Παρακλητικός Κανών εις τον Άγιον Ένδοξον Απόστολον Βαρνάβα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εορτάζεται στις 11 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξής·

Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Σημειοφόρε χριστοκῆρυξ Βαρνάβα, τοῦ ϑείου Παύλου συνεργὲ καὶ Κυπρίων, ἐπόπτα φύλαξ ἄγρυπνε, φρουρέ, ἰατρὲ καὶ εἰρήνης πρόμαχε, τοὺς πιστῶς προσκυνοῦντας, τάφον σου τὸν πάνσεπτον καὶ ϑερμῶς αἰτουμένους, τὰ σὰς λιτὰς κινδύνων χαλεπῶν καὶ κατωδύνων κακώσεων λύτρωσαι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Βαρνάβα Ἀπόστολε, βοήϑει μοι ἐν βίῳ. Χ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βαρνάβα, Κυπρίων φωταγωγέ, συνέκδημε Παύλου, χριστοκῆρυξ ϑεοσεβές, καὶ χάριτος σκήνωμα βοήϑει, τοῖς εὐλαβῶς προσκυνοῦσι τὸν τάφον σου.

Ἀπόστολε πάνσοφε ἀσινεῖς, συντήρει μανίας, σοὺς ἱκέτας τοῦ δυσμενοῦς, Βαρνάβα τοὺς σπεύδοντας ἐν πίστει, σῇ ἀρωγῇ τῇ ἑτοίμῃ ἑκάστοτε.

Ῥανίδας ἀπόσμηξον τῶν πολλῶν, δακρύων Βαρνάβα, μανδηλίῳ σῶν προσευχῶν, πρὸς Κύριον νῦν τῶν προφερόντων, ἐν κατανύξει σὸν πάνσεπτον ὄνομα.

Θεοτοκίον.
Νηκίτορας δεῖξον ἐν πειρασμοῖς, τοὺς σὲ ἀνυμνοῦντας, Θεοτόκε διηνεκῶς, καὶ πάντας ψυχῆς ἐν ταπεινώσει, τῇ πανιέρῳ σου σκέπῃ προστρέχοντας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀποστόλων φαιδρότης, περικλεὲς καύχημα, Κύπρου Ἐκκλησίας Βαρνάβα, ταύτην σῇ χάριτι, ὁμοφρονοῦσαν ἀεὶ καὶ εἰρηνεύουσαν τήρει, σὲ ὡς ϑεῖον φύλακα
τὴν μεγαλύνουσαν.

Βοηθός μοι ἐν βίῳ καὶ ἀρωγὸς τάχιστος, ἴσϑι ἐκβοῶ σοι Βαρνάβα, ὁ πολυδύστηνος, ἵνα καλῶς ἀτραπὸν τῆς ἀρετῆς διοδεύσω, βάκτρῳ στηριζόμενος τῆς προστασίας σου.

Ἀγιάζων μὴ παύσῃ τοὺς σοὶ πιστῶς σπεύδοντας, καὶ ἐπιστηρίζων Βαρνάβα, τοὺς ἀνυμνοῦντάς σε, ὡς ϑαυμασίων πηγήν, καὶ ἀκεσώδυνον κρήνην, ἅπασιν ἰάσεων
νάματα ὀλύζουσαν.

Θεοτοκίον.
Ἀγλαὴ Θεοτόκε, χριστιανῶν καύχημα, Κεχαριτωμένη Παρϑένε, παῖδας διάσωσον, ἡμῶν ἐχϑροῦ ἐνεδρῶν, καὶ πολυπλόκων παγίδων, καὶ αὐτοῖς ϑεώσεως τρίβον ὑπόδειξον.

Περίσκεπε, καὶ περιφρούρει ἐν βίῳ τοὺς σὲ τιμῶντας, καὶ τὸν τάφον σου τὸν σεπτὸν ἀσπάσασϑαι σπεύδοντας, Βαρνάβα, ὡράϊσμα μέγα Κύπρου.

Ἐπιβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.

Ἀκέστορ ϑερμὲ καὶ ῥῦστα ἑτοιμότατε, ἐκ βλάβης ἐχϑροῦ, κινδύνων καὶ στενώσεως, τῶν πιστῶς σπευδόντων σοι, χριστοκῆρυξ Βαρνάβα ϑειότατε, ὑπὲρ ἡμῶν δυσώπει ἐκτενῶς Χριστόν, Οὗ τὴν κλῆσιν ἐμεγάλυνας.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ποδηγέτης ἀνύστακτος πρὸς ζωὴν ἀγήρω τῶν προσκυνούντων σου, ἴσϑι τάφον τὸν πανίερον, ἐν Μονῇ, Βαρνάβα, τῇ ἁγίᾳ σου.

Οὑ παυόμεϑα χάριν σου καϑομολογοῦντες, Βαρνάβα πάνσοφε, χεομένην ἐκ τοῦ τάφου σου, εὐωδίας δίκην, συμπαϑέστατε.

Σῇ ἰσχύϊ ἀπέλασον στίφη πολεμίων νῦν κατεχόντων σου, τὴν Μονὴν ὡς ὄλβον ἔχουσαν, τάφον σου Βαρνάβα, τὸν πανάγιον.

Θεοτοκίον.
Τὶ χαμαίζηλα πάϑη μου πράῦνον Βαρνάβα ϑερμαῖς ἐντεύξεσι, Θεοτόκε καὶ κατάστειλον, τοῦ νοὸς κινήσεις τὰς ἀτάκτους μου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὀμβρισον ἡμῖν, ὑετὸν σῆς ἀντιλήψεως, τοῖς ὑμνοῦσί σε Βαρνάβα ὡς σεπτόν, χριστωνύμων ἀρχιτέκτονα τῆς κλήσεως.

Λὕσον τοὺς δεσμούς, ἐξαρτήσεως νεότητος, σαῖς εὐχαῖς ἐξ ὀλεϑρίων οὐσιῶν, δυσωποῦμέν σε, Βαρνάβα χαριτόβρυτε.

Ἔμπλησον ἡμᾶς, χαρμονῆς Βαρνάβα κράζομεν, καὶ ἀπέλασον τῶν ϑλίψεων ἀχλὺν τῶν σπευδόντων τῇ σῇ χάριτι ἀείποτε.

Θεοτοκίον.
Βύϑιον ἐχϑρόν, τὸν ἡμᾶς βυϑίσαι ϑέλοντα, εἰς πυϑμένα αἰωνίου κολασμοῦ, Θεοτόκε, σῇ δυνάμει κατασύντριψον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ ἔνϑεος, πρεσβευτὴς πρὸς Κύριον, εὐσεβῶν Κυπρίων δήμων Βαρνάβα, ὡς χριστωνύμων ἁπάντων ἐπόπτης, καὶ ἀρωγὸς πέμψον ἄμετρον ἔλεος, τοῦ Θεανϑρώπου Ἰησοῦ, ἐφ᾽ ἡμᾶς σε τιμῶντας, Ἀπόστολε.

Ἠγίασας, Σαλαμῖνα ῥείϑροις σου, πνευματέμφορε Βαρνάβα αἱμάτων, ἐγκαυχωμένην πανσέπτῳ σου τάφῳ, τῷ ἀναβλύζοντι πᾶσιν ἰάματα, ἀσπαζομένοις ἐν ψυχῆς, κατανύξει αὐτὸν χαριτόβρυτε.

Θἐμέλιον, Ἐκκλησίας ἄσειστον, τῆς ἐν Κύπρῳ ϑεοφόρε Βαρνάβα, τοὺς σοὺς ἱκέτας ἐν πίστει στηρίζων, μὴ διαλίπῃς καὶ πᾶσι σὴν εὔνοιαν, δεικνύων ἥνπερ ἀφειδῶς, χορηγεῖς εὐσεβέσιν ἀείποτε.

