ΘΕΟΤΟΚΑΡΙΟ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΟΝ
ΣΥΝ ΘΕΩ ΑΓΙΩ
ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Ποίημα τοῦ Ὁσίου Πατρὸς ἡμῶν
ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

Πηγή

ΑΡΧΗ ΤΟΥ Α΄. ΗΧΟΥ

Τῷ Σαββάτῳ Ἑσπέρας.

Ὁ Κανών.

Ἦχος α΄. ᾨδὴ α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Δέσποινα πανάχραντε ἁγνὴ· τὸν αγαθὸν ἡ κυήσασα Κύριον· σῶσόν με τὸν δοῦλόν σου καὶ αἰωνίου· ῥῦσαι κατακρίσεως· ὅπως ἀνυμνῶ σου· τὰ μεγαλεῖα σωζόμενος.

Πάσης μου προέστης τῆς ζωῆς· ἀπὸ κινδύνων πολλῶν ῥυσαμένη με· καὶ εὐχαριστήριον φωνή σοι ᾄδω· Θεοτόκε ἁγνή· ἀλλὰ καὶ μελλούσης· ἀφάρπασόν με κολάσεως.

Τὰς περαστικὰς ἐπαγωγάς· καὶ τῶν κινδύνων τὴν ζάλην κατεύνασον· Μῆτερ παναμώμητε τοῦ Λυτρωτοῦ· καὶ Κτίσεως Θεοῦ ἡμῶν· χάριν σωτηρίας· κ’ ἱλασμόν μοι βραβεύουσα.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.
Θεράπευσον Δέσποινα ἁγνή· τὰ πάθη τῆς καρδίας μου τὰ πονηρά καὶ ὄντως ἀνίατα· παρέχουσα μοι τὴν σὴν ἐπίσκεψιν· καὶ τὸ μέγα ἔλεος· καὶ τὴν ἀγαλλίασιν· τῆς ἐκείθεν ἐλπίδος τοῦ Κτίστου μου.

Ζωῆς κεκτημένον σε φρουρόν· καὶ τεῖχος ἀπροσμάχητον· καὶ μετὰ τέλος σκέπην σε εὐροιμι· προστασίαν τὴν ἀκαταμάχητον· πρὸς Θεὸν εἰσάγουσαν· καὶ ζωὴν παρέχουσαν· αἰωνίαν καὶ δόξαν Πανάχραντε.

Ἀγάθυνον Δέσποινα ἁγνή· ψυχήν μου την ταλαίπωρον· κεκαμωμένην ταῖς ἀμαρτίαις δεινῶς· ἡ τὸν Πανάγαθον Λόγον τέξασα· τὸν δι’ ἀγαθότητα· βροτοῖς ὁμιλήσαντα· κ’ ἰσχὺν διαβόλου συντρίψαντα.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Τοῦ κόσμου· χαρὰ καὶ ἀγαλλίασις πέφυκας· ἀποκυήσασα Χριστόν· τὴν ἀγαλλίασιν βροτῶν· διὸ ἱκετεύω σε Μήτηρ Θεοῦ· χαρᾶς καρδίαν μου πλήρωσον· τῆς ἀμαρτίας τὴν λύπην ἐξαίρουσα.

Ἐν βίῳ· σὲ Ἁγνὴ κεκτημένος βοήθειαν· πάσαις παρῆλθον ἀβλαβῶς· τὰς τῶν ἐχθρῶν ἐπιβουλάς· διὸ εὐχαρίστως σοι ἀναβοῶ· τῆς ἐκείθεν ἀξίωσον· σοῦ εὐμενείας Παρθένε πανύμνητε.

Δέσποινα τοῦ κόσμου Θεοτόκε βοήθει μοι· μή με ἀπώση ἀπὸ σοῦ· κατασχυμμένον καὶ κενόν· ἀλλ’ οἴκτειρον δέομαι καὶ τὰς ἐμᾶς· δεήσεις ταχέως ἐκπλήρωσον· σωτηριώδη χαράν μοι βραβεύβουσα.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψις.
Τῷ πελάγει· τῆς πολλῆς σου θαῤῥῶν νῦν χρηστότητος· Θεοτόκε· ἐμαυτὸν ἀποῤῥίπτω πρὸς σὲ ἀκλινῶς· παρὰ σοῦ αἰτούμενος· λύσιν εὐρεῖν άμαρτημάτων· τυχεῖν τε δόξης ἀλήκτου με.

Ἐν ζωῇ μου· ἀσφαλής μου κυβέρνησις γέγονας· τρικυμίας· λυτρούμενη πολλῶν παραπτώσεων· κ’ ἐν τῇ ἐξόδῳ μου δέομαι σου παράστηθί μοι· σώζουσα Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Ἴασαί μου· τῆς ψυχῆς τὰ ἀλγήματα Πάναγνε· ἡ τεκοῦσα· τὸν τὰς νόσους ἡμῶν ἰασάμενον· ταῖς αὐτοῦ παθήμασιν· ταῖς σωτηρίοις καὶ πανσέπτοις· ἵνα πιστῶς μεγαλύνω σε.

ᾨδὴ ς΄. Ἐκύκλωσαν ἡμᾶς.
Τὸ πέλαγος πολὺ τῆς εὐσπλαγχνίας σου· ὑπάρχεις Παναμώμητε· διὰ τούτο ἔρχομαι πρὸς σὲ θαῤῥῶν κ’ ἀνακαλύπτω τὰ ἐγκλήματα· καὶ τῶν παθῶν· ποιοῦμαι πάντων τὴν ἐξαγόρευσιν.

Ψυχῆς μου τὴν ἐκ σώματος ἀνάλυσιν· ποιεῖσθαι μέλλων κράζω σοι· γενοῦ μοι βοηθὸς μόνη ἁγνή· πάσης λυτρουμένη με ὀχλήσεως· δαιμονικῆς· καὶ ἀπαλείφουσα τὰς ἀμαρτίας μου.

Μαρία τοῦ Θεοῦ κατοικητήριον· ἐλέησον τὸν δοῦλόν σου· τὸν κραυγάζοντα πρὸς σὲ διὰ παντός· καὶ τὴν σὴν ἀντίληψιν αἰτούμενον· καὶ ἰλασμός· καὶ σωτηρία γενοῦ καὶ σῶσόν με.

Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Δακρύων μοι πηγὰς Θεοτόκε παράσχου· δι’ ὧν τῶν ἡδονῶν· κατασβέσας τὴν φλόγα· ψυχῆς μου τὴν αὔλακα· καρποφόρον ἐργάσαιμι· κ’ ἀξίωσον· ἐν ταπεινώσις καρδίας· ἐκτελέσαι με· τὰς τῆς ζωῆς μου ἡμέρας· Παρθένε πανάμωμε.

ᾨδὴ ζ΄. Σὲ νοητήν, Θεοτόκε κάμινον.
Εἶδεν ἐν σοι· Θεοτόκε ἄχραντε· πάσα ἡ κτίσης ἀληθῶς· ἅπερ πάλαι προκατιδεῖν· θεῖοι ἐπεθύμησαν· θαυματα παράδοξα· προφήται πάντες καὶ δίκαιοι· διὸ κᾀμοί· βοηθός μου γενοῦ καὶ μὴ ἀπώσῃ με.

Τῆς φοβερᾶς· δίκης τὴν ἐξέτασιν· καὶ τὴν ἀπόφασιν Θεοῦ· καὶ κολάσεως τὸ φρικτόν· τρέμω ἐνοούμενος· ὡς πονηρὰν διανύσας· τὴν ζωὴν Μήτηρ τοῦ Θεοῦ· διὸ κᾀμοί· βοηθός μου γενοῦ μὴ ἀπώσῃ με.

Ἄκουσόν μου παναγία Δέσποινα· τῶν πόνων καὶ τῶν στεναγμῶν· καὶ παράσχου τὸν ἰλασμὸν καὶ τὴν ἀπολύτρωσιν· τῶν πολλῶν πταισμάτων μου· σωτηρίας ἀξίωσον· σὺ γὰρ μου εἶ· προσδοκία σεπτὴ καὶ σωτηρίας ἐλπίς.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Οὐχ εὐρίσκω ὅλως ἐν μοί· δικαιοσύνης πράξιν· παράνομα ἐργασάμενος Πανάχραντε ἁγνή· καὶ στένων ὀδύρομαι· τι ποιήσω· Δέσποινα πάντων βοήθεια γενοῦ μοι· μὴ καταπιέτω· βυθὸς με ἀπωλείας.

Ἡ τὸν Κτίστην πάντων καὶ Θεόν· ἀῤῥήτως συλλαβοῦσα· διάσωσον ἐκ φθορᾶς με καὶ παντοίων πειρασμῶν· φρικτῆς ἀποφάσεως· κ’ μελλούσης· δίκης πυρὸς τε ἀσβέστου αἰωνίου· ἵνα σὲ δοξάζω· εἰς πάντας τοὺς αἰῶνας.

Οἶκος θεῖος γέγονας Ἁγνή· καὶ σκήνωμα τοῦ Λόγου· ἀσπόρος τοῦ προελθόντος ἐξ ἁγίας σου γαστρὸς διὸ με γενόμενον· τῶν δαιμόνων· σπήλαιον Κόρη μετάμειψον καὶ δείξον· οἶκον τῆς Τριάδος· δι’ ἔργων θεαρέστων.

ᾨδὴ θ΄. Τύπον, τῆς Ἁγνής.
Λόγε· τοῦ Θεοῦ προάναρχε· σὲ ἱκετεύω καὶ αἰτοῦμαι σὴν δάκρυσιν· τῶν ἐμῶν πταισμάτων τὴν πλυθήν τὴν ἀμέτρητον· ταῖς πρεσβείαις τῆς σῆς Μητρός· συγχώρησον ὡς ἔχων· φιλανθρωπίαν ἀδιήγητον.

Δέχου· τὴν ἐμήν σὴν δάκρυσιν· νῦν ἱκεσίαν καὶ παράσχου μοι ἄφεσιν· ὧν ἐξήμαρτον πολλῶν ἀγαθὴ ἀμαρτιῶν· Θεοτόκε πανύμνητε Δέσποινα· εἰς τέλος γὰρ ἐκλείπω· ἐκ τῆς ἀμέτρου ἀπογνώσεως.

Ὅλην· τὴν ζωὴν ἀνήλωσα· τὸν ἐμπαθῆ διώκων βίον καὶ βέβηλον· καὶ κατέφθειρα ψυχὴν καὶ σάρκα τοῖς πάθεσι· καὶ οὐκ ἔχω ἐλπίδα σωτήριον· ἀλλ ὦ Παρθενομῆτορ· τοῖς οἰκτιρμοῖς σου Κύριον ἐπίστρεψον.

Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Ἅγιον σὺ Τέμενος Θεοῦ· οὐρανῶν πλατυτέρα· καὶ χερουβεὶμ ἁγιώτερον· Θεοχαρίτωτε παναγία κόρη· τὸν νοῦν μου χαρίτωσον· καὶ φώτισον καρδίας τὰ ὄμματα· παρεχομένη μοι· εὐπροσδέκτοις μεσιτείαις σου· τῶν πταισμάτων· πάντων συγχώρησιν.

Ἄφθορος ἐκύησας Θεόν· τὴν φθορὰν μειώσαντα· καὶ ἀδθαρσίαν πηγάσαντα· ἄφθορε ἄμωμε· διὸ δυσωπῶ σε· τοῖς δεινοῖς φθαρέντα με· πρεσβείαις σου Ἁγνὴ ἀνακαίνισον· ἵνα δοξάζω σε· ἵνα πόθῳ μεγαλύνω σε· τὴν τὸ γένος ἡμῖν μεγαλύνουσαν.

Τὸ πῦρ ἐν τοῖς σπλάχνοις σου Χριστόν· ὑπεδέξω Ἄχραντε· καὶ ἀκατάφλεκτος ἔμεινας· διό σου δέομαι τοῦ πυρός με ῥῦσαι· τῇ θερμῇ πρεσβείᾳ σου· καὶ πάσης θλίψεως· καὶ ποικίλης περιστάσεως· τὴν τῇ σκέπῃ· τῇ σῇ καταφλέγοντα.

Τῇ Κυριακῇ Ἑσπέρας

Ὁ Κανών.

Ἦχος α΄. ᾨδὴ α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ἅγιον Τέμενος εὐρών· ὁ ὑπεράγιος Λόγος ἐσκήνωσον· Ἄχραντε ἐν μήτρα σου ἁγιασμόν· καὶ φωτισμὸν καὶ λύτρωσιν, πάναγνε Παρθένε· τοῖς σὲ τιμῶσι δωρούμενη.

Βότριν ἡ τεκοῦσα τῆς ζωῆς· ἀναπηγάζοντα οἶνον σωτήριον· μέθῃ σκοτισθέντα με ἀμαρτιῶν· ὡς συμπαθὴς σωφρόνησον· καὶ πρὸς μετανοίας· ὁδοῦς εὐθείας εἰσάγαγε.

Γνῶμη ὀλισθαίνοντα αεί· καὶ λογισμοῖς πονηροῖς ἐξελκόμενον· καὶ δελεαζόμενον φρενοβλαβῶς· καὶ τοῖς ἐχθροῖς εὐχείρωτον· ὅλον γεγονότα· μὴ ὑπερίδης με Δέσποινα.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.
Δεσπότην τεκοῦσα τοῦ παντός· καὶ πάντων οὖσα Δέσποινα· τῆς δεσποτείας νῦν με ἐξάρπασον· τῶν ἀκαθάρτων παθῶν Πανάμωμε· ἐμαυτὸν ἀθλίως γάρ· τούτοις κατεδούλωσα· ῥαθυμία καὶ γνώμης στρεβλότητι.

Ἔχουσα ἀεὶ τὸ συμπαθές· ὡς μόνη συμπαθέστατον· καὶ ἀγαθὸν κυήσασα Κύριον· ἀσυμπαθῆ με ὄντα καὶ ἄσπλαγχνον· μοχθηρίᾳ φύσεως· μὴ παρίδης Ἄχραντε· ἀλλ’ ἐπίστρεψον σαῖς παρακλήσεσι.

Ζάλης με ἀτάκτων λογισμῶν· κινδύνων τε καὶ θλίψεων· καὶ πειρασμῶν Παρθένε ἐξάρπασον· καὶ πρὸς λιμένας ἐνθέους ἴθυνον· καὶ γαλήνης πλήρωσον· τὴν ἐμὴν διάνοιαν· ἱκετεύω σε μόνη Πανύμνητε.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Ἥλιον· ὁλόφοτε νεφέλη κυήσασα· δικαιοσύνης Ἰησοῦν· τὸν φωτοδότην καὶ Θεὸν· ψυχήν μου καταύγασον· τὴν ἐν νυκτί· τῆς ἀμαρτίας ὑπάρχουσα· καὶ ἡδονῶν ἀμαύρωσις τυφλώτουσαν.

Θηρῶν με· δαιμόνων ψυχοφθόρων ἐξάρπασον· ἐπιζητούντων με ἀεὶ κακοποιῆσαι δολερῶς· ἐτοίμη βοήθεια· Χριστιανῶν· τῶν θλιβομένων ἀντίληψις· Θεογεννῆτορ πανάμωμε Δέσποινα.

Ἰσχύς μου καὶ ὕμνησις ὑπάρχει ὁ Κύριος· ὃν ἐξ αἱμμάτων σου ἁγνῶν· εκυοφόρησας ἁγνὴ αὐτὸν ἱκέτευε· διαπαντὸς ἁγνὸν ψυχῆ τε καὶ σώματι· συντηρηθῆναι Παρθένε τῶν δοῦλόν σου.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Καρποφόρον· ἀρεταῖς τὴν ψυχήν μου ἀνάδειξον· τοὺς ἀκάρπους· λογισμοῦς μου Παρθένε διώκουσα· καὶ τὰς συμπνιγούσας με· προῤῥίζους τέμνουσα ἀκάνθας, τῆς ἀμαρτίας Πανάμωμε.

Λόγον θεῖον· διὰ λόγου ἐν μήτρα ἐχώρησας· ὑπὲρ λόγον· Θεοτόκε αὐτὸν οὖν ἱκέτευε· ἐξ ἀλόγων πράξεων· ἡδονῶν θανατηφόρων· ἐλευθέρωσε τοὺς δούλους σου.

Μαράνασα· τῷ βλαστῷ σου τῷ ξύλῳ βλαστήσασαν· ἀμαρτίαν· τῆς σαρκός μου κινήματα μάρανον· καὶ παθῶν ὁρμήματα· καὶ τρικυμίας ἐναντίας· ὅπως ὑμνῶ σε Πανύμνητε.

ᾨδὴ ς΄. Ἐκύκλωσαν ἡμᾶς.
Νενέκρωται ἐχθρὸς τῷ ζωηφόρῳ σου· καρπῷ Θεοχαρίτωτε· καὶ πεπάτηται ὁ ᾄδης προφανῶς· καὶ οἱ ἐν δεσμοῖς ἠλευθερώθησαν· ὅθεν βοῷ· τὰ πάθη λῦσον τὰ τῆς καρδίας μου.

Ξενούμενον Θεοῦ διὰ φαυλότητα· καὶ πόῤῥω καθιστάμενον· Παναμώμητε οἰκείωσον αὐτῷ· ξένῃ μεσιτεία σου Θεόνυμφε· ὅπως ὑμνῶ· τὰ μεγαλεῖα τῆς δυναστείας σου.

Ὁ Ἄχρονος Υἱὸς ἐν χρόνοις γέγονεν· ἐκ σοῦ ἀποτικτόμενος· ὃν ἱκέτευε τὰ χρόνια Ἁγνή· πάθη θεραπεύσαι τῆς καρδίας μου· καὶ πρὸς ζωήν· καὶ σωτηρίαν καθοδηγῆσαί με.

Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὁ βίος πονηρός· καὶ πράξεις μου φαῦλαι· ὁ νοῦς μου γεηραῖς· πεφυρμενον ἐννοίας· καὶ ὅλως κατάκριτος· ἐγενόμην Πανάμωμε· ἀλλ’ οἰκτείρησον· καὶ τοῦ βορβόρου τῶν ἔργων· ἀποκάθαρον· τὸν προσφυγόντα σοι πίστει· καὶ σῶσόν με.

ᾨδὴ ζ΄. Σὲ νοητὴν Θεοτόκε κάμινον.
Πύλη φωτός· πύλας μοι διάνοιξον· τῆς μετανοίας φωταυγεῖς· τὰς εἰσόδους τῶν ἡδονῶν· εἴργουσα πρεσβείαις σου καὶ ἀποδιώκουσα· τὰς πονηρὰς ἐνθυμήσις μου· ὅπως ὑμνῶ· καὶ δοξάζω τὴν σὴν ἄμαχον δύναμιν.

Ῥύπον ψυχῆς· ἐξ ἀπροσεξίας μου· προστριβέντα δεινῶς· ταῖς ῥανῖσι σῶν οἰκτιρμῶν· Πάναγνε ἀπόπλυνον καὶ τῆς διανοίας μου· τὸ ὀπλικὸν ἀποκάθαρον· ἵνα φωναῖς· ἀσιγήτοις ὑμνῶ τὰ μεγαλεῖά σου.

Σὺ τὴν πηγήν· τῆς ζωῆς κυήσασα· θανατωθέντα με δεινῶς· τῶν δαιμόνων ἐπαγωγαῖς· Ἄχραντε πανάμωμε ζώωσον πρεσβείαις σου· τῷ σῷ Υἱῷ ἀναμέλποντα· ὁ αἰνετός· τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Τυραννεῖ με πρόσληψις παθῶν· δαιμόνων ἐπηρείας· ἀλλ’ ἔχων καταφυγήν σε δι’ ἧς σώζομαι τῷ σῷ· Υἱῷ μέλπω Ἄχραντε· εὐλογεῖτε· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Ὑπερτέρα οὖσα οὐρανῶν· ὑπέρτερον τὸν νοῦν μου· τῆς ὕλης τῶν ἐν τῷ βίῳ παραπτώσεων Ἁγνή· ἀνάδειξον μέλποντα· εὐλογεῖτε· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Φωτοδότην τέξασα Θεὸν ὁλόφωτε Παρθένε, τὰ ὄμματα τῆς καρδίας μου καταύγασον φωτὶ Θεοῦ ἐπιγνώσεως εἰς τὸ μέλπειν· εὐλογεῖτε· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Τύπον τῆς Ἁγνής.
Χαῖρε ἡ χαρὰν κυήσασα· χαῖρε ἡ τὴν λύπην μόνη ἐξαφανίσασα· χαῖρε ἡ τὰ νέφη τῶν παθῶν ἐκδιώκουσα· καὶ φωτὶ νοητῷ καταυγάζουσα· τοὺς πίστει σε καὶ πόθῳ· Θεοκυῆτορ μεγαλύνοντας.

Ψύξον· τῶν παθῶν μου Πάναγνε· τὰς διεκχύσεις πάσας καὶ ἀποξήρανον· τῶν ἀμαρτιῶν μου τὸν βυθὸν τὸν ἀμέτρητον· ἡ σωτήριον ὄμβρον κυήσασα· καὶ ποταμὸν εἰρήνης· καὶ εὐσπλαγχνίας μέγα πέλαγος.

Ὤφθης· ἰατρεῖον ἄμισθον· τραυματισθεῖσι πάσι καὶ τὴν ἀπόγνωσιν· λύουσα Ἁγνὴ λιμὴν τε τοῖς θαλαπλεύουσιν· ἐν πελάγει τοῦ βίου σωτήριος· ἐν ὦ πᾶς καταφεύγων· πίστει σωζόμενος δοξάζει σε.

Στιχηρά Προσόμοια.
Ἦχος α΄. Πανεύφυμοι μάρτυρες.
Ἁγίαν σε ἔγνωμεν σκηνήν· καὶ τερπνὸν παλάτιον· καὶ καθαρὸν ἐνδιαίτημα· Παρθένε πάναγνε· ὅθεν δυσωπῶ σε τὴν ψυχὴν μου πάθεσι· πολλοῖς μεμολυσμένον καθάρισον· καὶ οἰκητήριον τοῦ Ἁγίου δεῖξον Πνεύματος· ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.

Ἐλέησον Πάναγνε ψυχήν· πρὸς σὲ καταφεύγουσαν· καὶ τὴν θερμήν σου αντίληψιν· ἡμέρας καὶ νυκτός· ἐπικαλουμένην· καὶ τοὺς πολεμοῦντάς με· κατάβαλε ἐχθρούς τῇ δυνάμει σου· ἵνα δοξάζω σε· ἵνα πόθῳ μεγαλύνω σε· Θεοτόκε ἐλπὶς ἀκαταίσχυντε.

Ἰδού σοι προσέρχομαι Ἁγνή· καὶ βοῷ ἱλάσθητι· μὴ ἀποστρέψης τὸν δοῦλόν σου· Παρθένε πάναγνε· νῦν κατησχυμένον· ἔχεις γὰρ ὃν ἔτεκες· ὑπήκοντα ταῖς σαῖς παρακλήσεσιν· ὃν νῦν ἱκέτευε· δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν· τὴν εἰρήνην· καὶ τὸ μέγα ἔλεος.

Τῇ Δευτέρᾳ Ἑσπέρας

Ὁ Κανών.

Ἦχος α΄. ᾨδὴ α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ῥεῖθρα μοι δακρύων ψυχικῶν· ἡ τὴν πηγὴν τῆς ἀφέσεως τέξασα· δώρησαι Πανάμωμε ἀμαρτιῶν· τὸν ῥύπον άποπλύνοντα· καὶ ἐν ταπεινώσις· τὸν βίον μου διεξάγοντα.

Ὑπερτέρα γέγονας Ἁγνή· τῶν ποιημάτων Θεὸν σωματώσασα· ὅθεν ἱκετεύω σε ἀπὸ κοπρίας με· παθῶν ἀνάστησον· καὶ πρὸς θεῖον ὕψος· τῆς ἀπαθείας ἀνάγαγε.

Ἵλεός μοι φάνηθι Ἁγνή· ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως δέομαι· πάσης ῥυομένη με φρικοδεστάτης· καὶ δεινῆς κολάσεως· τὸν καταφυγόντα· ὑπὸ τὴν σκέπην σου Δέσποινα.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.
Ναὸς ὡς ὑπάρξασα Θεοῦ· τοῦ πάντων βασιλεύοντος· τὸν γεγονότα σπήλαιον Πάναγνε· τῶν ψυχοφθόρων ληστῶν ἐξάρπασον· τῆς αὐτῶν κακώσεως· καὶ τοῦ Θείου Πνεύματος· καθαρὸν ἐνδιαίτημα δεῖξόν με.

Δακρύον μοι πέμψον ὀχετούς· ξηραίνοντας τὰ ῥεύματα τῶν πονηρῶν μου πράξεων δέομαι τῆς εὐσπλαγχνίας τὸ γαληνότατον· ἡ τεκοῦσα πέλαγος Χριστὸν τὸν Θεὸν ἡμῶν· Θεοτόκε παρθένε πανύμνητε.

Ἰσχύς μου καὶ πύργος ἀσφαλής· γενοῦ Θεοχαρίτωτε· καὶ θυρεὸς καὶ ὄπλον ἀήτητον· τῶν νοουμένων ἐχθρῶν τὰς φάλαγγας ἀφ’ ἡμῶν ἐλαύνουσα· Θεοτόκε πάναγνε· τῶν ἐν πίστει καὶ πόθῳ τιμῶντων σε.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι τῇ θεία.
Δαιμόνων· ἀπάτη χαλεπῶς ἐξελκόμενον· τῶν ἐντολῶν με τοῦ Θεοῦ· μὴ ὑπερίδης ἀγαθή· ἀλλ’ οἴκτειρον δέομαι καὶ τῆς αὐτῶν· ἀπάτης δεῖξον ἀνώτερον· τὸν προσφυγόντα Ἁγνὴ τῷ ἐλέει σου.

Ὁ Μόνος· ὑπάρχων ἐλεήμων Χριστὲ ὁ Θεός· τῆς σὲ τεκούσης ταῖς ευχαῖς τοὺς πεποιθότας ἐπὶ σοί· ἐλέησον οἴκτειρον καὶ πρὸς τὸ φῶς· τῶν ἐντολῶν σου ὁδήγησον· καὶ αἰωνίου ζωῆς καταξίωσον.

Μὴ παύση· πρεσβεύουσα παρθένε πρὸς Κύριον· τοῦ οἰκτειρῆσαι τὰς ψυχάς· τῶν σῶν ἀχρείων οἰκετῶν· ἡμεῖς γάρ σε πάντοτε ὡς ἀσφαλῆ· ὑπέρμαχον καὶ βοήθειαν· ἐπιβοώμεθα πάναγνε Δέσποινα.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Οἱ χείμαῤῥοι· τῶν πολλῶν μου πταισμάτων προσέῤῥηξαν· καὶ οἶκον· τῆς ψυχῆς μου κατέπλωσαν Πάναγνε· ἀλλ’ ἡ ἐπανόρθωσις· τῶν προπατόρων Θεοτόκε· ἀνάστησον με τὸν δοῦλόν σου.

Ἰλύι με· τῶν παθῶν ἐμπαγέντα τὸν ἄθλιον· καὶ τῷ σἀλῳ· τῶν πολλῶν ἐγκλημάτων ποντούμενον· χεῖρα δοῦσα Δέσποινα· ἐξάγαγέ με καὶ πρὸς ὄρμον· τῆς μετανοίας ὁδήγησον.

Ὕδωρ θείας· κατανύξεως δίδου μοι πάντοτε· τῶν παθῶν μου· τὰς κηλίδας ἐκπλύνουσα Πάναγνε· ἵνα μεγαλύνω σε· ἵνα ὕμνῶ σε Θεοτόκε· σωζόμενος ἐν τῇ σκέπῃ σου.

ᾨδὴ ς΄. Ἐκύκλωσαν ἡμᾶς.
Χειρόγραφον Ἁγνὴ τῶν ἐγκλημάτων μου· τῇ λόγχῃ διαῤῥήξασα· τοῦ τεχθέντος ἐξ ἀσπόρου σου γαστρός· βίβλῳ με γραφῆναι καταξίωσον· τῶν ἐκλεκτῶν· τὸν προσφυγόντα τῇ θείᾳ σκέπῃ σου.

Ἱλάσθητι ἡμῖν Χριστὲ ταῖς δούλοις σου· πρεσβείαις τῆς τεκοῦσης σε· καὶ κατάπεμψον ὡς μόνος διαπαντός· τῶν πλημμελημάτων τὴν συγχώρησιν· σὺ γὰρ Σωτήρ· καὶ ῥύστης πάντων τῶν ἐλπιζόντων εἰς σε.

Κυκλοῦσι προσβολαὶ τῶν ἐναντίον με· εὶς θάνατον καθέλκουσαι· ἀλλ’ ἐν πέτρα με Χριστοῦ τῶν ἐντολῶν· στήριξον προφθάσασα Πανύμνητε· καὶ πρὸς ζωήν· ὁδήγησόν με τὴν αἰωνίζουσαν.

Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Φωτὶ σου ἀγαθή· τῶν ἐν σκότει ψυχήν μου καταύγασον Ἁγνή· καὶ τὴν πώρωσιν λῦσον· καὶ δίδαξον πράτειν με· τοῦ Υἱοῦ σου τὸ θέλημα· ὅπως ἄφεσιν· τὴν τῶν πολλῶν μου πταισμάτων· εὕρο Πάναγνε· καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου· εὐχαῖς σου ῥυσθήσωμαι.

ᾨδὴ ζ΄. Σὲ νοητὴν Θεοτόκε κάμινον.
Ὡς τὴν πηγήν· τῆς ζωῆς κυήσασα· τὴν νεκρωθεῖσαν μου ψυχήν· ζοηφόρῳ σου δεξιᾷ· Πάναγνε ἀνάστησον· καὶ βοᾷν ἀξίωσον· ἐν κατανύξει καρδίας μου· ὁ αἰνετός· τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Νέος Ἀδάμ· ἐξ ἀγνῶν αἰμάτων σου· ὁ προαιώνιος Θεὸς· ἐχρημάτισε βουληθείς· ὅνπερ νῦν ἱκέτευε τὸν παλαιωθέντα με· ἀνακαινίσαι καραυγάζοντα· ὁ αἰνετός· τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Ὡς συμπαθής· καὶ οἰκτίρμων Κύριος· κλῖνον τὸ οὖς σου ἀγαθέ· καὶ ἐπάκουσον τῆς φωνῆς· πάντων τῶν βοώντων σοι· ἵλεος γενοῦ ἡμῖν· ταῖς τῆς Μητρός σου δεήσεσιν· ὁ αἰνετός· τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Λάμπρυνόν μου πύλη τοῦ φωτός· τὸ ὄμμα τῆς καρδίας· τὰ νέφη τῶν παθῶν· καὶ τὸ σκότος βαθὺ Ἁγνὴ ἀπελαύνουσα· ἵνα μέλπω· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Ὑπὲρ πάντων Δέσποινα ἁγνή· μὴ παύσῃ δυσωποῦσα· τῶν σὲ ἐπικαλουμένων ὡς Μητέρα τοῦ Θεοῦ· καὶ βοώντων ἐκτενῶς· εὐλογεῖτε· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Σωτηρίας αἴτιον Θεόν· ἀφράστως ἡ τεκοῦσα· ἱκέτευε ὑπὲρ πάντων τῶν βοώντων ἐκτενῶς· Παρθένε πανύμνητε· σὲ ὑμνοῦσι· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Τύπον τῆς Ἁγνής.
Ἆρον· τὸ βαρὺ φορτίον μου· τῶν ἐγκλημάτων Θεοτόκε πανύμνητε· καὶ τὸν ἐλαφρότατον τὸν ζυγὸν καταξίωσον· τοῦ Υἱοῦ καὶ Θεοῦ σου βαστάζειν ἀεί· καὶ τρίβον διοδεύειν· τὴν πρὸς τὴν ἄνω λῆξιν ἄγουσαν.

Τρέμω· ἐννοῶν Πανάμωμε· τὴν φοβερὰν ἡμέραν τῆς παρουσίας Χριστοῦ· ἅπας γὰρ ὁ βίος μου πταισμάτων πεπλήροται· καὶ οὐκ ἔχω ἐλπίδα σωτήριον· ἀλλ’ οἴκτειρόν με τότε· καὶ πάσης ῥῦσαι κατακρίσεως.

Νεῦσον· παναγία Δέσποινα· ταῖς τοῦ ἀχρείου δούλου σου παρακλήσεσι· καὶ τὸν τῆς ψυχῆς μου καὶ τοῦ σώματος τάραχον· εἰς γαλήνην βαθείαν μετάβαλε· ἵνα σὲ μεγαλύνω· περισωζόμενος τῇ σκέπῃ σου.

Στιχηρά Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Προσώζεσαν Δέσποινα Ἁγνή· ψυχῆς μου οἱ μώλοπες· καὶ σκυθρωπάζων πορεύομαι· ἀπὸ ππροσώπου δὲ· τῶν ἀμαρτιῶν μου· τῇ σαρκί μου ἴασις· οὐκ ἔστιν ἀλλ’ οἰκτείρασα σῶσόν με· σὺ γὰρ ἐκύησας· παναγία Μητροπάρθενε· τὸν τὰς νόσους· ἀνθρώπων βαστάσαντα.

Χωρίον εὐρύχωρον Θεοῦ· γέγονας Πανάμωμε· καὶ καθαρώτατον σκήνωμα· καὶ οἶκος ἅγιος διὸ δυσωπῶ σε· οἶκόν με γενόμενον· δαιμόνων καὶ παθῶν ἐργαστήριον· πάντων ἀπάλλαξον· πρὸ θανάτου Παναμώμητε· ὅπως τύχω· μικρᾶς ἀναψύξεως.

Φωτὸς ἐνδιαίτημα Ἁγνή· μόνη ἐχρημάτισας· τοῦ ἐκ Πατρὸς ἀναλάψαντος· ὅθεν κραυγάζω σοι· τὴν ἐσκοτησμένην ψυχήν μου τοῖς πάθεσι· φωτὶ τῶν ἀρετῶν καταφαίδρυνον· καὶ ἐν σκηνώμασι· φωτεινοῖς με κατάταξον ἐν ἡμέρα· τῆς κρίσεως Ἄχραντε.

Τῇ Τρίτῃ Ἑσπέρας

Ὁ Κανών.

Ἦχος α΄. ᾨδὴ α΄. Πικρᾶς δουλείας ῥυσθείς.
Παρθένε μόνη πανύμνητε· παρθένε ἡ Θεὸν σωματώσασα· Παρθένε ἡ πᾶσι πρόξενος· ζωῆς τῆς αἰωνίου· λάμψον μοι φῶς· τὸ τῆς μετανοίας· διαλύουσα τὸν ζόφον· τῶν πταισμάτων μου.

Ἰδού πρὸς σὲ νῦν κατέφυγα· τὴν σκέπην μου τὴν θείαν ἀντίληψιν· τὰ σπλάγχνα τῆς σῆς μοι χάριτος· δεῖξον ἀνεωγμένα· μὴ ὀργισθῆς· μὴ με παραβλέψεις· μὴ ἐάσης εἰς τέλος· ἀπολλύμενον.

Τὰ τραύματα τῆς καρδίας μου· τὰ ἐλκη τῆς ψυχῆς μου δυσίατα· σοὶ ἀπογυμνῶ καὶ δείκνυμι· κράζω μεγαλοφώνως· μὴ ὑπερίδης με νοσοῦντα· πλημμελήμασιν.

ᾨδὴ α΄. Τῷ πρὸ τῶν αἰώνων.
Σὺ τῶν ἐν ἀνάγκαις· καὶ ἐν θλίψεσι πρόμαχος πέφυκας· σὺ τῶν ἐν ζάλῃ τῇ τοῦ βίου· ἀγαθὴ κυβερνήτις· διό σε καθικετεύων βοῷ· τὴν σὴν βοήθειαν μόνη Ἁγνή· δώρησαι τῷ δούλῳ σου.

Ὤφθης Πλατυτέρα· οὐρανῶν συλλαβοῦσα τὸν πάντων Θεόν· καὶ ἐν ἀγκάλαις σου συνέσχες· τὸν συνοχόντα πάντα· Ἁγνὴ ὅθεν ἱκετεύω σε· τῶν συνεχόντων δεινῶν με παθῶν· τάχος ἐλευθέρωσον.

Πλήθος με πταισμάτων· καὶ κινδύνων βυθίζει Πανάμωμε· ἀλλ’ εἰς λιμένα θυμηδίας· καὶ εὐφρόσυνον ὅρμον· τῆς σῆς πανσθενεστάτου χάριτος· ἐγκαθορμίσασα δίδου Ἁγνή· τὰ σὰ μεγαλεῖα ὑμνεῖν.

ᾨδὴ δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης.
Τῇ ῥάβδω τῆς θείας σου ῥοπῆς· τὴν ἄνικμον καρδίαν μου· ἀναστομώσασα δακρύων πηγάς· ἐκβλύζειν καὶ ποταμούς· Θεοτόκε ποίησον· δι’ ὧν μολυσμοῦ τῆς ἀμαρτίας· ἀποπλυθεῖσα φαιδρά· τῷ σῷ νῦν Υἱῷ ἐποφθήσεται.

Οὐ κέκτημαι ἄλλὴν ἐπὶ γῆς· προστάτην καὶ ὑπέρμαχον· φρουρὸν καὶ τεῖχος ἀπροσμάχητον· εἰ μῆ σὲ μόνην ἁγνή· Θεοτόκε ἄχραντε· σὺ γάρ μου ἐλπὶς καὶ σωτηρία· καὶ σκέπη καὶ βοηθός· καὶ παραπτωμάτων συγχώρησις.

Ὑλώδους ἐμφάσεως Ἁγνή· τὸν νοῦν μου ἐκκαθάρασα· ἔρωτος θείου δεῖ ἀναπλέον· τὰ θεῖα λέγει ἀεί· τὰ θεῖα φαντάζεσθαι· τὰ θεῖα ποιεῖν ἐμμελῶς ἔργα· ὅπως ἐκφύγω φρικτήν· καὶ διαιωνίζουσα κόλασιν.

ᾨδὴ ε΄. Θεὸς ὧν εἰρήνης.
Ἐν ὤρᾳ φρικτῆς τῆς ἐξόδου μου· ψυχῆς χωρισμοῦ ἐκ τοῦ σώματος· βοήθεια μοι φάνηθι καὶ πρόμαχος γενοῦ· τοὺς ἐπιτιθεμένους· ἐχθροὺς τοὺς ἀοράτους· Ἁγνὴ ἀποσοβοῦσα· καὶ πρὸς ζωἠν καθοδηγοῦσα με.

Ὅπλα μοι παράσχου σωτήρια· Θεοτόκε πανάχραντε Δέσποινα· τὴν σὴν δίδου βοήθειαν καὶ κράτος καὶ ἰσχύν· μεθ’ ὧν τοῦ ἀρχεκάκου· νικήσας κακουργίαν· σωτηρίας ἐνθέου· ἀξιωθῶ Θεοχαρίτωτε.

Ὑπάρχεις πιπτόντων άνόρθωσις· ἀσθενούντων ἐπίσκεψις Δέσποινα· διὸ τοῖς παραπτώμασι πεσόντα χαλεπῶς· καὶ τὴν ψυχὴν νοσοῦντα· θεράπευσον καὶ σῶσον· ἀνορθοῦντά με Κόρη· ἐν τῇ χάρι τῆς δυναστείας σου.

