων·

Ἀλληλούϊα.

Ἢπλωται σοῦ τὸ σῶμα, μαστιζόμενον Μάρτυς, Φανούριε τῆς γῆς τῷ ἐδάφει, σοῦ δειλιῶντος μηδαμῶς, ἀλλὰ ἐχθρῶν τὰς καρδίας τιτρώσκοντος, ὑπομονῆς σου ῥαπισμοῖς· διό ἐν πίστει ἐκβοῶμεν·

Χαῖρε, ἡ στήλη τῆς καρτερίας·
χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.
Χαῖρε, Ἀθλοφόρων ὁ μέγας ὁμόζηλος·
χαῖρε, Ἀσωμάτων ὁ θεῖος συνόμιλος.
Χαῖρε, κῆρυξ ὁ θειότατος τῆς σαρκώσεως Χριστοῦ·
χαῖρε, ῥήτωρ ὁ τρανόφθογγος τῆς Θεότητος αὐτοῦ.
Χαῖρε, ὁ ἡλικίας ἄνθους καταφρονήσας·
χαῖρε, ὁ μιαιφόνων θράσος καταπατήσας.
Χαῖρε, εἰκὼν ἀνδρείας θεόγραφος·
χαῖρε, λειμὼν χαρίτων μυρίπνοος.
Χαῖρε, δι᾿ οὗ κατελύθη ἡ πλάνη·
χαῖρε, δι᾿ οὗ ἐκηρύχθη ἡ πίστις.

Χαίροις, Μάρτυς Φανούριε.

Θεοῤῥήμονι Μάρτυς, στόματι διελέγχων, εἰδώλων τῆς λατρείας τὸ σέβας, ἐβλήθης ζοφερᾷ ἐν εἱρκτῇ, ὁ τοῦ φωτὸς θεηγόρος ἐπώνυμος, ἐν ᾗ οὐκ ἔπαυσας βοῶν, Θεῷ τῷ ἐν Τριάδι οὕτως·

Ἀλληλούϊα.

Ἰησοῦ τῇ ἀγάπῃ, λίθῳ ὑπερμεγέθει, τὸ σῶμά σου σοφὲ ἐπιέσθης, ἀλλ᾿ οὐ συνεθλάσθης δι᾿ αὐτοῦ, Χριστὸν τὴν πέτραν τρισμάκαρ Φανούριε, πλουτήσας σε ῥωννύμενον· διό σοι μελῳδοῦμεν πόθῳ·

Χαῖρε, ὁ τύπος τῆς εὐψυχίας·
χαῖρε, ἡ στήλη τῆς εὐτονίας.
Χαῖρε, τῆς εἰδώλων λατρείας ὁ ἔλεγχος·
χαῖρε, τῆς Χριστοῦ Ἐκκλησίας ὁ ἔπαινος.
Χαῖρε, ὅτι ἠκολούθησας ὡς θεόσοφος Χριστῷ·
χαῖρε, ὅτι συνεσταύρωσαι δι᾿ ἀθλήσεως αὐτῷ.
Χαῖρε, ὁμολογίας ἐκτελέσας τὸν δρόμον·
χαῖρε, ἀθανασίας κατοικήσας τὸν δόμον.
Χαῖρε, τρυφῆς ἁγίας θησαύρισμα·
χαῖρε, φωτὸς ἀκτίστου ἐναύλισμα.
Χαῖρε, σοφίας σεπτὸν πρυτανεῖον·
χαῖρε, πασῶν ἀρετῶν ἐκμαγεῖον.

Χαίροις, Μάρτυς Φανούριε.

Κάκωσιν οὐκ ὑπέστης, Μάρτυς ἐπὶ μαγγάνου, τυράννων προσδεθεὶς ἀπονοίᾳ, καὶ τῶν ἀοράτων δυσμενῶν, τὴν ἐπηρμένην ὀφρὺν κατεσύντριψας, ἐν τῷ βοᾶν σε ἐπ᾿ αὐτοῦ, Φανούριε Κυρίῳ οὕτως·

Ἀλληλούϊα.

Λάμπων τῇ καρτερίᾳ, ἀνημμέναις λαμπάσι, τὴν σάρκα Ἀθλητὰ κατεκαύθης, καὶ τῆς εἰδωλικῆς ἀληθῶς, θεοεχθρίας τὸ σέβας κατέφλεξας, ξηρὰν ὡς ὕλην καὶ σαθράν· διὸ νῦν παρ᾿ ἡμῶν ἀκούεις.

