
Προσευχή – Ορθόδοξο Προσευχητάρι
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά σου. Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς Ἁγία δόξα σοι.
Κύριε Ἰησοῦ Χριστὲ Υἱὲ τοῦ Ζώντος καὶ ἀληθινοῦ Θεοῦ ἐλέησόν με τὸν ἀμαρτωλό.
Ὑπεραγία Θεοτόκε σώσον ἡμᾶς
Θεοῦ Θέα Θείον Θαύμα.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.

Απόστολος Παύλος
Πάντων δὲ τὸ τέλος ἤγγικε. σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς·
πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν·

Απόστολος Πέτρος