Χαιρετισμοί εις τον Άγιον και Θαυματουργόν Ιεράρχην Παρθένιον Επίσκοπο Λαμψάκου

Κοντάκιον. Ἦχος πλ. δ’. Τῆ ‘Ὑπερμάχῳ…
Ὡς ποιμενάρχην τῆς Λαμψάκου ἔν θεώτατον Καί τῶν θαυμάτων αὐτουργόν καί κρήνην ἄφθονον Ἀνυμνοῦμεν σε θεόληπτε Ἱεράρχα. Ἀλλ’ ὦς ἔχων παρρησίαν πρός τόν Κύριον Καθικέτευε λυτροῦσθαι πάσης θλίψεως Τούς Βοῶντας σοι, Χαίροις Πάτερ Παρθένιε.

Ἄνθρωπος ὤν τῆ φύσει, ἄγγελος ἔν τοῖς τρόποις, ὤφθης Παρθένιε Ἱεράρχα (ἐκ γ’.) καί ταῖς ἀγγελικαῖς δωρεαῖς, τῆς Ἐκκλησίας φαιδρύνεις τό πλήρωμα διό καί τήν πολιτείαν σου,θαυμάζοντες ἀναβοῷμεν•

Χαῖρε, δι’ οὐ ὅ Χριστός ὑμνεῖται
Χαῖρε, δι’ οὐ ὅ ἐχθρός σοβεῖται•
Χαῖρε, τῆς Λαμψάκου ποιμήν ἐνθεώτατος
Χαῖρε, Ἑλλησπόντου λαμπτήρ φαεινότατος•
Χαῖρε, Ὕψος ταπεινώσεως καί ἀγάπης θησαυρός
Χαῖρε, βάθος καθαρότητος καί θαυμάτων αὐτουργός•
Χαῖρε, ὅτι ἐπλήσθης φωτισμοῦ οὐρανίου
Χαῖρε, ὂτι καθεῖλες τήν ἰσχύν τοῦ δολίου•
Χαῖρε, τοῦ Χρίστου θεράπων θερμότατος
Χαῖρε, ἡμῶν προστάτης καί πρόμαχος•
Χαῖρε, δι’ οὐ οἵ πιστοί φρυκτωροῦνται
Χαῖρε, δι’ οὐ οἵ ἐχθροί ἐκπορθοῦνται•

Χαίροις Πάτερ Παρθένιε.

Βίον καθηγιασμένον, ἐκ νεότητος ἔχων, ἐπλήσθης οὐρανίων χαρίτων καί θαυμάτων πλείστων αὐτουργός, ἀνεδείχθης θεοφόρε Παρθένιε, τοῦ Πνεύματος τῆ χάριτι, καταπλήττων τούς ἐκβοῶντας•

Ἀλληλούια.

Γέγονεν ἤ ζωή σου, περιβόητος πᾶσι, ἰδέαις ἀρετῶν κοσμουμένη καί πᾶσιν ὑπόδειγμα φανείς, ἀπό νεότητος ἁγίαις πράξεσι, λαμπρύνεις τάς ψυχάς ἡμῶν, τῶν βοώντων σοι μετά πόθου Χαῖρε, ἠθῶν ἀμέμπτων ταμεῖον Χαῖρε, εἰκών ἰδεῶν ἁγίων•

Χαῖρε, πρακτικῆς πολιτείας ὑπόδειγμα
Χαῖρε, ἀπαθείας άγιας θησαύρισμα•
Χαῖρε, ὅτι ἀπημαΰρωσας τόν ἀντίπαλον ἐχθρόν
Χαῖρε, ὂτι ἐμεγάλυνας τόν Παντάνακτα Χριστόν•
Χαῖρε, ὅ καθαιρέτης τῶν παθών τῆς κακίας
Χαῖρε, ὅ ηύγασμένος φέγγει τῆς ἀπαθείας•
Χαῖρε, Χρίστου τυπῶν τήν πραότητα
Χαῖρε, αὑτοῦ ζηλῶν τήν χρηστότητα•
Χαῖρε, φθαρτῶν παριδών πᾶσαν σχέσιν
Χαῖρε, Θεοῦ δεδεγμένος τήν αἴγλην•

Χαίροις Πάτερ Παρθένιε.