Χαῖρε, ὁ θεῖος τροπαιοφόρος·
χαῖρε, ὁ μέγας σημειοφόρος.
Χαῖρε, ὁ ἀνύσας ἀθλήσεως δίαυλον·
χαῖρε, ὁ ἐγείρας οὐράνιον τρόπαιον.
Χαῖρε, στέφος ὁ δεξάμενος ὡς γενναῖος νικητής·
χαῖρε, χάριν ὁ εὑράμενος ὡς θεόφρον Ἀθλητής.
Χαῖρε, ὅτι ἀπώσω ἀσεβῶν κολακείας·
χαῖρε, ὅτι ὑπέστης ἐπωδύνους αἰκίας.
Χαῖρε, πιστῶν ὀξεία ἀντίληψις·
χαῖρε, ἡμῶν ἁγία παράκλησις.
Χαῖρε, ἐχθρῶν τὴν ἀπάτην μισήσας·
χαῖρε, Χριστὸν ὁλοτρόπως ποθήσας.

Χαίροις, Μάρτυς Φανούριε.

Μαρτυρίου βαδίζων, τὸν οὐράνιον δρόμον, ἐπέβης τῆς καμίνου τὴν φλόγα, ἀλλ᾿ ὥσπερ πάλαι Παῖδες οἱ τρεῖς, Θεῷ ὑψώσας ἐν ταύτῃ τὰς χεῖράς σου, ἔμεινας ἀκατάφλεκτος, ᾄδων ἐν εὐφροσύνῃ οὕτως·

Ἀλληλούϊα.

Νέος ὢν τῷ σαρκίῳ, κομιδῇ Ἀθλοφόρε, ἐχθρὸν τὸν παλαιὸν τῇ κακίᾳ, αἰσχύνης ἐπλήρωσας πολλῆς, ὃς ἐν ἀέρι ὀχούμενος ἔκλαιε· ἡμεῖς δὲ σφόδρα χαίροντες, ἐπὶ τοῖς ἄθλοις σου βοῶμεν·

Χαῖρε, τὸ σκεῦος τῆς εὐσταθείας·
χαῖρε, ὁ γνώμων τῆς εὐλαβείας.
Χαῖρε, τοῦ φωτὸς θεοφόρος φερώνυμος·
χαῖρε, ὁ τοῦ σκότους γενναῖος πολέμιος.
Χαῖρε, τῆς αὐταπαρνήσεως ἄγαλμα θεοειδές·
χαῖρε, τῆς ἀκεραιότητος σκήνωμα φωτοειδές.
Χαῖρε, ὅτι τοῦ κόσμου τῶν ἡδέων ἀπέστης·
χαῖρε, ὅτι ἀθλήσει πρὸς ζωὴν μετετέθης.
Χαῖρε, θηρῶν ὁ φράξας τὰ στόματα·
χαῖρε, πυρὸς ὁ σβέσας τὴν κάμινον.
Χαῖρε, μαστίγων φορὰν ὑπομείνας·
χαῖρε, δαιμόνων ἰσχὺν καταλύσας.

Χαίροις, Μάρτυς Φανούριε.

Ξένον θαῦμα ὡράθη, ὅτε θηρῶν ἀγρίων, Φανούριε ἐν λάκκῳ ἐβλήθης· σὺ γὰρ ὥσπερ τὸ πρὶν Δανιήλ, αὐτῶν τὴν φύσιν παμμάκαρ ἡμέρωσας, καὶ ἔφραξας τὰ στόματα, ψάλλων Θεῷ τῷ ἐν Τριάδι·

Ἀλληλούϊα.

Ὂλος λελαμπρυσμένος, μαρτυρίου τῇ αἴγλῃ, παρέστης τῷ Χριστῷ ἐν ὑψίστοις, καὶ τοῦ ἀνεσπέρου φωτισμοῦ, ἔνδον ἐγένου ἐκεῖθεν τῆς χάριτος, ἐξανατέλλων τὴν αὐγήν, τοῖς κράζουσί σοι μετὰ πόθου·

Χαῖρε, τὸ ἄνθος τῆς μαρτυρίας·
χαῖρε, τὸ κρῖνον τῆς βασιλείας.
Χαῖρε, τῆς τρυφῆς τῶν Μαρτύρων συνέστιος·
χαῖρε, τῆς σκηνῆς τῶν Δικαίων συμμέτοχος.
Χαῖρε, ὅτι κατεφρόνησας τῆς νεότητος σαφῶς·
χαῖρε, ὅτι ἐξεφαύλισας τὴν ἀσέβειαν λαμπρῶς.
Χαῖρε, ὁ ἀνατείλας γῆθεν φωστὴρ ὡς μέγας·
χαῖρε, ὁ καταυγάζων κόσμον ἀστὴρ ὡς θεῖος.
Χαῖρε, δι᾿ οὗ κινδύνων λυτρούμεθα·
χαῖρε, δι᾿ οὗ χαρίτων πληρούμεθα.
Χαῖρε, τῆς Ῥόδου φαιδρὰ δᾳδουχία·
χαῖρε, τοῦ κόσμου καλὴ προστασία.