ᾨδὴ ς΄. Σπλάχνων Ἰωνάν.
Ἡ τῶν ταπεινῶν· βεβαία ἀντίληψις· ἡ τῶν πλανωμένων· ἀπλανὴς ὁδηγός· τὸ ὀχύρωμα· τὸ ἀσίλητον τῶν προστρεχόντων εἰς σε· θησαυρὸς ὁ ἀδαπάνητος τῆς χάριτος μόνη· θεοτόκε Δέσποινα· σὺ με ῥῦσαι πυρὸς αἰωνίζοντος.

Μήτηρ τοῦ Θεοῦ· πανάμωμε Δέσποινα· ἐπίβλεψον ἐπ’ εμὲ καὶ οικτείρησον· ἀπολλύμενον· τῶν δαιμόνων πολλαῖς ἐπιθέσεσι· καὶ βαρούμενον τῷ πλήθι τῆς πωρώσεως· τούτων· τὴν ψυχήν μου λύτρωσαι· καὶ πυρὸς αἰωνίου ἐξάρπασον.

Νύμφη τοῦ Πατρός· τοῦ Πνεύματος Τέμενος· τοῦ Λόγου τὸ σεπτόν· κατοικητήριον· τῆς δεήσεως· τῶν σῶν δούλων ἐπάκουσον Ἄχραντε· καὶ πρόσχες εἰς τὸ ῥύσασθαι καὶ σῶσαι ἡμᾶς· πάσης· τοῦ ἐχθροῦ κακώσεως· καὶ αἰωνίου δεινῆς κατακρίσεως.

Κάθισμα.
Ἦχος α΄. Τὸν τάφο σου Σωτήρ.
Κυβέρνησον Ἁγνή· τὴν ἀθλίαν ζωὴν μου· καὶ οἴκτιρον ψυχὴν ὑπὸ πλήθους πταισμάτων· εἰς βυθὸν ὀλισθαίνουσαν· ἀπώλεια Πανάμωμε· καὶ ἐν ὤρᾳ με τῇ φοβερᾶ τοῦ θανάτου· ῥῦσαι Πάναγνε· καὶ διασκέδασον πάντα· διαμόνων τὰ ἔνεδρα.

ᾨδή ζ΄. Οἱ παῖδες εὐσεβεία.
Ἐλέησον καὶ σῶσον· τὴν ἀθλίαν ψυχήν μου Πανάχραντε· τὴν τοῖς ἀτόποις λογισμοῖς· κατεμόλυνα ὁ ἄθλιος· καὶ ἀθέσμοις ἡδοναῖς· ὅλως ἠχρείωσα· σοὶ οὖν προσπίπτω Ἁγνὴ ἐλέησόν με.

Ἀνάγαγε Παρθένε· ἐκ βυθοῦ με τῶν δεινῶν μου παράξεων· καὶ στῆσον ἄχραντε Ἁγνή· τῶν παθῶν μου τὸ κλυδώνιον· καὶ τῆς καρδίας μου· τὴν πώρωσιν διάλυσον· καὶ τὴν πηγήν μοι· παράσχου τῶν δακρύων.

Φωτί σου ᾶπροσίτῳ· τὴν ψυχήν μου φώτισον Πανάμωμε· καὶ μετανοίας μοι ὁδοὺς πρὸς ζωὴν φερούσας δεῖξόν μοι· ὅπως βαίνων ἀκλινῶς· βοῷ Πανάμωμε· ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς.
Ῥώμη ἀνεικάστῳ σου καὶ δυναστείᾳ· πολεμίους ἀοράτος θραύσον· καὶ τούτους κατάβαλε· Θεοτόκε κατ’ ἐμοῦ· τὴν δυσμένειαν αὐτῶν ἐνδικνυμένους ἀεί· καὶ τούτων τὰ τόξα πάντα σύντριψον· καὶ τὰ βέλη· ἀπάμβλυνον τῆς κακίας αὐτῶν· ὅπως ἐν γαλήνῃ· ψυχῆς σὲ μεγαλύνω.

Ἄκουσον τοῦ ἐκ καρδίας στεναγμοῦ· ἐνωτίσθητι φωνῆς κλαυθμοῦ μου· θεοτόκε Δέσποινα· μὴ παρόψη τὸν συντριμόν· τῆς ἀθλίας μου ψυχῆς ἀλλὰ παράσχου μοι· τὴν τελείαν λύσιν τῶν πταισμάτων μου· τὸ φορτίον· ἀποκουφίζουσα Πάναγνε· καὶ τῆς αἰωνίου ζωῆς καταξιοῦσα.

Τῶν ἀποῤῥήτων θαυμασίων· τοῦ Δεσπότου ταμεῖον Πάρθένε ὦ Ἀδὰμ ἀνάκλησις· καὶ τῆς Εὔας τῶν ὀδυνῶν· ἡ ἀπολύτρωσις καὶ κόσμου ἀνακαίνησις· σοὶ προσπίπτομεν καὶ σοῦ δεόμεθα· Θεοτόκε· ἀπαλαγὴν δωρουμένην ἡμῖν· τῆς ἐπουρανίου ἀξίωσον παστάδος.

ᾨδὴ θ΄. Χαίροις παρθενίας καύχημα.
Ὅλον ἐμαυτὸν προσάγων τῇ σῇ σκέπῃ Παναμώμητε· λυτρωθῆναι κινδύνων· καὶ τῶν περιασμῶν ἐξαιτοῦμαι.

Ἴδε τὸν πόθον μου Δέσποινα ἴδε καὶ τὴν θλίψιν μου· καὶ τὴν πρόσφορον χάριν τῇ σῇ εὐσπλαγχνίᾳ μοι δώρησαι.

Σὺ εἶ καταφύγιον σὺ εἶ ἱλαστήριον· τῶν ἐμῶν ἐγκλημάτων· σὺ καὶ προστασία μου Πάναγνε.

Στιχηρά Προσόμοια.
Ἦχος α΄. Τῶν ουρανίων ταγμάτων.
Ἁμαρτιῶν ὑπερῆρε· τὴν κεφαλήν μου πληθὺς ὡσεὶ βαρὺ φορτίον· ἐπ’ ἐμὲ ἐβαρύνθη· τὸ πλήθος τῶν κακῶν μου· δέομαι ἀεί· μὴ παρίδης τὸν δοῦλόν σου· ἐν τῇ τοιαύτῃ ἀνάγκῃ ἀλλὰ τῇ σῇ· συμπαθείᾳ με ἐλάφρυνον.

Ἐν τῷ πελάγει τοῦ βίου· κλυδωνιζόμενος· καὶ ταῖς τῶν ἐναντίων· ῥιπιζόμενος αὔραις· βοῷ σοι· Θεοτόκε· ἴθυνον νῦν· πρὸς λιμένα τὸν εὔδιον· τῆς μετανοίας τὴν ζάλην τῶν λογισμῶν· εἰς γαλήνην μεταβάλουσα.

Τίς διηγήσεται Κόρη· τὰ σὰ θαυμάσια; ὃν γὰρ οὐ ἀσθενοῦσι βλέπειν· τῶν Ἀγγέλων αἱ τάξεις· ἐβάστασας ὡς θρόνος· χερουβικός· τοῦτον αἴτησαι Πάναγνε· ἐν τῇ μελλούσῃ ἡμέρᾳ τῇ φοβερᾳ· πάντας ῥύσασθαι κολάσεως.

Τῇ Τετάρτῃ Ἑσπέρας

Ὁ κανών.

Ἦχος α΄. ᾨδὴ α΄. ᾨδὴν ἐπινίκιον.
Ἡ Μόνη τὸν ἄχρονον Θεὸν ἐν χρόνῳ· τεκοῦσα σαρκούμενον· Παναγία ἄχραντε· πάντα τὰ χρόνια· τῆς παναθλίας μου ψυχῆς· πάθη θεράπευσον.

Τὰ τραύματα Πάναγνε τὰ τῆς ψυχῆς μου· καρδίας τὴν πώρωσιν· λογισμῶν τὴν σκότωσιν· καὶ τοῦ νοὸς ἐκτροπάς· ἀφάνισον ὡς συμπαθής· καὶ σῶσον σαῖς δεήσεσιν.

Τὸ φῶς ἡ κυήσασα καὶ Λυτρωτήν μου· τοῦ σκότους με λύτρωσαι· καὶ βασάνων Ἄχραντε· τῶμ αἰωνίων με· ὅπως σωζόμενος ὑμνῶ· τὴν εὐσπλαγχνία σου.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Τῆς στειρούσης διανοίας μου· ἀκαρπίαν πᾶσαν ἀφάνισον· καὶ καρποφόρον ἀρεταῖς· τὴν ψυχὴν μου ἀνάδειξον· παναγία Θεοτόκε τὼν πιστῶν· ἡ βοήθεια.

Τὸ φοβερὸν Παρθένε δικαστήριον· καὶ τὸ πὺρ ἐκεῖνο τὸ ἀσβεστον· καὶ τὴν ἀπόφασιν Ἁγνή· τὴν δεινὴν ὅλως δέδοικα· σπεῦσον σῶσόν με Πανάχραντε ἁγνή· τὸν οἰκέτην σου.

Ῥῦσαί με πάσης περιστάσεως· καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως· τοῦ αἰωνίζοντος πυρός· καὶ τοῦ σκότους Πανάμωμε· ἡ τὸ φῶς ἀποκυήσασα ἡμῖν· τὸ αἰώνιον.

ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.
Παρθένε Θεοτόκε· ἀμόλυντε σκηνή· μολυθέντα πταίσμασι· καθάρισον με νῦν· τῶν οἰκτίρμῶν σου· καθαρωτάταις ῥανήσι· καὶ δός μοι χεῖρα· βοηθείας ἵνα κράζω· δόξα σοι ἁγνὴ Θεονύμφευτε.

Ναὸς ἡγιασμένος· ἐδείχθης τοῦ Θεοῦ· τοῦ ἐν σοὶ σκήνωσαντος· Παρθένε ὑπὲρ νοῦν αὐτὸν δυσώπει· ἀμαρτιῶν ἡμᾶς ῥύπου· άποκαθάραι· ὅπως οἶκος γνωσθῶμεν· καὶ κατοικητήριον Πνεύματος.

Ἐλέησόν με μόνη· ἐλέους ἡ πηγήν· Θεοτόκε τέξασα· καὶ λύσον τὴν δεινήν· ψυχῆς μου νόσον· καὶ πώρωσιν τῆς καρδίας· δακρύων ῥεῖθρα· καὶ κατάνυξιν πρὸ τέλους· δίδου καὶ δαιμόνων ἀπολύτρωσιν.

ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην.
Νεκρόν με ἀπειργάσατο ποτὲ ἐν τῇ Ἐδέμ· γεύσις πονηρὰ ζωὴν δὲ κυήσασα· Ἁγνὴ τοῦ ξύλου πάλαι θνήξαντα· ζωοποίησον νῦν με· καὶ βράβευσον εἰρήνην.

Διάσωσόν με Πάναγνε κινδύνων χαλεπῶν· ἔγειρον παθῶν κοπρίας καὶ ῥῦσαί με· αἰχμαλωσίας καὶ κακώσεως· τῶν πονηρῶν δαιμόνων· τὸν σὸν ἀχρεῖον δοῦλον.

Τὰς κόρας τῆς ψυχῆς μου διάλυσον Ἁγνή· βλέπεις με τρανῶς τὴν θείαν λαμπρότητα· καὶ τὴν σὴν δόξαν Παναμώμητε· ὅπως ἐλέους τύχω καὶ αἰωνίου δόξης.

ᾨδὴ ς΄. Τὸν προφήτην Ἰωνάν.
Μολυθέντα με πολλαῖς· ἀμαρτίαις δυσωπῶ· σὲ μόνην ἁγαθήν· καὶ ἀμόλυντον σκηνήν· ἀπόπλυνον· παντὸς με ῥύπου τῇ μεσιτείᾳ σου.

Κυβερνήτις μοι γενοῦ· θαλατεύοντι Ἁγνή· ἐν πελάγει χαλεπῶν· τῶν τοῦ βίου δυσχερῶν· καὶ ἴθυνον· πρὸς σωτηρίας ὅρμον καὶ σῶσόν με.

Τρικυμία λογισμῶν· καὶ παθῶν ἐπαγωγή· καὶ βυθὸς ἀμαρτιῶν· τὴν ἀθλίαν μου ψυχήν· χειμάζουσι· βοήθησόν μοι ἀγία Δέσποινα.

Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἐγγίζει ὁ Κριτής· ἐπὶ θύραις τὸ τέλος· γρηγόρησον ψυχή· καὶ ἐκ βάθους καρδίας· στενάζουσα βοήσον· τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν· ἐλευθέρωσον· τῶν φοβερῶν με βασάνων· καὶ ἐν τόπῳ με· τῆς ἀναπαύσεως τάξον· Παρθένε πανάχραντε.

ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ παῖδας σου.
Τὴν μιανθεῖσαν πάθεσι ψυχήν· ἀγίασον ἄχραντε Θεόνυμφε ἁγνή· καὶ τοῦ νοός· δεινὰς τὰς αἰχμαλωσίας· καὶ καρδίας πώρωσιν· καὶ τῶν δαιμόνων ὁρμάς· τάχος ἀφάνισον.

Νενεκρωμένον πάθεσι σαρκός· Πανάμωμε· ζώωσον τὸν νοῦν μου καὶ Θεῷ· τὰ ἀρεστά· ἐπιτελεῖν ἐνίσχυσόν με· ἵνα μεγαλύνω σε· ἵνα δοξάζω ἀεί· τὴν εὐσπλαγχία σου.

Παρθενομῆτορ μόνη ἡ Θεὸν κυήσασα· νέκρωσον σαρκός μου ἡδονάς· καὶ τῆς ψυχῆς· ῥύπον ἀπόσμυξον ἐν τάχει· καὶ λογοθεσίου με· δαιμόνων τῶν πονηρῶν· ῥῦσαι καὶ σῶσόν με.

ᾨδὴ η΄. Ὃν φρίτουσι Ἄγγελοι.
Σαρκοῦται ὁ ἄσαρκος· ἐκ σοῦ θεοπρεπῶς· ὃν αἴτησαι Πάναγνε· τὰ πάθη τῆς ἐμῆς· σαρκὸς θανατῶσαι· καὶ ζωῶσαί μου· τὴν νενεκρωμένην ψυχὴν ταῖς ἀμαρτίαις.

Ἰάσω τὸ σύντριμμα· Ἀδὰμ τοῦ χοϊκοῦ· Σωτῆρα κυήσασα· πανάχραντε Ἁγνή· αὐτὸν ἐκδυσώπει· τὰς πληγὰς τῆς ἐμῆς· ψυχῆς θεραπεῦσαι· ἀνίατα νοσούσης.

Ἀνάστησον κείμενον· εἰς βάθη με κακῶν· τοὺς νῦν πολεμοῦντάς με· πολέμησον Ἁγνή· τρωθέντα ἀτόποις· ἡδοναῖς τὴν ψυχήν· Ἁγνὴ μὴ παρίδης· ἀλλ’ οἴκτειρον καὶ σῶσον.

ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Φιλαμαρτήμων ὑπάρχων· ἐν ἀμελεία διάγω καὶ ταὸ κριτήριον Ἁγνή· τὸ ἀδέκαστον τρέμω· ἐν ᾧ με τήρησον ταῖς σαῖς· ἁγιαῖς δεήσεσιν· Θεόνυμφε· ἀκατάκριτον ὅπως· ὡς προστάτην· μακαρίζω σε Ἁγνή.

Φρίττω τὸ βήμα Παρθένε· καὶ τὸ ἀλάθητον ὄμμα· τοῦ σοῦ Υἱοῦ πράξας πολλάς· ἀμαρτίας ἐπὶ γῆς· καὶ διὰ τοῦτό σοι βοῷ· πανεύσπλαγχνε Δέσποινα· βοήθει μοι· καὶ τῆς τότε ἀνάγκης· ἐξελοῦ με καὶ διὰσωσον Ἁγνή.

Ὡς φοβερὰ ἡ ἡμέρα· τῆς ἐτάσεως Κόρη· ὡς ἡ ἀπόφασις φρικτή· ὡς δεινὴ ἡ ἀνάγκη· τίς ὑποστήσεται λοιπόν; Πανάχραντε Δέσποινα· ἐλέησον· τὴν ἀθλίαν ψυχήν μου· καὶ πρὸ τέλους· δός μοι ἄφεσιν Ἁγνή.

Στιχηρά Προσόμοια.
Ἦχος α΄. Τῶν ουρανίων ταγμάτων.
Ἀμαρτιῶν μου το σάκκον· Ἁγνὴ διάῤῥηξον· καὶ τῶν ἀνομιῶν μου· δερματίνους χιτῶνας· ἀπόσμηξον ἐν τάχει· καὶ καθαρὸν σωτηρίας ἱμάτιον· περιβαλοῦσα ἀξίωσον εἰσελθεῖν· εἰς νυμφῶνα τὸν οὐράνιον.

Οἱ ποταμοὶ τῶν πολλῶν μου· πταισμάτων ῥεύσαντες· καὶ τῶν δεινῶν ἀνέμων· αἱ πνοαὶ ἐμπεσοῦσαι· κατέβαλον τὸν οἶκον· τῆς ταπεινῆς· Θεοτόκε καρδίας μου· ἀλλ’ ἀνακαίνισον πάλιν με πρὸς ζωὴν· ταῖς πρεσβείαις σου Πανάμωμε.

Μαρμαρυγαῖς ἀκηράτοις· τοῦ θείου Πνεύματος· καταυγασθῆναι δίδου· τὴν ζοφώδη ψυχήν μου· καὶ σκότους ἐξωτέρου· ῥῦσαι Ἁγνή· καὶ αὐλίζεσθαι πάντοτε· ταῖς τῶν Ἁγίων λαμπρότησιν ἐν χαρᾷ· Θεοτόκε καταξίωσον.

Τῇ Πέμπτῃ Ἑσπέρας

Ὁ Κανών.

Ἦχος α΄. ᾨδὴ α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιᾳ.
Δώρησαι δακρύων μοι πηγάς· καὶ καθαρὰν Θεοτόκε ταπείνωσιν βίον ἀνεπίληπτον καὶ πολιτείαν· ἀκραιφνῆ Πανάμωμε· ἵνα σοῦ δοξάζω· τὸν πλοῦτον τῆς ἀγαθότητος.

Ξίφει τῆς πρεσβείας σου Ἁγνή· τοὺς δερματίνους χιτῶνας διάῤῥηξον· οὕσπερ νῦν ἐνδέδυμαι καὶ σωτηρίου· ἔνδυσον ἱμάτιον· καὶ τῆς εὐφροσύνης· χιτῶνα Θεοχαρίτωτε.

Ἄβυσσον ἐκκύησας Ἁγνή· τῆς εὐσπλαγχνίας Χριστὸν τὸν Θεὸν ἡμῶν· ὅθεν ἱκετεύω σε τῶν ἀμετρήτων· κακῶν μου τὴν ἄβυσσον· ξήρανον Παρθένε· ταῖς εὐσπροδέκτοις πρεσβείαις σου.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.
Ἰάτρευσον Δέσποινα ἁγνή· τὰ πάθη τῆς καρδίας μου· τὸν ἰατρὸν γὰρ πάντων ἐκκύησας· τὰς ἀσθενείας ἡμῖν βαστάσαντα· καὶ τὰς νόσους ἄραντα· Χριστὸν τῷ Θεῷ ἡμῶν· Θεοτόκε παρθένε πανύμνητε.

Δολίως ἀρπάσαι με ζητεῖ· ὁ ὄφις ὁ παμπόνηρος· ἐαυτοῦ ποιήσαι κατάβρωμα· ἀλλ’ οἴκτειρόν με τῆς ἐνέδρας αὐτοῦ· Θεοτόκε λύτρωσαι· τὸν ἐν σοὶ κατέχοντα· τῆς ἐλπίδος Παρθένε τὴν ἄγκυραν.

Ἐκύκλωσαν κύνες με πολλοί· ζητοῦντες τὴν ἀπώλειαν· τῆς ταπεινῆς ψυχῆς μου Πανάμωμε· ἀλλὰ τῆς τούτων ἐπιδρομῆς χαλεπῆς· δυσωπῶ ἀπάλλαξον· ἐπὶ σοὶ γὰρ Πάναγνε· ἀδιστάκτῳ καρδίᾳ κατέφυγον.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Ἡ Κρίσης· ἐφέστηκεν ψυχή μου γρηγόρησον· τῆς ῥαθυμίας τὸν βαθύν· ὕπνον ἀπόθου καὶ Χριστῷ· ἀγρύπνως νῦν βοήθησον· τῆς σῆς Μητρὸς ταῖς ἱκεσίαις ἐλέησον· τὸν εἰς βυθόν με κακίας ἐλάσαντα.

Σειράς μου· τῶν πολλῶν πταισμάτων διάλυσον· καὶ τῷ συνδέσμῳ τῆς Χριστοῦ· ἀγάπης σύνδησον Ἁγνή· καὶ τῶν αἰωνίων με καὶ φοβερῶν· δεσμῶν ἀπάλλαξον δέομαι· τὸν προσδραμόντα τῇ σῇ ἀγαθότητι.

Ναόν σε· γινώσκωμεν Θεοῦ καθαρώτατον· τοῦ Ποιητοῦ τῶν οὐρανῶν· καὶ πάσης κτίσεως Ἁγνή· ὅθεν σοι κραυγάζομεν· ναούς ἡμᾶς· τοῦ Θείου Πνεύματος ποίησον· τοὺς θερμήν σου πρεσβείαν πλουτήσαντας.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψι.
Δουλοθέντα· τῇ χειρὶ τοῦ δεινοῦ κοσμοκράτορος· τοῦ αὐτοῦ με· τυραννίδος Ἁγνὴ ἐλευθέρωσον· ὑπὸ τὴν χεῖρα με· τὴν κραταιὰν ταπεινωθῆναι· τοῦ σοῦ Υἱοῦ καταξίωσον.

Ἐπλήθυναν· ὑπὲρ ἄμμον θαλάσης τὰ πταίσματα· τῆς ψυχῆς μου· καὶ οὐκ ἔστι μοι ἄνεσις Δέσποινα· ὡς τεκοῦσα πέλαγος· τῆς εὐσπλαγχνίας λύτρωσαί με· τῆς κατεχούσης κακώσεως.

Τὸν κλύδωνα· τῶν πολλῶν μου κατεύνασον ταραχῶν· καὶ τὸν σάλον· τῶν παθῶν μου Ἁγνὴ καταπράυνον· καὶ πρὸς ἀπαθείας με βαθείαν ἴθυνον γαληνόν· τὴν σε γνησίως δοξάζοντα.

ᾨδὴ ς΄. Ἐκύκλωσαν ἡμᾶς.
Ἐπίβλεψον Ἁγνὴ ἐπὶ τὸν δοῦλόν σου· καὶ πᾶσαν διασκέδασον· τῆς ψυχῆς μου τὴν ἀχλὺν τῷ σῷ φωτί· καὶ ἐπὶ τὸ φῶς τῶν προσταγμάτων σου· ὡς ἀγαθὴ ὁδήγησόν με Θεοχαρίτωτε.

Ῥομφαία τοῦ ἐχθροῦ τὴν ταπεινήν μου ψυχήν· ἐτρώθειν ὁ ταλαίπωρος· ἡ τεκοῦσα τῇ τρωθέντα τὴν πλευρὰν ἴασαι τὸ ἄλγημά μου δέομαι· καὶ εἰς χαράν· τὴν τῆς ψυχῆς μου λύπην μετάβαλε.

Ἀνάγαγε Ἁγνὴ ἐκ κατωτάτου με βυθοῦ· τῆς ἀπογνώσεως· καὶ πρὸς ὅρμον μετανοίας ἀληθοῦς· ἴθυνόν με δέομαι τὸν δοῦλόν σου· καὶ γὰρ πρὸς σε· τοὺς ὀφθαλμούς μου ἦρα Πανάμωμε.

Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὁ βίος πονηρός· καὶ αἱ πράξεις μου φαῦλαι· ὁ νοῦς μου πονηρός· πεφυρμένος ἐννοίας· καὶ ὅλως κατάκριτος· ἐγενόμην Πανάμωμε· ἀλλ’ οἰκτείρησον· καὶ τοῦ βορβόρου τῶν ἔργων· ἀποκάθαρον· τὸν προσφυγόντα σοι πίστει· καὶ σῶσόν με δέομαι.

ᾨδὴ ζ΄. Σὲ νοητὴν Θεοτόκε κάμινον.
Νοῦν καὶ ψυχήν· καὶ σαρκὸς ἀσθένειαν· σοὶ ἀνατίθημι βοῶν· Θεοτόκε ἡ κραταιά σκέπη τῶν τιμώντων σε· ἵλεως γενοῦ ἡμῖν· τοῖς μελωδοῦσι τὸν τόκον σου· ὁ αἰνετός· τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Σάρκα λαβὼν ἐξ ἁγνῶν αἰμάτων σου· ὁ ὑπερούσιος Θεός· σὲ προστάτιν τῶν γηγενῶν· ἔδειξε Πανάμωμε· ὅθεν σου δεόμεθα· πάσης ἀνάγκης ῥῦσαι τοὺς ψάλλοντας· ὁ αἰνετός· Θεὸς καὶ ὑπερένδοξος.

Ὡς καθαρόν· Θεοῦ ἐνδιαίτημα· τὴν μολυνθεῖσάν μου ψυχήν· τῶν παθῶν ταῖς επαγωγαῖς· Πάναγνε καθάρισον· καὶ βοᾷν ἀξίωσον· ἐν καθαρᾷ καρδἰᾳ τῷ κτίσαντι· ὁ αἰνετός· τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η΄. Ἐκαμίνῳ παῖδες Ἰσραήλ.
Νεκρωμένην ἄσχετον ορμήν· Παρθένε τῶν κακῶν μου· ἀνάτειλον τὸν γὰρ μόνον ἀναμάρτητον Θεὸν· ἀφράστως ἐκύησας, ὧ βοῶμεν· πάντα τὰ ἔργα τὸν Κύριον ὐμνεῖτε· καὶ ὐπερυψοῦτε· εἰς πάντα τοὺς αἰῶνας.

Ὁ τῶν ὄλων Κτίστης καὶ Θεὸς· φιλάνθρωπε Σωτήρ μου· πρεσβείαις τῆς σὲ τεκούσης τὸν ἐλπίζοντα εἰς σε· διάσωσον ψάλλοντας· εὐλογεῖτε· πάντα τὰ ἔργα τὸν Κύριον ὐμνεῖτε· καὶ ὐπερυψοῦτε· εἰς πάντα τοὺς αἰῶνας.

Κοίμησόν μου νοῦ τοῦ λογισμοῦ· τὰς ἐμπαθεῖς κινήσεις· παθῶν τε τῶν ψυχοφθόρων τὰ ἰνδάλματα Ἁγνή· εἰς τέλος ἐξάλειψον· ἵνα μέλπω· πάντα τὰ ἔργα τὸν Κύριον ὐμνεῖτε· καὶ ὐπερυψοῦτε· εἰς πάντα τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Τύπον τῆς Ἁγνής.
Ἔσχες εὐσπλαγχνίας ἄβισσον, ὡς τετοκυῖα Θεοτόκε πανύμνητε· Χριστὸν τὸν Θεὸν ἡμῶν τὸ ἄπειρον πέλαγος· διὰ τοῦτο τοὺς σὲ μεγαλύνοντας· ἐλέησον καὶ ῥῦσαι, τῆς αἰωνίου κατακρίσεως.

Τί σοι, ὦ ψυχὴ ταλαίπωρε· καὶ ταῖς βεβύλοις πράξεσιν αἷς ἠχρείωσαι· ἀλλὰ πρόφθασον τῷ Δεσπότη σου βόησον· τῇ ὀργῇ σου Χριστὲ μὴ παιδεύσης με· πρεσβείαις τῆς Μητρός σου· ἀλλ’ οἰκτείρησον σῶσόν με.

Νέμεις ἱλασμὸν καὶ ἄφεσιν· τοῖς προσκυνοῦσι τὸν σὸν τόκον Πανάμωμε καὶ ἀξίωσον ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως· τῶν δικαίων τυχεῖν τῆς λαμπρότητος· τοὺς πίστει σε πόθῳ ἀξιοχρέως μεγαλύνοντας.

Στιχηρά Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Πανύμνητε Δέσποινα ἐλπὶς τῶν πιστῶν καὶ στήριγμα· καταφυγὴ καὶ βοήθεια· σὲ ἱκετεύομεν ἐκ παντὸς κινδύνου, τοὺς δύλους σου φύλαττε· τοὺς πιστῶς προσκυνοῦντας τὸν τόκον σου· Χριστῷ πρεσβεύουσα, δωρηθήναι ταῖς ψυχαῖς ἡμῶν· τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἀσώτως βιώσαντα ψυχὴν καὶ τὸν νοῦν μολύνοντα· ταῖς ἀθεμήτοις μου πράξεσιν ἐν κρίσῃ τῇ φρικτῇ τοῦ Κριτοῦ τῶν ὄλων αἰωνίου ῥῦσαί με, πυρὸς τε καὶ βρυγμοῦ τοῦ σκώληκος· καθικετεύουσα· Θεοτόκε τὸν Φιλάνθρωπον δωρηθῆναι πταισμάτων ἄφεσιν.

Εἰς βαθὺ ἀπέῤῥιμαι κακῶν καὶ πταισμάτων κύμασι καταποντίζομαι Πάναγνε· ἀλλά μοι ἔκτεινον δεξιὰν ὡς Πέτρῳ ὁ τῶν ὅλων Κύριος καὶ ῥῦσαί με βυθοῦ ἀπογνώσεως· ἡ τὸν φιλάνθρωπον καὶ οἰκτίρμονα κυήσασα· τὸν τοῖς πάσι τὸ εἶναι παρέχοντα.

ΑΡΧΗ ΤΟΥ Β΄. ΗΧΟΥ

Τῷ Σαββάτῳ ἐσπέρας

Ὁ Κανών.

ᾨδὴ α΄ Δεύτε λαοὶ ἄσωμεν.
Ὡς ἀγαθὸς καὶ πολυέλεος Κύριος· σὺ τὴν ἐμὴν ἐλέησον ψυχὴν τοῖς πάθεσι δουλωθεῖσαν ἀπείροις τῆς σῆς Μητρὸς πρεσβείαις· σώζων ὡς εὔσπλαγχνος.

Σοὶ τὴν ἐμὴν Δέσποινα ἀνέθηκα· σύ με διακυβέρνησον· σύ με συντήρησον· σύ με λύτρωσαι πάσης κακίας καὶ ἐνέδρας· τοῦ πολεμήτορος.

Ὡς ἀγαθὴ καὶ ἀγαθὸν Λόγον τέξασα, τὴν κακωθεῖσαν πάθεσι· δεινῶς καρδίαν μου, Θεοτόκε παρθένε· ἀγάθυνον κακίας πάσης ἐξαίρουσα.

ᾨδὴ γ΄. Σὺ τῷ λόγῳ σου Κύριε.
Ἀμαρτίας νεότητος· ἀγνοίας μου Κύριε· μὴ ἀνακαλύψης ἐν ὥρᾳ· φρικτῆς διαγνώσεως.

Τὰ δεινά μου ἐγκλήματα ἐξαγγέλω σοι Πάναγνε· σύ μοι τοῦτων δίδου τὴν λύσιν· πρὸ τῆς τελειώσεως.

Σοὶ προσπίπτω καὶ δέομαι Παναγία θεόνυμφε παράστηθι νῦν ἐν τῇ ὥρᾳ πρὸ τῆς τελειώσεως.

ᾨδὴ δ΄. Ὑμνῶ σε, ἀκοῆ.
Κακίας οὐδαμῶς ἀνέλιπον διανοημάτων καὶ ἔργων· ἂ ἐγῶ ὁ ἄθλιος· ἐπιμελῶς οὐκ εἰργασάμιν Θεέ· τοῦ ἐλέους μὴ ἐάσης με· Μητρὸς τῆς σῆς πρεσβείαις ἀπολέσθω δεινῶς.

Τὸ νοῦν μου Παναγία Δέσποινα· φωταγώγησον δυσωπῶ σε τὰ κύματα πράυνον· τῆς ταλαιπώρου μου καρδίας· σαρκὸς τὰς ὀρέξεις κατευνάζουσα· καὶ ἀπαθείας ὅρμῳ ἐμβιβάζουσα.

Δοχεῖον τοῦ Θεοῦ Πανάχραντε· οἰκητήριον τῆς Τριάδος· τῶν χαλεπῶν ῥῦσαί με κινδύνων καὶ παθῶν καὶ νόσων Ἁγνὴ καὶ ποικίλων παραπτώσεων· τῆς αἰωνιζούσης κατακρίσεως.

ᾨδὴ ε΄. Ὁ φωτισμός.
Οἴμοι ψυχή· τὶ τὸ ἄρχειν λαβοῦσα· δείκνυσαι δούλη· σαρκὸς τοῖς πάθεσιν ὑποκύπτεις· ἀλλὰ πρὸ τέλους ἑαυτῆς γενομένη· τῷ Σωτῆρι ἐν θρήνοις βόησον· Δέσποτα φιλάνθρωπε σύ με ἐλέησον.

Τὰς μητρικὰς ἐφαπλώσασα χεῖρας· πρὸς ἱκεσίαν· τῷ φύσις εὐσπλάγχνῳ φιλανθρώπῳ· αἰτησαι λύσιν τῶν πολλῶν ἐγκλημάτων· παρασχεῖν μοι μόνη Πανύμνητε καὶ τῆς αἰωνίου ζωῆς ἀξιῶσαι με.

Μῆτερ Θεοῦ τὰς πολλὰς ἀμαρτίας· εἰργασάμιν· λογισμῷ κακόφρονι καὶ ἐννοία· τῷ σῷ ἐλέει τῇ φιλανθρωπία· τῇ ἐμφύτῳ πάσας ἐξάλειψον· ἵνα σὲ ὑμνῷ καὶ δοξάζω γηθόμενος.

ᾨδὴ ς΄. Ἄβυσσος ἀμαρτημάτων.
Ἄβυσσος τῆς αμαρτίας καταποντίζει τελείως· τὴν ἀθλιωτάτην μου ψυχήν· Κύριε κύριε σὺ τὴν χεῖρά μοι δίδου τῆς σωτηρίας.

Ἄβυσσος τῆς εὐσπλαγχνίας· ὑπάρχουσα Θεοτόκε τὸν ἐν τῇ ἰλύι τῶν παθῶν· δεινῶς ἐμπαγέντα με ἀνάγαγε· μετανοίας πρὸς ὕψος.

Ἀνύμφεύτε Θεογενῆτορ· ἡ σκέπη μου καὶ ἡ δόξα· σὺ μου ἐν ἐξόδου τῷ καιρῳ· παράστηθι σώζουσα καὶ ἄγουσα· πρὸς μονὰς αἰωνίους.

Κάθισμα. Ἦχος β΄. Θείας γέγονας.
Θείας εἰσόδου με σεμνὴ καταξίωσον· ἱκεσίαις ταῖς σαῖς δεήσεσι· δεσμοὺς τῶν δεινῶν μου παθῶν διαρήξασα· φλογὸς με τῆς μελλούσης ἐλευθέρωσον.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Παθῶν προσβολαί· καὶ πταισμάτων συνοχαί· καὶ νοῦ ταραχαί· νῦν τὴν ψυχήν μου καταφέρουσι· πρὸς ἀπογνώσεως βάραθρα· Κύριε ὁ μόνος οἰκτίρμων· καὶ μόνος σώζειν δυνάμενος· αὐτὸς οἰκτείρησον· καὶ σῶσόν με τὸν ἄθλιον.

Σαρκὸς ἡδοναῖς· καθελκόμενος ἀεὶ τὴν ἀμαρτίαν ἀσυνειδήτως διὰ πράττομαι· παροργίζω τὸν Κτίστην μου· Δέσποινα τοῦ κόσμου Παρθένε· μετανοίας τὴν ἔλλαμψιν· τῇ ταλαιπώρου μου ψυχῇ· εὐχαῖς σου δώρησαι.

Εἰς σὲ τὴν ἐμήν· ἀεθέμην ἐκ ψυχῆς· ἐλπίδα πᾶσαν· καὶ ἀτενίζω προσδεχόμενος· τὴν θείαν ὄντως παράκλησιν· πρόφθασον ἁγνὴ Θεοτόκε· καὶ χαρίτωσον τρίβον μοι· ὑποδεικνῦσα πρὸς Θεὸν διαβιβάζουσα.

ᾨδὴ η΄. Τῶν καμίνῳ τοῦ πυρὸς.
Καὶ πρὸ θανάτου καὶ ταφεὶς ὡς ἐν τάφῳ κατοικῶν πιστῶς βοῶ σοι· ὦ Τριὰς Παναγία· ἡ πλαστουργὸς τῶν πιστῶν αἰτούντων· παράσχου τὴν λύτρωσιν· καὶ τῶν ἐπταισμένων βραβεύουσα τὴν λύσιν.

Ἀπὸ καμίνου πειρασμῶν· ἐκ φλογὸς ἀμαρτιῶν καὶ τοῦ πυρός με· τῶν παθῶν καὶ γεένης· δαιμόνων ἐπιδρομῆς ἐν ὥρᾳ· τελευτῆς ἐξάρπασον· μόνη προστασία· πιστῶν Θεοκυῆτορ.

Ἡ προστασία τῶν πιστῶν ἡ ἐλπὶς τῶν ταπεινῶν πτωχῶν ἡ σκέπη· ἡ τῶν ἠπορημένων, θερμὴ ἀντίληψις πταισμάτων· ἄφεσιν μοι δώρησαι· Δέσποινα τοῦ κόσμου καὶ ζωὴν αἰωνίαν.

ᾨδὴ θ΄. Ἀνάρχου γεννήτορος.
Φιλάνθρωπε Κύριε ὁ οἰκτιρμοῖς ἀπείροις σου· σαρκωθεὶς ἐκ Παρθένου· διὰ τὸ σῶσαι βροτούς· ῥῦσαι τὴν ψυχὴν μου ἐκ πάσης δαιμονικῆς πλάνης καὶ ἐνέδρας· καὶ πάσας ἐξάλειψον· τὰς ἀπείρους ἀμαρτίας μου.

Ἐλέησον Δέσποινα· οἰκτείρησον τὸν δοῦλόν σου τὸν πολλὰς ἀμαρτίας· διὰ πραξάμενον καὶ τῇ φοβερᾳ τῆς γεένης· καὶ τοῦ πυρὸς ὑπόδικον κρίσην· ἡ αὐτὸν τι με ἔλεον· αὐθύπαρκτον κυήσασα.

Ῥομφαία πρεσβείας σου· κράτει τῆς ἰσχύος σου· τοῦ δεινῶς με ταράσοντας· ἀοράτους ἐχθροὺς τῇ ταπεινῇ διδοῦσα ψυχῆ μου· καὶ θείαν παράκλησιν· καὶ πταισμάτων ἀπολύτρωσιν.

Στιχηρά Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πλοῦτος πτωχευόντων καὶ τροφὴ καὶ ὀρφανῶν ἡ ἐλπίς· σὺ ὑπάρχεις Δέσποινα καὶ σὲ δοξάμεν· οἰ ἐν θλίψις κραυγάζοντες Ἁγία Ἁγίων· λύτρωσαι προφθάσασα καὶ νῦν τοὺς δούλους σου· πάσης ἐπηρείας δαιμόνων· τῆς χαλεπῆς τιμωρίας καὶ τῆς αἰωνίου κατακρίσεως.

Πρόσχες Θεοτόκε ταῖς φωναῖς· τῶν παρακαλούντων προφθάσαι· ταῖς ἱκεσίες σου· πάντοθεν ἐκύκλωσαν οἱ πολεμοῦντες ἡμᾶς· καὶ σφαγῆ παρεδόθημεν· τοῖς ὑπεναντίοις· ἄλλην δὲ οὐκ ἔχομεν Χριστιανοί προσφυγήν· πλήν σου διὸ σπεύσον ἐν τάχει καὶ τῶν πολεμίων τὸ θράσος· ἐν τῇ δυναστείᾳ σου κατάβαλε.