Θεοτοκίον.
Ἐπάκουσον, τῶν ἡμῶν δεήσεων, καὶ ἑνὶ ἑκάστῳ τάχος παράσχου, ϑεοχαρίτωτε Παρϑενομῆτορ, σεπτοῦ Βαρνάβα ϑερμαῖς παρακλήσεσιν, αἰτήσεις τὰς ψυχωφελεῖς, καὶ δικαίας, πανύμνητε Δέσποινα.

Περίσκεπε, καὶ περιφρούρει ἐν βίῳ τοὺς σὲ τιμῶντας, καὶ τὸν τάφον σου τὸν σεπτόν, ἀσπάσασϑαι σπεύδοντας, Βαρνάβα ὡράϊσμα μέγα Κύπρου.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῶν εὐλαβῶς προσκυνούντων τὸν τάφον σου, καὶ δεχομένων εὐχὰς τὰς ἀόκνους σου, πνευματοφόρε Βαρνάβα, Ἀπόστολε, τοὺς λογισμοὺς τοὺς ἀτάκτους κατάστειλον καὶ πάϑη χαμαίζηλα πράῦΐνον.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φϑόγγος Αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα Αὐτοῦ.
Στίχος.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. θ΄ 1 -6).
Τᾧ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαϑητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους ϑεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσϑαι τοὺς ἀσϑενοῦντας καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν· καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλϑητε, ἐκεῖ μένετε καὶ ἐκεῖϑεν ἐξέρχεσϑε· καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς᾽ ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ ϑεραπεύοντες πανταχοῦ.

Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κύπρου μέγα κλέϊσμα καὶ ἀρωγὲ καὶ προστάτα, χριστοκῆρυξ πάνσοφε, χριστωνύμου κλήσεως τέκτον ἔνϑεε, πάντας τοὺς σπεύδοντας σοῦ τῇ ἐπιπνοίᾳ, ϑείᾳ σκέπῃ τε καὶ χάριτι καὶ σὸν πανίερον τάφον προσκυνοῦντας ἁγίαζε καὶ ῥύου πάσης ϑλίψεως, ἐπηρείας πλάνου ἀλάστορος, νόσου ἀνιάτου, κινδύνων, συμφορῶν καὶ πειρασμῶν ὡς ἀντιλήπτωρ ϑερμότατος τῶν καταφευγόντων σοι.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰαμάτων παντοίων ποταμὸς ἀνεδείχϑη ὁ ϑεῖος τάφος σου, Ἀπόστολε Βαρνάβα, καὶ ϑαυμασίων φρέαρ, καταρδεῦον τὰ μύχια, ἡμῶν ψυχῶν τῶν πιστῶς, αὐτῷ καταφευγόντων.

Μαρτυρίου ἀνύσας, ἀϑλοφόρε Βαρνάβα, τὸ μέγα στάδιον, ἐν Σαλαμῖνι Κύπρου, κατέλιπες ὡς δῶρον, ταύτῃ τάφον τὸν ϑεῖόν σου, προσκυνηταῖς δαψιλῶς, ἐκβλύζοντα ἰάσεις.

Οὑρανόϑεν, Βαρνάβα, πρόσφυξί σου βραβεύεις ἰσχὺν καὶ δύναμιν, καὶ σϑένος ἐπιδούλων, ἐχϑρῶν καταπατῆσαι, ἀνομώτατον φρύαγμα, κατακτητών σῆς Μονῆς, καὶ σοῦ πανσέπτου τάφου.

