Προσευχές εις τον Άγιο Παρθένιο

Ευχή ἀναγινωσκώμενη εἰς πᾶσαν ἀσθένειαν και γοητείαν και μαγείαν.

Τοῦ Κυρίου δεηθῶμεν.
Θεοφόρε Ἱεράρχα τοῦ Χριστοῦ Ἅγιε Παρθένιε, ὁ τῆς Λαμψάκου πανθαύμαστος ποιμήν καί πάσης Ἐκκλησίας λύχνος φαεινότατος· ὁ Ἀποστολικοῖς χαρίσμασι θαυμαστωθείς, καί πλείστους εὐεργετῆησας διά τὴς ἐν σοί τοῦ Παρακλήτου χάριτος καί δυνάμεως ὁ νοσοῦντας θεραπεύσας. καί παραλύτους συσφίγξας, καί πάντων τῶν αἰτούντων τάς αἰτήσεις πληρώσας, πρόσδεξαι δεόμεθα, συμπαθέστατε Πάτερ, τήν παροῦσαν ἡμῶν δέησιν, και πλήρωσον χαρᾶς καί εὐφροσύνης τάς καρδίας ἡμῶν. Ἴασαι τόν πάσχοντα δοῦλόν σου (δεῖνα), τόν προσελθόντα μετά πίστεως τῇ χάριτί σου. Κατάργησον καί ἀνενέργητον ποίησὸν τῆς ἀντικειμένης τοῦ σκότους δυνάμεως τήν κατ᾽ αὐτοῦ ὀλέθριον ἐνέργειαν. Ἀνόρθωσον αὐτόν ἀπό κλίνης ὀδυνηρᾶς ἐπελθούσης ἀσθενείας καί συνοχῆς, πάσης μαγείας, καί γοητείας, καί τερατείας, καί βασκανίας. καί πάσης ἄλλης κακοτρόπου ἐπιβουλῆς καί μανίας διαλύων τάς συστροφᾶς, καί καταργῶν τάς ἐπινοίας καί ἐπηρείας καί μηχανίας, τῇ ἀοράτῳ ἐπισκιάσει τῆς ὀξείας βοηθείας σου Πάτερ. Σύ τῶν ἀκαθάρτων πνευμάτων τήν ἰσχύν κατήσχυνας· σύ το χαλεπώτατον πάθος τοῦ καρκίνου ἐθεράπευσας· σύ ἐν σημείοις καὶ τέρασι καί ποικίλαις δυνάμεσι παρά Θεοῦ ἐδοξάσθης, δεδοξασμένε καί θαυματουργέ Πάτερ· σύ και νῦν ἐπάκουσον τὴς δεήσεως ἡμῶν, καὶ  δός τῷ πᾶσχοντι και νοσοῦντι ἰκέτη σου τὴν κατ᾽ ἄμφω ὑγείαν εἰρήνην οὐρανόθεν καί βίον σεμνόν, πορευομένῳ εν ταῖς τρίβοις τοῦ θείου θελήματος. πάσας τάς ἡμέρας τῆς ζωῆς αὐτοῦ· ἵνα διά σοῦ τυχῶν τοῦ θείου ἐλέους, δοξάζῃ τό πανάγιον ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, τῆς μιᾶς Θεότητος καί βασιλείας εἰς τούς αἰῶνας. Ἀμήν.

Ευχή ἐτέρα ἀναγινωσκώμενη τῆ 7η Φεβρουαρίου ἐπί τῆ μνήμη αὐτού.

Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν προαιώνιε Λόγε τοῦ Θεοῦ καί πατρός, ὁ διά τῆς χάριτός Σου τον σόν Θεράποντα Παρθένιον ἐπίσκοπον Λαμψάκου τόν θαυματουργόν· δόκιμον οἰκονόμον τῶν Σῶν μυστηρίων ἀναδείξας· τόν διώκοντα τά πονηρά πνεύματα καί θεραπεύοντα πᾶσαν λοιμικήν νόσον καί τήν φοβεράν καί ἰοβόλον νόσον τοῦ καρκίνου· οὗ ταῖς πρεσβείαις δώρησαι ἡμῖν δεόμεθά σου χάριν καί ψυχῆς καί σώματος τήν ὑγείαν· ἵνα πίστει βεβαίᾳ. ἐλπίδι σταθερᾷ, καί ἀγάπῃ μέχρι τοῦ τῆς ζωῆς ἡμῶν τέρματος· καί ὥσπερ ἐπί τῆς γῆς τήν σεβάσμιον μνήμην αὐτοῦ πανηγυρίζομεν καί χάριν ἐπικαλούμεθα· οὕτω καί ἐν οὐρανῷ ἔχομεν αὐτόν παρά Σοι, ὑπέρ ἡμῶν ἀεί πρεσβεύοντα· ὅπως τό ὑπόλοιπον τοῦ βίου ἡμῶν καλῶς περαιώσαντες καταξιωθῶμεν τῆς μακαρίας καί ἀϊδίου διαγωγῆς. μετά πάντων τῶν ἁγίων Σου ἀπολαῦσαι, ὅτι Σύ εἰ ὁ καλός ἰατρός τῶν ψυχῶν καί τῶν σωμάτων ἡμῶν καί σοῦ ἐστίν ὴ δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Παρθένιον Λαμψάκου τον Θαυματουργόν

Χαιρετισμοί εις τον Άγιον και Θαυματουργόν Ιεράρχην Παρθένιον Επίσκοπο Λαμψάκου