Ὥσπερ ἐν λιμένι προσδραμών· ὑπὸ τὴν Ἁγίαν σου σκέπην· Θεογεννῆτορ ἁγνή· δέομαι σπλαγχνίσθητι· μὴ ἀποστρέψης με· ἄλλὰ ῥῦσαι τὸν δούλον σου· παθῶν ψυχοφθόρων καὶ δεινῆς πωρώσεως λογισμῶν πονηρῶν· πάσης πονηρίας καὶ σκότους· καὶ τῆς τῶν δαιμόνων κακίας· τι σὲ ἐπαξίως μεγαλύναντα.

Τῇ Κυριακῇ Εσπέρᾳ

Ὁ Κανών.

Ἦχος β΄. ᾨδὴ α΄. Δεῦτε λαοὶ ἄσωμεν.
Σὲ τοῦ Θεοῦ τὸ καθαρώτατον σκήνωμα· καθικετεύω Ἄχραντε· τῇ σπηλωθείσαν μου· ἡδοναῖς άκαθάρτοις· καθάρισον καρδίαν, τῇ μεσιτείᾳ σου.

Μόνη Θεὸν πᾶσι τι ὄντα ἀχώρητον· σὺ χωρητὸν γενόμενον· διὰ ἀγαθότητα· ἀπεκύησας Κόρη· ὃν αἴτησαι σωθῆναι· τι ἀνυμνοῦντάς σε.

Ἡ τῶν πιστῶν καταφυγὴ Αειπάρθενε· ἡ κραταιὰ βοήθεια· τῶν προστρεχόντων σοι· ἀπὸ πάσης ἀνάγκης καὶ βλάβης ἐναντίας· ἡμᾶς ἐξάρπασον.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Τὰ πάθη τῶν ψυχῶν ἡμῶν καὶ σωμάτων· ἰάτρευσον Πανάμωμε καὶ βαδίζειν· τὰς τρίβους κατευόδωσον τὰς φερούσας· πρὸς τὴν ἀπόλαυσιν· τῇ αἰωνίζουσαν καὶ τρυφὴν τὴν ἄρευστον ἀνώλεθρον.

Δοξάζει σε τὴν μόνην δεδοξασμένην· τὸ γένος τῶν ἀνθρώπων εὐλογημένη· διὸ μελλούσης δόξης με κληρονόμον· Παρθένε ποίησον· τῇ μεσιτείᾳ σου· τῶν πιστῶς ὑμνούντων σε Θεοχαρίτωτε.

Σὺ μόνη προστασία καὶ βοηθός μου· γενοῦ Θεογεννῆτορ εὐλογημένη· καὶ ῥῦσαί με δαιμόνων ἐξ ἐπηρείας· τῶν θλιβόντων με· παθῶν κρίσεως καὶ πυρὸς φλογίζοντος καὶ κολάσεως.

ᾨδὴ δ΄. Εἰσακήκα Κύριε, τὴν ἀκοήν.
Καταλάμπρυνον Ἄχραντε τὴν ζοφεράν ψυχήν μου τῷ φωτί σου ἡ τὸ φῶς τεκοῦσα τὸν ἐνυπόστατον.

Εὐλογημένη πάναγνε ταῖς σαῖς λιταῖς· τὸν πόνον τῆς ψυχῆς μου ἰατρὸν τεκοῦσα Θεὸν ἰάτρευσον.

Ἡ τὸ πῦρ τῆς θεότητος· ἐν σῇ γαστρὶ Παρθένε δεξαμένη· τοῦ πυρός με ῥῦσαι τῆς κολάσεως.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Ἐπαγωγῆς με παθῶν· προνομῆς Μῆτερ Θεοῦ λύτρωσαι· τὸν σὸν Υἱὸν· ἱλεωσαμένη καὶ χειραγωγοῦσα· αὐτοῦ θελημάτων πρὸς θείαν ἐκπλήρωσιν.

Σὲ προστάσίαν Ἁγνὴκαὶ τῆς ἐλπίδος ἀσφαλῆ ἄγκυραν· συνοχὴν καὶ σκέπην καὶ τείχος κεκτήμεθα πάντες· καὶ πρὸς βασιλείαν εἰσάγουσαν γέφυραν.

Κύματα πράυνον τῆς παναθλίας μου ψυχῆς Ἄχραντε· καὶ τῆς σαρκὸς παύσον τὰς ὀδύνας ἡ μόνη τεκοῦσα ἄνευ κινδύνων· Θεὸν τὸν Φιλάνθρωπον.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἐπὶ σοὶ τὰς ἐλπίδας ἀνέθηκα· Μήτηρ ἀειπάρθενε τῆς σωτηρίας μου· καὶ σὲ προστάτιν τίθημι· τῆς ζωῆς ἀσφαλῆ τε καὶ ἄστατον.

Τὰ ποικίλα μου πάθη θεράπευσον μόνη ἀειπάρθενε Μήτηρ ἀνύμφευτε· σὺ γὰρ λιμὴν ἀχείμαστος ἀνεδείχθης ἡμῖν τοῖς ὑμνοῦσί σε.

Ἡ Θεὸν σαρκωθέντα κυήσασα· τὰς ἐπαναστάσεις σαρκός μου θανάτωσον· καὶ ἀθανάτου δεῖξόν με· βασιλείας Παρθένε συμμέτοχον.

Κάθισμα. Ἦχος β΄. Εὐσπλαγχνίας.
Ῥυπωθεῖσαν τὴν ψυχήν μου καὶ καρδίαν μολυνθεῖσαν δεινῶς Θεοτόκε· πάθεσι δεινοῖς αἰσχραῖς ταῖς πράξεσι· δαιμόνων πονηρῶν ἐπιτηδεύμασι· καθάρισον πρὸ τέλους ἡ τῆς ψυχῆς μου παράκλησις· καὶ σῶσον τὸν δοῦλόν σου καὶ ῥῦσαι πυρὸς καὶ κολάσεως.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσής.
Εἰς σὲ τὴν ἐμὴν ἀνεθέμην ἐκ ψυχῆς· ἐλπίδα πᾶσαν καὶ ἀτενίζω προσδεχόμενος· τὴν θείαν ὄντως παράκλησιν· πρόφθασον ἁγνὴ Θεοτόκε καὶ χαρίτωσον τρίβον μοι· ὑποδείκνυσα πρὸς Θεὸν διαβιβάζουσα.

Ἀνθρώπων δεινῶν καὶ δαιμόνων πονηρῶν· καὶ πάσης ἄλλης κακοπραγίας καὶ συμπλώσεως· καὶ ἀλογίας σου συμβάσεως· ῥῦσαί με Ἁγία παρθένε καὶ συντήρησον ψάλλοντας· εὐλογητὸς εἶ ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ἡ μόνη ἐλπὶς καὶ βοήθεια πιστῶν Θεογεννῆτορ σπεύσον βοήθει τοῖς οἰκέταις σου· βυθιζομένοις τοῖς πταίσμασι· ταῖς τῶν δαιμόνων ἀπάταις καὶ τρικυμίαις τῶν θλίψεων· τοῖς καταφεύγουσιν εἰς σὲ ἐν πεποιθήσις ψυχῆς.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ζῶσα ὑπάρχουσα πηγή· ὡς τὸ ὕδωρ τῆς ζωῆς ἀποτεκοῦσα· τὴν ψυχήν μου τακεῖσαν τῆς ἀμαρτίας φλογμῶν παρθένε Θεοτόκε πότισον· καὶ τῆς αἰωνίου ἐξάρπασον φλογός με.

Νυγεὶς τὰ βέλη τοῦ ἐχθροῦ· τὴν ψυχὴν ὁλοτελῶς ἐτραυματίσθην· καὶ ἀνίατα πάσχω· ἡ τὸν Σωτῆρα Χριστὸν ἀῤῥήτως τεκοῦσα Πανάμωμε ἴασαι καὶ σῶσον· ἐλπίς μου ἡ βεβαία.

Τῶν πειρασμῶν τὰς προσβολὰς τὰς ἐφόδους τῶν παθῶν τῆς τῶν δαιμόνων ἐπηρείας Παρθένε· ἐκ τῆς ἐμῆς ταπεινής καρδίας ἀφάνισον δέομαι· καὶ τῆς αἰωνίου ἀπάλλαξον φλογός με.

ᾨδὴ θ΄. Ἀνάρχου γεννήτορος.
Ἁγία Πανάμωμε ἁγίασον τοὺς δούλους σου· ὑπεράγιον Λόγον σαρκὶ κυήσασα· λύτρωσαι ἡμᾶς τῶν παγίδων· τοῦ πονηροῦ σῶσον ἡμᾶς πάντας· τὴν σὲ Θεομήτορα Ὀρθοδόξως μακαρίζοντας.

Φιλάγαθε Δέσποινα· πολλαῖς κεκακωμένην μου· τὴν ψυχὴν ἀμαρτίαις· ἤδη ἀγάθυνον σῶσόν με πελάγει τοῦ βίου πολυειδῶς ἁγνὴ Θεοτόκε· αεὶ χειμαζομένον· καὶ σφοδρῶς κλυδονιζόμενον.

Φωτί με καταύγασον τὸν ἐν τῷ σκότει κείμενον· τῆς δεινῆς ῥαθυμίας· Θεοχαρίτωτε· καὶ μὴ προαιρούμενον ὅλως· τῶν τοῦ Θεοῦ νόμους συντηρῆσαι· ὅπως ὡς προστάτιν μου καταχρέως μακαρίζω σε.

Στιχηρά Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μόνη τὸν ἀχώρητον Θεὸν, ἀστενοχωρήτως ἐν μήτρᾳ ἐκυοφόρησας· ἄνθρωπον γενόμενον διὰ ἀγαθότητα· παναγία Θεόνυμφε διὸ δυσωπῶ σε· τῶν στενωχωρούντων με κακῶν ἀπάλλαξον· ὅπως τὴν στενὴν ευθυπόρως· τρίβον διοδεύσας πρὸς πλάτος· φθάσω τῆς ἐκεῖ μακαριότητος.

Θλίψις καὶ δεινῶν ἐπάγονται πάθη τε ποικίλα χειμάζει τὴν ταπεινήν μου ψυχήν· Κόρη ἀπειρόγαμε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ· κυβερνῆτις μοι φάνηθι θαλάσσης τοῦ βίου· καὶ τὸν ἐπικείμενον πράυνον κλύδωνα· ὅρμῳ γαληνῷ μετανοίας· ἀναψυχῆς ὁδηγοῦσα· τὴν τῇ θείᾳ σκέπῃ σου προστρέχοντα.

Σῶσον Θεοτόκε ἀγαθή· τὸν ὑπὸ τὴν σκέπην τῇ θείαν σου καταφεύγοντα· πλήθη γὰρ ἐκύκλωσαν τὴν ταπεινήν μου ψυχή· πειρασμῶν τε καὶ θλίψεων· παθῶν καὶ κινδύνων καὶ δεινῆς πωρώσεως σκότος βαθύτατον· σπεύσον πρὸ τοῦ φθάσαι τὸ τέλος· ῥῦσαι τυραννίδος δαιμόνων καὶ τῆς αἰωνίου κατακρίσεως.

Τῇ Δευτέρα Ἐσπέρας

Ὁ Κανών.

Ἦχος β΄. ᾨδὴ α΄. Δεῦτε λαοὶ ᾄσωμεν.
Τὸν εὐσεβῶς σὲ Θεοτόκον κυρίως ἁγνὴ ὁμολογούντα Ἄχραντε· ψυχῆ καὶ σώματι· χαλεπῶν ἐκ κινδύνων νόσω καὶ πταισμάτων· νῦν με διασωσόν.

Ὅλην ἐν σοὶ τῶν χαρισμάτων τὴν ἄβυσσον· ἀποκειμένην ἔγνομεν· διὸ προστρέχομεν Θεοτόκε προθύμως· τῇ σκέπῃ σου τῇ θείᾳ· διασωζόμεθα.

Σὲ οἱ πιστοὶ καύχημα πάντες κεκτήμεθα· καταφυγὴν στήριγμα· καὶ ἀγαλλίαμα· καὶ ψυχῶν σωτηρίαν· ἐλπίδα τε καὶ τεῖχος· Θεοχαρίτωτε.

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Πρεσβείαις σου ἁγνὴ Θεὸν ὃν ἔτεκες· παράσχου εὐίλατον σοῖς ἱκέταις· τοῖς προστρέχουσι τῇ σκέπῃ σου· καὶ πιστῶς προσκυνοῦσι σου τὴν κύησιν.

Ῥημάτων τῆς ἑμῆς εὐχῆς εἰσάκουσον· Παρθένε· ἐκ βάθους μου τῆς καρδίας· ἧς προσφέρω σοι Πανύμνητε· καὶ παθῶν καὶ κινδύνων με διάσωσον.

Σοφίαν τοῦ Θεοῦ τὴν ἐνυπόστατον· ἀγκάλαις· ὡς φέρουσα Θεὸν Λόγον· ἐξ ἀγνοίας καὶ πλανήσεως· λυτρωθήναι ἡμᾶς καθικέτευε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε· τὴν ἀκοήν.
Τῶν τραυμάτων μου Δέσποινα· τῶν τῆς ψυχῆς· σαρκός τε νοσημάτων· ἡ Θεὸν τεκοῦσα λύσιν παράσχου μοι.

Ῥιπιζόμενον πάθεσι· καὶ λογισμοῖς· καὶ βίου τρικυμίαις· ἐλπίδι Παρθένε τῇ σῇ με βεβαίωσον.

Χειμαζομένον κλύδωνι· βιωτικῶν· ἐξάρπασον Παρθένε· πρὸς τὸν σὸν λιμένα καθοδηγοῦσά με.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγὸς.
Ὅπλον ἀήτητον· καὶ τῶν ποικίλων πειρασμῶν ἔχοντες· τῶν δυσμενῶν· πάσης ἐπηρείας· λυτρούμεθα σαφῶς· οἵ σὲ Θεοτόκον· ἁγνὴ ἐπιστάμεθα.

Νόμου τὸ πλήρωμα· ἡ ἀνωτέρα Χερουβὶμ τέτοκας· τὸν τοῦ Θεοῦ· ἐκ σοῦ σαρκωθέντα· Υἱὸν μονογενῆ· ὃν ὑπὲρ τῶν δούλων· τῶν σῶν ἐκδυσώπησον.

Ἀπὸ στενώσεως· κατωδύνου μου ψυχῆς δέησιν· τῶν οἰκτιρμῶν· μόνη τεκοῦσα· τὸν αἴτιον Λόγον· προσφέρω ὁ τάλας· οἰκτείρασα σῶσόν με.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Σωτηρίας λιμένα γινώσκω σε· πλέον πολυφρόντιδος βίου τὴν θάλασσαν· ἐπικαλοῦμαι Δέσποινα· κυβερνῆτις ψυχῆς μου γενέσθαι μοι.

Ἐξεδύθην στολὴν κακοχούμενος· Μήτηρ ἀειπάρθενε τῆς σωφροσύνης μου· ἀλλ’ ἡ Θεὸν κυήσασα· τῆς χαρᾶς τὸν χιτῶνα ἀντίδος μοι.

Ἱερᾶς πολιτείας έκπέπτωκα· ῥαθυμῶν ὁ δείλαιος· ἀλλ’ ἐπανάγαγε· εὐλογημένη Πάναγνε· προσταγαῖς τοῦ Υἱοῦ σου ῥυθμίσασα.

Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Δακρύων πηγὴν παράσχου μοι Πανάμωμε· δι ὧν τὴν πλυθύν· ἐκπλύνω τῶν πταισμάτων μου· εἰς σὲ γὰρ Θεόνυμφε· τὴν ἐλπίδα πᾶσαν ἀνέθηκα· σπεῦσον οὖν πρὶν ἀπολέσθαι με· σεμνὴ χειρός με δαιμόνων ἐλευθέρωσον.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Σταυρῷ προσπαγεὶς ὁ ἐκ σου σωματωθεὶς Θεογεννήτρια· Ἀδὰμ διέῤῥηξεν τὸ χειρόγραφον· ὃν νῦν Παρθένε δυσώπησον· πάσης ἐπηρείας ῥυσθῆναι· τοῦ ἐν πίστει κραυγάζοντας· εὐλογητὸς εἶ ὁ Θεὸς· ὁ τῶν Πατέρων ἡμῶν.

Ἐλπὶς ἀγαθῆ· σωτηρία τε ψυχῶν ὑπάρχεις Δέσποινα· καὶ νῦν δεόμεθά σου δωρήσασθαι· τῆς συμπαθείας τὸ πέλαγος· πᾶσι τοῖς εἰς σὲ πεποιθῶσι· καὶ τῷ Υἱῷ σου κραυγάζουσι· εὐλογητὸς εἶ ὁ Θεὸς· ὁ τῶν Πατέρων ἡμῶν.

Ζωῆς ἐκπεσῶν· ἀκηράτου μὲν τὸ πρὶν· ὁ Ἀδὰμ σέσωσαι· διὰ τοῦ τόκου σου νῦν δὲ Πάναγνε· τῶν ἀῤῥωστία κρατούμενον· σῶσον ἐπιῤῶσασα Κόρη· καὶ ἀξίωσον ψάλλειν σοι· εὐλογητὸς εἶ ὁ Θεὸς· ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἐξασθενεῖ μου νῦν ὁ νοῦς· εἰς τὰ βάθη ἐμπεσών τῆς ἀτιμίας· ὡς ἐντεῦθεν ποικίλοις· περισπαρῆναι κακοῖς· ἀλλὰ σὺ Παρθένε θεράπευσον· τὸ τῆς ἀπαθείας· φωτὶ περιβαλοῦσα.

Πύργον ἰσχύος ἀσφαλῆ· καὶ κρηπίδα καὶ φρουρὸν καὶ προστασίαν· κεκτημένοι σε πιστῶς· διασωζόμεθα νῦν· ὑμνοῦντες· τὸν τόκον σου Ἄχραντε· καὶ ὑπερυψοῦντες· εἰς πάντας τοὺς αἰώνας.

Ῥεῖθρον ἰάσεων ἡμῖν· ἀεννάως τοῖς πιστοῖς Ἁγνὴ πηγάζεις· οὗ τὴν ἄφθορον χάριν· ἀπαρυόμενοι· ὑμνοῦμεν· τὸν τόκον σου Ἄχραντε· καὶ ὑπερυψοῦντες· εἰς πάντας τοὺς αἰώνας.

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Θεομακάριστε Κόρη· τὴν ἐλπίδα μου πᾶσαν· προθύμως ἀνατίθημι ἐν σοι· σῶσόν με Μήτηρ τῆς ὄντως ζωῆς· καὶ πυρὸς αἰωνίου· ῥυσθῆναι καθικέτευσον Ἁγνή· μεσιτείας σου ὅπως· ἀπαύστως μεγαλύνω σε.

Ἐν τῇ γαστρί σου σκηνώσας· ἐκ γαστρὸς πρὸ αἰώνων· Πατὴρ ὅνπερ ἐγέννησεν Υἱὸν· τέλειος γέγονεν ἄνθρωπος· καὶ πηγὴν χαρισμάτων· σὲ Θεομῆτορ ἔδειξεν ἡμῖν· τοῖς πιστῶς προσκυνοῦσι· τὴν ἄφραστον σου κύησιν.

Ἐπιφανεῖσα Παρθένε τῆς ψυχῆς μου τὸν ζόφον· φωτός σου ταῖς ἀύλοις ἀστραπαῖς· αὔγασον πύλη τοῦ θείου φωτός· τρυφῆς ἀϊδίου· πλσθήναι καθικέτευσον Ἁγνὴ· μεσιτείαν σου ὅπως ἀπάυστως μεγαλύνω σε.

Στιχηρά Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νεῦσον· ταῖς δεήσεων Ἁγνή· τῶν σῶν οἰκετῶν καὶ παράσχου· πηγὰς δακρύων ἡμῖν· ἵνα ἀποπλύνωμεν τῶν ἐγκλημάτων ἡμῶν· τὰς κηλίδας Πανάμωμε· σβέσωμεν φλόγα· τοῦ διαιωνίζοντος καὶ πικροτάτου πυρός· σὺ γὰρ τῶν ἐξ ὅλης καρδίας· σὲ τὴν τοῦ Δεσπότου Μητέρα· ἐπικαλουμένων τὰς δεήσεις πληροῖς.

Ζάλη ἐναντίων λογισμῶν· καὶ ταῖς τρικυμίαις τοῦ βίου κλυδωνιζόμενον· πνεύμασιν ἀτάκτοις τε περιφερόμενον· τοῦ δεινοῦ κοσμοκράτορος· βοῶ σοι Παρθένε· σπεῦσον ἐξελέσαθαι με τῶν κατεχόντων δεινῶν· ὅπως εὐχαρίστῳ καρδίᾳ· σοῦ τὰ μεγαλεῖα κηρύτω πάσι τοῖς πιστοῖς Θεοχαρίτωτε.

Ἴδε τὴν ἀσθένειαν μου νῦν· καὶ τὴν τῆς ἀθλίας ψυχῆς μου· ταλαιπωρία Ἁγνή· καὶ τὴν τῆς καρδίας μου κάκωσιν Δέσποινα· καὶ βουλάς διασκέδασον ἐχθρῶν ἀοράτων· τῶν ἐπεμβαινόντων μοι καὶ πολεμοίντων δεινῶς· σὺ γὰρ τὸν Θεὸν τετοκυῖα· τοῖς ἐν τοῖς κινδύνοις τελοῦσι· δύνασαι παρέχειν ἀπολύτρωσιν.

Τῇ Τρίτῃ Ἐσπέρας

Ὁ Κανών.

Οὗ ἡ ἀκροστιχὶς· κατ’ ἀλφάβητον, ἀντιστρόφως.

Ἦχος β΄. ᾨδὴ α΄. Ἐν βυθῷ κατέστρωσε.
Ὡς ὡραίαν ὡς περικαλλῆ· ὅλην ὡς ἀμώμητον· ἐν γυναιξὶ Θεὸς σὲ ἐκλέξαμενος· σοῦ τὴν μήτραν ᾤκησεν· τὴν ἀμώμητον ὃν δυσῶπει Πανάμωμε· μώμου ἐγκλημάτων· ἄπαντας ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε.

Ψαλμικῶς Ἁγνὴ ἐκ δεξιῶν· οἷαπερ βασίλισσα· τοῦ ἐκ τῆς σῆς νηδύος ἀνατείλαντος· βασιλέως ἕστηκας ὃν ἱκέτευε δεξιῶν παραστάτην με· δέξαι ἐν ἡμέρᾳ τῆς ἀνταποδώσεως Πανάμωμε.

Χερσωθεῖσαν φύσιν τῶν βροτῶν· πᾶσιν ἀτοπήμασιν· τὸν ὑετὸν τεκοῦσα τὸν οὺράνιον· ὅλην ἀνεκαίνισας· ἀλλὰ δέομαι τῆς ψυχῆς μου τὸν αὔλακα· ἀποχερσωθεῖσαν· δεῖξον καρποφόρον Θεονύμφευτε.

ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.
Φορέσας με τὸν ἄνθρωπον ἐκ γαστρός σου· πρόϊσιν ὁ Ποιητὴς Πανάμωμε· ἀφθαρσίας στολὴν δωρούμενη· τοῖς πολλοῖς γυμνωθεῖσιν ἀτοπήμασιν.

Ὑπέρτιμον ἐκύησας Θεὸν Λόγον· Δέσποινα· ὃν ἐκτενῶς ἱκέτευε· οἰκτειρῆσαι τὴν ταπεινήν μου ψυχήν· ἡδονῶν ἀτιμίας σκυθρωπάζουσαν.

Τὰ τραύματα θεράπευσον ψυχῆς μου· Πάναγνε· τὴν ταπεινὴν καρδίαν μου· φαρμαχθεῖσαν ἰῷ τοῦ ὄφεως· δραστικῷ φαρμάκῳ σου ποίησον.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Σταγῶνά μοι· κατανύξεως ὄμβρησον Δέσποινα· ἐξαίρουσα ἅπαντα· τὰ τῆς καρδίας μου τραύματα· καὶ τῆς ῥαθυμίας μου· τὰς θωλερὰς ἐπίκλησις· ἀναστέλλουσα.

Ῥομφαίᾳ με· ἡδονῶν πληγωθέντα καὶ κείμενον· τραυματίαις Ἄχραντε· μὴ ὑπερίδῃς ἀλλ’ ἴασαι· λόγχῃ καὶ τῷ αἵματι· τοῦ σταυρωθέντος Υἱοῦ σου· καὶ Θεοῦ ἡμῶν.

Πλουτήσασα· δεσποτείας ἁπάσης τῆς κτίσεως· τὸν νοῦν μου πτωχεύσαντα· χάριτος θείας ἀξίωσον· ὅπως μεγαλύνω σε· ὡς ἀγαθήν μου προστάτιν Πανάμωμε.

ᾨδὴ ε΄. Μεσίτης Θεοῦ.
Ὁδὸν τῆς ζωῆς· ἡ τεκοῦσα Ἄχραντε ὁδήγησον· ὁδὸν εἰς εὐθείαν με· νῦν εἰς ἄνω δύνασθαι καὶ βάραθρα· χαλεπῶν συμπλωμάτων· ἀλόγως κρημνιζόμενος.

Ξενώσας φρονὶ ἑαυτὸν ἀγνώμονα Παρθένε ἁγνή· ἀσώτως ἐβίωσα· χαρὰν εἰς μακρὰν παθῶν πλανώμενος· ἀλλ’ ἐπίστρεψον σῶσον· ταῖς σαῖς με παρακλήσεσιν.

Ναμάτων τῶν σῶν· ζωηῤῥήτων πότισον τὸν δοῦλόν σου· φλογμῷ συγκαιόμενον· τῶν ἀμαρτιῶν σκοτιζόμενον· προσβολαῖς τῶν δαιμόνων· Παρθενομῆτορ ἄχραντε.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Μή με δείξῃς δαιμόνων ἐπίχαρμα· ἐν τῷ κριτηρίῳ τῷ μέλλοντι Δέσποινα· ἀλλ’ εὐμενῶς προσβλέψαι μοι· τὸν Κριτὴν καὶ Υἱόν σου δυσῶπησον.

Λογισμοῖς παροργίζω σε Κύριε· ταῖς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσι· εἰς ἱλασμὸν προσάγω σοι· τὴν Μητέρα σου οἴκτειρον σῶσόν με.

Κατακρίσεως ῥῦσαί με· Δέσποινα· τὸν αὐτοκατάκριτον ὄντα ταῖς πταίσμασιν· ὡς τὸν Κριτὴν κυήσασα· τὸν τῆς ζωῆς καὶ θανάτου δεσπόζοντα.

Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὸ σῶζειν ἀεὶ· ὡς πάντων ἔχων Κύριε· μὴ κλείσῃς κᾀμοί· τὴν θύραν τοῦ ἐλέους σου· ἀλλ’ ὡς Θεὸς συγχώρησον· τὰ δεινά μου καὶ ἄμετρα πταίσματα· πρεσβείαις τῆς τεκούσης σε καὶ βλέψαι παράσχου Κριτήν σε συμπαθέστατον.

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ἰσχύς μου καὶ ὕμνησις· καὶ σωτηρία· βεβαία ἀντίληψις· καὶ τεῖχος ἀπροσμάχητον· ὑπάρχουσα Δέσποινα· τοὺς πολεμοῦντάς με· δαίμονας πολέμησον ἀεὶ· ἐπιζητοῦντας τοῦ θανατῶσαί με.

Θεὸν σωματώσασα παρθενικῶν σου· αἱμάτων ἐθέωσας· Παρθένε τὸ ἀνθρώπινον· διό με τοῖς πάθεσι· καταρυπούμενον· καὶ καταφθειρόμενον ἐχθρόν· ταῖς μεθοδείαις ῥῦσαι πρεσβείαις σου.

Ἡ Κάμινος γένησιν· προδιετύπου· τὴν σὴν Παναμώμητε· τοὺς παῖδας γὰρ οὐκ ἔφλεξεν· ὡς οὐδὲ τὴν μήτραν σου· τὸ πῦρ τὸ ἄστεκτον· ὅθεν ἱκετεύω σε πυρός· τοῦ αἰωνίου ῥῦσαι τοὺς δούλους σου.

ᾨδὴ η΄. Κάμινος ποτε.
Ζήλου τὰ καλά· κακῶν μακρυνομένη δι ἐργασίας θείων πράξεων ψυχήν μου πρεσβεύουσα· ὑπὲρ σοῦ τὴν Θεομήτορα καὶ πάντων ἀκαταίσχυντον· ἔχουσα προστασίαν· ὡς ἀγαθὴ καὶ Φιλάνθρωπος.

Ἔλυσας δεσμῶν· τῆς πάλαι καταδίκης· Θεοκυῆτορ τὸ ἀνθρώπινον· ὅθεν ἱκετεύω σε· διαλῦσαι πάντα σύνδεσμον· κακίας τῆς καρδίας μου· Ἄχραντε συδεσμοῦσα· θείᾳ στοργῇ με τοῦ Κτίσαντος.

Δόξης τοῦ Πατρός· ἀπαύγασμα τεκοῦσα· τὴν ἀδοξίᾳ σκυθρωπάζουσαν· πταισμάτων καρδίαν μου Θεοτόκε καταφαίδρυνον· δόξης με ἀνάδειξον· μέτοχον ἀϊδίου· ὅπως ἐν πίστει δοξάζω σε.

ᾨδὴ θ΄. Ἄνάρχου Γεννήτορος.
Γευσάμενος βρώσεως· μὴ προσηκούσης θάνατον· ὁ Ἀδὰμ άπὸ ξύλου· πικρῶς ἐτρύγησεν· ξύλῳ δὲ παγεὶς ὁ Υἱός σου· τὸν γλυκασμὸν· τῆς ἀθανασίας· ἐπήγασεν Ἄχραντε· διὰ τοῦτό σε γεραίρομεν.

Βασίλισσα πέφυκας· τὸν Βασιλέα Κύριον· ὑπὲρ λόγον τεκοῦσα· τὸν διαλύσαντα· ᾅδου τὰ βασίλεια Κόρη· ὃν ἑκτενῶς· δυσώπει τῆς ἄνω· βασιλείας ἅπαντας· ἀξίωσαι τοὺς ὑμνοῦντάς σε.

Ἀγάθυνον Δέσποινα τὴν ταπεινὴν καρδίαν μου· ἡδονῶν κακωθεῖσαν· ταῖς ἐπικλήσεσιν· ὡς τὸν ἀγαθὸν τετοκυῖα· ἀγαθὴ ὑπάρχουσα ὅλη· καὶ πρὸς μετανοίας με· ἀγαθὰς πύλας εἰσάγουσα.

Στιχηρά Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πλήθει συσχεθεὶς τῶν πειρασμῶν· καὶ ταῖς τῶν ἀγρίων δαιμόνων ἐπαναστάσεσι· νῦν περικυκλούμενος· καὶ ἀπορούμενος· τὴν θερμὴν σου ἀντίληψιν ἐξ ὅλης καρδίας· Δέσποινα πανάμωμε ἐπικαλούμενος· κράζω τῆς δεινῆς με ἀνάγκης· ταύτης ἐξελοῦ Θεοτόκε· ἵνα σοῦ ὑμνῶ τὴν ἀγαθότητα.

Κάμπτω· νῦν πρὸς σε δουλοπρεπῶς· Δέσποινα παρθένε τὸ γόνυ· καὶ οδυρόμενος· ἴδε μου τὴν κάκωσιν· βοῶ Πανάμωμε· καὶ τῶν πάλαι πταισμάτων μου· συγχώρησιν δίδου· βίου τε διόρθωσιν καὶ λογισμὸν ἀγαθόν· σοὶ γὰρ ἀνατίθημι ὄντως· πᾶσαν μου ψυχῆς προσδοκίαν· καὶ τὴν τῆς σαρκός μου νῦν ἀσθένειαν.

Στῆσον· τοῦ νοός μου ἐκτροπάς· καὶ τὴν τῶν αἰσθήσεων πλάνην· καὶ τὰ ἰνδάλματα· τέλειον ἐξάλειψον τῶν ψυχοφθόρων παθῶν· τῆς ψυχῆς μου τὸν τάραχον· κατεύνασον Κόρη· ἵνα μεγαλύνω σου τὴν ἀγαθότητα· σὲ γὰρ τῆς ζωῆς μου ἁπάσης· κέκτημαι προστάτιν Παρθένε· καὶ τῆς ἀσθενείας μου βόήθειαν.

Τῇ Τετάρτῃ Ἐσπέρα

Ὁ κανών.

Ἦχος β΄. Δεῦτε λαοὶ ἄσωμεν.
Ἡ τὴν πηγήν· τῆς ἀπαθείας κυήσασα· τραυματιθέντα πάθεσι Κόρη θεράπευσον· καὶ πυρὸς αἰωνίου· ἐξάρπασόν με μόνη Θεοχαρίτωτε.

Σωματικῶν· ἀῤῥωστημάτων με λύτρωσαι· καὶ τῆς ψυχῆς μοῦ ἴασαι· ἄδηλα τραύματα· καὶ πυρὸς αἰωνίου· ἐξάρπασόν με μόνη Θεοχαρίτωτε.

Ἐπὶ τὴν σὴν· νῦν καταφεύγω χρηστότητα· Παρθενομῆτορ ἄχραντε· ῥῦσαι τὸν δοῦλόν σου· ψυχικῶν νοσημάτων· παθῶν τῶν ψυχοφθόρων· καὶ αἰωνίου πυρὸς.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με.
Ἐκύησας τὸν ἄναρχον Βασιλέα· ἐκ σοῦ Παρθενομῆτορ σάρκα λαβόντα· αὐτὸν οὖν ὡς Φιλάνθρωπον ἐκδυσώπει· σῶσαι τὸν δοῦλόν σου· ἐκ πάσης θλίψεως· καὶ μελλούσης κρίσεως καὶ κολάσεως.

Νοσοῦσαν τὴν ψυχὴν μου Θεοκυῆτορ· δαιμόνων ἐπηρείας καὶ ῤαθυμίας· θεράπευσον καὶ δάκρυα μετανοίας· δὸς τῇ καρδίᾳ μου· καὶ τοῦ Δεσπότου μου· ἐν αὐτῇ ἐμφύτευσον· φόβον Πάναγνε.

Ῥαθύμως τὴν ζωήν μου ἐκδαπανήσας· καὶ πάθεσι καρίαν καταρυπώσας· προσέρχομαί σοι Δέσποινα κατανύξει· ψυχῆς καὶ σώματος· οἴκτειρον σῶσόν με· μετανοίας τρόποις με· βελτιώσασα.

ᾨδὴ δ΄. Ὑμνῶ σε ἀκοῇ.
Ὑμνῶ σε· ἀληθῶς Πανύμνητε· ὑπερύμνητον Θεὸν Λόγον· ὑπερφυῶς τέξασα· καὶ δέομαι τῆς ταπεινῆς μου· ψυχῆς τὰ νοσήματα θεράπευσον· καὶ τῆς δεινῆς με ῤῦσαι κατακρίσεως.

Συνήθως· ἐφ’ ἡμᾶς τὰ πλούσια· σοῦ ἐλέη Παρθένε ῥάνον· νοσήματα παύσασα· καὶ πάθη λύουσα ποικίλα· ψυχῆς· διὸ λῦσον τῆς καρδίας μου· σειρὰς ἀμαρτημάτων καὶ νοσήματα.

Τὸν νοῦν μου· Παναγία Δέσποινα· φωταγώγησον δυσωπῶ σε· τὰ κύματα πράυνον· τῆς ταλαιπώρου μου καρδίας· σαρκὸς ὀρέξεις ἀφανίζουσα· καὶ ὅρμῳ θείῳ ταύτην ἐμβιβάζουσα.

ᾨδὴ ε΄. Ὁ Φωτισμός.
Ἐπιβουλαῖς· καὶ ἐνέδραις τοῦ πλάνου· ἐθανατώθην· Δέσποινα πανάμωμε ζώωσόν με· ἡ τετοκυῖα· τὴν ζωὴν τῶν ἁπάντων· Θεοτόκε τὴν ἐνυπόστατον· ἵνα σε ὑμνῶ εὐσεβῶς τὴν Πανύμνητον.

Ἡ τοῦ Ἀμνοῦ· καὶ Ποιμένος δεχθεῖσα· Παρθενομῆτορ· ποίμανόν με γνώμη πεπλανημένον· καὶ δεξιοῖς με· συνταγῆναι προβάτοις· ἐν ἡμέρᾳ δίκης ἀξίωσον· ὅπως σου τὴν χάριν ὑμνῶ τὴν σωτήριον.

Νύμφη Θεοῦ· ἥν κατώκησε μόνος· ὁ θεῖος Λόγος· ἅπασαν φωτίζων τὴν Οἰκουμένην· λάμψον μοι αἴγλην· ἀληθοῦς μετανοίας αὔγασόν μοι σωτηριώδες αὐγάς· λύουσα παθῶν μου τὸ σκότος Πανάμωμε.

ᾨδὴ ς΄. Ἐν ἀβύσσω πταισμάτων.
Νῦν πρὸς σὲ καταφεύγω Πανύμνητε· σῶσόν με παρεσβείαις σου καὶ διατήρησον· ὅσα γὰρ θέλεις δύνασαι· οἶα Μήτηρ τοῦ πάντα ἰσχύοντος.

Χειμαζόμενον σάλῳ τῶν θλίψεων· καὶ κλυδωνιζόμενον ἐπαναστάσεσι· τρικυμιῶν διάσωσον· Θεοτόκε παρθένε τὸν δοῦλόν σου.

Ἀμαρτίαν τοῦ κόσμου τὸν αἴραντα· ἄχραντὸν Ἀμνὸν συλλαβοῦσα Πανάμωμε· ἀμαρτιῶν συγχώρησιν· δυσωποῦσα μη παύση δωθῆναί μοι.

Κάθισμα.
Ἦχος β΄. Τὴν ἐν πρεσβείαις.
Ἡ ἐν ἀνάγκαις· σωσέμψυχος κυβερνήτις· καὶ ἐν κινδύνοις· ἀκαταίσχυντος προστάτις· μόνη Μητρόθεε καὶ ἀμόλυντε· τῇ προσευχῇ ἡμῶν νεύσον· ὀδυνηρῶς βοώντων σοι· τὴν λύπην τῆς ψυχῆς μου διασκέδασον.

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ζωὴν ἐνυπόστατον· ἡμῖν τεκοῦσα· θανάτῳ τὸν θάνατον· σαφῶς ἐξαφανίσαντα· τὰ πάθη θανάτωσον· τὰ τῆς καρδίας μου· καὶ πηγὴν παράσχου μοι Ἀγνή· δακρύων ὄμβρον ἵνα δοξάζω σε.

Ἐλπὶς ἀκαταίσχυντε· ἐλπὶς βεβαία· καὶ τεῖχος ἀκράδαντον· καὶ σκέπη καὶ βοήθεια· γενοῦ μοι Πανάμωμε· τῷ πεπιθῶτι εἰς σὲ· καὶ πρὸς φῶς ὁδήγησον Ἀγνή· τῆς μετανοίας καὶ κατανύξεως.