Θεοτοκίον.
Ἰλασμὸν τοῖς σοῖς δούλοις, Θεοτόκε παρϑένε, τὸν ϑεῖον Τόκον σου, ἐξαίτει καὶ πταισμάτων, τὴν ἄφεσιν πρεσβείαις, τοῦ τῆς Κύπρου κοσμήτορος, Βαρνάβα τοῦ ϑαυμαστοῦ, Ὑπερευλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐξ ὕψους δόξης, τῆς ἀϊδίου ἐν πόλῳ, ἀδοξίας ἐκ λάκκου με ῥῦσαι, ῥυπτικαῖς λιταῖς σου, πρὸς τὸν Χριστόν, Βαρνάβα.

Νῦν αἱ χορεῖαι, τῶν χριστωνύμων, Βαρνάβα, ἀνυμνοῦσαί σε πόϑῳ βοῶμεν· ἴσϑι ἀντιλήπτωρμ ἡμῶν ἐν βίου ζάλαις.

Βυϑοῦ κακίας, ἀνάγαγέ με Βαρνάβα, τῆς ἀγάπης Χριστοῦ ἐκμαγεῖον, δι᾽ Αὐτὸν αἱμάτων, οἰκείων ῥεῖϑρα χύσας.

Θεοτοκίον.
Ιδεῖν ἐν πόλῳ, μορφῆς ἀμήχανον κάλλος, τοῦ Υἱοῦ σου ἀξίωσον πάντας, Κεχαριτωμένη, τοὺς σὲ ὑμνολογοῦντας.

ᾨδὴ ϑ΄. Κυρίως Θεοτόκον.
Ωράϊσον εὐχαῖς σου, ἱκετῶν σου βίον, τῶν προσκυνούντων τὸν πάνσεπτον τάφον σου, χαρίτων ϑείων Βαρνάβα, κρουνὲ ἀκένωτε.

Χαρᾶς καὶ εὐφροσύνης, πλῆσόν με ἀλήκτου, τὸν καϑ᾽ ἑκάστην ἐν ϑλίψεσι στένοντα, καὶ λύπαις βίου, Βαρνάβα, τὸν συνϑλιβόμενον.

Μἡ παύσῃ ἐποπτεύων, καὶ φρουρῶν τὴν Κύπρον, ἣν ἐκροαῖς σῶν αἱμάτων ἡγίασας, σημειοφόρε Βαρνάβα, κρηπὶς τῆς πίστεως.

Θεοτοκίον.
Μετὰ τοῦ Ἀποστόλου, ϑεαυγοῦς Βαρνάβα, τὸν σὸν Υἱὸν καὶ Θεὸν καϑικέτευε ὑπὲρ ἡμῶν τῶν ἐν ὕμνοις μακαριζόντων σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις νήσου Κύπρου ὁ φωτιστής, χαίροις ὁ ἐπόπτης, ὁ ἀκέστωρ καὶ ἀρωγός, ταύτης καὶ ἁπάντων ὁ βοηϑός Βαρνάβα, τῶν προφερόντων κλῆσιν τὴν παναγίαν σου.

Χαίροις ϑείου Παύλου ὁ συνεργός, χαίροις, χριστοκῆρυξ, παρακλήσεως ὁ υἱός, χαίροις, Ἐκκλησίας τῆς Κύπρου ὡραιότης, Ἀπόστολε Βαρνάβα, πίστεως ἔρεισμα.

Τάφον σου τὸν βλύζοντα δαψιλῶς, ἅπασιν ἰάσεις προσκυνοῦντες πανευλαβῶς, σὲ παρακαλοῦμεν, εἰρήνευσον εὐχαῖς σου, Βαρνάβα Ἐκκλησίαν Κύπρου, τιμῶσάν σε.

Ὥσπερ ἄρτι ἤγειρας ϑαυμαστῶς ἐκ τῆς κλίνης, μάκαρ, τὸν παράλυτον ἱερέ, ἔγειρον Βαρνάβα, ἐκ λάκκου δυσϑυμίας, τοὺς σπεύδοντας ἐν πίστει σκέπῃ τῇ ϑείᾳ σου.