Χαίροις, Μάρτυς Φανούριε.

Πλείστοις Μάρτυς ἐν χρόνοις, ἄγνωστος διαμείνας, Κυρίου τῇ σεπτῇ Ἐκκλησίᾳ, παραδόξως ἐγνώσθης αὐτῇ, τῇ ἀνευρέσει τῆς θείας Εἰκόνος σου, πρὸς εὐφροσύνην μυστικήν, Φανούριε τῶν ἐκβοώντων·

Ἀλληλούϊα.

῾Ρόδος χαίρει ἡ νῆσος, ἐπὶ σοὶ καὶ καυχᾶται, Φανούριε Χριστοῦ στρατιῶτα· ἐκ αὐτῆς γὰρ ὡς ἄδυτον φῶς, τῆς οἰκουμένης ἐφάνης τοῖς πέρασι, θαυμάτων τῇ φαιδρότητι, αὐγάζων τοὺς βοῶντας ταῦτα·

Χαῖρε, ἀγάπης ἄσβεστον σέλας·
χαῖρε, ἐλπίδος ἄφθαρτον γέρας.
Χαῖρε, χαρμονῆς ἀθανάτου γευσάμενος·
χαῖρε, γλυκασμοῦ αἰωνίου πληρούμενος.
Χαῖρε, πέτρα μυριότιμος Ἐκκλησίας πλουτισμός·
χαῖρε, στέφος θεοτίμητον Ὀρθοδόξων κομπασμός.
Χαῖρε, ὁ τοῦ Δεσπότου τῷ φωτὶ ἐντρυφήσας·
χαῖρε, ὁ τῆς εὐκλείας τῆς ζωῆς κοινωνήσας.
Χαῖρε, μαστίγων πεῖραν δεξάμενος·
χαῖρε, θαυμάτων χάριν κτησάμενος.
Χαῖρε, πιστῶν ὁ θερμὸς ἀντιλήπτωρ·
χαῖρε, ἡμῶν ὁ σεπτὸς παρακλήτωρ.

Χαίροις, Μάρτυς Φανούριε.

Στρατευθεὶς τῷ Κυρίῳ, ἐκατόρθωσας νίκην, κατὰ τῆς ἀσεβείας μεγίστην, ἧς ἐφανέρωσας θαυμαστῶς, τὰ ὑπὲρ λόγον Φανούριε τρόπαια, εὑρέσει τῆς Εἰκόνος σου, ἣν ἀσπαζόμενοι βοῶμεν·

Ἀλληλούϊα.

Τῆς σεπτῆς σου Εἰκόνος, γῆθεν φανερωθείσης, γνωστὸς τοῖς εὐσεβέσιν ἐγένου· Νεῖλος δὲ τῆς Ῥόδου ὁ ποιμήν, ἐδείματό σοι Ναόν, ὃν ἡ χάρις σου, θαυμάτων ἐργαστήριον, ἀνέδειξε τοῖς λέγουσί σοι·

Χαῖρε, τὸ εὖχος τῶν Ὀρθοδόξων·
χαῖρε, τὸ τραῦμα τῶν κακοδόξων.
Χαῖρε, ὁ Χριστῷ τῷ Θεῷ στρατευσάμενος·
χαῖρε, ὁ στρατὸν δυσμενῶν τροπωσάμενος.
Χαῖρε, ἄνερ θεοφόρητε Ὀρθοδόξων γλυκασμός·
χαῖρε, Μάρτυς τιμιώτατε τῶν Ῥοδίων στηριγμός.
Χαῖρε, ὅτι τὴν σάρκα ἀπηνῶς κατεξάνθης·
χαῖρε, ὅτι τὸ σῶμα ταῖς λαμπάσιν ἐκαύθης·
Χαῖρε, τῶν αἰχμαλώτων ἡ λύτρωσις·
χαῖρε, τῶν ἀσθενούντων ἡ ἴασις.
Χαῖρε, λαοῦ τῆς Ῥόδου τὸ ἕδρασμα·
χαῖρε, πιστῶν ἁπάντων κραταίωμα.

Χαίροις, Μάρτυς Φανούριε.

‘Υμνησάν σου τὴν χάριν, οἱ αἰχμάλωτοι πρῴην, Πρεσβύτεροι Φανούριε Μάρτυς· ἐπιστασίᾳ σου γὰρ φρικτῇ, τῶν τῆς δουλείας δεσμῶν ἐλυτρώθησαν, καὶ πᾶσί σε κηρύττοντες, ἐκ κατανύξει ἀνεβόων·

Ἀλληλούϊα.