Ῥυσθῆναι τὸν δοῦλόν σου πάσης κακίας· δαιμόνων καὶ θλίψεων· πωρώσεως τε Πάναγνε· τὸν σὸν Υἱὸν αἴτησαι· κατανύξεως· καὶ διαιωνίζοντος πυρὸς ὅπως ἐν πίστει ἀεὶ δοξάζω σε.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ.
Καταφυγὴ Χριστιανῶν βοηθὲ τῶν ἐν δεινοῖς συνεχομένων· Παναγία Παρθένε· μὴ ὑπερίδης ἡμᾶς· κινύνοις· κυκλούμενος πάντοτε· καὶ πολλαῖς ἐφόδοις· τῶν πονηρῶν πνευμάτων.

Μὴ ἐπιλάθῃ τῆς φωνῆς· προστασία φοβερὰ τῶν οἰκετῶν σου ἀλλ’ ἐκ πάσης ὀδύνης· ταῖς ἱκεσίαις ταῖς σαῖς· καὶ πάσης· ἀπειλῆς ἐξάρπασον· κάμπτει γὰρ ἡ σὴ Μητρικὴ Θεὸν πρεσβεία.

Ἀπὸ καμίνου πειρασμῶν· ἐκ φλογὸς ἀμαρτιῶν καὶ τοῦ πυρὸς με· τῶν παθῶν καὶ γεένης· δαιμόνων ἐπιδρομῆς· ἐν ὥρᾳ τελευτῆς ἐξάρπασον· μόνη προστασία· πιστῶν Θεοκυῆτορ.

ᾨδὴ θ΄. Ἀναρχου Γεννήτορος.
Φιλάνρωπον Κύριον· καὶ μόνον πολυέλεον· ὑπὲρ νοῦν τε καὶ λόγον· ἀποκυήσασα· τοῦτον ἐκδυσώπει Παρθένε· τῇ φοβερᾳ· τῆς κρίσεως ὥρᾳ· ῥυσθῆναι κολάσεως· καὶ πυρὸς τοῦ αἰωνίζοντος.

Ἡμῖν τοῖς ὑμνοῦσί σε· καὶ πόθῳ σε δοξάζουσι· τῇ θείᾳ σου σκέπῃ· ἀεὶ προστρέχουσι· δίδου οὐρανόθεν τὴν λύσιν· τῶν δυσχερῶν· καὶ τυραννούντων· παθῶν Θεονύμφευτε· κολάσεως ἐξάρπασον.

Ἀγάθυνον Δέσποινα· τὴν ταπεινὴν καρδίαν μου· ἡδονῶν κακωθεῖσαν· ταῖς ἐπικλήσεσιν· ὡς τὸν ἀγαθὸν τετοκυῖα· καὶ ἀγαθή· ὑπάρχουσα ὅλη· καὶ πρὸς μετανοίας με· ἀγαθὰς πύλας εἰσάγουσα.

Στιχηρά Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Τι σοι· ὁ ταλαίπωρος ἐγώ· Δέσποινα τοῦ κόσμου προσίσω· εἰ μὴ δακρύων πηγάς· καὶ ἐξομολόγησιν· τῶν πεπραγμένων μοι ἀλλ’ ἱλέῳ σου ὄμματι· ἐπίβλεψον Κόρη· ἐπὶ τὴν ἀσθένειαν τῆς ταπεινῆς μου ψυχῆς· λῦσον τῶν παθῶν μου τὰ νέφη· καὶ τῆς κατεχούσης ἀνάγκης· δέομαι ἀπάλλαξον τὸν δοῦλόν σου.

Ὥράν· τοῦ θανάτου δεδοικώς· καὶ τὴν τῶν δαιμόνων ἐλέγχους· καὶ τὴν ἐξέτασιν· τῶν πλημμελημάτων μου στένω ὁ ἄθλιος· καὶ βοῶ σοι Πανάχραντε· τῆς τότε ἀνάγκης· λύτρωσαι τὸν δοῦλὸν σου τὸν πεποιθότα εἰς σὲ· σὲ γὰρ ὁ Υἱὸς καὶ Θεὸς σου· ἔδειξε τοῦ κόσμου προστάτιν· καὶ τὸν ἐν ἀνάγκαις ἀπολύτρωσιν.

Ὅτε· τῇ προστάξει τοῦ Θεοῦ· μέλλη ἡ ψυχή μου ἀθλία· ἐκ τῆς τοῦ σώματος· φύσεως χωρίζεται τότε βοήθει μοι· καὶ χειρός με ἐξάρπασον· Ἁγνὴ τῶν δαιμόνων· καὶ συνηδηπόρους μοι Ἀγγέλους δώρησαι· ὅπως ἀκωλύτως διέλθω· τὰ τῶν ἀερίων πνευμάτων· πλήθη καὶ τὴν τούτων ἀγριότητα.

Τῇ Πέμπτῃ Ἐσπέρας

Ὁ Κανών

Ἦχος β΄. ᾨδή α΄. Δεῦτε λαοὶ ᾄσωμεν.
Φῶς καὶ ζωή· καὶ ὁδηγὸς καὶ κραταίωμα· γενοῦ καὶ σωτηρία μου· Θεογεννήτρια· καὶ δεινῆς καταδίκης· ἐξάρπασον Παρθένε· τῇ μεσιτείᾳ σου.

Δόξα πιστῶν· Θεογεννῆτορ ὑπάρχουσα· τὸν σὲ πιστῶς δοξάζοντα· μελλούσης ποίησον· κοινωνὸν εὐφροσύνης· καὶ δόξης αἰωνίου· ταῖς προστασίαις σου.

Ἡ καταιγὶς τῶν ἀκαθάρτων πνευμάτων με· πρὸς τὸν βυθὸν καθέλκει νῦν· τῆς ἀπογνώσεως· ἀλλ’ σὺ Θεοτόκε· ἀξάρπασον καὶ σῶσον· ἐμὲ πρεσβείαις σου.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με.
Τὰ τραύματα θεράπευσον τῆς ψυχῆς μου· τὸν νοῦν μου σκοτιζόμενον ἀμέλεια· καταύγασον Θεόνυμφε ἵνα ψάλλω· οὐκ ἔστιν Ἅγιος· ὡς ὁ Θεὸς ἡμῶν· καὶ οὐκ ἔστι δίκαιος· πλήν σου Κύριε.

Ὠμίλησεν ἀνθρώποις ἐκ σοῦ τὴν σάρκα· ὁ Κύριος φορέσας ἀνερμήνευτος· αὐτὸν οὖν ἐκδυσώπει Θεογεννῆτορ· τοῦ οἰκτιρῆσαί με· καταπονούμενον· προσβολαῖς τοῦ ὄφεως· καὶ φθειρόμενον.

Τὸν ζόφον τῆς ψυχῆς μου Θεοκυῆτορ· καταύγασον φωτί σου τῷ ἀπροσίτῳ· καὶ πράτειν ἐντολάς με τὰς τοῦ Υἱοῦ σου· Κόρη ἐνίσχυσον· ἵνα δοξάζω σε· τὴν ἐμὴν βοήθειαν· καὶ παράκλησιν.

ᾨδὴ δ΄. Ἐλήλυθας.
Ἐν ὥρᾳ με· φοβερᾶ τοῦ θανάτου κρινόμενον· καὶ λύτρωσαι Δέσποινα· καὶ τῆς γεένης ἐξάρπασον· ὅπως μακαρίζω σε· καὶ καταχρέως γεραίρω· Παναμώμητε.

Πανύμνητε· τῶν ἀνθρώπων ἑτοίμη βοήθεια· τὰ ἄγρια κύματα· τῶν πειρασμῶν καταπράυνον· καὶ πρὸς τὴν οὐράνιον· διαγωγὴν τὴν ψυχήν μου· καθοδήγησον.

Ἴθυνόν μου· Θεοτόκε τοῦ βίου προστάγμασιν· ἐνθέοις ῥυθμίζουσα· τοῦ σαρκωθέντος Λόγου ἐκ σοῦ· καὶ πρὸς φῶς ὁδήγησον· παρθενομῆτορ Μαρία· θεονύμφευτε.

ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ὑπὲρ ἡμῶν· τοῦ ἐκ σοῦ σαρκωθέντα· Παρθενομῆτορ· πάντοτε δυσώπει τῶν εὐσεβῶς σε μακαριζὀντων· λυτρωθῆναι κινδύνων· ψυχοφθόρων παθῶν καὶ θλίψεων· καὶ αἰωνιζούσης φλογὸς καὶ κολάσεως.

Αἴγλῃ τῇ σῇ· τὴν ζοφώδη ψυχήν μου· καταυγασθῆναι Πάναγνε παρθένε εὐλογημένη· νεῦσον καὶ στῆσον· τοῦ νοός μου τὸν σάλον· καὶ καρδίας ἔκτειλον πώρωσιν· καὶ τοῦ πονηροῦ τῶν σκανδάλων με λύτρωσαι.

Ὡς ἀγαθὴ καὶ πανάγαθον Λόγον· ἀποτεκοῦσα· ἀγάθυνον Δέσποινα τὴν ψυχήν μου· τὴν κακωθεῖσαν· ἐν πολλαῖς ἀμαρτίαις· καὶ κακίᾳ τοῦ πολεμήτορος· τὴν ἀγαθοσύνην Θεοῦ μοι παρέχουσα.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ.
Ἐκ νυκτὸς ἀμαρτίας καὶ σκότους παθῶν· ἡ τὸ φῶς τὸ ἄδυτον τεκοῦσα Κύριον· ῥῦσαι ψυχὴν τὴν ἀθλίαν μου· καὶ πρὸς φῶς μετανοίας συντήρησον.

Τῆς ἀμέτρου πωρώσεως ῥῦσαί με· τὸν κεκρατημένον πολλοῖς ἀμαρτήμασι· Θεοκυῆτορ Δέσποινα· καὶ πυρός με δαιμόνων ἐξάρπασον.

Παναγία παρθένε Θεόνυμφε· ἡμῶν τὸν Θεὸν προστασία τῶν δούλων σου· ἐν ὥρᾳ τῆς ἐτάσεως· προστασία ψυχῆς μου ἐγγυήθητι.

Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ῥανίσιν Ἁγνή· ἐλέους σου Πανάχραντε· ἀθλίαν μου ψυχὴν φλογμῷ τῶν παραπτώσεων· ἐκτακεῖσαν Πάνσεμνε· καταδρόσισον· καὶ ῥύπου κάθαρον· καὶ φρικτῆς καταδίκης λύτρωσαί με· καὶ πυρὸς αἰωνίου ἐλευθέρωσον.

ᾨδὴ ζ΄. Ῥήτορες ἀνεδείχθεισαν.
Λῦσόν μου τὰς σειρὰς τῶν πταισμάτων· τῇ μεσιτείᾳ σου Ἁγνή· καὶ τῇ ἀγάπῃ τελείως· τοῦ ἀγαθοῦ Υἱοῦ σου με σύνταξον· μακρυνόμενον· καθεκάστην ἐξ αὐτοῦ· δι’ ἡδονῶν ἀτόπων.

Ἐπίβλεψον ἐπ’ ἐμὲ τὸν ἐν σκότει· Πάναγνε κείμενον παθῶν· καὶ ἡδονῶν ἀμαυρώσις πεπωρωμένην ψυχὴν περιφέροντα· καὶ παράσχου μοι· λύσιν πάντων κακῶν· καὶ ῥεῖθρα τῶν δακρύων.

Ὅτε καιρὸς ἀναλύσεως Κόρη· ἐμῆς ἀθλίας ἐπιστῇ· ψυχῆς αἰτῶ σε Παρθένε· χειρὸς δαιμόνων ταύτην ἐξάρπασον· καὶ παράστησον· σεσωσμένην τῷ Θεῷ· ἵνα σὲ μακαρίζω.

ᾨδὴ η΄. Κάμινος ποτέ.
Ῥύπου με παθῶν· Ἀγνὴ προσγινομένου· τῇ μεσιτείᾳ σου καθάρισον· καὶ λάμπρυνον δέομαι· σκοτισθεῖσαν τὴν καρδίαν μου· δαιμόνων ἀμαυρώσεσιν· ὅπως σὲ μακαρίζω· Θεομακάριστε Δέσποινα.

Ὕψιστον Θεόν· σαρκὶ ἀποτεκοῦσα· ἀπὸ κοπριάς με ἀνύψωσον· παθῶν τῶν θλιβόντων με· καὶ δεινῶς ὅλως πτωχεύσαντα· ταῖς θείαις καταπλούτησον· Πάναγνε ἀρεταῖς με· ὅπως ὑμνῶ σε σωζόμενος.

Ὡς τὸν ὑετόν· τὸν θεῖον δεξαμένη· τοὺς ποταμοὺς τῶν ἐγκλημάτων μου·πρεσβείαις σου ξήρανον· καὶ τοὺς ὄμβρους ἀπομείωσον· τῶν περισαμῶν καὶ σῶσόν με· δέομαι Θεοτόκε· τὸν ἐπὶ σοὶ καταφεύγοντα.

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ὡς τοῦ Θεοῦ σε Μητέρα· Χερουβὶμ ὑπερτέρα· Πανάχρντε παρθένε δυσωπῶ· τῆς ταλαιπώρου καρδίας μου· τὰ δυσίατα πάθη θεράπευσον καὶ ῥῦσαί με πυρὸς τιμωρίας τε πάσης δαιμόνων κακώσεως.

Φρενοβλαβῶς ἁμαρτάνων· ἀδιόρθωτος μένω· πολλῇ ἀναισθησίᾳ πωρωθείς· ὅθεν κραυγάζω σοι Δέσποινα· ἐν τοιαύτῃ ἀνάγκῃ· ὑπάρχοντα ἐπίσκεψαι νῦν· καὶ ἰάτρευσον πάθη· τῆς ταπεινῆς καρδίας μου.

Ἡ φοβερὰ καταδίκη· τῆς ἡμέρας ἐκείνης· ἐξίστησι Ἁγνὴ καὶ λογισμόν· διερευνῶσα τὰς πράξεις μου· τὰς πολλὰς καὶ ἀθέσμους· ἀλλ’ ὦ Μήτηρ Χριστοῦ τοῦ Λυτρωτοῦ· πρὸ τοῦ φθάσαι τὸ τέλος συγχώρησιν μοι δώρησαι.

Στιχηρά Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἦλθον· εἰς τὰ βάθη τῶν κακῶν· καὶ ταῖς τῶν παθῶν καταιγήσι· καταποντούμενος· βίου τε τοῖς κύμασι περιαντλούμενος· ἐκοπίασα κράζω σοι· ἐξέλιπον ὄντως· ἀπὸ τοῦ ἐλπίζειν με οἱ ὀφθαλμοί μου εἰς σε· νῦν οὖν· ἀναβήτω ἐκ φθορᾶς· Δέσποινα ἁγνὴ ἡ ψυχή μου· καὶ ἐκ τοῦ βυθοῦ τῆς ἀπογνώσεως.

Φρίτω· τὸ κριτήριον Ἁγνή· καὶ τὴν τοῦ πυρὸς τιμωρίαν τὴν αἰωνίζουσαν· καὶ τὴν ἀπαραίτητον ὄντως απόφασιν· τοῦ βρυγμοῦ τῶν ὁδόντων τε· καὶ τοῦ ἀκοιμήτου· σκώληκος Πανάμωμε τὴν ἀγριότητα· ὅθεν ἐν ὀδύνῃ καρδίας· σὲ καθικετεύω Παρθένε· τῆς φρικτῆς με ῥῦσαι κατακρίσεως.

Ὅτε· τῶν τοῦ σώματος δεσμῶν· μέλλει ἡ ψυχή μου βιαίως· διαχωρίζεσθαι· τότε μοι παράστηθι καὶ τῶν ἀσάρκων ἐχθρῶν· τὰς βουλὰς διασκέδασον· καὶ τούτων τὰς μύλας· σύντριψον ζητούντων με· καταπιεῖν ἀφειδῶς· ὅπως· ἀκολύτως διέλθω· τὸν ἐν τῷ ἀέρι ἐστῶτᾳ· ἄρχοντα τοῦ σκότους Θεονύμφευτε.

ΑΡΧΗ ΤΟΥ Γ΄. ΗΧΟΥ

Τῷ Σαββάτῳ Ἐσπέρας

Ὁ κανών.

Ἦχος γ΄. ᾨδὴ γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Ἰλασμόν μοι παράσχου· τῶν ἐγκλημάτων· ταῖς θείαις σου ἱκεσίαις Παρθένε δυνατὴν ἔσχες γὰρ πρεσβείαν Δέσποινα· καὶ τοὺς σε γεραίροντας· ἀπολυτροῦσα πταισμάτων· καὶ παθῶν καὶ θλίψεων· καὶ περιστάσεων.

Νάμασι πρεσβειῶν σου· τὴν ἐκλακεῖσαν ψυχήν μου τῶν ἀμετρητῶν πταισμάτων· καὶ παθῶν αἴτησαι κατοικτειρῆσαι αὐτὴν ὅπως ἀναψύξεως· θείας τυχοῦσα Παρθένε· ὕμνοις μεγαλύνω σε· ὡς προστασίαν μου.

Ὅλον βεβυθισμένον· ταῖς ἀμαρτίας καὶ ὅλον απεγνωσμένον με ὄντα· σὺ ἁγνὴ Δέσποινα τῆς εὐσπλαγχνίας σου· τὴν χεῖρα ἐκτεῖνασα προς μετανοίας με ὕψος· ἕλκυσον παρέχουσα· πηγὴν δακρύων μοι.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Τῆς συμπαθείας· τὰ σπλάγχνα σου δυσωπῶ· ὑπάνοιξον ἐμοί· Θεοτόκε πανύμνητε θερμή μοι φάνηθι· ἐν πειρασμοῖς· βοηθὸς καὶ προστασία.

Ῥῦσαί με πάσης· τῆς συνεχούσης δεινῆς· ἀμαρτημάτων μου· καταιγίδος τὸν δοῦλόν σου· καὶ πρὸς σωτηρίας με· ἴθυνον λιμένας· σαῖς Ἁγνὴ ἱκέσίαις.

Διάσωσόν με· παρθενομῆτορ Ἁγνή· τῆς τῶν παθημάτων μου· ταραχώδους συγχύσεως· τῶν κατατρεχόντων νῦν· τὴν ταπεινήν μου· ψυχὴν καὶ συνθλιβόντων.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Τύπους καὶ οὐλάς· τῶν ἐμῶν πταισμάτων ἀφάνισον· ὕδατι καὶ ἀνύδρῳ Ἀγαθή· τῇ δυνατῇ χρωμένη πρεσβείᾳ σου· τῇ παῤῥησίᾳ σου· τῇ πρὸς τὸν Κτίστην· καθαρὸν δεικνύουσα.

Δέσποινα σεμνή· κραταιά τοῦ κόσμου βοήθεια· μη με ἀποῤῥίψης ἀπὸ σοῦ· μὴ δὲ καλυμμένον ἐκμπέμψῃς με· ἀπὸ τοῦ προσώπου σου· μὴ δὲ δαιμόνων· δείξης με ἐπίχαρμα.

Ὅλως γυμνωθείς· ἐξ ἐνθέων ἔργων ὁ ἄθλιος· καὶ κατατρωθεὶς τῶν ἠδονῶν· τοῖς ὀξυτάτοις βέλεσιν Ἄχραντε· τραυματίας γέγονα· διὸ βοῶ σοι· σῶσόν με Πανάμωμε.

ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας.
Ἡ ἄμπελος ἡ θεία· ἡ τὸν ὡραίον βότρυν ἐξανθήσασα· τῆς ψυχῆς παρέχοντα· πάσιν ἔνθεον θερμόν· Παρθένε τῆς πτώσεως μου· τῆς πικρᾶς μέθης τῶν παθῶν· ῥῦσαι τὴν ψυχήν μου· καὶ πυρὸς αἰωνίζοντος.

Ἰλύος με έκπᾶσαι ἀμαρτημάτων Ἄχραντε Θεόνυμφε· τὸν περιπεσόντα· βορβόρῳ τῶν ἠδονῶν· καὶ ῥείθροις πρεσβειῶν σεπτῶν· ἀποπλύνασα δεήσεων τῶν σῶν· στολὴ σωτηρίας· φωτοειδῆ ἐπένδυσον.

Ἡ κόσμῳ τὴν εἰρήνη καὶ σωτηρίαν ἅπασι βραβεύουσα· ὡς θείαν εἰρήνην· ἀποκυήσασα· τὴν στάσιν καὶ πόλεμον τῶν ἐχθρῶν· τῆς ψυχῆς μου καὶ τοῦ σώματος Ἁγνή· εἰρήνευσον φόβῳ· καὶ πόθῳ τοῦ Σωτῆρος Χριστοῦ.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Λύτρωσιν· παράσχου ὡς ἀγαθή· πλημμελημάτων· τῷ σῷ δούλῳ Πανάχραντε· τῷ τὴν σὴν ἀντίληψιν· αἰτοῦντι μετὰ πίστεως· καὶ μελλούσης με· καταδίκης ἐξάρπασον.

Δέσποινα· καὶ Μήτηρ τοῦ Λυτρωτοῦ· σὺ πρόστηθί μοι· ἐν ὥρᾳ τῆς ἐξόδου μου· λογοθετουμένου μου· περὶ τῶν πεπραγμένων μου· ὧν παράφρωνι· διανοία ἐτέλεσα.

Ἄθλιος· ἐδείχθη ὅλως ἐγώ· ταῖς ἀσελγείαις· ἀεὶ καταχραινόμενος· καὶ προβλέπων ἤδη μοι· παρὰ πόδας θάνατον· προσεγγίζοντα· Θεοτόκε βοήθει μοι.

Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα τῆς.
Τὸν ἐλεήμονα· Θεὸν κυήσασα· τοῦ καταφεύγοντας· ὑπὸ τὴν σκέπην σου· καὶ αἰτουμένους ἐκ ψυχῆς· τὴν θείαν σου βοήθειαν· Δέσποινα οἰκτείρησον· καὶ ἐλέους ἀξίωσον· ὅτε παριστάμεθα· τῷ Δεσπότῃ τῆς κτίσεως λύτρωσαι πυρὸς αἰωνίου· καὶ πάσης Ἁγνὴ κατακρίσεως.

ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.
Σὲ τὴν Μητέρα τοῦ Θεοῦ· καὶ Ἁγνὴν καὶ ἀμωμον· ὁ ῥυπαρὸς σῶμα καὶ ψυχήν· καὶ μεμολυσμένος ἐν πράξεσιν αἰσχρῶς· ἱκετεύων δέομαι· θαῤῥῶν εἰς τὸ σὸν ἐλεος· σὺ με οἴκτειρον Δέσποινα.

Ἡ τῶν πταισμάτων μου πληθὺς· καὶ κακῶν ἐπίστασις· ἐξαπορεῖν πείθει με σφοδρῶς καὶ πρὸς ἀπογνώσεως ἄγει με βυθόν· Παναγία Δέσποινα· σῶσόν με ἀπολλύμενον καὶ δεινῶς κινδυνεύοντα.

Ἐλέησον Ἀγαθή· τὴν ταπεινωθεῖσάν μου· ταῖς πονηραῖς πράξεσιν ψυχήν·πρὸς μετανοίας ὁδήγησον ὁδόν· καὶ πράτειν τὸ θέλημα· τοῦ σοῦ Υἱοῦ κατεύθυνον· καὶ κολάσεως λύτρωσαι.

ᾨδὴ η΄. Τὸν ἐν φλογί.
Τῶν ἡδονῶν· ὁ ἰὸς τὰς αἰσθήσις· πάσας τοῦ σώματος δειλθῶν τὴν ψυχήν μου· ἐκτόπως λυμαίνεται· καὶ πρὸς θάνατον ἕλκει Δέσποινα τοῦ κόσμου· γενοῦ μοι σωτηρία.

Νοῦν καὶ ψυχήν· καὶ καρδίαν καὶ σῶμα· προσανατίθημι οὐ γὰρ ἔχω ἐλπίδα· ἄλλην πλήν σου Δέσποινα· δι ἧς τύχω ἐλέους διὸ παράσχου· πλουσίαν μοι τὴν χάριν.

Ὁ ὄφις μοι· τὸν ἰὸν προσερπίσας· τῆς σαρκικῆς ἡδονῆς τὴν ἀθλίαν ψυχήν μου· δεινῶς ἐθανάτωσεν· ἀλλὰ ζώωσον ταὐτὴν τοῖς ἀντιφαρμάκοις· Ἁγνὴ τῆς σῆς πρεσβείας.

ᾨδὴ θ΄. Σὲ τὴν ἀκατάφλεκτον.
Ἄνοιξόν μοι θείας εἰσόδους· μετανοίας Παρθένε· τὰς εἰσόδους τῶν παθῶν καὶ ἡδονῶν μου· ἀποσφάτλουσα καὶ ἀπωθοῦσα τῇ δυνάμει σου.

Ἄκουσον φωνῆς στεναγμοῦ μου· καὶ βοῆς τοῦ κλαυθμοῦ μου· καὶ παράσχου ἱλασμὸν σωτηρίαν· τῇ ἀθλίᾳ ψυχῇ μου Παρθένε πανάμωμε.

Ὅλως ἀπεγνώσθην ὁ τάλας· καὶ ἐξηπόρημαι ὅλως· ἐννοῶν τὰς πονηράς μου ἐργασίας· δωρεάν με οἴκτείρησον Δέσποινα καὶ σῶσόν με.

Στιχηρὰ Προσόμοια.
Ἦχος γ΄. Σταυροφανῶς.
Χαῖρε πηγή· ἡ ἐκβλύσασα ὕδωρ· ἀθανασίας ἐν κόσμῳ· καὶ θανατώσασα ὄφιν· τὸν δυσμενῆ· τῷ θανατῳ Παρθένε· τοῦ ἀθανάτου Υἱοῦ σου ὃν ἐκδυσώπει ἀπαύστως· τὴν θανοῦσαν ψυχήν μου ζωῶσαι τῇ ἀμαρτίᾳ ἀγαθή· καὶ νεκρῶσαι πάθη τὰ θανατοῦντά με· ἐμὲ τῆς ἀθανάτου ζωῆς ἀξίωσαι Πανάμωμε.

Νυκτομαχῶν· τῶν πταισμάτων τοῦ σκότους· πρὸς σὲ κατέφυγα ἁγνή· Θεοκυῆτορ παρθένε· σὺ γὰρ τὸ φῶς· ἐξ ἀσπόρου νηδύος· πᾶσιν ἀνέτειλας Χριστόν· καὶ ἀπελαύνεις τὸ σκότος· ἀμαρτιῶν τῶν παθῶν· καὶ καταπέμπεις πταισμάτων ἱλασμὸν· καὶ τὰς νόσους λύεις τῶν προσφυγόντων σοι· διὰ τοῦτο πίστει εὐλογούμεν· τὸ κράτος σου Δέσποινα.

Ναὲ Θεοῦ· ἐνδιαίτημα θεῖον· τῆς Παναγίας Τριάδος· Θεοχαρίτωτε κόρη· ὁ ποταμός· πάσης ἀγαθωσύνης· ἐκ Παραδείσου παριών· τῶν ὑπὲρ νοῦν σου χαρίτων· τὰς ἀφθόνους δωρεάς· παράσχου πᾶσι τοῖς δούλοις σου ἀεί· ἵνα πάντες πίστει εὐχαριστοῦμέν σοι· ὡς προστασία ἡμῶν Θεοτόκε· ἀεὶ τῶν εὐφυμούντων σε.

Τῇ Κυριακῃ Ἐσπέρας

Ὁ Κανών.

Φέρων ἀκροστηχίς·
Τρίτον μέλισμα τῇ Θεοτόκῳ.

Ἦχος γ΄. ᾨδὴ α΄. Ὁ τα ὕδατα πάλαι.
Τὸ κατάσκιον ὄρος· σὲ ὃ προεῖδεν· ἐν πνεύματι Ἀμβακοὺμ ὁ Προφήτης· δυσωπῶ Ἄχραντε ἐπισκιάσαι με πάθει καυματούμενον· καὶ ἐν σκιᾷ τοῦ θανάτου τῶν παρενοχλούντων με· δεινῶν ἀπάλλαξον.

Ῥαντισμῷ θείου λύθρου· τοῦ κενωθέντος ἐκ θείας πλευρᾶς Ἁγνὴ τοῦ Υἱοῦ σου· τοὺς ἐμοὺς ἔκπλυνον καρδίας μώλωπας· ὅπως μεγαλύνω σε· καὶ καταχρέως δοξάζω· τὴν ἀειμακάριστον· καὶ Παναμώμητον.

Ἰσουργὸν τῷ τεκόντι· ἔτεκες Λόγον· θεώσαντα τῷν βροτῶν τὴν οὐσίαν· ἀλλ’ αὐτὸν αἴτησαι ἠπορημένον με· ἐξασθενήσαντα· ταῖς τοῦ ἐχθροῦ μεθοδείας· θείας ἀνακλήσεως· καταξιῶσαι Ἁγνὴ.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Τὸν ἐν ἐλέει· ἀφάτῳ καὶ οἰκτιρμοῖς· ὑπάρχοντα πλούσιον· ἐλεήμων ὑπάρχουσα· Παναγία αἴτησαι· τοῦ ἐλεῆσαι· ἡμᾶς κεκακωμένους.

Οἶκος τοῦ πάντων· ὑπάρχουσα Ποιητοῦ· οἰκῆσαι δυσώπησον ἐν ἐμοὶ τὸν Παράκλητον· γεγονότι σπήλαιον· τῶν ψυχοφθόρων· ληστῶν Ἁγνὴ παρθένε.

Νεύματι πάντα· τῷ φέροντᾳ θεϊκῷ· ἀγκάλαις ὡς φέρουσα· Θεοτόκε ἐπίνευσον ἐπ ἐμὲ καὶ ῥῦσαί με· τοῖς πρὸς τὰ πάθη· συνέσεως ἀτόπου.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Μώλωπας Χριστὲ καὶ σφαγὴν ἐκὼν ὡς ὑπέμεινας· τὴν τραυματισθεῖσαν μου ψυχὴν· ταῖς ληστρικαῖς δαιμόνων κακώσεων· πρεσβείαις θεράπευσον· τῆς σὲ τεκούσης μόνε πολυέλεε.

Ἔργον σῶν χειρῶν· Πλαστουργὲ ὑπάρχω καὶ ποίημα· κακίᾳ δὲ ὄφεως Χριστέ· ὑφ’ ἡδονῶν τοῦ βίου συντέτριμαι· διό με ἀνάπλασον· τῆς σὲ τεκούσης· θείαις παρακλήσεσιν.

Λόγον τοῦ Πατρός· ὑπὲρ λόγον τέτοκας λύοντα· πᾶσης ἀλογίας τοὺς βροτούς· ὃν ἐκτενῶς δυσώπει ἀλόγοις με· πάθεσι δουλούμενον· ἐλευθερῶσαι· μόνη Ἀειπάρθενε.

Ἴαμα ἡμῖν· ἐκ παλάμης βρύεις ἑκάστοτε· ὅλη ἀγιάσματος σκηνή· ὅλη φωτὸς ὑπάρχουσα ἔμπλεως· ὅλη ἀποστάζουσα· μύρον εὐῶδες· πάναγνε Θεόνυμφε.

ᾨδὴ ε΄. Ὡς εἶδεν Ἠσαΐας.
Σαρκός μου τὰς ὀδύνας· καὶ τῆς ψυχῆς τὸν πόνον μεταποίησον καὶ τῆς ῥαθυμίας· τὰ νέφη δίωξον· παρθενόφωτος νεφέλη· καὶ ὑγίειαν καὶ δεινῶν ἀπαλλαγήν· δίδου μοι ὑμνοῦντι· καὶ πόθῳ σε δοξάζοντι.

Μεσίτην σε καὶ πρέσβυν· πρὸς τὸν ἐκ σοῦ τεχθέντα νῦν προβάλλομαι· πάσης ἀμαρτίας· ὑπάρχων ἔμπλεως· Παρθένε εγγυητής μου· καὶ τοῦ βίου ἐπανόρθωσις γενοῦ· καὶ χειραγωγία· πρὸς τρίβον θείας γνώσεως.

Ἁγίασον τὸν νοῦν μου· καὶ τὴν ψυχήν μου Παρθένε φωταγώγησον· καὶ τῆς θείας δόξης μέτοχον ποίησον· ἰδοὺ γὰρ κακῶν ἐπλήσθην· καὶ παντοίας ἐδουλώθην ἡδοναῖς· μεμολυσμένην· προσφέρω συνείδησην.

ᾨδὴ ς΄. Τοὺς εἰς τὰ τέλη τοῦ αἰώνων.
Τὸν φαρισαίον ἐπηρμένη· διανοίᾳ ὑπερβέβηκα· σοβαρευόμενος ἀεί· καὶ βαράθροις συνωθούμενος· ἀμέτρων συμπτωμάτων· μόνη Ἁγνή· ταπεινωθέντα δεινῶς οἴκτειρόν με.

Ἡ Ὑπερθαύμαστον τῇ σύληψιν· ἐσχηκυῖα καὶ τῇ γέννησιν· τὰ σὰ ἐλέη ἐπ’ ἐμοί· τῷ ἀθλίῳ νῦν θαυμάστωσον· γὰρ ἐν ἀνομίαις· καὶ συλληφθεὶς καὶ γενηθεὶς ἡδοναῖς ἐδουλώθην.

Θρηνῶ καὶ κλαίω καὶ ὀδύρομαι· ὀπηνίκα τὸ κριτήριον· τὸ φοβερὸν ἐνθυμηθῶ· πονηρὰ γὰρ ἔργα κέκτημαι· ἀπείρανδρε Παρθένε· μήτερ Θεοῦ· ἐν ὥρᾳ τῇ φοβερᾳ πρόστηθί μοι.

Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τῆς συμπαθείας σου· πλοῦτον ἀμέτρητον· καὶ δυναστείας σου· κράτος τὸ ἄμαχον· ἀναλαβόμενη εἰς νοῦν προσέδραμον τῇ σῇ σκέπῃ· θλίψις συνεχόμενη· κράζων ἐκ βαθέων μου· τῆς καρδίας σὺν δάκρυσιν· παρθένε Θεοτόκε Μαρία· σῶσόν με προστασία τοῦ κόσμου.

ᾨδὴ ζ΄. Τρεῖς παῖδες ἐν καμίνῳ.
Ἐξ ἔργων σωτηρία· οὐχ ὑπάρχει μοι Δέσποινα· ἀμαρτίας γὰρ προστίθω ἀμαρτήμασιν· καὶ τῇ κακίᾳ κακίαν· τῇ οὖν πρεσβείᾳ σου Ἁγνή· οἴκτειρον καὶ σῶσόν με.

Ἡ Κρίσις ἐπὶ θύραις· τὸ κριτήριον ἕτοιμον· ἑτοιμάζου ταπεινὴ ψυχὴ καὶ βόησον· ἐν τῷ κρίνειν με Λόγε· μὴ κατακρίνῃς με εὐχαῖς· τῆς κυησάσης σε.

Τρυγήσας ἀμαρτίαις· τοὺς καρποὺς τεθανάτωμαι· προσφέρων τὴν ψυχὴν ἄκαρπον κράζω σοι· καρποφόρον με δεῖξον· ἡ τῷ καρπῷ σου τὴν φθορὰν ἐξαφανίσασα.

ᾨδὴ η΄. Ἀστέκτω πυρί.
Ὅλη ὡς καλὴ καὶ πλησίον· τοῦ παμβασιλέως γεγονυῖα Θεοτόκε· πλήρωσόν με ἀγαθῶν ἔργων· κακίᾳ συζήσαντα καὶ ῥαθύμως· πάντα τὸν βίον τελέσαντα· ὅπως σὲ δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Κητώας γαστρὸς ὡς ἐῤῥύσω· πάλαι τὸν προφήτην Θεοῦ Λόγε παραδόξως· οὕτως ῥῦσαι νῦν τὴν ψυχήν μου· βυθῷ ὀλίσθησαν ἀπωλείας· Σῶτερ ἔχων δυσωποῦσάν σε· τὴν ἀπειρογάμως τεκοῦσαν σε παρθένον.

Ὡραίαν στολὴν ἐνδυθέντα· θεογενεσίας εὐρηκότες Θεοτόκε· οἱ κακίαν δημιουργοῦντες· ταύτης ἀπεγύμνωσαν ἀλλ’ αὐτή με· θείαις στολαῖς καταφαίδρυνον· διὰ μετανοίας· πρεσβείαις σου Παρθένε.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Φθαρέντα τὸν νοῦν· φθαρέντα τὴν ψυχὴν καὶ τὴν συνείδησιν· κακίᾳ μολυνθέντα· καὶ γυμνὸν παντοίων ἀγαθῶν· ἀποδεχθέντα Παρθένε· ἄφθορε ἄμωμε· μὴ με παρίδης ἀλλ’ ἔργοις· εὐσεβείας κατακόσμησον.

Ἐπλήθην κακῶν· ἐπλήθυν λογισμῶν ἀλλοτριούντων με· Φιλάνθρωπε Σωτήρ μου· διὰ τοῦτο στένω καὶ βοῷ· μετανοῦντά με δέξαι· καὶ μὴ ἀπώσῃ με· τῆς σὲ τεκούσης πρεσβείαις· μόνε Πολυέλεε.

Ῥυσθείμην ταῖς σαῖς· Πανάμωμε Κόρη πρεσβείαις πάσης ὀργῆς· παθῶν θανατηφόρων· χαλεπῆς γεένης καὶ πυρός· ἀπὸ ἀνθρώπων ἀδίκων· καὶ ἐξ ἐχθρῶν πονηρῶν· ὁ προσφυγῶν σου τῇ σκέπῃ· καὶ καλῶν σε εἰς βοήθειαν.

Ὡραίαν ψυχῇ· ὡραίαν λογισμῷ ὡραίαν σώματι· εὗρέν σε ὁ ὡραίος· καὶ ἐκ λαγόνων σου παρθενικῶν· ἐσωματώθη ὡς οἶδεν· τὴν ἀμορφίαν ἡμῖν· καθωραΐζων Παρθένε· ὃν ἱκέτευε σωθήναι ἡμᾶς.

Στιχηρά Προσόμοια.
Ἦχος γ΄. Μεγάλη τοῦ Σταυροῦ σου.
Πάντων· κυριεύουσα τῶν ποιημάτων Ἄχραντε· δεινῶς κυριευθεῖσαν· τοῖς πάθεσι Θεόνυμφε· τὴν ψυχήν μου ἐλευθέρωσον ἐν τάχυ· φαρμάκῳ σῆς πρεσβείας καὶ δούλωσον· τῷ Υἱῷ καὶ Θεῷ σου.

Ῥομφαίᾳ· τετρωμένον με τοῦ ἀρχεκάκου ὄφεως· ἡμιθανῆ τε Κόρη· ἐν κλίνῃ κατακείμενον· ἀπογνώσεως θεράπευσον ἐν τάχει· φαρμάκῳ σῆς πρεσβείας καὶ σῶσόν με· ἡ ἐλπίς μου καὶ σκέπη.

Ἰδοῦσα· τὴν ἀσθένειαν τοῦ ταπεινοῦ μου σώματος· καὶ τῆς ψυχῆς τὸ ἄλγος· καρδίας τε τὴν κάκωσιν· ἐπισκέψεως ἀξίωσον με θείας· Θεοτόκε παρθένε καὶ σῶσόν με· τῇ θερμῇ σου πρεσβείᾳ.

Τῇ Δευτέρᾳ Ἑσπέρα

Ὁ Κανών.

Φέρων τὴν ακροστηχίς· Κατ’ αλφάβητον.

Ἦχος γ΄. ᾨδὴ α΄. Ὁ τὰ ὕδατα πάλαι.
Ἀμέλεια τὸν βίον· διατελέσας· προσήγγισα τῆς ζωῆς μου τῷ τέλει· ἀλλ’ αὐτὴ δέομαι κἂν ἐν ἐσχάτῳ καιρῷ· δίδου μοι κατάνυξιν· ὅπως πενθήσω συντόνως· ἐπὶ τοῖς ἀμέτροις μου· πταίσμασιν Ἄχραντε.