Δύναμιν ἔν τῷ πράττειν, οὐρανόθενλαμβάνων, τό θέλημα τό θεῖον θεόφρον, ὐπερίσχυσας πάσης φθαρτῆς, συναφείας οὐρανίῳ φρονήματι, Παρθένιε μακάριε, καί Τριάδι ἀνεβόας•

Ἀλληλούια.

Ἔγνω τῆς βιοτῆς σου, τήν ὑπέρλαμπρον χάριν, ὅ θεῖος Φιλητός θεοφόρε, καί ἱερωσύνης σε τελειοῖ, ἱερωτάτῳ ἔν Πνεύματι χρίσματι, θυσίαν τήν ἄναι- μακτόν, προσάγειν ὑπέρ τῶν βοώντων•

Χαῖρε, ὅ Θετός ἱεροθύτης
Χαῖρε, τοῦ Λόγου ἱερομύστης•
Χαῖρε, μυστηρίων τῶν θείων διάκονε
Χαῖρε, τῆς Ἐκκλησίας άγιας διάκοσμε•
Χαῖρε, ὅ περιλαμπόμενος ἀκακίας τῷ φωτί
Χαῖρε, ὅ μυσταγωγούμενος δωρεᾷ τῆ Τριλαμπεῖ•
Χαῖρε, ὂτι ἐδείχθης Ἱερεύς θεοφόρος
Χαῖρε, ὂτι ἐφάνης λειτουργός θεηγόρος•
Χαῖρε, παθῶν ἐκτέμνων τήν ἄκανθαν
Χαῖρε, ψυχῶν καθαίρων τήν ἄρουραν•
Χαῖρε, φωτός Τρισηλίου δοχεῖον
Χαῖρε, πηγῇ ψυχικῶν καθαρσίων•

Χαίροις Πάτερ Παρθένιε.

Ζηλωτῆς Ἀποστόλων, ἀνεδείχθης  θεόφρον, καί τούτων ἐκομίσω τήν χάριν• ἐνθέν κατέστησας ὑγιῆ, τόν ὑπό ταύρου τυφλωθέντα Ὅσιε, μεγάλως θαυμαζόμενος, Παρθένιε καί Θεῶ ψάλλων•

Ἀλληλούια.

Ἤκουσε τῶν πολλῶν σου, χαρισμάτων τόν πλοῦτον, γυνή ἤ χαλεπῶς ἀσθενοῦσα, καί προσελθοῦσα σοι εὐλαβῶς, τῆς τοῦ καρκίνου ὀδύνης, λελύτρωται, κηρύττουσα τήν χάριν σου, καί ἐκβοῶσα σοι ἔν πίστει•

Χαῖρε, νοσούντων ἤ θεραπεία
Χαῖρε, πασχόντων ἤ Ἰατρεία•
Χαῖρε, θλιβομένων ἤ θεία παράκλησις
Χαῖρε, τρυχομένων ταχεῖα άνάρρωσις•
Χαῖρε, ὅτι ἀπενέκρωσας τοῦ καρκίνου τήν ἰσχύν
Χαῖρε, ὅτι ἐθεράπευσας τήν γυναῖκα παρευθύς•
Χαῖρε, ὅ τῷ Κυρίῳ λειτουργήσας ἀμέμπτως
Χαῖρε, ὅ τοῦ Βελίαρ καταργήσας τό σθένος•
Χαῖρε, σεπτῶν Ἱερέων καύχημα
Χαῖρε, πολλῶν κλονουμένων ἔρεισμα•
Χαῖρε, φωνῇ θεϊκῆς εὐσπλαγχνίας
Χαῖρε, κρατήρ δαψιλούς συμπαθείας•

Χαίροις Πάτερ Παρθένιε.