Φανεροῖς φερωνύμως, ἀφανῶν Ἀθλοφόρε, τὴν γνῶσιν τοῖς πιστῶς σε καλοῦσι, καὶ παρίστασαι ῥύστης ταχύς, τῶν ἐν ἀνάγκαις παντοίαις καὶ θλίψεσι, Φανούριε μεγάλαθλε· διὸ σοι ψάλλομεν συμφώνως·

Χαῖρε, ἐπίῤῥωσις τῶν καμνόντων·
χαῖρε, ἀντίληψις τῶν πασχόντων.
Χαῖρε, κεκρυμμένων ταχεῖα φανέρωσις·
χαῖρε, νοσημάτων παντοίων ἐπίσκεψις.
Χαῖρε, ὁ οἰκείοις μέλεσι μεγαλύνας τὸν Χριστόν·
χαῖρε, ὁ βασάνων στίγμασιν ὡραῒσας σεαυτόν.
Χαῖρε, τῆς οἰκουμένης ἡ φαιδρὰ φωταυγεία·
χαῖρε, τῆς Ἐκκλησίας ἡ λαμπρὰ εὐκοσμία.
Χαῖρε, χαρὰ ἀνθρώπων καὶ καύχημα·
χαῖρε, τρυφὴ τῆς Ῥόδου καὶ σέμνωμα.
Χαῖρε, ἡμῶν πρὸς Θεὸν μεσιτεία·
χαῖρε, πιστῶν κραταιὰ συμμαχία.

Χαίροις, Μάρτυς Φανούριε.

Χάριν τὴν τῶν θαυμάτων, ἔχων παρὰ Κυρίου, καλούμενος ἐν τάχει προφθάνεις, πανταχοῦ Ἀθλοφόρε σοφέ, μέγας προστάτης, ὑπέρμαχος, σύμμαχος, καὶ πρόμαχος φαινόμενος, τοῖς τῷ Θεῷ εἰδόσι κράζειν·

Ἀλληλούϊα.

Ψάλλομέν σου τὸν ὕμνον, μακαρίζοντες πάντες, τῶν θείων σου ἀγώνων τὰ εἴδη, καὶ τιμῶντές ὡς θαυμαστὸν, ἐν ἀντιλήψεσι πλείσταις καὶ θαύμασι, Φανούριε πανεύφημε, μεγαλοφώνως κράζομέν σοι·

Χαῖρε, στεφάνωμα τῶν Μαρτύρων·
χαῖρε, θησαύρισμα τῶν Ῥοδίων.
Χαῖρε, ὁ παρέχων πιστοῖς τὰ σωτήρια·
χαῖρε, ὁ ἐκβλύζων αὐτοῖς τὰ ἰάματα.
Χαῖρε, ὅτι τὴν δυσσέβειαν ἐστηλίτευσας τρανῶς·
χαῖρε, ὅτι τὴν εὐσέβειαν ἀνεκήρυξας λαμπρῶς.
Χαῖρε, ὁ ὑμνητῶν σου τὰς καρδίας εὐφραίνων·
χαῖρε, ὁ ἱκετῶν σου τῆς κραυγῆς εἰσακούων.
Χαῖρε, δι᾿ οὗ ἡ πίστις κηρύττεται·
χαῖρε, δι᾿ οὗ ἡ πλάνη ἐκτρέπεται.
Χαῖρε, ψυχῶν θεραπεύων τὰ ἄλγη·
χαῖρε, σαρκὸς ἀπελαύνων τὰ πάθη.

Χαίροις, Μάρτυς Φανούριε.

῏Ω Φανούριε Μάρτυς, τῶν Ῥοδίων προστάτα, καὶ πάντων τῶν πιστῶν ἀντιλῆπτορ (ἐκ γ΄) τῶν ὑμνολόγων σου εὐμενῶς, τὴν προσφορὰν ταύτην Ἅγιε πρόσδεξαι. καὶ τὴν ἁγίαν χάριν σου, χορήσει τοῖς πιστῶς βοῶσι·

Ἀλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν εὐκλεέστατον Χριστοῦ Μεγαλομάρτυρα, τὸν ἐκ τῆς Ῥόδου θαυμαστῶς ἐξανατείλαντα, καὶ τοῖς θαύμασιν ἀστράπτοντα ἐν τῷ κόσμῳ, ὡς καλὸν ἡμῶν προστάτην χρηματίζοντα, κατὰ χρέος δεῦτε πάντες εὐφημήσωμεν, αὐτῷ κράζοντες· Χαίροις, Μάρτυς Φανούριε.

Δίστιχον.
Χαῖρε σοὶ βοᾶ τῆς Ῥόδου τῷ προστάτῃ,
Κύριλλος αὐτῆς ὁ τάχα ποιμενάρχης.

Πηγή