Βεβήλωσας ἀφρόνως· τὸ κατ’ εἰκόνα· τοῖς πάθεσι τῆς σαρκός μου Παρθένε· τοῦ Θεοῦ δέδοικα τὴν ἀγανάκτησιν· καὶ τὸ φρικοδέστατον· τῆς τοῦ πυρὸς τιμωρίας· ἀλλ’ αὐτὴ ἐλέησον· τὸν προσφυγόντα σοι.

Γόνυ κάμπτων ὁ τάλας· τὴν σὴν αἰτοῦμαι· βοήθειαν Παναγία παρθένε· ἀλλὰ σὺ ἄκουσον ὀδυνομένης ψυχῆς· καὶ τὸ ἐπικείμενον· τῆς διανοίας μου νέφος· φέγγει διασκέδασον· τῶν σῶν δεήσεων.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Δακρύων ὄμβρους· παράσχου μοι ἀγαθή· καὶ τούτοις κατάσβεσον· τὴν τῶν παθῶν μου κάμινον· καὶ πάσας ἐξάλειψον· τὰς τῆς ψυχῆς μου· κηλίδας Θεοτόκε.

Ἐν ἀνομίας· τὸ εὐγγυὲς τῆς ψυχῆς· ἐμόλυνα Πάναγνε· καὶ φρίττω τὴν ἐξέτασιν· ὅπως ἀπαιτήση με· τὸ τῆς εἰκόνος· ἀξίωμα ὁ Λόγος.

Ζάλη πταισμάτων· καταλαβοῦσά με νῦν· εἰς βυθὸν κατήγαγεν· Ἁγνὴ τῆς ἀπογνώσεως· ἀλλὰ δίδου χεῖρά μοι· μετανοίας ἀνάγαγε πρὸς ὅρμον.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Ἤλθοσαν Ἁγνή· τῶν ἀτόπων πράξεων ὕδατα· ἕως τῆς ἀθλίας μου ψυχῆς· λογισμῶν ἰλύϊ κρατούμενον· βοῶ ὀδυνόμενος· μη με παρίδης· Δέσποινα τὸν δοῦλόν σου.

Θῆρες νοητοί· νῦν ἀνιλεῶς με κυκλώσαντες· σπεύδουσιν ἀρπάσαι ἀφειδῶς· τὴν ταπεινὴν ψυχήν μου Πανάμωμε· ἀλλὰ τούτων σύντριψον· τὰς ψυχοφθόρους· μύλας τῇ πρεσβείᾳ σου.

Ἵλεος γενοῦ· τοῖς σοῖς δούλοις Δέσποινα δέομαι· καὶ προσδοκούμενης ἀπειλῆς· τὸν σὸν λαὸν ἐξάρπασον Πάναγνε· ἵνα σοὶ κραυγάζομεν· εὐχαριστούντες· δόξα τῇ δυνάμει σου.

ᾨδὴ ε΄. Ἐπὶ τῆς γῆς.
Κύνες πολλοὶ· περιέσχον με· συναγωγή· πονηρῶν με πταισμάτων· περιεκύκλωσαν· ἀλλὰ τούτων Ἄχραντε· τὰς βουλὰς νῦν διασκέδασον.

Λάκκον μοι νῦν· ὁ βελίαρ ὀρύξας· καταβαλεῖν· ἐν αὐτῷ με πειρᾶται· ἀλλὰ τῇ σῇ δεξιᾷ· ἐμβληθήτω Πάναγνε· εἰς τὸν βόθρον ὃν εἰργάσατο.

Μὴ τῷ θυμῷ· ἐλέγχῳ τῷ Υἱῷ σου· τῷ καιρῷ τῆς αὐτοῦ παρουσίας· μηδὲ τῇ ὀργῇ αὐτοῦ· παιδευθῶ Πανάμωμε· ἀλλὰ σῶσόν με τὸν δοῦλόν σου.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Νεύματι· τοῦ πάντων Δημιουργοῦ· ἡνίκα μέλλει ἡ ψυχή μου χωρίζεσθαι· τῆς σαρκὸς Πανάμωμε· χειρός με ἐλευθέρωσον· τῶν μισούντων με Θεοτόκε πανύμνητε.

Ξήρανον· τοὺς θολεροὺς ποταμούς· Θεογενῆτορ τῶν θολερῶν μου πράξεων· ῥείθροις κατανύξεως· καὶ πρὸς τὸ ὕδωρ ἴθυνον· τῆς αἰνέσεως· ἐν ἡμέρᾳ τῆς κρίσεως.

Οἶδάς μου· τὸ ἀσθενὲς τῆς ψυχῆς· τοῦ νοός μου τὸ ἀνίσχυρον Ἄχραντε· τῆς σαρκὸς τὸ ἄτονον· διὸ σῶσον τὸν δοῦλὸν σου.

Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Αἱ ἀμαρτίαι μου· ψάμμον θαλάσιον· ὑπερνικήσασαι· τὴν ταπεινήν μου ψυχήν· κατακαλύπτωσιν Ἁγνή· τῷ πλήθει τῶν οἰκτιρμῶν σου· πάντα μου τὰ πταίσματα· διὸ πλήθους ἐξάλειψον· καὶ τῆς κατεχούσης με· ἀθυμίας ἀπάλλαξον· καὶ πάσης χαρᾶς καὶ εὐφροσύνης· πλήρωσον τὴν καρδίαν μου.

ᾨδὴ ζ΄. Τῷ πρὶν εἰκόνος.
Περιεχύθη μοι ὕδωρ· τῶν ἀμαρτημάτων μου· ἕως ψυχῆς Πανάμωμε· ἄβυσσός με ἐκύκλωσαν ἐσχάτη· ἀλλὰ ταύτης ἐξελοῦ· τῆς τρικυμίας.

Ῥάντισον αἵματι Ἁγνή· τῆς πλευράς τοῦ ἐλέους σου· πλύνον δέ με τοῖς τῶν δακρύων ῥείθροις· καὶ καθάρισον ἐκ πάσης με κηλίδος.

Συντετριμμένην μοι ψυχήν· τεταπεινωμένην τε καρδίαν δίδου Δέσποινα· ὅπως πάσης ῥυσθῷ μηχανουργίας· τῶν ἀεί μοι ἀφειδῶς ἐνεδρευόντων.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Τὰ τόξα Ἁγνὴ τοῦ βελίαρ· σύντριψον τῷ κράτει τοῦ Υἱοῦ σου καὶ ἡ τούτου ἀδικία νῦν καταβήτω· ἐπὶ κορυφὴν αὐτοῦ ἵνα μέλπω· πάντα τὰ ἔργα ὑμνοῦμέν σε· καὶ ὑπερυψοῦμεν· εἰς πάντας τοὺς αἰῶνας.

Ὑπνώσας εἰς θάνατον κεῖμαι· τάφῳ ἀπογνώσεως Παρθένε ἀλλὰ σύ με· ἐξανάστησον καὶ ἀγρύπνως· μέλπειν καταξίωσον εὐλογεῖτε· πάντα τὰ ἔργα τὸ Κύριον· καὶ ὑπερυψοῦμεν· εἰς πάντας τοὺς αἰῶνας.

Φωτί σου καταύγασον Κόρη· τὴν ἐσκοτισμένην μου καρδίαν καὶ τὰ ὅπλα· τοῦ φωτός με φωτὸς ἡ πύλη· ἔνδυσον κραυγάζοντα εὐλογεῖτε· πάντα τὰ ἔργα τὸν Κύριον· καὶ ὑπερυψοῦμεν· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Χειμάζει παθῶν· κλυδώνιον καὶ τάραχος αἰσχρῶν λογισμῶν· Παρθένε τὴν ψυχήν μου· πονηρῶν ἀνθρώπων καταιγίς· διεινεκῶς με ταράτει· ἀλλ’ ὡς φιλάγαθος· τῆς κατεχούσης ἀνάγκης διὰ τάχους ἐλευθέρωσον.

Ψυχὴ ταπεινή· ἀπόστηθι τῶν πονηρῶν σου πράξεων· καὶ παῦσαι τῆς κακίας· καὶ τοῦ παροργίζειν τὸν Θεόν· ἐπιλαβοῦ δὲ προθύμως· τῶν τοῦ Θεοῦ ἐντολῶν· τὴν Θεοτόκον γὰρ ἔχεις· τὰς ὁδούς σου κατευθύνουσαν.

Ὡς πάντων τεκοῦσα· Κύριον πασῶν με ἐλευθέρωσον· ἀνομιῶν τῶν πάλαι· καὶ παντοίων ἔργων ἀγαθῶν· διὰ πολλὴν εὐσπλαγχνίαν σου καταπλούτησον· ἵνα γηθόμενος πόθῳ· Θεοτόκε μεγαλύνω σε.

Στιχηρά Προσόμοια.
Ἦχος γ΄. Μεγάλη τῶν μαρτύρων σου.
Εἰς τέλος· τῶν πενήτων σου μὴ ἐπιλάθη Πάναγνε· ἀλλὰ ταῖς σαῖς πρεσβείαις μελλούσης ἡμᾶς λύτρωσαι· ἀπειλῆς καὶ ἐνεστώσης βλάβης· καὶ τῆς ὀργῆς Κυρίου· ἐξάρπασον Θεοτόκε σοὺς δούλους.

Ἐν κλίνῃ· κατακείμενος τῆς ἀμελείας Ἄχραντε· τῇ τῆς ζωῆς μου χρόνον· ῥαθύμως ἐξετέλεσα· πτοούμαι τῆς ἐξόδου μου τὴν ὥραν· ἀλλὰ τῇ σῇ πρεσβείᾳ· ἐξέγειρον πρὸς μετάνοιαν Κόρη.

Άπόθου τὰ δυσβάστακτα φορτία τῶν σῶν πράξεων· τῶν πονηρῶν ψυχή μου καὶ πρόσελθε δακρύουσα· καὶ ἐκβόησον τὴν ἄχραντον Μητέρα· τὸν ἐλαφρὸν Πάναγνε ζυγόν· ἀξίωσον τοῦ Υἱοῦ σου βαστάζειν.

Τῇ Τρίτῃ Ἑσπέρας

Ὁ Κανών.

Ἦχος γ΄. ᾨδὴ α΄. Ὁ τὰ ὕδατα πάλαι.
Ἀρδευθῆναι πλουσίως· τοὺς αὔλακας τῆς ψυχῆς μου Παρθένε· καρπὸν φέρειν με ἑκατοστεύοντα· Δέσποινα ἀξίωσον· καὶ τὴν καρίαν μου πάσης· εὐφροσύνης πλήρωσον· ἵνα δοξάζω σε.

Διὰ σπλάγχνα ἐλέους· Δέσποινα πάντων· ἐλέησον τὴν ἀθλίαν ψυχήν μου· πυρὸς λύτρωσαι τοῦ αἰονιζόντος· τῆς τῶν δαιμόνων με· ἐπιδρομῆς Θεοτόκε· τὴν ὑπὸ τὴν σκέπην σου· νῦν καταφεύγοντα.

Τί ῥαθύμως τὸν βίον· ψυχή ἀθλία· παρέρχη καὶ οὐ φοβῇ τὴν ἡμέραν· τῆς φρικτῆς κρίσεως; ἀλλὰ ἀνάστα λοιπόν· ἐκ τῆς καταπτώσεως· τῆς ῥαθυμίας προθύμως· καὶ θερμῶς νῦν βόησον· σῶσόν με Δέσποινα.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Ῥῦσαι γεένης· καὶ πάσης ἄλλης ποινῆς· ἐν ὥρᾳ τῆς κρίσεως· τὸν δοῦλόν σου Πανάμωμε· καὶ μέτοχον ποίησον· τῆς τοῦ Υἱοῦ· καὶ Θεοῦ σου βασιλείας.

Ταλαιπωρήσας· νῦν κατεκάμφθην δεινῶς· καὶ οὐκ ἔστιν ἴασις· τῇ ψυχῇ μου Πανάμωμε· ἵνα μὴ εἰς τέλος με· ἐγκαταλείπῃς· τὸν δοῦλόν σου Παρθένε.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Ὅταν ἐν νυκτί· ὁ νυμφίος ἔλθῃ τοῦ κρίναι τὴν γῆν· τότε εἰς ἀπάντησιν αὐτοῦ μετὰ λαμπρᾶς λαμπάδος εὐδόκησον· ἐξελθεῖν με Πάναγνε· καὶ προσκυνῆσαι τούτου τὴν ἐπέλευσιν.

Νύξ με ἀφεγγής· τῶν παθῶν συνέχει τὸν δοῦλόν σου· ἀλλὰ τῷ φωτί σου Ἀγαθη· τὰ τῆς ψυχῆς μου νέφη διάλυσον· καὶ πρὸς φῶς ὁδήγησον· τῶν προσταγμάτων· τοῦ Θεοῦ Πανάχραντε.

Σάλῳ πειρασμῶν· καὶ ταῖς τρικυμίαις ποντούμενον· τῶν πονηροτάτων λογισμῶν· καὶ εἰς βυθὸν ἀεὶ καθελκόντων με· τὸν τῆς ἀπογνώσεως· σῶσον βοῶ σοι· Δέσποινα τὸν δοῦλόν σου.

Ὅταν τῆς σαρκός· ἡ ψυχή μου μέλλει χωρίζεσθαι· τότε παραστᾶσα συμπαθῶς· ἐπιδρομῆς δαιμόνων ἐξάρπασον· τῶν ἐπιζητούντων μοι· ἀδιαλείπτως· Κόρη τὴν ἀπώλειαν.

ᾨδὴ ε΄. Ἐπὶ τῆς γῆς.
Ἴδε Ἁγνή· τὴν ἀσθένειαν ἴδε· τῆς ταπεινῆς· καὶ ἀθλίας ψυχῆς μου· καὶ τῶν ἀσάρκων ἐχθρῶν· τῆς ἐπαναστάσεως· τῆς τούτων λύμης ῥῦσαί με.

Δαιμονικαῖς· ἐπηρείαις τὸν νοῦν μου· διηνεκῶς· εἰς ἀτόπους ἐννοίας· ὑπεξελκόμενον· μὴ ἐάσης Δέσποινα· ἀλλὰ ἀνάστησον ἀπερίτρεπτον.

Ἀμαρτωλοῖς· συνεσθίων ἐφάνη· ὁ σὸς Υἱός· διὰ πλήθους ἐλέους· ὃν μιμουμένη Ἁγνή· νῦν ἐμὲ οἰκτείρησον· ὑπὲρ πάντας ἀμαρτήσαντα.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Κύμασι· τοῦ βίου φρενοβλαβῶς· ἐγῶ ὁ τάλας συνεχῶς βυθιζόμενος· καὶ ταῖς αὔραις πάντοτε· τοῦ ἐχθροῦ ῥιπιζόμενος· νῦν κραυγάζω σοι· Θεοτόκε βοήθει μοι.

Ῥείθρα μοι· δακρύων πνευματικῶν· παράσχου Κόρη ὅπως πλύνω τὸν βόρβορον· τῶν πλημμελημάτων μου· καὶ τῶν παθῶν τῆς καρδίας μου· Παναμώμητε· τὰς κηλίδας ἐκκαθάρω.

Ὕπνωσα· εἰς θάνατον ψυχικόν· καὶ ἐν τῷ τάφῳ κεῖμαι τῆς ἀπογνώσεως· ἀλλὰ δίδου χεῖρά μοι· καὶ ἀνάστησον δέομαι· πρὸς μετάνοιαν· καὶ ζωὴν ὁδηγοῦσά με.

Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ὑπερβάλλουσαν· σοῦ ἀγαθότητα· τῆς χριστότητος· τῆς σῆς τὴν ἄβυσσον· γινώσκων ἔρχομαι προς σε· καὶ βοῶ σοι Πανύμνητε· ἴδε τὴν ταπείνωσιν· τῆς ψυχῆς μου καὶ λύτρωσαι· πάντων τῶν πραχθέντων μοι· ἐγκλημάτων Πανάχραντε· καὶ ῥῦσαί με ἐν ὥρᾳ τῆς δίκης· πάσης κολάσεως τὸν δοῦλόν σου.

ᾨδὴ ζ΄. Τῷ πρὶν εἰκόνι.
Ὡς συμπαθὴς Μήτηρ Θεοῦ τὸν δοῦλόν σου Δέσποινα· συμπαθείας ἀξίωσον τοὺς ἐν πίστει τῷ σῷ Υἱῷ βοῶντας· τῶν πατέρων ὁ Θεός· εὐλογητὸς εἶ.

Τομὴν ἀνάστηλον Ἁγνή· τῶν ἀμαρτημάτων μου· καὶ τῶν βεβήλων πράξεων· ἵνα πίστει τῷ σῷ Υἱῷ βοῶμαι· τῶν πατέρων ὁ Θεός· εὐλογητὸς εἶ.

Ἐπὶ τοῦ βήματος Χριστοῦ· ὅταν μέλλω κρίνεσθαι· ὡς ὑπεύθυνος Ἄχραντε· φάνηθί μοι ἐκ πάσης με βασάνου· ῥυομένη τῇ θερμῇ σου· προστασίᾳ.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Μὴ παύση Ἁγνὴ δυσωποῦσα· τοὺς ἐν κατανὐξει σε τιμῶντας λυτρωθῆναι· τῶν παγίδων τοῦ διαβόλου· τῷ Υἱῷ σου μέλποντας εὐλογεῖτε· πάντα τὰ ἔργα τὸν Κύριον· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Ὅτε τοῦ Θεοῦ τῇ προστάξει· μέλλει ἡ ψυχή μου ἐκ τοῦ βίου ἐκδιμῆσαι· τῆς παγίδος τῶν θηρευόντων· ἐξάρπασον μέλποντα εὐλογεῖτε· πάντα τὰ ἔργα τὸν Κύριον· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Μετάδος τῆς σῆς συμπαθείας· Δέσποινα τοῦ κόσμου τῷ σῷ δούλῳ δυσωπῷ σε· καὶ βασάνων με αἰωνίων· ἀπάλλαξον ψάλλοντα εὐλογεῖτε· πάντα τὰ ἔργα τὸν Κύριον· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Ἐγγίζει ψυχή· τὸ τέλος ἐπὶ θύραις τὸ κριτήριον· ἀπόστηθι τῶν ἔργων· τῆς αἰσχύνης καὶ ἐπιλαβοῦ· τῆς ἀγαθῆς πολιτείας· ἔχεις σύμμαχον· τὴν Θεοτόκον ἐκ πάσης· ῥυομένην σε κακώσεως.

Λησταῖς νοητοῖς· Πανάμωμε περιπεσῶν ὁ δείλαιος· ταῖς τούτων μεθοδείαις· τὸν χιτῶνά μου τῆς ἀρετῆς· φρενοβλαβῶς ἐξεδύθην· καὶ ψυχοφθόρων παθῶν· πεπληρωμένος βοῶ σοι· Θεοτόκε μὴ παρίδῃς με.

Σαρκὸς τὴν ἐμήν· ἀσθένειαν καὶ τῆς ψυχῆς τὸ ἄτοπον· καρδίας τὴν ὀδύνην· τὰς τοῦ νοός μου ἐκτροπάς· σοὶ ἀναθέμενος κράζω· ἐκάστῳ τούτων Ἁγνή· δίδου τὴν ἴασιν ὅπως· ἐν αἰνέσι μεγαλύνω σε.

Στιχηρά Προσόμοια.
Ἦχος γ΄. Μεγάλη τῶν μαρτύρων σου.
Τὸ οὖς σου· κλῖνον Δέσποινα καὶ πρόσχες μου τοῖς ῥήμασιν· ὅτι πτωχὸς καὶ πένης ὑπάρχω ὁ ταλίπωρος· διὸ πάσης ἐξελοῦ με ἐπηρείας· τῶν πονηρῶν παγίδων· σῶσόν με· Παναγία Παρθένε.

Ἡμέρας ἐναντίον σου καὶ ἐν νυκτὶ ἐβόησα· διὸ νῦν εἰσελθέτω· ἐνώποιον σου δέομαι· ἡ φωνὴ τῆς προσευχῆς μου Θεοτόκε· ὅτι ἐπλήσθη πάσης· κακώσεως· ἡ ψυχή μου Παρθένε.

Ὑσσώπω· κατανύξεως τὴν ψυχήν μου ῥαντίσασα· καθάρισον ἐν τάχει κηλίδος με Πανάμωμε· καὶ δακρύων λάμπρυνον τοῖς ὄμβροις ὑπὲρ χιόνα· Πάναγνε ὅπως· δοξάζω σου τὴν πολλὴν εὐσπλαγχνίαν.

Τῇ Τετάρτῃ Ἑσπέρα

Ὁ Κανών.

Κατ’ ἀλφάβητον ἀντιστρόφως·

Ἦχος γ΄. ᾨδὴ α΄. Ὁ τὰ ὕδατα πάλαι.
Ὡς πηγὴν εὐσπλαγχνίας· καὶ συμπαθείας γινώσκων σε τοῦ Θεοῦ τὴν Μητέρα· προσελθῶν δέομαι τῆς σῆς χρηστότητος· δοῦναί μοι κατάνυξιν· ὅπως πενθήσω τὰ πλήθη· τῶν πλημμελημάτων μου· πάναγνε Δέσποινα.

Ψυχικῶν μοι δακρύων· δίδου σταγῶνα· τὸν βόρβορον ἀποπλύνουσα πάντα τῶν ἐμῶν πράξεων πονηρῶν λογισμῶν· πάσας ἐκκαθαίρουσα· τὰς ψυχοφθόρους κηλίδας· καὶ ναὸν ποιοῦσά με· τοῦ θείου Πνεύματος.

Χειμαζόμενος σάλῳ· καὶ τρικυμίαις Πανάμωμε τῶν ἐμῶν ἐγκλημάτων καὶ δεινῶς πάντοθεν τοῦ πολεμήτορος· αὔραις ῥιπιζόμενος· καὶ εἰς βυθὸν ἀπωλείας· νῦν παραπεμπόμενος· βοῷ σοι σῶσόν με.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Φωτὶ τῷ θείῳ· τὸν σκοτιθέντα μου νοῦν· φαύλαις ἐνθυμήσεσι· καταύγασον Πανάμωμε· σὺ γὰρ φῶς ἐκύησας· τὸ ἀνατεῖλαν Πατρὸς ἐξ ἀϊδίου.

Ὑποσκελλίσας· ὁ τῶν δικαίων ἐχθρός· τῆς ψυχῆς μου Δέσποινα· Ἁγνὴ τὰ διαβήματα· πρὸς τὴν γῆ κατέῤῥαξεν· ἀλλὰ τῇ σῇ δεξιᾷ ἀνάστησόν με.

Ταῖς τοῦ τελώνου· φωναῖς ὁ τάλας ἐγώ· χρώμενος κραυγάζω σοι ἱλάσθητί μοι Δέσποινα· καὶ πταισμάτων ἄφεσιν· τῇ σῇ πρεσβείᾳ· παράσχου τῷ σῷ δούλῳ.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Σάρκα ἡδοναῖς· καὶ ἡδυπαθείας ἐμόλυνα· καὶ τὸ τῆς ψυχῆς μου κάθαρον· ταῖς ῥυπαραῖς ἐννοίαις ἐσπίλωσα· καὶ τὸ νοῦν ἠμαύρωσα· μὴ οὖν παρίδης· Δέσποινα τὸν δοῦλόν σου.

Ῥύστης μου γενοῦ καὶ καταφυγὴ κραταίωμα κέρας σωτηρίας τε Ἁγνή· καὶ ἀντιλήπτωρ πάσης με θλίψεως· ῥυομένη πάντοτε· καὶ τοὺς ἐχθρούς μου· πάντα καταισχύνουσα.

Πλήθει πειρασμῶν· νῦν περισχεθεὶς ὁ ταλαίπωρος· καὶ ταῖς τῶν δαιμόνων μηχαναῖς· διηνεκῶς Ἁγνὴ πολεμούμενος· τῇ θερμῇ πρεσβείᾳ σου ἐπιβοῶμαι· Δέσποινα μου σῶσόν με.

ᾨδὴ ε΄. Ὡς εἶδεν Ἠσαΐας.
Ὁ χρόνος τῆς ζωῆς μου· ὡσεὶ καπνὸς ἐξέλιπε Πανάμωμε· καὶ ταῖς τοῦ θανάτου· πύλαις προσήγγισα· καὶ φρίττω τὴν τῶν δαιμόνων· ἐπανάστασιν τὰ ἔργα γὰρ αὐτῶν· ἔπραξα δι ὅλου ἀλλ’ οἴκτειρον καὶ σῶσόν με.

Ξηράνασα Παρθένε· τὴν τῶν κακῶν μου ἄβυσσον κατάπεμψον· ῥεῖθρά μοι δακρύων· καὶ σβέσον ἅπασαν· παθῶν μου τὴν φλόγα Κόρη· καὶ ἀξίωσον ῥυσθῆναι με πυρός· λοιπῶν βασάνων· ἐν ὥρᾳ τῆς ἐτάσεως.

Νοσοῦσαν τὴν ψυχήν μου· ταῖς ἀμαρτίαις Ἄχραντε θεράπευσον· τῇ σῇ συμπαθείᾳ· καταξίωσον ποιεῖν με ἐν ταπεινώσι· τοῦ Υἱοῦ σου τὰ προστάγματα Ἁγνή· ὅπως ἀπολαύσω· τῆς τούτου ἀγαθότητος.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Μέγιστον ὁ τοῦ Θεοῦ σε Υἱός· ἁμαρτανόντων καταφύγιον ἔδειξε· σαρκωθεὶς Θεόνυμφε ἐκ τῶν ἁγνῶν αἱμάτων σου· ὅθεν ἵλεος· τοῖς ἱκέταις σου φάνηθι.

Λάμπρυνον τῷ φέγγει σου ἀγαθή· τὰ σκοτισθέντα τῆς καρδίας μου ὅμματα· λογισμῶν συγχύσεσι· καὶ φωτὸς υἱὸν ποίησον· καὶ ἐν τόπῳ με· φωτεινῳ κατασκήνωσον.

Κύματα· τῶν ἐμπαθῶν λογισμῶν· διηνεκῶς με συνταράτουσιν Ἄχραντε· πονηρῶν πνευμάτων δε· καταιγίδες κλονοῦσί με· ἀλλὰ στήριξον· ἀπαθείας ἐν πέτρᾳ με.

Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Μὴ ἀποῤῥίψης με· ἀπὸ προσώπου σου· τὸν παροξύναντα· τὸν Ποιητήν μου καὶ Θεόν· τῂ παραβάσεσι τῶν αὐτοῦ ἐντολῶν ἀλλὰ δέξαι με· καὶ δι ἀγαθότητα· συμπαθείας ἀξίωσον· ἔχεις γὰρ τὸ δύνασθαι· ὡς τεκοῦσα τὸν Κύριον· λύτρωσαι πυρὸς αἰωνίου· ἐν τῇ φρικτῇ παρουσίᾳ Χριστοῦ.

ᾨδὴ ζ΄. Τὸ πρὶν εἰκόνι.
Ἰσχὺν περίζωσον Ἁγνή· τὴν ἐξασθενήσασαν· ψυχήν μου ἁμαρτήμασιν· καὶ βοῶντα τῷ σῷ Υἱῷ με σῶσον· τῶν πατέρων ὁ Θεός· εὐλογητὸς εἶ.

Θανάτου ὥρα δεδοικώς· διὰ τὴν ἀθάνατον· καὶ αἰώνιαν κόλασιν· σοὶ προσπίπτω διάσωσόν με τότε· ἐκ παγίδος θηρευτῶν· Θεογεννῆτορ.

Ἡ τὸν ἀχώρητον Θεὸν· ἐν γαστρὶ χωρήσασα· πολλαῖς στενοχωρούμενον· πλημμελείαις τὸν νοῦν μου Θεοτόκε· ἐλευθέρωσον τῆς τούτων· τυραννίδος.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ζηλώσας τὸν ἄσωτον ὄντως· πάντα μου τὸν βίον ἀνηλώσας ἁμαρτίαις· νῦν κραυγάζω ἡμάρτηκα σοι· ποιήσον ὡς ἕναν με τῶν μίσθιων· Κόρη τοῦ Υἱοῦ καὶ Κτίστου σου· ἵνα σὲ δοξάζω· εἰς πάντας τοὺς αἰώνας.

Ἐπλήσθη κακῶν ἡ ψυχή μου· καὶ προελογίσθη Θεοτόκε μετὰ πάντων· τῶν εἰς λάκκον καταβαινόντων· ἀλλὰ σὺ ἀνάγαγε ἐκ τοῦ βόθρου· Κόρη τῆς ταλαιπωρίας μου· καὶ ἀπὸ πηλοῦ ἱλυος τῶν κακῶν μου.

Δυσῶπει Χριστὸν ἡ τεκοῦσα· ὅνπερ ἐξ ἁγίων σου λαγόνων Θεοτόκε· τῶν πολλῶν μου παραπτωμάτων· δοῦναι τὴν συγχώρησιν εὐλογεῖτε· τὰ ἔργα βοῶντος τὸν Κύριον· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Γένος βροτῶν· Πανάμωμε τὴν σὴν ἀκαταμάχητον· πλουτῆσαι προστασίαν· βοᾷ σοι ἡμέρας καὶ νυκτὸς μὴ διαλίπῃς ἀπαύστως· καθικετεύουσα· τὸν ποιητὴν καὶ Υἱόν σου· οίκτειρῆσαι τοὺς ὑμνοῦντάς σε.

Βολίδες παθῶν· ἀτόπων τὴν ψυχήν μου ἐτραυμάτισαν· δαιμόνων ἐπηρείας· ἐναντίον βέλη λογισμῶν· ἀδιαλείπτως τὸν νοῦν μου· κατατιτρώσκουσιν· διὸ θεράπευσον Κόρη· ἀνίατά μου τραύματα.

Ἀπόστησον· Θεοτόκε ἀπ’ ἐμοῦ τῶν πολεμίων ἐχθρῶν· τὰς μάστιγας ἐν τάχει· τὰς ἐπαναστάσεις γὰρ αὐτῶν· καὶ τὴν πολλὴν πονηρίαν· καὶ τὴν ἀπόνοιαν· οὐκ ἔτι στέγω ὁ τάλας· ἀλλὰ σπεύσον ἐξελέσθαι με.

Στιχηρά Προσόμοια.
Ἦχος γ΄. Μεγάλη τῶν μαρτύρων σου.
Ἰσχύς μου· σὺ καὶ στήριγμα ὑπάρχεις καὶ κραταίωμα· καὶ τῆς ὀδυνομένης· ψυχῆς μου ἡ παράκλησις· διὸ πρόσχες τῇ φωνῇ μου Θεοτόκε· έξελοῦ με πάσης· συγχύσεως· καὶ φροντίδος τοῦ βίου.

Ταῖς αὔραις· ὥσπερ κάλαμος τοῦ πονηροῦ ῥιπίζομαι· διηνεκῶς Παρθένε· ἀλλ’ οἴκτειρον τὸν δοῦλόν σου· ταῖς τούτων καταιγῖσι εἰς τέλος· ἐάσης με κλονεῖσθαι· ἀλλ’ ἅρπασον· τῆς αὐτοῦ έξουσίας.

Ὁρῶσα· τοῦ ἐκ σοῦ τεχθέντα Παναμώμητε· κρεμάμενον ἐν ξύλῳ· ἠλάλαζες βοῶσα· ποθηνότατόν μου τέκνον ποῦ σοῦ ἔδυ· τὸ κάλλος τὸ φωσφόρον· τὸ καλλωπίσαν· τῶν ἀνθρώπων τὴν φύσιν.

Τῇ Πέμπτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος γ΄. ᾨδὴ α΄. Ὁ τὰ ὕδατα πάλαι.
Στεναγμόν μοι παράσχου· συντετριμμένῳ· δάκρυον ψυχικὸν Θεοτόκε· τὰ πολλὰ πταίσματα ὅπως πενθήσω μου· καὶ τῆς συνειδήσεως· τὸ αδιόρθωτον Κόρη καὶ ἐξιλεώσομαι· τὴν εὐσπλαγχνία σου.

Λογισμοῖς ὁλισθαίνω· καὶ καταπίπτω· εἰς ἄβυσσον ἀπωλείας Παρθένε· καὶ τῆς σῆς δέομαι νῦν ἀντιλήψεως· στῆσον ἀπερίτρεπτον· τὸ ἀσθενὲς τοῦ νοός μου· πέτρᾳ στηριζόμενον· τῶν τοῦ Θεοῦ ἐντολῶν.

Τῆς συκῆς περιφέρων· τὴν ἀκαρπίαν· πτοοῦμαι τὴν ἐκτομὴν καὶ τὴν δίκην· μὴ εἰς πῦρ πέμπης με ὁ Πλαστουργός μου Θεός· κάμφθητι πρὸς δέησιν· τῆς σῆς Μητρὸς καὶ παράσχου· ἐμοὶ τὴν συγχώρησιν· εὔσπλαγχνε Κύριε.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Οἱ πολεμοῦντες· καὶ θλίβοντές με πολλοί· καὶ οὐκ ἔστιν ἄνεσιν εὑρεῖν ἀπολύτρωσιν· τῶν παρακαλούντων με· μὴ ὑπερίδης· Ἁγνὴ τὴν δέησίν μου.

Βεβαρυμένος· τῷ πλήθει τῶν χαλεπῶν· καὶ πολλῶν πταισμάτων μου· πρὸς ὕψος τὸ οὐράνιον· ἀτενίσαι οὐκ ἰσχύω· ἀλλὰ ἀνάστησον· καὶ ἄφεσιν μοι δίδου.

Διασπάραξαι· τὴν ταπεινήν μου ψυχήν· ὁ ὄφις ὁ δόλιος· καθεκάστην ἐπείγεται· ἀλλὰ τούτου σύντριψον· τοὺς ψυχοφθόρους· ὁδόντας Θεοτόκε.

ᾨδὴ δ΄. Ἔθοῦ πρὸς ἡμᾶς.
Φρίτω ἐννοῶν· τῶν ἀμαρτιῶν μου τὸ πέλαγος· καὶ τῶν ἐναντίων λογισμῶν· τὸ χαλεπὸν καὶ μέγα κλυδώνιον· ἀλλὰ σὺ κυβέρνησον· καὶ πρὸς γαλήνην· ἴθυνόν με Πάναγνε.

Πώρωσις δεινή· τὴν ἐμὴν ψυχὴν νῦν κατέλαβεν· ἀγνοίᾳ καὶ λήθῃ τῶν κακῶν· ὧν ἐν τῷ βίῳ ἔπραξα Πάναγνε· σὺ εἰς μετάνοιαν· ὧν εἰργασάμην· ἄγαγέ με Δέσποινα.

Πῦρ τῶν ἡδονῶν· τῶν δακρύων ῥείθροις κατάσβεσον· τὰς συμπνίγουσας μου τὸν νοῦν· βιωτικὰς ἀκάνθας κατάφλεξον· τῷ πυρὶ τοῦ Πνεύματος· Θεογεννῆτορ· σκέπη μου καὶ στήριγμα.

ᾨδὴ ε΄. Ὡς εἶδεν Ἠσαΐας.
Ψυχῆς μου τὴν ὀδύνην· καὶ τῆς σαρκὸς ἐπίστασαι τὸ ἄτονον· καὶ τὸ τοῦ νοός μου· σαθρὸν καὶ ἄστατον· Παρθένε διὸ ἐλέους· καταξίωσον καὶ χάριτος τῆς σῆς· ἵνα δοξάζω· σωζόμενος πρεσβείαις σου.

Μὴ κλείσης μοι τὰ σπλάγχνα· τῶν οἰκτιρμῶν σου Δέσποινα πανάμωμε· ἀλλ’ ἐν κατανύξει· προσερχομένῳ σοι· παράσχου τὰ σὰ ἐλέη· καὶ δεινῶν ἀπαλλαγὴν καὶ φωτισμόν· ὅπως εὐχαρίστως· ὑμνῶ τὰ μεγαλεῖά σου.

Ἐπλήθυναν Παρθένε· οἱ δωρεὰν μισοῦντές με καὶ θλίβοντες· νῦν ὑπὲρ τὰς τρίχας· τῆς κεφαλῆς μου Ἁγνή· ζητοῦντες διασπαράξαι· καὶ κατάβρωμα ποιῆσαι ἑαυτῶν· τούτους νῦν αἰσχύνην· πληρῶσα ἀπόστρεψον.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Ἴασαι· τὴν ταπεινήν μου ψυχήν· ὅτι ἀσθενὴς εἰμὶ καὶ οὐκ ἰσχύω Πάναγνε· ἐγερθεὶς δεηθήσομαι· τὴν σὴν ἄμαχον δύναμιν· ἀλλὰ δώρησαι· τῇ σαρκί μου τὴν ἴασιν.

Φώτισον· τοὺς ὀφθαλμούς μου Ἁγνή· φωτὶ τῷ θείῳ μὴ ὑπνώσω εἰς θάνατον· καὶ έπιχαρίει μοι· ὁ ἐχθρός μου Πανάμωμε· σὺ γὰρ πέφυκας· φωτισμὸς τῆς καρδίας μου.

Χείμαῤῥοι· τῶν πονηρῶν λογισμῶν· ἕως ψυχῆς μου ἐπελθόντες καλύπτουσι· διελθεῖν ἀξίωσον ὕδωρ τὸ ἀνυπόστατον· πρὸς εὔδιον· λιμένα με ὁδήγησον.

Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἅπας ὁ βίος μου· ἐν ῥαθυμίᾳ πολλῇ· διῆλθε Πάναγνε· καὶ νῦν προσήγγισα· τῷ τῆς ἐξόδου μου καιρῷ· καὶ δέδοικα τοὺς ἐχθροῦς μου· μὴ διασπαράξω σοι· τὴν ψυχήν μου Πανάχραντε καὶ τῆς ἀπωλείας με· τῷ βυθῳ παραπέμψωσιν· ἀλλ’ οἴκτειρον τὸν δοῦλόν σου Κόρη· καὶ ῥῦσαί με τῆς τούτων κακώσεως.

ᾨδὴ ζ΄. Τῷ πρὶν εἰκόνι.
Προς σε ἐκέκραξα Ἁγνή· ἐκ βαθέων λύτρωσαι· χειλέων ἐξ ἀδίκων με· καὶ ἐκ γλώσσης δολίας μελωδοῦντα· τῶν πατέρων ὁ Θεός· εὐλογητὸς εἶ.

Ἦρα πρὸς σὲ τοὺς ὀφθαλμούς· Ἁγνὴ τῆς καρδίας μου· ἐπίβλεψον καὶ ἴδε μου· τὴν ὀδύνην καὶ σῶσον μελωδοῦντα· τῶν πατέρων ὁ Θεός· εὐλογητὸς εἶ.

Ἐξουδενώσεως πολλῆς· ἡ ψυχή μου· πέπλησαι· ἐλέησον νῦν Δέσποινα· βοῶντα τῷ σῷ Υἱῷ με σώσον· τῶν πατέρων ὁ Θεός· εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Ἄστέκτω πυρί.
Ῥυσθείτω Ἁγνὴ ὡς στρουθίον· τῆς τῶν θηρευόντων με παγίδος ἡ ψυχή μου· ἡ παγὶς δὲ τούτων ἐν τάχει· συντριβείτω μέλπω γὰρ εὐλογεῖτε· πάντα τὰ τὸ Κύριον· καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰώνας.

Ἐκ νεότητός μου τὰ ἔργα πράτω τῆς αἰσχύνης μέχρι γήρως τῆς ψυχῆς μου· ἀπημαύρωσα τὸ ὡραίον· καὶ πτοούμαι Πάναγνε τοῦ Υἱοῦ σου· ὄντως τὴν φρικτὴν ἐξέτασιν· ἀλλὰ σύ με ῥῦσαι· ἐκ πάσης τιμωρίας.