Θεῖον σε Ἱεράρχην, καί Λαμψάκου  ποιμένα, ὅ πρόεδρος Κυζίκου παμμάκαρ, σκεῦος εὗ εἰδώς σε ἐκλεκτόν, τῆ θεϊκῇ ἐπιπνοίᾳ ἀνέδειξεν ἔνθεν Θεῶ Παρθένιε, ἔν ταπεινώσει ἀνεβόας•

Ἀλληλούια.

Ἰσχύσας θείω σθένει, καθελεῖν καί  νεκρώσαι, ἐχθρόν τόν κατά σου ἐπελθόντα, ὦς κύνα λυσσῶντα ἔν φόρα, καί εὐσεβῶς τήν σήν ποίμνην ἐποίμανας, άρχιεράρχα Ὅσιε, βοῶσαν σοι ἔν εὐφροσύνη•

Χαῖρε, Λαμψάκου ὅ ποιμενάρχης
Χαῖρε, ὅ ἔνθεος Ἱεράρχης•
Χαῖρε, τῶν θαυμάτων πηγῇ ἀνεξάντλητος
Χαῖρε, τῶν δογμάτων τῶν θείων διδάσκαλος•
Χαῖρε, τύπος ἀκραιφνέστατος τοῦ ποιμένος τοῦ καλοῦ
Χαῖρε, πρόβατον πραότατον τοῦ Σωτῆρος Ἰησοῦ•
Χαῖρε, ὅτι ὦς κύνα τόν Βελίαρ καθεῖλες
Χαῖρε, ὅτι τήν δόξαν τοῦ Κυρίου κατεῖδες•
Χαῖρε, Θεοῦ οἰκτιρμῶν ἐκμίμημα
Χαῖρε, ζώῃς καθαράς ἐκτύπωμα•
Χαῖρε, δι’ οὐ ὅ Βελίαρ οἰμώζει
Χαῖρε, δι’ οὐ εὐσεβοῦντες σκιρτῶσι•

Χαίροις Πάτερ Παρθένιε.

Κράτος τό τῶν δαιμόνων, καθελών Ἱεράρχα, καί πάσας παρ’ αὑτοῦ μαγγανείας, καί ἐνεργείας τάς μαγικάς, διαλύων τῆ δοθείσῃ σοι χάριτι, ὑγείαν τε καί λύτρωσιν, παρέχεις πᾶσι τοῖς βοῶσιν•

Ἀλληλούια.

Λάμψακος ἔν σοί χαίρει, Ἑλλησπόντου δέ χώρα, καί πᾶσα Ἐκκλησία χορεύει, τοῖς ἀπείροις θαύμασι τοῖς σοῖς, δι’ ὤν πάντας εὐεργετῶν ούκ ἐπαΰσας πᾶσι γάρ τά κρείττονα, παρέχεις τοῖς πίστει βοῶσι•

Χαῖρε, ἤ δόξα τῆς Ἐκκλησίας
Χαῖρε, ὅ λύχνος τῆς εὐσεβείας•
Χαῖρε, Παρακλήτου τό ἔμπνουν κειμήλιον
Χαῖρε, ἀσθενούντων τό μέγα προσφύγιον•
Χαῖρε, στήλη θείων πράξεων τῆς ἔν πνεύματι ζώῃς
Χαῖρε, ὄργανον θεόπνευστον πολιτείας θαυμαστῆς•
Χαῖρε, ὅτι εἰδώλων ἐκρίζοις τήν ἀπάτην
Χαῖρε, ὅτι ἐκφαίνεις τοῦ Χριστοῦ τήν ἀγάπην•
Χαῖρε, ζωῆς μελλούσης θησαύρισμα
Χαῖρε, φωτός άΰλου ἀμάρυγμα•
Χαῖρε, πολλῶν αὐτουργέ θαυμασίων
Χαῖρε, λαμπτήρ οἰκτιρμῶν οὐρανίων•

Χαίροις Πάτερ Παρθένιε.

Μέγας ἔν θαυμασίοις, γεγονώς Ἱεράρχα, ἐκάθηρας εἰδώλων τῆς πλάνης, ὅπερ ἐκ χειρῶν τῶν τοῦ Θεοΰ,ένεπιστεΰθης λογικόν σου ποίμνιον,καί εὐσεβείας δόγμασι, διέθρεψας τούς ἐκβοῶντας

Ἀλληλούια.