Ῥῦσαι τῆς ἐχϑίστου ἐπιβουλῆς, καὶ τῆς τυραννίδος ὁρωμένων ᾄγαρ υἱῶν, νῦν τῶν κατεχόντων τὸν πάνσεπτόν σου τάφον, Ἀπόστολε Βαρνάβα, χάριτος σκήνωμα.

Τάχος ἑορτάσαι τῆς σῆς Μονῆς, τὴν ἐλευϑερίαν καταξίωσον ϑαυμαστέ, ἐν ἀγαλλιάσει, Βαρνάβα χριστωνύμους, πρεσβείας αἰτουμένους τὰς διαϑέρμους σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους φωστῆρας.
Τὁ μέγα κλέος τῆς Κύπρου, τῆς οἰκουμένης τὸν κήρυκα, τῶν Ἀντιοχέων τὸν πρῶτον, τῆς χριστωνύμου κλήσεως ἀρχιτέκτονα, τῆς Ῥώμης τὸν κλεινὸν εἰσηγητὴν καὶ ϑεῖον τῶν ἐθνῶν σαγηνευτήν, τὸ τῆς χάριτος δοχεῖον, τοῦ Παρακλήτου Πνεύματος τὸν ἐπώνυμον, Ἀπόστολον τὸν μέγαν, τὸν τοῦ ϑείου Παύλου συνέκδημον, τῶν ἑδδομήκοντα πρῶτον, τῶν δώδεκα ἰσοστάσιον πάντες συνελθόντες σεπτῶς οἱ πιστοί, τὸν Βαρνάβαν, ἄσμασι στέψωμεν· πρεσβεύει γὰρ Κυρίῳ ἐλεηϑῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀγαϑὸν ἄνδρα ὕμνοις καὶ πλήρη Πνεύματος, τοῦ παναγίου ὡς Παύλου, τοῦ ϑεαυγοῦς συνεργὸν καὶ ἡδύπνουν νάρδον Κύπρου εὐφημήσωμεν, ϑεῖον Βαρνάβαν ἐκτενῶς, ἐκβοῶντες· τιμαλφὲς Μαρτύρων καὶ Ἀποστόλων, ὄλβε, Χριστὸν ἐκδυσώπει, ὑπὲρ προσφύγων τῆς σῆς χάριτος.

Ἕτερον ὅμοιον.
Συνεργόν, συνοδίτην καὶ συνακόλουϑον, οὐρανοβάμονος Παύλου καὶ Κύπρου τὸν φωτιστήν, καὶ αὐτῆς τῆς Ἐκκλησίας ϑεῖον πρόξενον, τῶν προνομίων ἐκτενῶς, ἀνυμνήσωμεν πιστοί, Βαρνάβαν τὸν ϑεηγόρον, ὡς Παρακλήτου κινύραν, ἡμᾶς αὐτοῦ εὐχαῖς φαιδρύνοντα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Θείε παρακλήσεως υἱέ, Παύλου συνεργὲ καὶ Κυπρίων, ἐν πειρασμοῖς βοηϑέ, Ἀποστόλων σέμνωμα, Βαρνάβα ἔνδοξε, τοὺς ἑκάστοτε σπεύδοντας, τῇ σῇ παῤῥησίᾳ, καὶ ϑερμαῖς ἐντεύξεσι πρὸς τὸν Θεάνϑρωπον, ῥύου πειρασμῶν καὶ κινδύνων καὶ ἐπηρειῶν κατωδύνων, τοῦ πιστοὺς ἀείποτε πτερνίζοντος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ῥῦσαι, Βαρνάβα, ϑλίψεως καὶ ἀνάγκης
σοὺς ϑερμοὺς πρόσφυγας, βοᾷ Χαραλάμπης.
Ἰδεῖν ἐλευϑέραν σὴν Μονήν, Βαρνάβα,
Γαβριὴλ ἀξίωσον, τὸν πρόσφυγά σου.

 

Χαιρετισμοί εις τον Άγιον Ένδοξον Απόστολον Βαρνάβα