Κύνες νοητοὶ ψυχοφθόροι· νῦν περικυκλώσαντές με ἐκζητοῦσι· τὴν ἀπώλειαν τῆς ψυχῆς μου· ἀλλὰ πλήρωσον Θεοτόκε πάσης· αἰσχύνης τὰ πρόσωπα· ἵνα σὲ δοξάζω· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Σοῦ τὸ ἀσθενές· ἐπιστάσαι τοῦ ταπεινοῦ μου σώματος· τὸ ἄλγος τῆς ψυχῆς μου· τῆς καρδίας μου τὸν στεναγμόν· καὶ τοῦ νοός μου τὴν πλάνην· καὶ τὰ ἰνδάλματα· διὸ τῇ σῇ συμπαθείᾳ· ἐκατέρων δὸς τὴν ἴασιν.

Τὸν βίον· ἐν ἀσωτείᾳ ἐκτελέσας ὁ ταλαίπωρος· προσήγγισα τῷ τέλει· τῆς ζωῆς μου καὶ τοὺς στεναγμούς· τῶν ἀκαθάρτων δαιμόνων δέδοικα Πάναγνε· ἀλλὰ τῆς τούτων κακίας· τὴν ψυχήν μου ἐλευθέρωσον·

Δαιμόνων· τὰς πανουργίας καὶ ψυχῆς μου τὴν ἀσθένειαν· γινώσκεις Θεοτόκε· καὶ τὰς καθεκάστην τῶν αὐτῶν· ἐπαγομένας μοι θλίψεις· καὶ ἀθυμίας Ἁγνή· ἀλλὰ τῆς τούτων ἐν τάχει τυραννίδος με ἀπάλλαξον.

Στιχηρά Προσόμοια.
Ἦχος γ΄. Ἐν γυναιξιν.
Ἡ τῶν παρθένων δόξα· τῶν μητέρων τὸ καύχημα Δέσποινα· πρέσβευε ὡς ἄχραντος· τῷ Υἱῷ σου καὶ Θεῷ· πειρασμῶν καὶ παθῶν· τοῦ ῥυσθῆναι ἡμᾶς.

Τῶν ταπεινῶν τὸ ὕψος· ὑψηλῶν τὸ στήριγμα Δέσποινα κόρη Θεοχαρίτωτε· δυσωποῦσα ἐκτενῶς· ὑπὲρ πάντων ἡμῶν· μὴ ἐλλείπῃς Θεὸν.

Τῶν Ὀρθοδόξων κλέος· καὶ πάντων σκέπη καὶ καύχημα· Μήτηρ ἀειπάρθενε· τὸν Υἱόν σου καὶ Θεὸν· ἐκδυσώπει ἀεί· τοῦ σωθῆναι ἡμᾶς.

ΑΡΧΗ ΤΟΥ Δ΄ΗΧΟΥ

Τῷ Σαββάτῳ Ἑσπέρα

Ὁ Κανών

Ἦχος δ΄. ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Σπλαγχνίθητι Δέσποινα· καὶ τὴν ψυχήν μου καθάρισον· κακίας τοῦ ὄφεως· καὶ τῶν δεινῶν μου παθῶν· καὶ κολάσεως· καὶ κρίσεως μελλούσης· καὶ πυρὸς ἀπάλλαξον τοῦ αἰωνίζοντος.

Πεσόντος ἀνάκλησις· καὶ ἱσταμένων βοήθεια· ὑπάρχεις Πανάμωμε ὅθεν σοῦ δέομαι· συμπλωθέντα με· τὸν νοῦν τῇ ἀμαρτίᾳ· ἀνόρθωσον δέομαι· ὅπως δοξάζω σε.

Ἐν σοὶ τὰς ἐλπίδας μου· τῆς σωτηρίας ἀνέθηκα· καὶ πρὸς σὲ τὴν εὔσπλαγχνον πίστει κατέφυγα· μὴ ὑπερίδης με· ἐλπὶς ἀπηλπησμένων· μηδὲ τῶν δαιμόνων με· δείξεις ἐπίχαρμα.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Τὴν δρόσον τῆς σῆς μοι εὐσπλαγχνίας· παράσχου πανάμωμε Ἁγνή· τῆς ἁμαρτίας καύσωνι· τηκόμενον καὶ θλίψεσιν· αὐτὴ ἐπαναψύχουσα· καὶ χαρὰν θείαν βραβεύουσα.

Νοσοῦσαν δεινῶς Θεοκυῆτορ· πάθει τὴν ἀθλίαν μου ψυχήν· ὡς συμπαθὴς ἐπίσκεψαι· καὶ σῶσόν με πρεσβείαις σου· καὶ τῆς μελλοῦσης κρίσεως· καὶ τῆς κολάσεως ἐξάρπασον.

Ἐλέησον μόνη Θεοτόκε· ἐλέησον οἴκτειρον ψυχήν· ἀθλίαν κινδυνεύουσαν· δαιμόνων καὶ παθῶν πονηρῶν· καὶ πρὸ καιροῦ θανάτου μου· ταύτην καθάραι παρακλήθητι.

ᾨδὴ δ΄. Δι’ ἀγάπησιν οἰκτίρμον.
Ἄβυσσος ἐλέους καὶ εὐσπλαγχνίας· Θεοκυῆτορ κόρη· ὡς ὑπάρχουσα ῥῦσαι· πάσης ἐπηρείας με· δαιμόνων καὶ θλίψεων.

Ἐπηρείας με δαιμόνων καὶ τυραννίδος· ἐν τῷ καιρῷ τοῦ τέλους· τῆς ζωῆς μου Παρθένε· ῥῦσαι Παναμώμητε· καὶ πάσης κολάσεως.

Φόβος με καὶ τρόμος ὦ Θεοτόκε· ἡ τῆς φρικτῆς ἡμέρας· τυρανεὶ καὶ ἐτήκει· ψυχὴν τὴν ἀθλίαν μου· διὸ κατοικτείρησον.

ᾨδὴ ε΄. Ἀσεβεῖς οὐκ ὄψονται.
Εὐφρανθήτω Δέσποινα· ψυχή μου ταπεινὴ τοῦ φοβεῖσθαι τὸν σὸν Υἱὸν· καὶ ποιεῖν προστάγματα· τούτου Πανάμωμε· ἐκ καρδίας Πάναγνε· ταῖς πρεσβείαις σου εὐδόκησον.

Ἐν ὅλῃ καρδίᾳ μου· Παρθένε ἀγαθή· ἐξομολογεῖσθαι τῷ Λυτρωτῇ· τὴν ἐμὴν ἀγάθυνον· ψυχὴν ταλαίπωρον· ἐξωθοῦσαν πώρωσιν· τῆς καρδίας μου Πανάμωμε.

Τὴν ψυχήν μου φύλαξον· ὡς κόρην ὀφθαλμοῦ· ἐν τῇ σκέπῃ σου ἀγαθή· τῶν πτερύγων Ἄχραντε· καὶ τῶν πνευμάτων με· πονηρίας λύτρωσαι· τιμωρίας καὶ κακώσεως.

ᾨδὴ ς΄. Ἐβόησε προτυπών.
Φώτισον· κατανύξεως πόμα μοι Δέσποινα· καὶ δακρύων· ποταμούς μοι παράσχου Πανάμωμε· δι’ ὧν σβέσον φλόγα· αἰωνίζουσαν μόνη Πανύμνητε.

Ἐπλήθυναν ὑπὲρ ἄμμον θαλάσσης τὰ πταίσματα· τῆς ψυχῆς μου· καὶ ὡς φόρτος βαρὺς κατατρύχει με· ἀλλὰ σὺ τὸ φῶς μου· πρὸ τοῦ τέλους κάθαρον σῶσόν με.

Ἐπίβλεψον· ἐπ’ ἐμὲ τὸν δεινῶς βυθιζόμενον· ὑπὸ πλήθους· ἀμετρήτων πταισμάτων Πανάμωμε· καὶ πρὸς τὸν λιμένα· ἀπαθείας τῶν ἄνω καθόρμισον.

Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη· καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας· τίς ἐξειπεῖν δυνήσεται Πανάμωμε· τὰς ἐπαναστάσεις δε· τῶν ἀσάρκων ἐχθρῶν μου· τίς διηγήσεται· καὶ τὴν τούτων κακίαν· ἀλλὰ τῇ σῇ πρεσβείᾳ Ἀγαθή· τούτων μοι πάντων τὴν λύτρωσιν δώρησαι.

ᾨδὴ ζ΄. Εν τῇ καμίνῳ.
Μὴ τῷ θυμῷ σου· ταπεινὸν ἐλέγξης με Δέσποινα· μηδὲ· τῇ ὀργῇ σου παιδεύσῃς με ἀγαθέ· ἀλλὰ φεῖσαί μου ὡς εὔσπλαγχνος· ταῖς τῆς τεκούσης σε ἱκεσίαις Σωτήρ μου· καὶ σῶσόν με.

Μὴ τοῦ καλάμου τοῖς θηρίοις κατάβρωμα ἔκδοτον· δώσης· τὴν ἐμὴν γενέσθαι ἁγνὴ ψυχήν· ἀλλὰ ῥῦσαι καὶ συντήρησον· καὶ τῆς μερίδος με· τῶν σωζομένων Κόρη· ἀξίωσον.

Φῶς καὶ ζωή μου· καὶ ὁδηγὸς καὶ τρίβος σωτήριος· σκέπη βοηθὸς καὶ φύλαξ μου καὶ καταφυγή· καὶ παράκλησις καὶ καύχημα· καὶ βακτηρία μου· καὶ προστάτις γενήθητι Δέσποινα.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ναμάτων με πλήρωσον Παρθένε· ἐνθέων ἡ τὴν πηγὴν κυοφορήσασα· λύτρωσον τοῦ καύσωνος· τῶν ἁμαρτημάτων μου· καὶ πρὸς ζωὴν ὁδήγησον· καὶ σωτηρίαν Ἁγνή· καὶ πώρωσιν ψυχῆς μου ἀθλίας· δίωξον Παρθένε· καὶ τῶν δαιμόνων ῥῦσαι.

Νεφέλη τὸν ὄμβρον δεξαμένη· τῆς ὅλης θεότητος Πανάμωμε· ὄμβρισον ῥανίδα μοι· Πάναγνε ἀφέσεως· ἐπιῤῥοὰς ξηραίνουσα· τῆς ἀμαρτίας μου· παθῶν τε ποταμοὺς χαλινοῦσα· καὶ τῆς χαλεπῆς με· ἐξαιροῦσα ὀδύνης.

Ἐν ὥρᾳ Παρθένε τελευτῆς μου· χειρὸς τῶν δαιμόνων με ἐξάρπασον· καὶ τῆς κατακρίσεως· καὶ λογοθεσίου με· καὶ φοβερᾶς ἐτάσεως· καὶ τελωνίων πικρῶν· καὶ ἄρχοντος δεινοῦ Θεομῆτορ· καὶ τοῦ αἰωνίου· πυρὸς καὶ καταδίκης.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Φωτὸς οἰκητήριον ὤφθης· τοῦ ἀνεσπέρου Θεοτόκε· φώτισον διὸ τὴν ψυχήν μου· ἐσκοτισμένην· ταῖς παραβάσεσιν· καὶ πρὸς τὸ φῶς τὸ ἄδυτον· διαιωνίζειν με κατεύθυνον.

Ῥῆξον τὰς σειρᾶς τῶν πταισμάτων· τῆς παναθλίας μου καρδίας· παῦσον τὰς ὀρμὰς τῶν πειρασμῶν· τῆς ἀμαρτίας· θραύσον τὸν τάραχον· καὶ τὴν ψυχήν μου κακώσεως· καὶ τῆς πωρώσεως ἀπάλλαξον.

Φέγγει με τῆς σῆς εὐσπλαγχνίας· τὸν ἐν σκότει τῆς ἀγνοίας· κείμενον καταύγασον Κόρη· τὸν φωτοδότην ἀποκυήσασα· καὶ τρίβον μοι ὑπόδειξον· τὴν πρὸς τὸν Κύριον εἰσάγουσα.

Στιχηρά Προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Σὲ τὸ καθαρώτατον· τοῦ βασιλέως παλάτιον· δυσωπῶ Πολυύμνητε· τὸν νοῦν μου καθάρισον· κατεσπηλωμένον· πάσαις ἁμαρτίαις· καὶ καταγώγιον τερπνὸν τῆς ὑπερθέου Τριάδος ποίησον· ὅπως τὴν δυναστείαν σου καὶ τὸ ἀμέτρητον ἔλεος· μεγαλύνω σωζόμενος· ὁ ἀχρεῖος οἰκέτης σου.

Κριτὴν δικαιότατον· ἀποκυήσασαν ἔγνωμεν· Ἰησοῦν τὸν Θεὸν ἡμῶν· αὐτὸν οὖν ἱκέτευε· κατακεκρυμμένον· καὶ κατεγνωσμένον· ἐν τῇ μελλούσῃ φοβερᾷ· κρίσις Παρθένε μὴ κατακρίνεις με· συντάξαι δὲ τοῖς μέλλουσιν· ἐκ δεξιῶν τούτου ἵστασθαι· ἐκλεκτοῖς διὰ ἔλεος· καὶ πολλὴν ἀγαθότητα.

Ἕτερον.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Καὶ ψυχὴν σὺν τῷ σώματι· καὶ καρδίαν καὶ ἔννοιαν· σοὶ τῇ Θεομήτορι προσανέθηκα· τῇ μὲν τὰ πρόσφορα αἴτησαι· τοῦ δὲ τὰ σκιρτήματα· ἀπονέκρωσον τὴν δε· φωταγώγησον Πάναγνε· τῆς ἐννοιας δὲ τὰς ἀτάκτους κινήσεις ἀοράτους· καταπράυνον καὶ στῆσον· τῶν ἐγκλημάτων τὸν τάραχον.

Τῇ Κυριακῃ Ἑσπέρα

Ὁ Κανών.

Οὗ ἡ ἀκροστηχίς·
ᾨδὴ Τετάρτη· τῇ Θεοτόκῳ Κόρη.

Ἦχος δ΄. ᾨδὴ α΄. Θαλάσσης τὸ ἐρυθραίον.
Ὡς οὖσα καθαρωτέρα Πάναγνε· πάσης τῆς κτίσεως· τὴν ἀκαθάρτοις πάθεσι δεινοῖς· μολυνθεῖσαν καρδίαν μου· τῇ καθαρᾷ πρεσβείᾳ σου· Θεοκυῆτορ ἀποκάθαρον.

Δακρύων καὶ στεναγμῶν με λύτρωσαι· ἀποκειμένων με· ἐν τῇ μελλούσῃ δίκῃ τῇ φρικτῇ· εὐπροσέκτοις πρεσβείαις σου· Παρθενομῆτορ ἄχραντε· ταῖς πρὸς τὸν Κτίστην καὶ Θεὸν ἡμῶν.

Ἡ Μόνη τῇ ὑπὲρ νοῦν κυήσει σου· ἐλευθερώσασα· ἐκ τῆς ἀρᾶς τὸ γένος τῶν βροτῶν· σαρκικοῖς με παθήμασι· δεδουλομένον Πάναγνε· σαῖς ἱκέσίαις ἐλευθέρωσον.

ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.
Τὴν ἀνωτέραν· Χερουβὶμ ἱκετεύω σε Δέσποινα· συμπλωθέντα μου τὸν νοῦν· ταῖς ἐπηρείαις τοῦ ὄφεως· παθῶν τῶν τοῦ σώματος· δεῖξον ἀνώτερον.

Ἐν τῇ ἐτάσει· τῇ φρικτῇ ὅταν μέλλῃ με Κυρίου· κατακρίνειν τὰ πολλά· ἡμαρτηκότα Πανάμωμε· εὕρω ῥυομένην σε· τῆς καταδίκης με.

Τοῖς οἰκτιρμοῖς σου· τοὺς ἀσπλάγχνους μου τρόπους μετάβαλε· συμπαθείᾳ σου Χριστέ· ἀσυμπαθῆ με ὑπάρχοντα· σῶσον παρακλήσεσι· τῆς κυησάσης σε.

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Ἁγιάσματος ὑπάρχουσα θεῖος τόπος· τοῦ κενωθέντος Ἄχραντε ἐπ’ εὐεργεσία· τοῦ ἰδίου πλάσματος· ψυχήν μου ἁγίασον· καὶ τὸν λογισμὸν φωταγώγησον.

Ῥιπιζόμενον τῷ λαίλαπι τῆς κακίας· τὸν λογισμόν μου Δέσποινα καὶ τῇ ἀμελείᾳ· ὅλον μαραινόμενον· πρεσβείαις σου λύτρωσαι· καὶ τῶν συμπτωμάτων ἐξάρπασον.

Τὸ παλάτιον Παρθένε τοῦ βασιλέως· τὸν οὐρανὸν τὸν ἔμψυχον νῦν ἐκδυσωπῶ σε· οἶκον τῆς Τριάδος με· εἰχαῖς σου ἀνάστησον· σπήλαιον ληστῶν χρηματίσαντα.

ᾨδὴ ε΄. Ἀσεβεῖς οὐκ ὄψονται.
Ἡ ἀμνὰς ἡ τέξασα· Ἀμνὸν τὸ τοῦ Θεοῦ· τὴν ἐμὴν ζώωσον ψυχήν· σπαραχθεῖσαν δείγματι· ἰῷ τοῦ ὄφεως· καὶ εἰς ὄρη Δέσποινα· πλανωμένην παραβάσεων.

Τῇ θερμῆ πρεσβείᾳ σου· τῷ κρύει τῶν δεινῶν· πνηγωμένην μου ψυχήν· εἰς θερμὴν τοῦ Κτίσαντος· θείαν ἀγάπησιν· εὐσεβῶς συγκίνησον· Θεοτόκε παναμώμητε.

Ἡ καλὴ καὶ ἄμωμος· Ἁγνὴ ἐν γυναιξί· τὴν ταλαίπωρον μου ψυχήν· ἐμπαθοῦς μωμόσεως· σὺ ἐλευθέρωσον· καὶ ἁγνῶς βιῶσαί με· μεσιτείᾳ σου εὐόδωσον.

ᾨδὴ ς΄. Θύσω σοι.
Θανάτου· ἀναιρέτης ὁ τόκος σου γέγονεν καὶ τῶν θανέντων Παρθένε· καὶ ζωὴ καὶ λύτρωσις διὰ τοῦτο· δυσωπῶ σε· τὴν ψυχήν μου θανοῦσαν ἀνάστησον.

Ἔκτεινον· βοηθείας μοι χεῖρα Πανάμωμε· ἐν τῷ πελάγει τοῦ βίου· κλυδωνιζόμενῳ ταῖς ἱκεσίαις· τῆς Μητρός σου· καὶ τῶν ἄνω ἀπείρων δυνάμεων.

Ἡ Χώρα· ἡ τὸν θεῖον βλαστήσασα ἄσταχυν· τὴν πωρωμένην ψυχήν μου· καὶ λιμῷ τῶν θείων ἐκτηκομένην· μῆ παρίδῃς· ἀλλὰ θρέψον ἀνθέοις χαρίσμασιν.

Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Προστασία ἄμαχε· τῶν θλιβομένων· καὶ πρεσβεία ἔτοιμος· τῶν ἀπορούντων ἐν δεινοῖς· ἀπὸ κινδύνων με λύτρωσαι· μή με παρίδῃς ἡ πάντων βοήθεια.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Τὸ θεῖον ὄρος· ἐκ σοῦ ὁ λίθος ἐκτέτμηται· Κόρη· ὁ συντρίψας στήλας εἰδωλικάς· τῆς ψυχῆς μου τὰ ἰνδάλματα· καὶ τῆς καρδίας μου· τὴν λιθώδη ἀπέλασον· πώρωσιν.

Οὐκ ἐσαλεύθεις· ὡς δεξαμένη ἐν μέσῳ σου· Κόρη· τὸν προσβλέψαι γῆν καὶ τὰ ἐν αὐτῇ· ὅτε βούλεται σαλεύοντα· διό με στήριξον· ταῖς προσβολαῖς ἐχθροῦ· σαλευόμενον.

Καταβαλοῦσα· τὰ σαρκικά μου παθήματα· ὅλον· Θεοτόκε δεῖξον πνευματικόν· ἀρεταῖς κατακοσμοῦσά με· ὃν ὁ παμπόνηρος· ἡδονῶν ἀκοσμίᾳ· ἠμαύρωσεν.

ᾨδὴ η΄. Χεῖρας ἐπεκτάσας.
Ὥριμον ἐκύησας καρπόν· ἐξ οὗ ὁ θάνατος· φαγὼν ἀπόλετο· διὸ κραυγάζω σοι Δέσποινα· τῷ καρπῷ τῆς ἀπωλείας με· θανατωθέντα δολερῶς· ζώωσον μέλποντα· εὐλογεῖτε· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κοίμησον κινήσεις ἐμπαθεῖς τῆς διανοίας μου· τῇ ἀκοιμήτῳ σου πρεσβείᾳ πάναγνε Δέσποινα· καὶ ἀνάστησον ἐξ ὕπνου με· τῆς ῥαθυμίας μελωδεῖν· ἐν γρηγορήσει ψυχῆς· εὐλογεῖτε· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Οὐχ ἕξεις ταλαίπωρε ψυχή· ἐκεῖ συνήγορον· κατηγορούσης σου· τῆς φαύλης πράξεως ἄμετρα· διὰ τοῦτο μετανόησον καὶ συνέργον πρὸς καλόν· τὴν μόνην Ἄχραντον· προσλαμβάνου· μόνη γὰρ πέλεις βροτῶν καταφύγιον.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους.
Ῥήξον τὰ δεσμὰ τῶν κακῶν μου· τῇ θείᾳ λόγχῃ τοῦ Υἱοῦ σου· λύσον τὴν ἀθλίαν ψυχήν μου· πεπεδημένην· καὶ κινδυνεύουσαν· καὶ τῇ ἀγάπῃ πρόσδησον· Παρθενομῆτορ τοῦ Θεοῦ ἡμῶν.

Ἡ τῶν οὐρανῶν πλατυτέρα· τὴν στενωθεῖσαν μου καρδίαν· πάσης προσβολῆς ἐναντίας· πρὸς ἀπαθείας πλάτος εἰσάγαγε· διὰ στενῆς ὁδεύεις με· ἐνδυναμοῦσα τρίβους πάντοτε.

Ἵνα σὲ δοξάζω Παρθένε· τὴν ἀληθῶς δεδοξασμένην· πάσης ἀδοξίας με ῥῦσαι· τῆς ἁμαρτίας· καὶ δόξης μέτοχον· ἐπουρανίον ποίησον· τὸν προσφυγόντα τῷ ἐλέει σου.

Στιχηρά Προσόμοια.
Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου.
Ἰδοῦ τὰ ἕλκη γυμνῶ σοι τῆς ψυχῆς μου· καὶ ἐπιδεικνύω σοι· τὰ δεινὰ τραύματα· ἃ οἱ λησταί μοι ἐπέθηκαν· τῆς πονηρίας· οἱ λογισμοὶ δαιμόνων ὀχλήσεσι· Δέσποινα πανάμωμε· ἡ ἰατῆρα ψυχῶν· καὶ τῶν σωμάτων κυήσασα· τὴν θεραπείαν· σύ μοι παράσχου τούτου τὴν πρόσφορον· ἀνακτωμένη· τῷ ἐλαίῳ τῆς συμπαθείας τῆς σῆς καὶ χρηστότητος· πρὸς τὴν τῆς σωτηρίας· εὐεξίαν καὶ ἀνάῤῥωσιν.

Ὅτι εἰς βάθη πολλῶν παραπτωμάτων· ἀθλίως καντήντησα· ἐξ ἀμελείας μου· καὶ ῥαθυμίας ὁ δείλαιος· καὶ ἀπορίᾳ· καὶ ἀπογνώσις νυνὶ συνέχομαι· γενοῦ μοι βοήθεια· καὶ ἱλαστήριον· καὶ σωτηρία Πανάχραντε· παραμυθίαν· εὐμενεστάτην παρεχομένη μοι· σὲ ἱκετεύω· καὶ σοῦ δέομαι καὶ προσπίπτω ἐν πιστει κραυγάζω σοι· μή με δείξῃς εἰς τέλος· τὸ ἀλάστορι ἐπίχαρμα.

Τὰς ἁμαρτίας ἃς ἔπραξα γινώσκω· καὶ τὰς ἀνομίας μου· ἃς ἐπλημμέλησα· καὶ διὰ τοῦτο προσπίπτω σοι· ἐλέησόν με· Μῆτερ Θεοῦ πανάμωμε Δέσποινα· μὴ οὖν ἀποῤῥίψης με· μὴ καταισχύνης με· ἁμαρτωλῶν ἡ βοήθεια· σκέπη τῶν πάντων· τὴν ταπεινήν μου καρδίαν φώτισον· πρὸ τελευτῆς οὖν· δός μοι ἵνα ἐκφύγω δαιμόνων ἀναίσχυντα πρόσωπα· τῶν ζητούντων ἀθλίως· τὴν ψυχήν μου εἰς ἀπόγνωσιν.

Τῇ Δευτέρᾳ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος δ΄. ᾨδὴ α΄. Ἄσωμεν τῷ Κυρίῳ.
Πηγὴν οὐκ ἔχω δακρύων· ἵνα ἐκπλύνω Πανάμωμε· τῶν πταισμάτων τὸ ῥύπον· ἀλλὰ σύ μοι δώρησαι· τὸν ὄμβρον τοῦ ἐλέους σου.

Τῇ νόσῳ τῆς ἁμαρτίας· τὰ τῆς ψυχῆς μου αἰσθητήρια· παρειμένος βοῶ σοι· ἐπίσκεψαί με Δέσποινα· καὶ ἴασίν μοι δώρησαι.

Ἐξ ἔργων τὴν σωτηρίαν· μὴ κεκτημένος κραυγάζω σοι· Θεομῆτορ Μαρία· δωρεάν με οἴκτειρον· καὶ σῶσον ταῖς πρεσβείαις σου.

ᾨδὴ γ΄. Ἐν Κυρίῳ Θεῷ μου.
Θωρακίσας με σῶσον· τῇ πανοπλίᾳ τοῦ Σταυροῦ σου Χριστὲ μη με γυμνώσας λάβῃ· τῶν ἀρετῶν ὁ ἀλλότριος.

Ὡς ὁ ἄσωτος Πάτερ· ἀπεμπόλησας τὴν οὐσίαν σου· τὸν πλοῦτον ὠνησαμένην· τῆς ἁμαρτίας καὶ λιμώττω δεινῶς.

Καταιγίς με ταράττει· τῆς ἁμαρτίας καὶ λιμώττω δεινῶς· πρὸς ὄρμον σωτηρίας· Θεοκυῆτορ με διάσωσον.

ᾨδὴ δ΄. Εἰσακήκοα ὁ Θεός.
Ἐνεδρεύσας ὁ δυσμενής· Σωτὴρ ὡς λέων· ἐν ἀποκρύφῳ· καὶ δεινῶς αἰχμαλωτίσας μου· τὴν ψυχὴν τοῖς πταίσμασι· δίκης γεένης ὑπόδικον ἔδειξε.

Σὺ εἶ πέλαγος οἰκτίρμῶν· καὶ σὲ γαλήνην· ἐκ τρικυμίας· τῶν πταισμάτων Ἀειπάρθενε· καὶ λιμένα εὔδιον· οἱ διὰ σοῦ σωθέντες κεκτήμεθα.

Τῆς ἀῤῥήτου δόξης τὸ φῶς· τὴν σὴν γαστέρα· περιάστραψαν θείου Λόγου οἰκητήριον· Θεοτόκε ἔδειξε· δι οὗ ἀχλὺς πταισμάτων ἠφάνισαι.

ᾨδὴ ε΄. Ὁ ἀνατείλας τὸ φῶς.
Τῆς ἀθανασίας ζωῆς· καὶ τῆς ἄνω σοφίας· σκηνὴ προεκλεχθεῖσα· σύ μοι πύλας ἄνοιξον· τῆς μετανοίας Ἁγνὴ πανάμωμε.

Σὺ ἀοράτους ἐχθρούς· τροπουμένη ἀόπλως· καὶ τῆς ἁμαρτίας τῆς ἐμῆς ὁπλίσθητι· Θεογενῆτορ σῶσόν με Δέσποινα.

Τῆς σῆς λοχίας Ἁγνή· ἡ ὑπέρφωτος αἴγλη· τῷ ζόφῳ ἁμαρτίας· καὶ νυκτὶ καθεύδοντας· φωταγωγεῖ καὶ καθαίρει Δέσποινα.

ᾨδὴ ς΄. Ὡς Ἰωνὰν τὸν προφήτην.
Τῆς ἀληθοῦς μετανοίας· ἀπλανῶς ἐχρημάτισας εἴσοδος· δι’ ἧς με Παρθένε πρὸς ταύτην· ἐλπὶς καὶ προστασία· πάντων ὁδήγησον.

Πρὸς τὰ τοῦ βίου τέλη· καὶ δεσμὰ τοῦ θανάτου νῦν φθάσαντι· ὡς Μήτηρ φωτὸς ἀϊδίου· ἀνατολήν μοι λάμψον· τῆς μετανοίας Ἁγνή.

Ὡς φοβερῷ κριτηρίῳ· καὶ δικαίῳ παρίστασθαι μέλλοντι· τὴν σὴν δυσωποῦμεν φρικώδη· καὶ μόνην εὐσπλαγχνίαν· ὑπερασπίσαι ἡμᾶς.

Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐν τῇ σκέπῃ ἄπαντες· τῇ σῇ Παρθένε· προσφυγόντες δέησιν· προσδεξαμένη παρ’ ἡμῶν· μὴ διαλίπῃς πρεσβεύουσα· τῷ Φιλανθρώπῳ σωθῆναι τοὺς δούλους σου.

ᾨδὴ ζ΄. Ὁ ἐν τύπος Μωυσεῖ.
Τῷ σῷ λιμένι· τῆς πρεσβείας θαῤῥοῦντες· ἐκ ζάλης· τῶν κινδύνων τῆς ἁμαρτίας· πρὸς τὴν γαλήνη Πάναγνε· καταντῶμεν τῆς ὄντως ζωῆς.

Σὲ πηγήν ἔχων· ὡς ἐν δίψει ὑπάρχων· πταισμάτων· ἐκβοῷ σοι τῇ Θεοτόκῳ· ἀναψυχήν μοι δώρησαι· σὺ γὰρ ῥεῖθρον ὑπάρχεις ζωῆς.

Τὸν πρὸ ἡλίου· ἑωσφόρον τεκοῦσα· ἀνάτειλον· Θεοτόκε φῶς μετανοίας· τοῖς ἐκ θερμῆς σε πίστεως· ὁμολογοῦσιν Μητέρα Θεοῦ.

ᾨδὴ η΄. Τὸν βασιλέα Χριστόν.
Ἁμαρτιῶν με δεινῶν· κίνδυνοι εὔρουσαν καὶ ὠδίνες θανάτου· διὸ τὴν βοήθειαν· Πανάμωμε αἰτῶ· λύσον με τῶν ἐγκλημάτων· ὅτι σὺ ὑπάρχεις πιστῶν σωτηρία.

Χαῖρε λυχνία φωτός· τοῦ ἀνατείλαντος ἐκ Πατρὸς πρὸ αἰώνων· χαῖρε ναὲ τοῦ Πνεύματος· τοῦ θείου μυστικέ· χαῖρε ἡ ἐλπὶς Θεοτόκε· ἡ ἁμαρτανόντων θερμῶς προισταμένη.

Σὲ θεολόγων φωναί· ὕμνοις δοξάζουσιν ὡς τὸν Λόγον τεκοῦσαν· τὴν σωτηρίαν τοῦ κόσμου· καὶ βοῶσιν ἐκτενῶς· πάντα τὰ ἔργα εὐλογεῖτε· τὸν Κύριον εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Μεγαλύνομεν πάντες.
Ἐν τῇ θείᾳ σου σκέπῃ· ὡς σεπτῷ ἰατρείῳ προστρέχω καὶ δέομαι· καὶ πιστῶς κραυγάζω σοι τῶν πταισμάτων τὰ ἕλκη· τῇ σῇ πρεσβείᾳ τῶν ἐμῶν θεράπευσον.

Ἐπὶ τὴν σὴν ἐλπίδα· τῆς σωτηρίας· τῆς ἐμῆς ῥαθυμίας ἀνέθηκα Πάναγνε· καὶ σὲ εἰς βοήθειαν· τῆς ἐμῆς ἀσθενείας· ἐπικαλοῦμαι μή με παρίδῃς δέομαι.

Ἐν σοὶ τὰ μεγαλεῖᾳ· τῆς βουλῆς τοῦ Ὑψίστου πεπλήρωνται Δέσποινα· τὸν ἕνα γὰρ τέτοκας· τῆς Τριάδος καὶ σώζεις· τοὺς σοὺς δούλους τοὺς πόθῳ σε δοξάζοντας.

Στιχηρά Προσόμοια.
Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Τὸν ῥύπον ἀπόσμηξον· τῆς ἁμαρτίας μου Δέσποινα· Θεοτόκε πανύμνητε· καὶ πάντα τὰ τραύματα· καὶ τὰ ἕλκη πάντα τὰ ἐξ ἁμαρτίας· ἐναποκάθαρον Ἁγνή· καὶ τοῦ νοός μου σεμνὴ τὸ ἄστατον· ὅπως τὴν δυναστείαν σου· καὶ τὴν μεγίστην ἀντίληψιν· μεγαλύνω ὁ ἄθλιος· καὶ ἀχρεῖος οἰκέτης σου.

Τὸ χαῦνον καὶ ἔκλυτον· Παρθενομῆτορ πανάμωμε· τῆς ψυχῆς μου μετάβαλε· εἰς ῥῶσιν καὶ δύναμιν· τοῦ φόβου καὶ πόθῳ· ποιεῖν τε καὶ πράτειν· τὰ δικαιώματα Χριστοῦ· ὅπως ἐκφύγω τὸ πῦρ τὸ ἄσβεστον· καὶ κλῆρον τὸν οὐράνιον· καὶ τὴν ζὴν τὴν ἀθάνατον· διὰ σοῦ ἀπολήψομαι· εὐφραινόμενος Πάνσεμνε.

Ζόφος φοβερώτατος· ὁ τοὺ θανάτου Θεόνυμφε· τὴν ψυχὴν καταβρύχει μου· τὸ δὲ λογοθέσιον· ἐξιστᾷν καὶ τρέμειν· ἀεὶ τῶν δαιμόνων· παρασκευάζει ἀγαθή· ἐξ ὧν με ῥῦσαι τῇ δυναστείᾳ σου· καὶ πρὸς λιμένα ἴθυνον· τῆς σωτηρίας Πανάμωμε· καὶ πρὸς φῶς τὸ ἀνέσπερον· ἵνα πίστει γεραίρω σε.

Τῇ Τρίτῃ Ἑσπέρα

Ὁ κανών.

Ἦχος δ΄. ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Αἱ πράξεις αἱ κρύφιαι· τὸ συνειδός μου μαστίζουσι· πρὸ προσώπου φέρουσαι· τούτου τὸν ἔλεγχον· σπεύσον Δέσποινα· βοήθεια γενοῦ μοι· πρὸ τῆς διαγνώσεως· ῥῦσαι καὶ σῶσόν με.

Ἁγίασον Δέσποινα· τὴν μολυνθεῖσαν καρδίαν μου· ἡ τὸν ὑπεράγιον· Λόγον κυήσασα· καὶ ὑπάρχουσα· παρῶν ἁγιωτέρα· τῶν ἄνω δυνάμεων· μόνη Πανύμνητε.

Σὺ Μόνη ἀντίληψις· καταφυγὴ καὶ συντήρησις· τῶν δούλων σου πέφυκας· Θεογεννῆτορ ἁγνή· διὰ τοῦτό σοι· προσπίπτω καὶ κραυγάζω· σῶσόν με τὸν ἄθλιον· σῶσον ὡς εὔσπλαγχνος.

ᾨδή γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Νοός μου τὸ σκότος Θεοτόκε· φωτὶ τῷ ἐν σοὶ ὡς Ἀγαθή· ἐκδυσωπῶ διάλυσον· καὶ μετανοίας τρόποις με· βελτιωθῆναι πρέσβευε· ὡς ἀγαθὴ καὶ πολυέλεος.

Ῥανίσιν ἐλέους σου Παρθένε· τοῦς ἄνθρακας σβέσον τῶν ἐμῶν· παθῶν Θεοχαρίτωτε· καὶ ἐσβεσμένον ἄναψον· τὸ λύχνον τῆς καρδίας μου χρυσὴ λυχνία Πανάμωμε.

Χειμάζει με κλύδων ἁμαρτίας· καὶ σάλος ἀτόπων λογισμῶν· σπλαχνίθητι Πανάμωμε· καὶ χεῖρα βοηθείας μοι· ὡς συμπαθὴς ἐπέκτεινον· ὅπως σωθεὶς μακαρίζω σε.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἡ πανυπερθαύμαστος Μήτηρ Θεοῦ· λάμψον μετανοίας ἀκτῖνά μοι· λύσον τὸν ζόφον· τῆς ἀθλίας μου ψυχῆς· καὶ πονηροὺς ἀφάνισον· Κόρη λογισμοὺς τῆς καρδίας μου.

Σὲ τὸ ἱλαστήριον πάντων βροτῶν· πίστει ἱκετεύω καὶ δέομαι· εὐλογημένη· ἵλεόν μοι τὸν Κριτήν· τὸν σὸν Υἱὸν ἀπέργασαι· ὅπως ἐν αἰνέσι δοξάζω σε.

Τὴν τεταπεινωμένη μόνη Ἁγνή· καὶ λελαιπρωμένην καρδίαν μου· ταῖς ἀκαθάρτοις· τῶν παθῶν ἐπαγωγαῖς· ὡς ἰατρὸς θεράπευσον· καὶ χειρὸς δαιμόνων ἐξάρπασον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νεκρούμενος πάθεσι· καὶ λογισμοῖς Πανάμωμε· πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω· πρὸς τὴν θερμήν σου προστρέχω Δέσποινα· σκέπην καὶ βοήθεια ζωήν· μόνη ἡ κυήσασα· τὴν καρδίαν μου ζώωσον.

Ῥομφαία τρωθέντα με· τῆς ἁμαρτίας ἴασαι· τῷ δραστικωτάτῳ σου φαρμάκῳ· ἡ τὸν Σωτῆρα Χριστὸν κυήσασα· λόγχῃ τὸν τρωθέντα δι’ ἐμέ· Ἄχραντε καὶ τρώσαντα· τὴν καρδίαν τοῦ ὄφεως.

Νοός μου θεράπευσον· τὰς ἐκτροπὰς Πανάμωμε· ἴασαι τὰ πάθη τῆς ψυχῆς μου· τῆς ῥαθυμίας σκότος ἀφάνισον· ἵνα ἐν αἰνέσει σὲ ὕμνω· τὴν ἀειμακάριστον· Θεοτόκε πανύμνητε.

ᾨδὴ ς΄. Τὴν θείαν ταύτην.
Ἡ Μόνη πάντων βοήθεια· βοήθησον ἡμῖν κινδυνεύουσι· καὶ χεῖρα ὄρεξον· καὶ πρὸς λιμένα κατεύθυνον· τῆς σωτηρίας Κόρη· Θεοχαρίτωτε.