Νόμους τῆς εὐσεβείας, καί τοῦ Εὐαγγελίου, τήν χάριν θεοφόρε κηρύξας, ἐπέστρεψας λατρεύειν Χριστῷ, τούς πρίν υἱούς ἀπωλείας ὑπάρχοντας, καί θαύμασιν ἐπίστωσας, τούς εὐλαβῶς σοι ἐκβοῶντας•

Χαῖρε, φωστήρ τῶν ἐσκοτισμένων
Χαῖρε, πατήρ τῶν πεφωτισμένων•
Χαῖρε, τῶν εἰδώλων ἐλέγξας τό μάταιον
Χαῖρε, τοῦ Σωτῆρος ἐκφήνας τό εὔσπλαγχνον•
Χαῖρε, μύστης ἐνθεώτατος διδαχῶν ζωοποιῶν
Χαῖρε, κῆρυξ θεοφόρητος οὐρανίων οἰκτιρμῶν•
Χαῖρε, ὅτι ἰθύνεις πρός ὀδόν σωτηρίας
Χαῖρε, διί ἐκλύεις χήν ἀχλύν τῆς ἀγνοίας•
Χαῖρε, Χρίστου ἐκκαίων πρός ἐρώτα
Χαῖρε, ἐχθροῦ συντριβῶν τά βέλεμνα•
Χαῖρε, παθών ἀφορμᾷς ἀποτέμνων
Χαῖρε, καρπόν ἀρετῆς ἀποφέρων•

Χαίροις Πάτερ Παρθένιε.

Ξένα θαύματα Πάιερ, χορηγία τῆ θεία, εἰς πολλῶν ἐνεργῶν σωτηρίαν, δαιμόνων ἒλυσας τήν ἰσχύν, καί χαλεπᾷ νοσήματα ιἀτρευσας, ἰώμενος τῷ λόγῳ σου, Παρθένιε τούς ἐκβοῶντας•

Ἀλληλούια.

Ὀλός λελαμπρυσμένος, βασιλεῖ τῷ ἁγίῳ, ἐπέστης Κωνσταντίνῳ τῷ πάνυ ὅς αἰδεσθείς σου τήν ἀρετήν, δαψιλῇ σοι χορηγίαν παρέσχετο, δι’ ἦς Χριστόν ἐδόξασας, τούς πάντας συγκινῶν βόαν σοι•

Χαῖρε, ὅ μέγας ἔν θαυμασίοις
Χαῖρε, ὅ ἔνδοξος ἔν Ἁγίοις•Χαῖρε, ὅ εὐφράνας τόν ἅγιον ανακτα
Χαῖρε, ὅ αἰσχύνας τοΰ σκότους τόν ἄρχοντα•
Χαῖρε, φίλος γνησιώταιος τοΰ Παντάνακτος Χρίστου
Χαῖρε, Βέλος εὐστοχώτατον ἐναντίον τοῦ ἐχθροῦ•
Χαῖρε, ὅνπερ ᾐδέσθη Κωνσταντῖνος ὅ Μέγας
Χαῖρε, ὅτι ἐδέξω θεοδώρητον γέρας•
Χαῖρε, φωτί ἐκλάμπων τῆς χάριτος
Χαῖρε, ἐχθροῦ ὀλέτης ἀλάστορος•
Χαῖρε, πολλούς τῷ Χριστῷ προσενέγκας
Χαῖρε, ἐχθρῶν τήν μανίαν ἐκτρέψας•

Χαίροις Πάτερ Παρθένιε.

Πλάνης ἀποκαθάρας, τήν σήν ποίμνην ποικίλης, ναόν περικαλλῆ τῷ Σωτῆρι ἐδομήσω Πάτερ Ἱερέ, ὡς ναός τοῦ θείου Πνεύματος ἔμψυχος καί ἤδη εἰς οὐράνιον, ναόν χορεύων Θεῶ ψάλλεις•

Ἀλληλούια.