Λογοθεσίου Πανάμωμε· ἐν ὥρᾳ τῇ φρικτῇ με ἐξάρπασον· τῆς τῶν δαιμόνων τε· δεινῆς μανίας καὶ κρίσεως· καὶ τοῦ πυρὸς καὶ σκότους· καὶ τῶν κολάσεων.

Ὑμνολογῶ σε Πανάμωμε· δοξάζω τὰ σεπτὰ μεγαλεῖά σου· τῶν ἀκαθάρτων με· διὸ παθῶν ἐλευθέρωσον· καὶ αἰωνίου δόξης με καταξίωσον.

Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐπάκουσον Δέσποινα· ἐκ κατωδύνου ψυχῆς· βοῶντος τοῦ δούλου σου· καὶ τῶν πολλῶν μου κακῶν· παράσχου μοι ἄφεσιν· σὲ γὰρ ἐπικαλοῦμαι ἐν νυκτὶ καὶ ἡμέρα· λύτρωσαι Θεοτόκε· τοῦ πυρὸς τῆς γεέννης· καὶ στῆσον ἐκ δεξιῶν με· τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἀναλλοίωτον τεκοῦσα μόνη Κύριον· Θεοχαρίτωτε· τῇ δεξιᾷ αὐτοῦ· Ἁγνὴ ἀλλοιῶσαί μου· τὸν νοῦν ἱκέτευε· πρὸς τὰ κρείτονα· δεινῶς περιτρεπόμενον· τῶν δαιμόνων ἐπηρείας.

Ἡ Βασίλισσα παρθένος ἡ κυήσασα· τὸν βασίλεα Χριστόν· οἴκτειρον σῶσόν με· πάθεσι κλονούμενον· πίστει στερέωσον· καὶ ὁδήγησον· πρὸς σωτηρίας τρίβον με· τῶν πιστῶν ἡ σωτηρία.

Ἱλαστήριόν μοι φάνηθι Πανάμωμε· πρὸς τὸν τεχθέντα ἐκ σοῦ· ἀποκοπὰς χαλεπῶν· χρεῶν προξενούσας μοι· καὶ βασιλείας Θεοῦ· θείαν εἴσοδον· καὶ τῆς τρυφῆς ἀπόλαυσιν· καὶ φωτὸς τὴν μετουσίαν.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἀσώτως τὸν βίον διανύσας· καὶ πᾶσαν ἀκαθαρσίαν ἐργασάμενος· τρέμω τὸ κριτήριον· τρέμω καὶ τὴν ἀπόφασιν· τῆς καταδίκης μου· Θεοτόκε ἄχραντε ἐλέησον ψυχήν μου ἀθλίαν· καὶ πρὸς τοῦ θανάτου· συγχώρησιν παράσχου.

Ἐν σοὶ πᾶσαν ἐλπίδα σωτηρίας· ἀνέθηκα Θεομῆτορ ἀπειρόγαμε· καὶ σὲ εἰς βοήθειαν· προσκαλούμενος· πάντοτε· διάσωσον με θλίψεων· καὶ πειρασμῶν τοῦ ἐχθροῦ· καὶ λύσον τὰς σειρὰς τῶν κακῶν μου· καὶ τοῦ αἰωνίου· ἐξάρπασον με σκότους.

Ὡράθης Ἀγγέλων Ὑπερτέρα· Θεὸν γὰρ ἀῤῥήτως σωματώσασα· τοῦτον οὖν ἱκέτευε· Δέσποινα πανάμωμε· τῶν σαρκικῶν ἀνώτερον· γίνεσθαι Πάναγνε· καὶ κρίσεως μελλούσης ῥυσθῆναι· καὶ τῆς αἰωνίου· ἐξάρπασον φλογός με.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Στῆσον τὴν ἐμὴν· τὴν τῆς ἀμαρτίας μου· πάναγνε Δέσποινα· τὴν λυμαινομένην μου· ψυχὴν καὶ σῶμα· καὶ τὴν διάνοιαν· τῇ δυνατῇ πρεσβείᾳ σου· καὶ ἱκεσίᾳ σου θεραπείαν· διδοῦσα σωτήριον· τοῦ Δεσπότου τὸν φόβον τὸν ἄχραντον.

Σῶσόν με Ἁγνή· Σωτῆρα κυήσασα· καὶ πανοικτίρμονα· οἴκτειρον τὸν δοῦλόν σου· πρὸς μετανοίας· ὁδοὺς ὁδήγησον· τοῦ πονηροῦ τὰ σκάνδαλα· ἐκ μέσου ποίησον· τῆς αὐτοῦ τε· λύτρωσαι ἐνέδρας με· καὶ πυρὸς αἰωνίου ἐξάρπασον.

Φώτισον Ἁγνή· ψυχῆς μου τὰ ὄμματα· φῶς ἡ κυήσασα· μὴ καταλαβέτω με· τῆς ἁμαρτίας· σκότος βαθύτατον· μὴ δὲ βυθὸς καλύψη με· τῆς ἀπογνώσεως· ἀλλ’ αὐτή με· σῶσον καὶ κυβέρνησον· πρὸς λιμένα τοῦ θείου θελήματος.

Στιχηρά Προσόμοια.
Ἦχος δ΄. Ἤθελον δάκρυσιν.
Κλύδων συνέχει με ἁμαρτίας· καὶ ἡ τῶν πολλῶν ἐπιθυμήσεων· ζάλη ταράσει μου τὴν καρδίαν· καὶ τῇ ἀπωλείᾳ προδίδωσι· τὸν κυβερνήτην τοῦ κόσμου· ὡς τετοκυῖα Παρθένε· ῥῦσαί με τῆς παρούσης· ἀνάγκης καὶ θλίψεως.

Βέβηλος γέγονα διὰ βίου· τῷ βορβόρῳ ἐγκυλινδούμενος· πράξεων Πάναγνε τῶν ἀτόπων· καὶ τῶν λογισμῶν τῶν θλιβόντων με· ἀλλὰ τῇ σῇ εὐσπλαγχνίᾳ· διόρθωσιν μοι παράσχου· καὶ τῆς αἰωνιζούσης κολάσεως λύτρωσαι.

Ἅπας ὁ βίος μου Θεοτόκε· ῥαθυμίας πάση ἐξέλιπε· νῦν προσεγγίσας δὲ τῷ θανάτῳ· τῶν ἐχθρῶν πτοούμαι τὴν ἐπανάστασιν· ἡ τῶν κακῶν μου πληθὺς γάρ· ὑπὲρ θαλάσσιον ψάμμον· σὺ οὖν τῶν τούτων βλάβης· ἐλεύθερον δείξεις με.

Τῇ Τετάρτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος δ΄. ᾨδὴ α΄. Τριστάτας κραταιούς.
Ἰλύος ἐκ παθῶν· λογισμῶν τρικυμίας ἐκ βελῶν τοῦ πονηροῦ ἐκ πάσης προσβολῆς· ἐναντίας διάσωσον· ἄχραντε νῦν Θεοτόκε· τὴν ψυχήν μου πανύμνητε· καὶ πυρὸς αἰωνίου ἐξάρπασον.

Ἀνάγαγε σεμνή· ἐκ βυθοῦ με πταισμάτων· καὶ ὁδήγησον πρὸς φῶς· τῶν θείων ἐντολῶν· τοῦ Σωτῆρος Χριστοῦ τοῦ Θεοῦ· ἄυγασόν μοι μετανοίας· τὴν σωτήριον ἔλλαμψιν καὶ παράσχου ζωὴν τὴν αἰώνιον.

Ἰλύι πονηρᾶ ἐμπαγεὶς τῶν παθῶν μου· ἀποπνίγομαι σφοδρῶς· πράξεσι χαλεπαῖς· καὶ οὐκ ἔστιν ὑπόστασις· Δέσποινα παρθενομῆτορ· εὐσπλαγχνίᾳ ἀνάγαγε· καὶ πυρὸς καὶ κολάσεως λύτρωσαι.

ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.
Ἐπιφανεῖσα· τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον· ἁμαρτίας τὰς σειράς· Ἁγνὴ παρθένε διᾶῤῥηξον· καὶ σῶσόν με Δέσποινα· τῇ προστασίᾳ σου.

Σαλευμένην· προσβολαῖς ἠδονῶν τὴν καρδίαν μου· εἰς τὸν φόβον τοῦ Θεοῦ· στερέωσον τὸν ἁγνότατον· Παρθένε πανάμωμε· τῇ εὐσπλαγχνίᾳ σου.

Ἐξαπορήσας· βοηθείας ἁπασης ὦ Πάναγνε· ἐπὶ σὲ κραταιάν· φρουρὸν καὶ σκέπην προσέδραμον· μὴ οὖν ἀποῤῥίψης με· μὴ καταισχύνης με.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ῥαθυμία συσχεθέντα· καὶ παθῶν ἀμαυρώτησιν· ὅλον σκοτισθέντα καὶ τῇ ἁμαρτίᾳ δουλεύοντα· Θεομακάριστε κόρη· ἐλευθέρωσον· καὶ οἰκτίρμονι τῷ σῷ Υἱῷ καταδούλωσον.

Νεκρωθέντα με κακίᾳ τοῦ δολίου Πανάμωμε· τὴν ζωὴν τεκοῦσα· ζώωσον πρὸς σὲ γὰρ κατέφυγα· καὶ ἐμπαθέντα εἰς βάθη· παραπτώσεων· ἐπανάγαγε ὡς συμπαθὴς Παναμώμητε.

Ἐν τῷ τάφῳ τῶν ἀμέτρων· ἡδονῶν μου κατάκειμαι· ὅλος ἀπονοίᾳ· καὶ ἀναλγησίᾳ φθειρόμενος· ἀλλ’ ἡ τεκοῦσα τὴν πάντων· ἐξανάστασιν· ζωοποίησόν με Ἀγαθὴ καὶ διάσωσον.

ᾨδὴ ε΄. Σὺ Κύριε μου φῶς.
Ῥομφαία ἡδονῆς· τὴν ψυχήν μου τετραυμάτισμαι· ὦ Δέσποινα ἴασαί με· ἰατρὸν καὶ Σωτῆρα· Χριστὸν ἀποκυήσασα.

Ὡς Μήτηρ τοῦ Θεοῦ· τῆς ψυχῆς μου τὴν κάκωσιν· θεράπευσον ἡ τεκοῦσα· ἰατρὸν καὶ Σωτῆρα· καὶ σῶσόν με τὸν ἄθλιον.

Ῥυσθείημεν ταῖς σαῖς· μεσιτείαις Πανάμωμε· κολάσεως αἰωνίου· καὶ παθῶν ἀτιμίας· καὶ πάσης περιστάσεως.

ᾨδὴ ς΄. Ἐβόησε προτυπῶν.
Κατάβαλε· τοὺς ἀεὶ πολεμοῦντάς με Δέσποινα· πολεμίους· καὶ τὸν νοῦν μου εἰρήνευσον δέομαι· πονηραῖς ἀπάταις· ἐξελκόμενόν τε καὶ φθειρόμενον.

Ἀνάτειλον· ἀκτῖνα μετανοίας μοι Δέσποινα καὶ τὰ νέφη· πονηρῶν λογισμῶν διασκέδασον· τοῦ Ἡλίου πύλη· τοῦ τῆς δικαιοσύνης Μητροπάρθενε.

Κατεύνασον· τῶν παθῶν μου τὸν ἄγριον κλύδωνα· καὶ τὴν ζάλην· λογισμῶν πονηρῶν ἐξαφάνισον· ἡ βεβαία πάντων· προστασία καὶ σκέπη τῶν δούλων σου.

Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πολλοῖς πλημελήμασιν· ἐγὼ ὁ ἄθλιος· τὸν νοῦν σκοτιζόμενος· ἐπιβοῶμαι τὴν σὴν· βεβαίαν ἀντίληψιν· φώτισον Θεοτόκε· τῆς ψυχῆς μου τὰς κόρας· λάμψον μοι μετανοίας τὸ λαμπρότατον φέγγος· καὶ ἔνδυσόν με τὰ ὅπλα· του φωτὸς Πανάμωμε.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Ζάλης ἀμέτρων· ἁμαρτημάτων Κόρη ῥῦσαί με· Μόνη· ταπεινῶν βοήθεια κραταιὰ καὶ πεσόντων ἱλαστήριον· καὶ καταφύγιον· καὶ παράκλησις θεία καὶ γέφυρα.

Σὲ Θεοτόκε· προστασίαν ἡμῖν ἐπιγράφομαι· σκέπην· καὶ ἀντίληψιν καὶ καταφυγήν· καὶ ἐν σοὶ ἐπανατίθημι· πᾶσαν ἐλπίδα μου· καὶ νοὸς φυλακῆς καὶ καρδίας μου.

Θεοκυῆτορ· ἡ ἐλπὶς καὶ φύλαξ μου καὶ καταφυγή· ῥῦσαι· τῆς ἐπικρατείας τῶν ἡδονῶν· καὶ παθῶν τῶν τυραννούντων με· παρεχομένη μοι· ὀφλημάτων τὴν λύσιν Πανάμωμε.

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Τὴν ψυχήν μου νοσοῦσαν θεράπευσον· καὶ τὸν νοῦν σκοτιζόμενον φώτισον· καὶ τοῦ πυρὸς ἐξάρπασον· Θεομῆτορ παρθένε· καὶ αἰωνίων· ἀφορήτων βασάνων Πανάχραντε.

Ὑποκύψας ἀλόγως τοῖς πάθεσιν· εἰς βυθὸν ἀπωλείας κατήντησα· καὶ τῆς φλογὸς ὑπέκκαυμα· ἑαυτὸν ἐργασάμενην· ὅθεν βοῶσί σοι· Θεοτόκε παθῶν με ἐλευθέρωσον.

Τῶν παθῶν μου τὸ πέλαγος ξήρανον· εὐσπλαγχνίας κυήσασα πέλαγος· τὸν Λυτρωτὴν καὶ Κύριον· καὶ σερὰς τῶν κακῶν μου· λύσον πρὸ τέλους· ἡ Θεὸν καὶ Σωτῆρα κυήσασα.

ᾨδὴ θ΄. Εὔα μὲν τῷ.
Φωτί με καταύγασον τῷ σῷ· Πανάμωμε ἡ τεκοῦσα· φῶς τὸ ἀπρόσιτον· λύσον τὰ νέφη τῆς ψυχῆς μου· καὶ σκότους ἀφειδοῦς με ἐξάρπασον· τοῦ θείου φωτισμοῦ καταξίωσον· ὅπως ὑμνῶ σε Μητροπάρθενε.

Ῥανίσιν Ἁγνὴ σῶν οἰκτιρμῶν· ἀπόπλυνον τοῦς δεινούς μου· σπίλους Δέσποινα· καὶ ἀναβλύζειν ἀεννάως· ἀξίωσον κρουνοὺς τῆς καρδίας μου· τὰς βλύσεις τῶν παθῶν ἀναστέλλουσα· καὶ τῆς κολάσεως ἐξαίρουσα.

Φιλάγαθον τέξασα Θεόν· φιλάγαθε Θεοτόκε· τῆς φιλίας με· τῆς σαρκὸς τῆς δουλείας· ἐν τάχει ἐλευθέρωσον δέομαι· καὶ δούλωσον θείῳ θελήματι· τὴν ἀπώλεια ἀπολλύμενον.

Στιχηρά Προσόμοια.
Ἦχος δ΄. Ἤθελον δάκρυσιν.
Δάκρυα δίδου μοι Θεοτόκε· καὶ συντετριμμένην διάνοιαν· ἐξομολόγησιν τῶν ἐν βίῳ· πεπραγμένων μου παραπτώσεων· ἵνα τῇ σῇ βοηθείᾳ· ἐν μετανοίᾳ διέλθῳ· τὸν τῆς ζωῆς μου χρόνον· καὶ τύχω ἀνέσεως.

Λέων καθάπερ νῦν ὁ βελίαρ· ἐνεδρεύει θέλων ἀρπάσαι με· σύντριψον τούτου τὰς σιαγόνας· καὶ τὰ μηχανήματα Πάναγνε· καὶ σῶσόν με τὸν σὸν δοῦλον· τῇ κραταιᾷ σου πρεσβείᾳ· καὶ τῆς ἐπουρανίου χαρᾶς καταξίωσον.

Πῦρ νῦν ἐκκέκαυται Θεοτόκε· τῇ δικαίᾳ κρίσει Χριστοῦ τοῦ Θεοῦ· μάλλον φλογίζει τοὺς σοὺς οἰκέτας· διὰ τὰ πολλὰ ἡμῶν ἁμαρτήματα· ἀλλ’ ὡς Υἱόν σου δυσώπει· τῆς χαλεπῆς τιμωρίας· ῥύσασθαι πάντας Κόρη· τοὺς σὲ μακαρίζοντας.

Τῇ Πέμπτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος δ΄. ᾨδὴ α΄. Θαλάσσης τὸ ἐρυθραίον.
Ἐν ξύλῳ προσηλωθεὶς μακρόθυμε· τοῦ ζωηφόρου Σταυροῦ· τὸν νεκρωθέντα πάλαι ἐν Ἐδέμ· διὰ ξύλου ἐζώωσας· διὸ τὴν νεκρωθεῖσάν μου· ψυχὴν Σωτήρ μου ζωωποίησον.

Φωτός σου ταῖς ἀστραπαῖς καταύγασον· Κόρη πανάμωμε· τὴν ἐν νυκτὶ παθῶν καὶ πειρασμῶν· συσχεθεῖσαν καρδίαν μου· δικαιοσύνης Ἥλιον· πᾶσιν ἀῤῥήτως ἀνατείλαντα.

Προστάτιν καὶ σωτηρίας πρόξενον· καὶ τεῖχος ἄχραντον· σὲ τῆς ζωῆς προβάλλομαι ἁγνή· Θεοτόκε πανύμνητε· τὴν τὸν Θεὸν γεννήσασαν· τὸν εὐεργέτην πάσης κτίσεως.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοὶ.
Ἴασεών σε πηγήν· ὁ τῶν ψυχῶν θεραπευτὴς ἔδειξεν· Μήτηρ Θεοῦ πάναγνε· τὴν ἐμὴν ψυχὴν νῦν θεράπευσον.

Ἁγνείας τὸ καθαρὸν καὶ παρθενίας τὸ σεπτὸν σκήνωμα· τὴν ταπεινὴν καρδίαν μου· σκήνωμα τοῦ Πνεύματος ἔργασαι.

Νοσοῦσάν μου τὴν ψυχήν· ταῖς τῶν παθῶν ἐπαγωγαῖς ἴασαι· καὶ τελευτῆς ἐν ὥρᾳ με· ἐκ χειρὸς δαιμόνων ἐξάρπασον.

ᾨδὴ δ΄. Δι’ ἀγάπησιν οἰκτίρμον.
Νυσταγμῷ με ῥαθυμίας κεκρατυμένον· πρὸς μετανοίας ὄρθρον· διανάστησον Κόρη· καὶ πρὸ τέλους κάθαρον· καὶ σῶσον ὡς εὔσπλαγχνος.

Συντριβεῖσάν μου τοῦ πλάνου ταῖς ἐπηρείαις· Θεοκυῆτορ κόρη· ψυχὴν τὴν ἀθλίαν· ὅλην ἀνακαίνησον· καὶ ῥῦσαι κολάσεως.

Ἱλασμὸς ἡμῖν καὶ λύτρωσις ἐγνωρίσθη· ὁ σὸς Υἱὸς Παρθένε· ὃν ἱκέτευε σῶσαι· τοὺς ἐν κατανύξει σε· ψυχῆς μακαρίζοντας.

ᾨδὴ ε΄. Ἀσεβεὶς οὐκ ὄψονται.
Νικητὴν ἀνάδειξον· Πανάμωμε τὸν νοῦν· τῶν παθῶν καὶ τῶν λογισμῶν· τὰς ὁρμὰς ὑπόταξον· τούτων Θεόνυμφε· καὶ τῆς αἰωνίου με καταδίκης ἐλευθέρωσον.

Ῥυομένη φάνηθι· παθῶν ἐπαγωγῆς· καὶ δαιμόνων τῶν πονηρῶν· τὸν σὸν δοῦλον Ἄχραντε· τὸν κεκτημένον σε· κραταιὰν ἀντίληψιν· καὶ πρεσβείαν ἀκαταίσχυντον.

Ἡ τὸν θεῖον ἄνθρακα κυήσασα σαρκί· τῶν παθῶν μου καὶ ἡδονῶν· τοὺς φλογώδεις ἄνθρακας· δρόσῳ κατάσβεσον· τοῦ ἐλέους Δέσποινα· τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου.

ᾨδὴ ς΄. Θύσω σοι.
Ῥῆξόν μου· τὰς σειρὰς τῶν πταισμάτων Θεόνυμφε· καὶ τῶν δεινῶν με βασάνων· σπλαγχνιθεῖσα Κόρη ἐξάρπασον· καὶ φωτός με· καὶ ζωῆς αἰωνίου ἀξίωσον.

Μάρανον· καὶ πρωῤῥίζους Πανάμωμε ἔκτειλον· τὰς ἀκανθώδες ἐννοίας· τῆς ἐμῆς καρδίας καὶ καρποφόρων· ταύτην δεῖξον· καὶ Τριάδος ἀπέργασαι σκήνωμα.

Νέκρωσον· τῆς σαρκός μου Παρθένε τὸ φρόνημα· ἡ τὴν ζωὴν τετοκυῖα· τὴν ἀγείρω μόνη Θεοκυῆτορ· καὶ ζωῆς με· τῆς ἀφθάρτου καὶ δόξης ἀξίωσον.

Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δακρύων μοι δώρησαι· πηγὰς Θεόνυμφε· δι’ ὧν τῆς καρδίας μου· τοὺς ἐμπαθεῖς λογισμούς· ἐκπλύνω Πανάμωμε· καὶ τῆς ἐπιθυμίας· τῆς ἀτόπου τὴν φλόγα· τελείως ἐναποσβέσω· τῇ σῇ σεπτῇ μεσιτείᾳ· παρθένε Θεοτόκε ἁγνή· καὶ τύχω ἀνέσεως.

ᾨδὴ ζ΄. Ἀβραμιαῖο ποτέ.
Σὲ Θεοτόκε ἁγνή· ἐπικαλοῦμαι πίστει· τὴν ταπεινην μου διατήρησον· καρδίαν καὶ ῥῦσαί με· φλογὸς καὶ τιμωρίας· καὶ σκότους αἰωνίου.

Ῥῆξον Παρθένε ἁγνή· τῇ τοῦ Υἱοῦ σου λόγχῃ· ἐμῶν πταισμάτων τὸ χειρόγραφον· καὶ ῥῦσαι δαιμόνων με· ἐπικρατείας πάσης· ἐν ὥρᾳ τελευτῆς μου.

Σβέσον Παρθένε ἁγνή· ἐμῆν δακρύων ῥείθροις· καὶ οἰκτιρμῶν σου ὄμβροις κάμινον· ἥν μοι προξένησε· τὸ τῶν κακῶν μου πλῆθος· δαιμόνων συνεργείᾳ.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Στόματι καὶ γλώσσῃ καὶ ψυχῆ· ἀνακηρύτω σε· Θεογεννήτρια· καὶ ἱκετεύω σε ἄχραντε· τὴν καρδίαν μου καταύγασον· τῷ φωτισμῷ σου καὶ δεινοῦ· σκότους με λύτρωσαι· ἵνα μέλπω· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Νοσοῦσαν Παρθένε τὴν ἐμὴν· ψυχὴν θεράπευσον· καὶ τὸν ἐνόντα μοι· παθῶν ἀπόπλυνον βόρβορον· καὶ τὸ βήματι παράστησον· τοῦ παντοκράτορος Θεοῦ· ὅλον σωζόμενος· ἵνα πόθῳ τὴν σὴν δοξάζω Ἁγνἠ ἀγαθότητα.

Ῥῆξον τὸν κλοιόν μου τὸν βαρύν· τῶν παραπτώσεων Θεοχαρίτωτε· τὸν τῆς καρδίας μου σύντριψον· καὶ ψυχήν μου καταπράυνον· καὶ τοῦ νοός μου τὸ σαθρόν· στῆσον καὶ ἄστατον· ἵνα μέλπω· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Τὸν κατεγνωσμένον με σῶσον· ἡ τὸν Σωτῆρα συλλαβοῦσα· καὶ σαρκὶ τεκοῦσα Παρθένε· ἁμαρτιῶν γὰρ· φόρτῳ βαρούμενος· ὀδυνηρῶς κραυγάζω σοι· σῶσόν με σῶσον τὸν ταλαίπωρον.

Σὲ τὴν προστασίαν τοῦ κόσμου· καὶ Θεομήτορα παρθένον· πάσης τῆς ζωῆς μου προστάτιν· καὶ σωτηρίαν· χαίρων προβάλλομαι· σὺ γὰρ Θεὸν γεννήσασα· σώζειν ἰσχύεις τοὺς ὑμνοῦντάς σε.

Φώτισον Ἁγνὴ τὴν ψυχήν μου· ἐσκοτισμένην ἀμελείᾳ· καὶ αἰωνιζούσης φλογός με· καὶ σκότους ῥῦσαι· τῇ μεσιτείᾳ σου· ἵνα τὴν σὴν σωζόμενος· ἀνευφημῶ μεγαλειότητα.

Στιχηρά Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον.
Ὡς πρεσβείαν ἀκοίμητον· καὶ παράκλησιν ἔμμονον· κεκτημένη Πάναγνε πρὸς τὸν Κύριον· τοὺς πειρασμοὺς κατακοίμησον· τὰ κύματα πράυνον· τῶν ψυχῶν ἡμῶν Ἁγνή· καὶ ἐν θλίψεις ὑπάρχοντας· τοὺς ἱκέτας σου· παραμύθησον Κόρη δυσωποῦμαι· καὶ χαρίτωσον σοὺς δούλους· ἵνα συμφώνως ὑμνοῦμέν σε.

Ἀνερμήνευτον σύλληψιν· καὶ ἀνέκφραστον γέννησιν· ἡ Παρθένος βλέπουσα κατεκαλύπτετο· καὶ προσεφθέγγετο λέγουσα· ὁμοῦ καὶ δακρύουσα· ἐπιδώσω σοι μαθόν· τῷ τὰ σύμπαντα τρέφοντι· ἢ ὑμνήσω σε ὡς Υἱὸν καὶ Θεόν μου ἵνα εὕρω· ἐπὶ σοὶ προσηγορίαν· ἀκατανόμαστε Κύριε.

Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἀνάστασις γέγονας· τῶν τεθνεώτων Πανύμνητε· πεπτοκότων ἀνόρθωσις· καὶ τεῖχος καὶ στήριγμα· τῶν κατεῤῥαγμένων· δολίᾳ ἀπάτη· τοῦ πολεμήτορος ἐχθροῦ· διὰ τῆς βρώσεως τοῦ προπάτορος Χριστὸν ἀποκυήσασα· τὸν ἀγαθὸν καὶ φιλάνθρωπον ἐκτενῶς τοῦτον αἴτησαι· Παναγία σωθῆναι ἡμᾶς.

ΑΡΧΗ ΤΟΥ ΠΛ. Α΄. ΗΧΟΥ

Τῷ Σαββάτῳ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. α΄. ᾨδὴ α΄. Τῷ Σωτῆρι Θεῷ.
Φωτοφόρε σκηνή· τοῦ βασιλέως Χριστοῦ· καταύγασόν μου τὴν διάνοιαν· ἐσκοτισμένην ἀπάταις τοῦ πολεμήτορος· καὶ ζόφῳ τυφλώτουσαν· τῶν ἐγκλημάτων μου.

Λογισμῶν πονηρῶν· τὴν ταπεινήν μου ψυχήν· Θεογεννῆτορ ἐλευθέρωσον· καὶ οἰκητήριον θεῖον ταύτην ἀπέργασαι· ἵνα καταχρέως σε· δοξάζω Πάναγνε.

Ὅτε προστάξει Θεοῦ· ἐκ τῆς προσκαίρου ζωῆς· ἀποδημῆσαι μέλλω Ἄχραντε· τῆς τῶν δαιμόνων με χειρῶν δεῖξον ἀνώτερον· Ἀγγέλου παρέχουσα· συνοδοιπόρους μοι.

ᾨδὴ γ΄. Δυνάμει τοῦ Σταυροῦ.
Ἐκ λάκου με ἀνάγαγε· ταλαιπωρίας καὶ κακώσεως· τοὺς αδιστάκτως ὑμνοῦντά σε· Θεοτόκε ἀειπάρθενε.

Τὸν σάκκον μου διάῤῥηξον· τῶν ἀμετρήτων ἐγκλημάτων μου· καὶ εὐφροσύνην περίζωσον· ἀρετῶν Θεοχαρίτωτε.

Σταγόνα μοι δακρύων Ἁγνή· παράσχου ὅπως τῆς καρδίας μου· ἀποδιώξω τὴν πώρωσιν· καὶ γνησίως ἀνυμνήσω σε.

ᾨδὴ δ΄. Εισακήκοα τὴν ἀκοήν.
Ἵνα τι ἐμιμήσω· ψυχὴ τὴν ἄκαρπον συκήν· πτοουμένη μηδ’ ὅλως· τὴν ἐκκοπὴν καὶ τὴν φλόγα τὴν δι’ αἰῶνος· σπεῦσον οὖν πρὸ τέλους ἀνάνηψον.

Ποία γλῶσσα ἐξειπεῖν· τῶν πεπραγμένων μοι κακῶν· τὰς ἀπείρους θαλάσσας· καὶ τὸν βυθὸν τῶν πταισμάτων ἀπεγνωσμένον· σῶσόν με παρθένε Πανάμωμε.

Ποίαν εὕρω ὁ τάλας· ἀπολογίαν ἐν ὥρᾳ· τῆς ἐτάσεως ἡνίκα· τῷ Κριτῇ παρασταθῶ διὸ Πάναγνε· σῶσόν με ταῖς σαῖς παρακλήσεσιν.

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι.
Ἐπίβλεψον εἰσάκουσον Δέσποινα τῆς φωνῆς μου· καὶ ῥῦσαί με δέομαι· τῆς αἰωνίου κολάσεως.

Ἐπλήγην ἁμαρτίαις τοῖς βέλεσιν καὶ βοῶ σοι· ἰάτρευσον Ἄχραντε· τὰ τῆς καρδίας μου τραύματα.

Ἐλέησόν με μόνη Πανύμνητε ἱκετεύω· τὴν σὴν ἀγαθότητα· καὶ συμπαθείας ἀξίωσον.

ᾨδὴ ς΄. Ἐκύκλωσέ με ἄβυσσος.
Ὡς λέων ὠρυόμενος ζητεῖ με· σπαράξαι ὁ δόλιος· καὶ δεῖξαι κατάβρωμα· τῆς αὐτοῦ κακίας Ἁγνή· ἀλλὰ τῆς τούτων βλάβης ἐλευθέρωσον.

Ἱλάσθητι Φιλάνθρωπε· πρεσβείαις· τῆς ἁγνῶς τεκούσης σε· καὶ ῥῦσαι τὸν δοῦλόν σου ἀπὸ πάσης θλίψεως· καὶ αἰωνίου σου δόξης καταξίωσον.

Ἐκύκλωσέ με ἄβυσσος· πταισμάτων· εἰς βυθὸν καθέλκουσα· Ἁγνὴ ἀπογνώσεως· διό με ἀνάγαγε· ἐκ κατωτάτου ᾅδου τὸν σὲ δοξάζοντα.

Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἵνα τι ῥαθυμοῦσα ψυχὴ ταλαίπωρε· ἐπελάθου Θεοῦ σου· τοῦ ἐλεοῦντός σε· καὶ τῶν προστάξεων αὐτοῦ καταφρονήσασα· ἐν ἀσωτείᾳ τὴν ζωήν· διατελεῖς φρενοβλαβῶς· ἀπόστηθι τῆς κακίας· τῇ Θεοτόκῳ βοῶσα· ἀπεγνωσμένην ψυχὴν ἐλέησον.

ᾨδὴ ζ΄. Ὁ ἐν καμίνῳ πυρός.
Τῶν ἀκουσίων κακῶν· καὶ ἐκουσίων τὴν συγνώμην· τῇ σῇ χρηστότητι Δέσποινα παράσχου μοι.

Ἐξασθενεῖ μου ὁ νοῦς· ταῖς προσβολαῖς τῶν ἀκαθάρτων· καὶ πονηρῶν λογισμῶν βοήθει μοι Ἀγαθή.

Τῶν ψυχικῶν μου παθῶν· τὰς ἀλγηδόνας Θεοτόκε· σῶν πρεσβειῶν τῷ φαρμάκῳ νῦν θεράπευσον.

ᾨδὴ η΄. Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων.
Ἐν ἀμελείᾳ τὸν βίον· ἐκτελέσας ὁ ταλαίπωρος· καὶ προσεγγίσας τῷ τέλει· τῆς ζωῆς μου ἀνακράζω σοι· τῆς τῶν ἐναντίων· ἐξάρπασον παγίδος· τὴν ταπεινήν ψυχήν μου.

Μὴ τῷ θυμῷ σου ἐλέγξῃς· τοὺς ἱκέτας σου Χριστὲ ὁ Θεός· μὴ τῇ ὀργῇ σου παιδεύσης· τὸν λαόν σου ἀναμάρτητε· τὴν γὰρ σὲ τεκοῦσαν· προσφερομένην σοι πρέσβυν· εἰς πάντας τοὺς αἰώνας.

Σωματικαῖς ἀῤῥωστίαις· καὶ παθῶν ἐπαναστάσεσι· καὶ ψυχῆς ἀλγηδόσι· χαλεπῶς ἐξεταζόμενος· τῇ σῇ μεσιτείᾳ· παράσχου μοι τὴν ῥῶσιν· παρθένε Θεοτόκε.

ᾨδὴ θ΄. Σὲ τὴν ὑπὲρ νοῦν.
Ὅταν ἐπὶ θρόνου· δόξης καθήσης Χριστὲ· κρῖναι κόσμον ὃν ἔπλασας· τοῖς ἐκ δεξιῶν σου Σωτήρ· καὶ ἐμὲ τὸν σὸν δοῦλον συναρίθμησον.

Ῥῦσαί με πυρός· αἰωνίζοντος Ἁγνή· ἀκοιμήτου τε σκώληκος· καὶ πάσης κολάσεως· τὸν ἐν σοὶ τὰς ἐλπίδας ἀναθέμενον.

Ὅταν ἡ ψυχή μου· μέλλει χωρίζεσθαι· τοῦ ἀθλίου μου σώματος· τῆς τῶν ἀοράτων ἐχθρῶν· τυραννίδος με ῥῦσαι Θεονύμφευτε.

Στιχηρά Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Λάμψον μοι μετανοίας τὸ φῶς· τῷ ἐν τῷ σκότει τῶν κακῶν νῦν καθεύδοντι· καὶ δεῖξον φωτὸς υἱόν με· σὺ γὰρ τοῦ κόσμου τὸ φῶς· τοῦ Θεοῦ τὸν Λόγον ἀπεκύησας· σκηνὴ ὑπερτέρα τῶν οὐρανῶν τῶν δαιμόνων με· ταῖς ἐπηρείαις· καθεκάστην Πανάχραντε· καθελκόμενον· εἰς τὰ πάθη τοῦ σώματος· ὕψωσον καὶ ἀνάγαγε· πρὸς ὕψος μετάρσιον· βίου ἐνθέου καὶ ἔργοις· τῶν ἀρετῶν καταπλούτησον· Χριστὸν δυσωποῦσα· καταπέμψαι μοι εἰρήνην· καὶ μέγα ἔλεος.

Βέλει τοῦ ἀρχεκάκου ἐχθροῦ· ἐν τῇ καρδίᾳ ὁλοσώματων κέκτημαι· τὸ ἄλγος καὶ ἀσθενήσας· τὸν βοηθοῦντα Ἁγνή· οὐκ ἔχω ὁ τάλας καὶ κατέῤῥαμαι· λοιπόν σὺ οἰκτείρησον τὸν σὸν δοῦλον Πανάμωμε· καὶ τὰς ὀδυνάς· τῆς ψυχῆς μου θεράπευσον· καὶ βοήθειαν· ἐπὶ κλίνης ὀδύνης μου· σὺ γὰρ μου εἶ παράκλησις· καὶ σκέπη καὶ στήριγμα· ἀπαλλαγὴ τῶν κινδύνων· καταφυγὴ καὶ κραταίωμα· Χριστὸν δυσωποῦσα· καταπέμψαι μοι εἰρήνην· καὶ μέγα ἔλεος.

Ζάλη κατασχεθεὶς λογισμῶν· καὶ καταιγίσι πειρασμῶν τε καὶ θλίψεων· κινδύνων ταῖς τρικυμίαις· ἐπαγωγαῖς τῶν παθῶν· τῶν ἀδιαλείπτως ἐνοχλούντων μοι· βοῶ ἐπιτάχυνον Θεοτόκε καὶ λύτρωσαι· τῆς συνεχούσης· χαλεπῆς με συγχύσεως· καὶ ἀξίωσον ἐν γαλήνῃ καρδίας μου· πράτειν τὰ δικαιώματα· Χριστοῦ τοῦ οἰκτίρμονος· ἵνα τῶν πάλαι πταισμάτων· ἀπολαβὼν τὴν συγχώρησιν· Χριστὸν μεγαλύνω· τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Τῇ Κυριακῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. α΄. ᾨδὴ α΄. Ἵππον καὶ ἀναβάτην.
Ἔχουσα μετανοίας· καιρὸν ἀπόστηθι· ἀπὸ πάσης κακίας· ψυχή μου καὶ τῷ Πλάστῃ σου· ἐν δάκρυσιν βόησον ὁ Θεός μου· σῶσόν με ἱκεσίαις τῆς κυησάσης σε.

Μὴ ἀποδοκιμάσης· μὴ ἀποῤῥίψης με· ἀπὸ τοῦ σοῦ προσώπου· τὸν δεινῶς παροργίσαντα· τὸν εὔσπλαγχνον Κύριον δε· δέξαι με μητροπάρθενε Θεονύμφευτε.

Ἄβυσσος με ἐσχάτη· περιεκύκλωσε· τῶν ἀμέτρων πταισμάτων· καὶ εἰς βυθὸν καθέλκει με· δεινῆς ἀπογνώσεως ἡ τεκοῦσα· ἄβυσσον εὔσπλαγχνίας σπεῦσον καὶ σῶσόν με.

ᾨδὴ γ΄. Ὁ πήξας· ἐπ’ οὐδενός.
Ῥαθύμως· τὴν ζωὴν δαπανήσας ὁ δείλαιος· νῦν ταῖς τοῦ θανάτου πύλαις προσήγγισα· καὶ τὰς τῶν ἐχθρῶν ἐπιβουλάς· πτοούμενος βοῶ σοι· τῆς ἐπηρείας τούτων ῥῦσαί με· ἵνα σὲ δοξάζω σωζόμενος.

Δακρύων ὀχετούς μοι παράσχου Πανύμνητε· καὶ ἐξομολόγησιν τῶν πταισμάτων μου· καὶ πλημμελημάτων ἱλασμόν· ἵνα σὲ μεγαλύνω· περισωζόμενος τῇ σκέπῃ σου· καὶ διαπαντὸς φυλαττόμενος.

Ταράσει· ἁμαρτίας δεινόν με κλυδώνιον· εἰς βυθὸν πταισμάτων καθέλκον Ἄχραντε· ζάλη ἐναντίον λογισμῶν· χειμάζει τὴν ψυχήν μου· τὸν Κυβερνήτην ἡ κυήσασα· σπεῦσον ἐξελέσθαι τὸν δοῦλόν σου.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ἀσώτως διεσκόρπισα Πάναγνε· τὸν πλοῦτον ὅνπερ μοι Χριστός· ὡς ἀγαθὸς ἐδωρήσατο· μὴ οὖν παρίδης με Κόρη· λιμῷ τῶν ἀρετῶν ἀπολλύμενον.