Ῥήμασι τῶν εὐχῶν σου, ὦς ἕξ ὕπνου  ἠγέρθη, ὅ Ευτυχιανός παραδόξως, καί ᾐσχύνθη ὅ βάσκανος ἐχθρός, τῆ σή πλούσια χάριτι Ὅσιε ἡμεῖς δε σοι προστρέχοντες, βοῷμεν σοι θέρμῃ τῆ πίστει•

Χαῖρε, τό σκεῦος τοῦ Παρακλήτου
Χαῖρε, ὅ μύστης ζωῆς ἀλήκτου
Χαῖρε, ὅ ζωώσας εὔχη τόν τεθνήξαντα
Χαῖρε, ὅ νεκρώσας ἐχθρόν τόν φθονήσαντα
Χαῖρε, ὅτι ἐθεράπευσας πλείστους πάσχοντας δεινῶς
Χαῖρε, ὅτι πολύς πέφηνας ἔν σημείοις ἀληθῶς
Χαῖρε, ὅ καταλύτης ἀκαθάρτων πνευμάτων
Χαῖρε, ὅ ὑποφήτης θεϊκῶν διδαγμάτων
Χαῖρε, δι’ οὐ ἐλαύνονται δαίμονες
Χαῖρε, δι’ οὐ ἰῶνται παντλήμονες
Χαῖρε, Χρίστου ἀληθής ὑπηρέτης
Χαῖρε, ἐχθροῦ ἰσχυρός καταπέλτης

Χαίροις Πάτερ Παρθένιε.

Σύντρομον ὤφθη Πάτερ, τό ἀκάθαρτον πνεῦμα, τό χρονίως οἰκοῦν τῷ άνθρώπω, ἡνίκα ὑπέδειξας αύτω, ἔν σοί οἴκησαι καί θρηνοῦν ᾤχετο, ἔνθους δε ὅ θεραπευθείς, τῷ σέ δοξάσαντι ἐβόα•

Ἀλληλούια.

Τήν λανθάνουσαν νόσον, τῆς καρδίας ὦς ἔγνως, τοῦ Ήρακλείας Πάτερ ποιμένος, ἐλεήμονα τοῦτον εὐθύς, τῷ σῶ λόγῳ Παρθένιε ἀπέδειξας διό σου τήν λαμπρότητα, ἀγάμενοι πάντες ἐβόων•

Χαῖρε, ὅ γνώστης τῶν ἀποκρύφων
Χαῖρε, ὅ μύστης τῶν ἀπορρήτων
Χαῖρε, θεϊκῆς εὐσπλαγχνίας διδάσκαλος
Χαῖρε, ποταμός τοῦ ἐλέους κατάρυτος
Χαῖρε, οἶκτον ὅ μιμούμενος τοῦ οἰκτίρμονος Θεοῦ
Χαῖρε, οἶκος τῆς πραότητος καί φωτός τοῦ νοητοῦ
Χαῖρε, ὅτι τόν ποιμένα Ήρακλείας ἰάσω
Χαῖρε, ὅτι τῆς πλάνης τήν σήν ποίμνην εἰῥῥῦσω
Χαῖρε, Χριστοῦ εἰκών ἀγαθότητος
Χαῖρε, ῥοή πολλῆς ἱλαρότητος
Χαῖρε, πτωχῶν καί άπορων προστάτα
Χαῖρε, φωτός οὐρανίου ἐπόπτα

Χαίροις Πάτερ Παρθένιε.

Ὕμνησε τόν Σωτῆρα, ὅ παράλυτος πρώην, τυχών τῆς παρά σοῦ θεραπείας, καί ὀρθωθείς τῆ σή προσευχή,τό σόν μέγιστον θαῦμα άνεκήρυττε,Παρθένιε Πανόλβιε, τῷ σέ δοξάσαντι κραυγάζων•

Ἀλληλούια.

Φρίττει σμῆνος δαιμόνων, τήν σήν χάριν θεόφρον, καί δέδωκεν ὄμβρον γῆ διψώσῃ, ὅ οὐρανός ταῖς σαῖς προσευχαῖς, καί πολύχνουν καρπόν ὅ ἀγρός ἤνεγκεν, ὅ δέ πιστός Διάκονος, ἔν ἐκπλήξει σοι ἀνεβόα

Χαῖρε, καρπῶν ψυχοτρόφων πλήρης
Χαῖρε, παθῶν ἀνιάτων ῥύστης•
Χαῖρε, Ἠλίου τόν Θεσβίτην μιμούμενος
Χαῖρε, τοῦ Χρίστου τήν ἀγάπην μυούμενος•
Χαῖρε ῥεῖθρον διειδέστατον χάριτος πνευματικῆς
Χαῖρε, ὅτι κατάγεις γῆ διψώσῃ τόν ὄμβρον
Χαῖρε ὅτι εἰσάγεις σωτηρίας πρός ὅρμον•
Χαῖρε, μελῶν παρειμένων σύσφιγξις
Χαῖρε, πολλῶν ἀσθενούντων ἴασις•
Χαῖρε, δι’ οὐ ὅ παράλυτος χαίρει
Χαῖρε, πρός ὀν πᾶς πιστός ἀεί λέγει•

Χαίροις Πάτερ Παρθένιε.

Χάριτι προφητείας, λαμπρυνόμενος  Πάτερ, προεῖπας τά μέλλοντα συμβαίνειν καί Ήρακλείας ὤφθης ποιμήν, Ύπατιανός ὦς σκεῦος τοΰ Πνεύματος, ὦς τοῦτο προηγόρευσας, καί μετά σοῦ Θεῶ ἐβόα•

Ἀλληλούια.

Ψάλλοντες Ἱεράρχα, ἐξοδίους σοι ὕμνους, παρέδωκαν ταφῇ τό σόν σκῆνος, οἵ συνελθόντες πίστει πολλῇ, τῆ σή πρός Θεόν ἐκδημίᾳ Ὅσιε ἡμεῖς δέ εὐφημοῦντες σε, βοῷμεν σοι ἔν εὐλαβείᾳ

Χαῖρε, Ἀγγέλων ὅ συμπολίτης-
Χαῖρε, ὅ Ὅσιος στεφανίτης•
Χαῖρε, Ἐκκλησίας θεμέλιος ἄρρηκτος
Χαῖρε, φωταυγείας άΰλου άνάπλεως•
Χαῖρε, κῆπος εὐωδέστατος χαρισμάτων μυστικῶν
Χαῖρε, τεῖχος ἀρραγέστατον εὐσεβῶν Χριστιανῶν•
Χαῖρε, τῶν σέ ὑμνούντων συμπαθής ἀντιλήπτωρ
Χαῖρε, τῶν Όρθοδόξων ἀρωγός καί συλλήπτωρ•
Χαῖρε, δι’ οὐ παθῶν καθαρθήσομαι
Χαῖρε, δι’ οὐ κηλίδων ῥυσθήσομαι•
Χαῖρε, ψυχῶν εὐσεβῶν θυμηδία
Χαῖρε, καμοῦ ἀληθῇς προστασία•

Χαίροις Πάτερ Παρθένιε.

Ὦ Παρθένιε Πάτερ, Ἱεράρχα Κυρίου,  θαυμάτων παραδόξων πλημμύρα, (ἐκ γ’.) τάς φωνάς ἡμῶν δέχου ἀεί, καί δίδου τοῖς πᾶσι πταισμάτων ἄφεσιν, ταῖς πρός Θεόν πρεσβείαις σου, ὡς ἀν ὁμοφώνως βοῶμεν

Ἀλληλούια.

Καί αὖθις τό Κοντάκιον.
Ἦχος πλ. δ’. Τῆ Ύπερμάχω…
Ὡς τῆς Λαμψάκου ποιμενάρχην ἐνθεώτατον Καί τῶν θαυμάτων αὐτουργόν καί κρήνην ἄφθονον Ἀνυμνοῦμεν σε θεόληπτε Ἱεράρχα. Ἀλλ’ ὡς ἔχων παρρησίαν πρός τόν Κύριον Καθικέτευε λυτροῦσθαι πάσης θλίψεως Τούς Βοῶντας σοι, Χαίροις Πάτερ Παρθένιε.