Ἐν κλίνῃ ῥαθυμίας κατάκειμαι· μὴ ἐνθυμούμενος Ἁγνή· τὸ τοῦ Δεσπότου κριτήριον· τὸ φοβερὸν καὶ φρικῶδες· ἀλλ’ ἔγειρόν με νῦν πρὸς μετάνοιαν.

Ὁ βίος μου πταισμάτων πεπλήρωται· ὁ λογισμὸς δὲ ἐμπαθής· καὶ ἡ ψυχή μου κατάκριτος· διὸ τῇ σῇ εὐσπλγχνίᾳ· ἐλέησον καὶ σῶσόν με Δέσποινα.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Ῥεῖθρά μοι κατάπεμψον· δακρύων Ἄχραντε· δι’ ὧν τοὺς σπίλους· καὶ τὰς ῥυτίδας· τῶν ἁμαρτημάτων μου· ἐκπλύνας ὑμνῶ σου· τὸ πλήθος τῆς χρηστότητος.

Μὴ καταδικάσῃς με· εἰς πῦρ τὸ ἄσβεστον· Χριστὲ Σωτήρ μου· ταῖς ἱκεσίαις· τῆς ἁγνῶς τεκούσης σε· καὶ τῶν Ἀποστόλων· καὶ πάντων τῶν Ἁγίων σου.

Τίς μὴ ἐλεήση σε· ψυχὴ ταλαίπωρε· τίς μὴ θρηνήση· τὴν πώρωσίν σου· τῷ Χριστῷ οὖν βόησον· ἵλεος γενοῦ μοι· πρεσβείαις τῆς τεκούσης σε.

ᾨδὴ ς΄. Μαινόμενην.
Εἰς βυθὸν κατώλισθε· ἐγκλημάτων· Δέσποινα ἁγνή· ἡ ψυχή μου βρῶμα χρηματίζουσα· τῶν δαιμόνων· διὸ παρ’ ἐλπίδα σῶσόν με.

Τὴν ψυχήν μου φώτισον· σκοτισθεῖσαν· νέφει λογισμῶν· τῶν ἐπερχομένων μοι Θεόνυμφε· ἐπιβουλαῖς τοῦ ἀνθρωποκτόνου δαίμονος.

Ἐν ἡμέρᾳ θλίψεως· ὅταν μέλλω· τῶν σωματικῶν· δεσμῶν ἀπολύεσθαι σὺ παράστηθι· καὶ ἐπιδρομῆς τῆς τῶν δαιμόνων ἐξάρπασον.

Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἐμαυτὸν πρὸ τῆς δίκης νῦν ἀποκλαίομαι· ἐννοῶν μου τὰ ἔργα· τὰ πονηρὰ καὶ δεινά· καὶ τῶν πταισμάτων τὸν βυθὸν τῶν προσφυέντων μοι· ἀπὸ νεότητος Ἁγνή· καὶ συμπιγόντων μου τὸν νοῦν· ἀλλὰ τῇ σῇ προστασίᾳ· τὴν ἄφεσιν μοι παράσχου· καὶ σωτηρίας τυχεῖν ἀξίωσον.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Σάρκα μοι ἐμόλυνα· τοῖς αἰσχίστοις πάθεσι· τὸν νοῦν δὲ ἠχρείωσα· βεβύλοις ἐννοίας Ἁγνή· ἀλλ’ οἴκτειρον καὶ σῶσον· τὸν ἀχρεῖόν σου οἰκέτην.

Τὸν Θεὸν ὃν ἔτεκες· πάντοτε ἱκέτευε· τὸν ἀπεγνωσμένον με· τυχεῖν συγχωρήσεως· ἐν πίστει μελῳδοῦντα· ὁ Θεὸς εὐλογητὸς εἶ.

Καλλονὴ σὺ πέφυκας· Ἰακὼβ ἀμίαντε· Μητέρα γὰρ μόνην σε· Θεὸς ἀπεγράψατο· δι’ ἧς συνηριθμήθη τοῖς ἐκείνου ἀπογόνοις.

ᾨδὴ η΄. Σοὶ τῷ Παντουργῷ.
Ῥῦσαι Ἀγαθή· τοῦ ἐξωτέρου σκότους· καὶ τοῦ ἀκοιμήτου με· Παρθένε σκώληκος· σὺ γὰρ τεκοῦσα· τὸν Ποιητὴν τῶν ὅλων· πάντα ὅσα θέλεις· ποιεῖς ταῖς σαῖς πρεσβείαις.

Ἴδε Ἀγαθή· τῆς ταπεινῆς ψυχῆς μου· τὴν κάκωσιν Πάναγνε· καὶ τὴν κατήφειαν· καὶ τῆς ὀδύνης· ἀπάλλαξον ἐν τάχει· ἵνα σὲ δοξάζω· εἰς πάντας τοὺς αἰῶνας.

Δέξαι συμπαθῶς· τὴν σὴν Μητέρα Λόγε· σωθῆναι πρεσβεύουσαν· τὸν σὸν λαὸν ἀγαθέ· ὅνπερ ἐκτήσω· τιμίῳ αἵματί σου· σὲ γὰρ εὐλογοῦμεν· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Ἱλασμὸν καὶ ἄφεσιν· τῶν πταισμάτων· αἴτησαι ἡμῖν· καὶ πάντων τῶν δυσχερῶν τὴν ἀπαλλαγήν καὶ βίου διόρθωσιν· νοῦν καθαρὸν καὶ φωτοειδῆ· ἵνα δοξάζωμεν· τὴν πολλήν σου ἀγαθότητα.

Ἐμαυτὸν ὀδύρομαι· ἐννοῶν μου· τῶν ἁμαρτιῶν τὰ πλήθη καὶ τῶν παθῶν· τὰς συναγωγάς· ψυχῆς μου τὴν πώρωσιν· καὶ τοῦ νοός μου τὰς ἐκτροπάς· ἀπεγνωσμένον με· σωτηράς καταξίωσον.

Οἱ ἐχθροὶ Κυρίου μοι· ἐπελθόντες· οἷάπερ λῃσταί· τῷ ἄνωθεν ὑφαντόν· καὶ φωτοειδῆ χιτῶνα ἐξέδυσαν· καὶ πληγάς μοι· ἔθεντο πολλάς· σὺ οὖν τυχάνοντα· ἡμιθανῆ ἐξανάστησον.

Στιχηρά Προσόμοια.
Ἦχος πλ. α. Χαίροις ἀσκητικῶν.
Βίβλων ἀνοιγομένων Ἁγνή· ἐν τῇ ἡμέρᾳ τῆς φρικτῆς παρουσίας Χριστοῦ· καὶ πάντων παρισταμένων· τῷ φοβερῷ δικαστῇ· καὶ ἀποβλεπόντων τὴν ἀπόφασιν· πυρὸς πρὸ τοῦ βήματος ἑλκομένου καὶ σάλπιγγος· σφοδρῶς ἠχούσης· τί ποιήσω ὁ ἄθλιος ἐλεγχόμενος· ὑπὸ τῆς συνειδήσεως· καὶ καταδικαζόμενος· εἰς φλόγα τὴν ἄσβεστον· δέομαι οὖν πρὸ τοῦ τέλους· λύσιν εὐρεῖν τῶν πταισμάτων μου· ταῖς σαῖς μεσιτείαις· ὅπως σου τὴν εὐσπλαγχνία· δοξάζω Πάναγνε.

Ἰλεώς μοι γενοῦ Ἀγαθή· καὶ ἐξελοῦ τῆς κατεχούσης πωρώσεως· καὶ δίδου πηγὰς δακρύων· καὶ ταπεινὸν λογισμόν· καὶ συντετριμμένον πνεύμα Πάναγνε· δι’ ὧν ταπεινώσας τὰ τῶν δαιμόνων φρυάγματα· καὶ τὰς ἐπάρσεις· πρὸς τὸ πρῶτον ἀξίωμα· ὃ ἀπώλεσα· ὑψωθῆναι δυνήσομαι· σὺ γὰρ Θεὸν τὸν ὕψιστον· ἀῤῥήτως ἐκύησας· ταπεινωθέντα δι’ οἶκον· ἵνα ὑψώση τὸν ἄνθρωπον· ὃν νῦν ἐκδυσώπει· ταῖς ψυχαῖς ἡμῶν δοθῆναι· τὸ μέγα ἔλεος.

Ὅτε τῇ τοῦ Δεσπότου βουλῇ· μέλλω θορύβων τοῦ βίου ἀφίστασθαι· Ἀγγέλους Ἁγνὴ παράσχου· φωτοειδεῖς καὶ λαμπρούς· συνοδηποροῦντας καὶ ὁδηγοῦντάς μοι· πρὸς φῶς τὸ ἀνέσπερον καὶ χαρὰν τὴν ἄκήρατον· ἑορταζόντων· ἔνθα ἦχος καθέστηκεν· ἔνθα πνεύματα· τῶν δικαίων ἀγάλλονται· ἵνα τὴν ὑπερβάλλουσαν· ὑμνῶ σου συμπάθειαν· καὶ τοῦ ἐλέους τὸν πλοῦτον· τῆς εὐσπλαγχνίας τὴν ἄβυσσον· Χριστὸν μεγαλύνω· τὸν παρέχοντα τῷ κόσμῳ· τὸ μέγα ἔλεος.

Τῇ Δευτέρᾳ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. α΄. ᾨδὴ α΄. Ἵππον καὶ ἀναβάτην.
Ταῖς ἡδοναῖς τοῦ βίου· καταθελγόμενος· καὶ πρὸς πράξεις ἀθέσμους· ἀεὶ κατασυρόμενος· ἐμαυτῷ τὴν κόλασιν θησαυρίζω· Κύριε πρὸ τοῦ τέλους δός μοι μετάνοιαν.

Δύναμιν τοῦ Ὑψίστου· Ἁγνὴ κυήσασα· καὶ βροτοὺς ἀσθενείας· παθῶν ἐλευθερώσασα· κἁμὲ ἐνδυνάμωσον πρὸς τὰς πράξεις τὰς θεικὰς ἀναῤῥώσασα τὴν καρδίαν μου.

Μόνη εὐλογημένη· Μήτηρ τοῦ πάντων Θεοῦ· ἱλασμόν μοι παράσχου· τῶν πολλῶν ἐγκλημάτων μου· καὶ θείας ἀξίωσον σωτηρίας· ἵλεων ἐκτελοῦσά μοι τὸν Δεσπότην μου.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Οὐκ ἔχω κατανύξεως δάκρυα ὅλως ἔγώ· ἵνα τῆς ψυχῆς μου πλύνω τὸν βόρβορον· ὅλως γὰρ πεπώρωμαι τὸν νοῦν· ἀλλὰ καὶ τὴν καρδίαν· καὶ ὡς ἀναίσθητος πορεύομαι· Κύριε οἰκτείρησον σῶσόν με.

Ἁγία· Θεοτόκε παρθένε βοήθει μοι· τρικυμίαις ζάλαι ταραχαὶ θορύβοι· τὴν ἐμὴν συνέχουσα ψυχήν· παθῶν πονηροτάτων· καὶ ἡδοναῖς σαρκὸς ἀκάθεκτοι· Δέσποινα τοῦ κόμου βοήθει μοι.

Οὐκ ἔστι· καταφύγιον πλήν σου Πανάμωμε· οὐδὲ σωτηρίας καὶ βοηθείας ἐλπίς· ὅθεν σοι προσπίπτω ἐκτενῶς· βοῶν σοι ἐκ καρδίας συντετριμμένης σύ μοι πρόστηθι· ἐν ὥρᾳ φρικτῆς διαγνώσεως.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννόησας.
Ὀ Μόνος ἀφίεναι δυνάμενος· τὰς ἁμαρτίας τῶν βροτῶν· τῇ σῇ εὐσπλάγχνῳ χρηστότητι· τὰς ἁμαρτίας μου πάσας· ἐξάλειψον καὶ σῶσόν με Κύριε.

Προστάτιν τῆς ζωῆς μου σὲ κέκτημαι· καὶ ἐκβοῶ σοι ἐκ ψυχῆς· ἐλέησόν με καὶ ῥῦσαί με· ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου· καὶ σκότους ἀφεγγοῦς θεῖε Πρόδρομε.

Μαρία ἡ Κυρία τῆς κτίσεως· κυριευθέντα με σαρκός· ταῖς ἡδοναῖς καὶ τοῖς πάθεσι· ἐλευθερίαν μοι δίδου· τῇ θείᾳ συμπαθείᾳ καὶ σῶσόν με.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Τίς με μὴ θρινήσειν· τίς δὲ μὴ κλαύσης με· τὸν ὑπὲρ πάντας· ἀξαμαρτήσαντα· καὶ Θεὸν λυπήσαντα· ὁ Θεὸς ὁ πλάσας· αὐτὸς με καὶ οἰκτείρησον.

Ἵλεως Φιλάνθρωπε· γενοῦ τῷ δούλῳ σου· καὶ μὴ αἱ πράξεις· ἀξίαν δίκην· ὧν πρὸ ἐπλημμέλησα· παθῶν ἐνοχλήσεις· καὶ λογισμῶν παράφρονι.

Στήσον τὸ κλυδώνιον· τὸ τῶν παθῶν μου Ἁγνή· σβέσον τὴν φλόγα· τῶν ἡδονῶν μου καὶ δός μοι ἀνάψυξιν· τὴν τῆς μετανοίας· καὶ σῶσόν με Πανάμωμε.

ᾨδὴ ς΄. Μαινομένην.
Ὡς ποτὲ τὸν Λάζαρον· ἐκ τοῦ τάφου· ἤγειρας Χριστέ· κᾳμὲ νῦν ἀνάστησον μακρόθυμε· ἐκ τοῦ τάφου· τῶν ἀθεμίτων μου πράξεων.

Διὰ σοῦ ἡ λύτρωσις· τοῖς ἀνθρώποις· δίδοται Ἁγνή· διὰ σοῦ ζωῆς κατηξιώθημεν· καὶ διὰ σοῦ τῷ Κτίστῃ προσοικειώθημεν.

Θεοτόκε πάναγνε· ἡ τεκοῦσα· τὸν δημιουργόν· καὶ αἰωνίου ῥῦσαί με κολάσεως· καὶ τῆς χαρᾶς· τῆς τῶν δικαίων ἀξίωσον.

Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ὁ καιρὸς μετανοίας ψυχή ἀνάστηθι· ἐκ τῆς νῦν ῥαθυμίας· τῆς κατεχούσης με· καὶ τῷ νυμφίῳ σου Χριστῷ σπεῦσον ἀπάντησον· μετὰ λαμπάδας φωτεινῆς· καὶ συμπαθείας δαψιλοῦς· σὺν τοῖς φρονίμοις παρθένοις· ἵνα ἐνδόξως εἰσέλθῃς· εἰς νυμφώνα τὸν ἐπουράνιον.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Ὦ ψυχὴ ταλαίπωρε· τὸ τέλος ἐφέστηκεν· τὸν λόγον ἐτοίμαζε· τῶν βεβαιωμένων σοι· καὶ κράξον θρυνωδοῦσα· ὁ Θεὸς εὐλογητὸς εἶ.

Κύριε ὁ πλάσας με· καὶ εἰδώς μου κρυφία· ῥῦσαι περιστάσεως· καὶ στενοχωρία δεινῆς τὴν τάλαιναν ψυχήν μου· ἐν καιρῷ τῷ τοῦ θανάτου.

Σοὶ προσπίπτω Δέσποινα· βοῶν ἐκ καρδίας μου· ἐλέησον οἴκτειρον· τὸν παραπικράναντα· τὸν Κτίστην μου ἐν ἔργοις· ἀθεμίτοις καὶ βεβήλοις.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ὅλος φωτισμός· καὶ γλυκασμὸς ὑπάρχεις· κἂν ἐγὼ ὁ ἄθλιος· ταῖς ἡδοναῖς τῆς σαρκός· ἐξυπετάγην· καταλιπών σε Λόγε ἀλλὰ συμπαθείᾳ· πρὸς σὲ ἐπίστρεψόν με.

Ὅλον ἐμπαθῶς· τὸν βίον δαπανήσας· εἰς τέλος καντύτησα· τῆς ταλαιπώρου ζωῆς· καὶ ἀπορείᾳ· πολλῆ κεκρατημένος· τὴν σὴν ἐξαιτούμαι· βοήθειαν Παρθένε.

Σκέπη μου γένου· καὶ θεία προστασία· πανάχραντε Δέσποινα· παθῶν καὶ σώζουσα· τῶν ἡδονῶν μου· λύουσα τὴν ὀμίχλην· καὶ τῆς αἰωνίου ἐξαίρουσά με δίκης.

ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Κακὴ συνήθεια· πρὸς τὸ χεῖρον· ἔλκει με ἀεὶ· καὶ φθείρει μου τὸν νοῦν· καὶ τὸν λογισμόν· καὶ ὥσπερ αἰχμάλωτον· παραπέμπει· πρὸς τὰς ἡδονάς· σπεῦσον βοήθει μοι· Θεοτόκε μὴ ἀπόλλωμαι.

Στεναγμοῖς καὶ δάκρυσι· σοὶ προσπίπτω· Δέσποινα ἁγνή· γενοῦ μοι βοηθός· καὶ καταφυγή· εὐμενιζομένη μοι· τὸν Σωτῆρα· πάντων καὶ Θεόν· ὅπως μου φείσηται· ἐν τῇ ὥρᾳ τῆς ἐτάσεως.

Ἡ Θεὸν κυήσασα· καὶ παρθένος μείνασα Ἁγνή· τοῦ αἰωνίου πυρός· καὶ τοῦ πονηροῦ· κλαυθμοῦ ἀπολύτρωσαι· τοὺς ἐν πίστει· σὲ εἰλικρινῶς· καταγεραίροντας· καὶ τιμῶντας τὴν εἰκόνα σου.

Στιχηρά Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Λήθῃ τῷ τοῦ Θεοῦ ἐντολῶν· τῆς ἀκαρπίας τῆς συκῆς ἐμιμήσω ψυχή· μὴ δ’ ὅλως αἰσθανόμενη· τοῦ Θεοῦ ἀνοχῆς· καὶ μακροθυμίας καὶ χρηστότητος· λοιπὸν διανάστηθι ἐκ τοῦ νῦν σε συνέχοντος· βαρέως ὕπνου· καὶ σπουδαίως ἀγρύπνησον· καὶ δακρύουσα· τῷ Δεσπότῃ σου βόησον· εὔσπλαγχνε Κύριε· Χριστὲ πολυέλεε· δός μοι καιρὸν μετανοίας· καὶ μὴ ἐκκόψης με ἄκαρπον· εὐχαῖς τῆς Μητρός σου· ἵνα τύχω συμπαθείας· ἐν ὥρᾳ κρίσεως.

Ῥάβδος τὴν ἀσθενή μου ψυχήν· ὑποστηρίζουσα νῦν γενοῦ μοι Πανύμνητε· καρδίαν τὴν σπηλωθεῖσαν· τοῖς ῥυπαροῖς λογισμοῖς· ῥείθροις τῶν δακρύων ἀποκάθαρον· τὸν νοῦν σκοτισθέντα τοῖς τῶν παθῶν ἀμαυρώτησιν· ἡ φῶς τεκοῦσα· τοῦ Πατρὸς τὸ ἀπαύγασμα· φωταγώγησον· καὶ ἐν ὥρᾳ τῆς κρίσεως· σκότους ἐξωτέρου με· ῥυσθῆναι ἱκέτευε καὶ φωτεινοῖς ἐν θαλάμοις· κατασκηνῶσαι ἀξίωσον· Χριστὸν δυσωποῦσα· τὸν παρέχοντα τῷ κόσμῳ· τὸ μέγα ἔλεος.

Πάθεσιν ἀτιμίας τὸν νοῦν· καταμολύνας ὁμοιώθην τοῖς κτήνεσι· ὁ τάλας τοῖς ἀνοήτοις· καὶ ἀθυμίας πλησθείς· πρὸς σὲ καταφύγω σοῦ δεόμενος· Ἁγνὴ τῇ θερμῇ τε καὶ καθαρᾷ ἱκεσίᾳ σου· καθάρισόν με· τοῦ βορβόρου τῶν ἔργων μου· καθαρώτατον· τοῦ Θεοῦ ἐνδιαίτημα· καὶ τοῖς τῆς κατανύξεως· ἐξάλειψον δάκρυσι· τὰς τῆς ψυχῆς μου κηλίδας· καὶ τῆς καρδίας τὰ τραύματα· Χριστὸν δυσωποῦσα· καταπέψαι τὴν εἰρήνην· καὶ τὸ μέγα ἔλεος.

Τῇ Τρίτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. α΄. ᾨδὴ α΄. Ἵππον ἀναβάτην.
Σταυροῦ τὸν θείον τύπον· ἡμῖν δεδώρησαι· σωτηρίας λιμένα· πταισμάτων ἱλαστήριον· Χριστὲ παντοδύναμε ὃν ὑμνοῦντες· πάντες τὰς διανοίας φωταγωγούμεθα.

Δέσποινα Θεοτόκε· ἡ κραταιὰ προσφυγή· τῶν πιστῶς σε τιμώντων· ἐλέησον ἐλέησον· καὶ πάσης με λύτρωσαι ἐπηρείας· πάντων τῶν ὁρωμένων καὶ ἀοράτων ἐχθρῶν.

Πύλη τοῦ θείου Λόγου· πύλας μοι ἄνοιξον· μετανοίας δέξαι· τὸν εἰς σὲ καταφεύγοντα· Θεοτόκε ἄχραντε σωτηρίας· ὄντως παρεχομένη μοι θείαν κατάπαυσιν.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Γενοῦ μοι· προστασία καὶ σκέπη Πανάμωμε· τεῖχος καὶ κραταίωμα καὶ ἀσφάλεια· πάντοθεν διώκουσα ἐχθρούς· τοὺς μάτην πολεμοῦντας· καὶ ἐκταράσοντας καὶ θλίβοντας· τὴν ἀθλιοτάτην καρδίαν μου.

Δυνάμει· τῇ σῇ κραταιωτάτῃ Πανάμωμε· τὴν ἐξασθενήσασάν μου διάνοιαν· πρὸς τὰς μηχανὰς τοῦ πονηροῦ· δυνάμωσον τῷ πόθῳ· τῶν σωτηρίων ἀντιδόσεων· καὶ τῶν στεφάνων λαμπρότητος.

Ἁγία· Θεοτόκε παρθένε βοήθει μοι· μή με καταπίη λέων ὁ δόλιος· ὁ ἀεὶ διψῶν ἐπιτυχεῖν· τῆς ἐμῆς ἀπωλείας· καὶ ἐκζητῶν τὸ ὀλοθρεῦσαί με· Δέσποινα τοῦ κόσμου βοήθει μοι.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Τῷ θείῳ σου Σταυρῷ περιφρούρησον· πάντα τὰ μέλη μου Χριστὲ· καὶ τὰς αἰσθήσεις τοῦ σώματος· δι’ ὧν μοι ἐπεισοδεύει· ὁ θάνατος ψυχῆς ὁ όλέθριος.

Ἐλέησον ἐλέησον Δέσποινα· μή με ἀπώση ἀπὸ σοῦ· κατησχυμμένον καὶ ἄπορον· μηδὲ ἐκ σοῦ ἀποῤῥίψης· εἰς πάντων τῶν δαιμόνων ἐπίχαρμα.

Ἐν σοὶ προστρέχω μόνη Πανάμωμε· ἐν σοὶ καρδίαν καὶ ψυχήν· καὶ λογισμὸν ἀνατίθημι· ἐν σοὶ τὸ ἔλεος εὕρω καὶ τῶν κακῶν ἁπάντων τὴν λύτρωσιν.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Ὁ Σταυρὸν ἑκούσιον· καταδεξάμενος· διὰ τὸ σῶσαι· βροτεῖαν φύσιν· ῥῦσαί με φιλάνθρωπε· ἐκ σκότους καὶ χάους· καὶ πυρὸς αἰωνίζοντος.

Κινδύνοί με εὕροσαν· ᾅδου καὶ θλίψεις πολλαί· καὶ τὴν ψυχήν μου· στενοχωροῦσι Παναγία Δέσποινα· σύ με ῥῦσαι τούτων· καὶ φύλαξον ἀπήμονα.

Δέσποινα βοήθει μοι· ἡ κραταιὰ βοηθός· τῶν ἐν ἀνάγκαις· καὶ ἐν κινδύνοις· καὶ πάσης με λύτρωσαι· ἐχθρῶν ἐπηρείας· καὶ δυσμῶν κακότητος.

ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Σταυρωθεὶς Φιλάνθρωπε· ἐδωρήσω· πᾶσι τὴν ζωήν· κᾀμὲ δὲ θανόντα ἀνάστησον· καὶ πρὸς ζωήν· ὡς εὔσπλαγχνος καθοδήγησον.

Ἡ λαμπὰς ἡ ἄσβεστος· ἡ τεκοῦσα· φῶς τὸ νοητόν· τὴν ἐσκοτισμένην μου διάνοιαν· τῷ φωτισμῷ· καταύγασον τῆς σῆς χάριτος.

Τὸν καταφθειρόμενον· πλημμελείας· αἰσχρῶν ἡδονῶν· καὶ ἐν ἀπόγνωσις πορευόμενον· Θεοτόκε ἐμὲ τὸν ἄθλιον οἴκτειρον.

Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῆς ψυχῆς μου τὰ πάθη τὰ πολυώδυνα· καὶ σαρκός μου τὰς νόσους· ἐν τάχει ἴασαι· τὰς τοῦ νοός μου ἐκτροπὰς στῆσον Πανάμωμε· καὶ ἐν γαλήνῃ λογισμῶν· εὐχὰς προσφέρειν καθαράς· τῷ βασιλεῖ τῶν ἀπάντων· ἀξίωσον Θεοτόκε· καὶ ἐξαιτεῖσθαι πταισμάτων ἄφεσιν.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Σάρκα μου ἐμόλυνα· τοῖς αἰσχίστοις πάθεσι· τὸν νοῦν δὲ ἠχρείωσα· βεβήλοις ἐννοίας Ἁγνή· ἀλλ’ οἴκτειρον καὶ σῶσον· τὸν ἀχρεῖόν σου οἰκέτην.

Ἴδε τὴν ταπείνωσιν· τοῦ σοῦ δούλου Δέσποινα· καὶ τοῦ αἰωνίου με πυρὸς ἐλευθέρωσον· ἀπαύστως ἵνα μέλπω· ὁ Θεὸς εὐλογητὸς εἶ.

Τὸν Θεὸν ὃν ἔτεκες· πάντοτε ἱκέτευε· τὸν ἀπεγνωσμένον με· τυχεῖν συγχωρήσεως· ἀπαύστως ἵνα μέλπω· ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ῥῦσαι Ἀγαθή· οὐ ἐξωτέρου σκότους· καὶ τοῦ ἀκοιμήτου με· παρθένε σκώληκος· σὺ γὰρ τεκοῦσα· τὸν Ποιητὴν τῶν ὅλων πάντα ὅσα θέλεις· πληροῖς ταῖς σαῖς πρεσβείαις.

Ἴδε Ἀγαθή· τῆς ταπεινῆς ψυχῆς μου· τὴν κάκωσιν Πάναγνε· καὶ τὴν κατήφειαν· καὶ τῆς ὀδύνης· ἀπάλλαξον ἐν τάχει· ἵνα σὲ δοξάζω· εἰς πάντας τοὺς αἰῶνας.

Δέξαι συμπαθῶς· νῦν Μητέρα Λόγε· σωθῆναι πρεσβεύουσα· τὸν σὸν λαὸ Ἀγαθέ· ὅνπερ ἐκτήσω· τιμίῳ αἵμματί σου· σὲ γὰρ εὐλογοῦμεν· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Ἱλασμὸν καὶ ἄφεσιν· τῶν πταισμάτων· αἴτησαι ἡμῖν· καὶ πάντων τῶν δυσχερῶν· τὴν ἀπαλλαγήν· καὶ βίου διόρθωσιν νοῦν καθαρόν· καὶ φωτοειδή· ἵνα δοξάζωμεν· τὴν πολλήν σου ἀγαθότητα.

Τοῦ ἐχθροῦ τὸ βούλημα· καταφθεῖραι· καὶ καταπιεῖν τὴν ταπεινήν μου ψυχήν· διὰ πονηρῶν καὶ ἀτόπων πράξεων· ὁ δι’ ἐμέ· σταύρωσιν Χριστέ· καταδεξάμενος τὸ φρύαγμα τούτου σύντριψον.

Ἐμαυτὸν ὀδύρομαι· ἐννοῶν μου· τῶν ἁμαρτιῶν· τὰ πλήθη τε τῶν παθῶν· τὰς ἐπαγωγάς· ψυχῆς μου τὴν πώρωσιν καὶ τοῦ νοός μου τὰς ἐκτροπάς· ἀπεγνωσμένον με· σωτηρίας καταξίωσον.

Στιχηρά Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ῥῦσαί με τοῦ ἀσβέστου πυρός· ἐν τῇ ἡμέρᾳ τῆς φρικτῆς παρουσίας Χριστέ· ἡνίκα τίθενται θρόνοι· καὶ παλαιὸς ἡμερῶν· ἐν ἀπείρῳ δόξῃς προκαθέζεται· φωνῆς τῶν σαλπίγγων περιηχούσης τὰ πέρατα· καὶ συναγούσης· ἐν ῥιπῇ πᾶν τὸ ποίημα εἰς ἐξέτασιν· ὧν ἐν βίῳ εἰργάσατο· τῶν διαιωνιζούσης με· βασάνων ἀρπάσασα· ἐκ δεξιῶν τοῦ Υἱοῦ σου· στῆναι ἀξίωσον Ἄχραντε· αὐτὸν δυσωποῦσα· τὸν παρέχοντα τῷ κόσμῳ· τὸ μέγα ἔλεος.

Σκότει ἁμαρτιῶν τὴν ψυχήν μου· πεπωρωμένος καὶ τὸν νοῦν σκοτιζόμενος· βοῶ σοι ἐν κατανύξει καὶ συντριβῆ λογισμοῦ· κόρας τῆς ψυχῆς μου φωταγώγησον· καὶ γὰρ τὸ ἀνέσπερον φῶς ἐκύησας Ἄχραντε· τὸ καταυγάζον· οἰκουμένης τὰ πέρατα· τοῖς πυρσεύμασι· τῆς αὐτοῦ ἐπιγνώσεως· φώτισόν με Πανάμωμε· τὸν νοῦν ταῖς λαμπρότησι· τῆς σῆς πρεσβείας γενέσθαι· υἱὸν φωτὸς ἀξιοῦσά με· Χριστὸν δυσωποῦσα· τὸν παρέχοντα τῷ κόσμῳ· τὸ μέγα ἔλεος.

Φεῖσαι τοῦ σοῦ οἰκέτου Ἁγνή· ἡνίκα μέλει ἡ ψυχή μου τοῦ σώματος· προστάξει διαζευχθῆναι· τοῦ ἀγαγόντος εἰς ἕν· τὸν χοῦν καὶ τὸ πνεύμα θείω νεύματι· ἐχθρῶν ἀοράτων ἐπιδρομῆς καὶ κακώσεως· ἐνεδρευόντων· ἀφειδῶς διασπάσαι με· καὶ κατάβρωμα· ἑαυτῶν ἀπεργάσασθαι· ῥῦσαί με καὶ ἀξίωσον· τυχεῖν ἀναψύξεως· ἔνθα ἀπέδρα πέφυκεν· τρυφῆς ὁ χείμάῤῥους· καὶ φωνὶ ἐορταζόντων· καὶ ἀγαλλίασις.

Τῇ Τετάρτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. α΄. ᾨδὴ α΄. Ἵππον καὶ ἀναβάτήν.
Πνεῦμα συντετριμμένον· παράσχου μοι Ἀγαθή· ταπεινήν τε καρδίαν· νοός τε καθαρότητα· καὶ βίου διόρθωσιν καὶ πταισμάτων· ἄφεσιν καὶ δακρύων πηγάς μοι δώρησαι.

Ἴδε μου τὴν ὀδύνην· καὶ τὴν κατήφειαν· καὶ τῶν ἀρχαίων τῶν πταισμάτων· θεράπευσον τὰ τραύματα· καὶ καιρόν μοι δώρησαι μετανοίας· καὶ τῶν ἡμαρτημένων ἐξομολόγησιν.

Ἐμαυτὸν ἀποκλαίω· πρὸ τῆς ἐξόδου μου· ἐννοῶν τῶν κακῶν μου· τὴν ἄβυσσον Πανάμωμε· διὸ ἱκετεύω σε τὸν Υἱόν σου· αἴτησαι λυτρωθῆναι τῆς κολάσεως.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Παθῶν μοι· οἱ ἀρχηγοὶ ἐπέθεντο Πάναγνε· καὶ τὸ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν· τοῦ πεποιηκότος με Θεοῦ· ἐπλήρωσαν αἰσχύνης· ἀλλὰ τῆς τούτων βλάβης ῥῦσαί με· τὸν ἐν κατανύξει ὑμνοῦντά σε.

Δολίως· ὁ ἐχθρὸς θηρεύσαι ἐπείγεται τῆς αἰωνιζούσης φλογὸς ὑπέκαυμα· δεῖξαι βολευουμένου με Ἁγνή· τὰς τούτου μεθοδείας· καὶ τὰ βουλεύματα διάλυσον· ἵνα σὲ δοξάζω γηθόμενος.

Ἐν λάκκῳ· κατωτάτω δολίως με ἔθεντο· πολλῶν ἐγκλημάτων οἱ τῶν δικαίων ἐχθροί· ὡσεὶ ἀβοήθητος δὲ νῦν· καὶ τραυματίας ὅλως· ἐπικαλοῦμαι τὴν πρεσβεία σου· Δέσποινα πανάμωμε σῶσόν με.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ἐτρώθη ἁμαρτίας τοῖς ξίφεσι· καὶ ὁλοσώματον πληγήν· νῦν περιφέρω κραυγάζω σοι· σῶν πρεσβειῶν τῇ μοτόσει· τὸ ἄλγος τῆς ψυχῆς μου θεράπευσον.

Ἐλπὶς καὶ θυρεὸς καὶ κραταίωμα· σὺ μου ὑπάρχεις Ἀγαθή· καὶ τῶν δεσμῶν ἀπολύτρωσις· καὶ φωτισμὸς τοῦ νοός μου· τὸν ζόφον τῆς ψυχῆς μου διώκουσα.

Ἐλέησον Ἁγνὴ τοὺς ἱκέτας σου· σὲ γὰρ μεσίτιν πρὸς Θεὸν· κεκτήμεθα καὶ δεόμεθα· ῥυσθῆναι πάσης ἀνάγκης· καὶ τῆς αἰωνιζούσης κολάσεως.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Ἴδε τὴν ταπείνωσιν· τῆς ταπεινῆς μου ψυχῆς· καὶ τῆς σαρκός μου τὴν ἀτονίαν· καὶ τοῦ νοός μου Δέσποινα· τὴν αἰχμαλωσίαν· καὶ παρ’ ἐλπίδα σῶσόν με.

Τὸν Θεὸν ὃν ἔτεκες· ἐκδυσώπει πάντοτε· σωθῆναι πάντας· τοὺς Θεοτόκον σὲ ἀνακηρύτοντας· καὶ δοξολογοῦντας· τὸν τόκον σου τὸν ἄχραντον.

Τις μὴ μακαρίσει σε· τὴν Παναμώμητον· τὸν Ποιητὴν γάρ· παντὸς τοῦ κόσμου· τὸν Σωτῆρα Κύριον· καὶ μόνον δυνάστην· ἀφράστως ἀπεκύησας.

ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Εἰς βυθὸν ἀπέῤῥιμαι· ἐγκλημάτων καὶ ἀνομιῶν· ἔκτεινον τὴν χεῖρά σου Πανάμωμε· καὶ ἐξ ᾅδου· ἀνάγαγε ἀπογνώσεως.

Τὴν πληθὴν ἐπίσταμαι· τῶν πταισμάτων· καὶ τῶν λογισμῶν· τῶν ἐκταρασόντων με Πανάμωμε· διὸ σπεῦσον· καὶ ῥῦσαί με τούτων Ἄχραντε.

Φεῖσαί μου τοῦ δούλου σου· ἱκεσίαις Δέσποτα Χριστέ· τῆς ἁγνῶς τεκούσης σε Φιλάνθρωπε· ὅταν ἔλθης· κρῖναι τὸν κόσμον ὃν ἔπλασας.

Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἐν πελάγει τοῦ βίου κλυδωνιζόμενος· καὶ μερίμναις γηίναις· περιαντλούμενος· καὶ συμπιγόμενος τὸν νοῦν τὴν σὴν βοήθειαν· ἐπικαλοῦμαι ἐκ ψυχῆς· ἐπιταχύνασα λοιπόν· κυβέρνησον καὶ πρὸς ὅρμον· εἰσάγαγε μετανοίας· ἵνα ὑμνῶ σου τὸ μέγα ἔλεος.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Ὅταν ἐρευνήσω μου· τῶν ἀτόπων πράξεων· τὰ πλήθη Πανάμωμε· πτοούμαι τὴν γεέναν· ἐξ ἧς με σαῖς πρεσβείαις· ἐλευθέρωσον Παρθένε.

Σκώληξ ἀκοίμητος· καὶ τὸ πῦρ τὸ ἄσβεστον· ἐκτήκει με πάντοτε· καὶ ἐκδαπανᾷ τὴν ψυχήν· μὴ λάβω τούτου πεῖραν· Παναγία Θεοτόκε.

Σκότους ἐξωτέρου με· καὶ φρικτῆς κολάσεως· τὸν δοῦλόν σου λύτρωσαι· παρθένε Πανάμωμε· βοῶντα τῷ Υἱῷ σου· ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Σὺ τὸ ἀσθενές· τῆς ταπεινῆς ψυχῆς μου· καῖ τὸ τῆς καρδίας μου· προσφέρω ἄτοπον· καὶ τοῦ νοός μου τὴν πλάνην ἐξαγγέλλω· τῆς σῆς βοηθείας· δεόμενος Παρθένε.

Ἵλεος γενοῦ· τοῖς σοῖς οἰκέταις Λόγε· εὐχαῖς τῆς τεκούσης σε· καὶ σῶσον ψάλλοντα· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε· εἰς πάντα τοὺς αἰῶνας.

Ἡ τὸν θελητὴν τεκοῦσα τοῦ ἐλέους· ἐλέησον ἅπαντας· τοὺς σοὶ προστρέχοντας·καὶ μελῳδοῦντας· τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε· εἰς πάντα τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Θεὸν ὃν ἐκύησας· ἀποῤῥήτως Δέσποινα ἁγνή· ἱκέτευε ἐκτενῶς· ῥῦσασθαι ἡμᾶς· κινδύνων καὶ θλίψεων· καὶ μελούσης δίκης φοβερᾶς· καὶ τῆς λαμπρότητος· ἀξιῶσαι τῶν Ἁγίων αὐτοῦ.

Ὑπὲρ πάντας ἥμαρτον· παρακούσας σου τῶν ἐντολῶν· Χριστὲ τῶν ζωοποιῶν· καὶ ὁμοιωθεὶς· τοὶς ἀλόγοις κτίνεσι· τῆς σῆς Μητρός· Λόγε ταῖς εὐχαῖς ἀμετανόητον· ἐκ τοῦ βίου μὴ ἐκπάσης με.

Ὡς ἐλέους ἄβυσσον ἡ τεκοῦσα· Λόγον τοῦ Θεοῦ· ἐλέησον Ἀγαθη· πάντων τὰς ψυχὰς τῶν ὑπὸ τὴν σκέπην σου· προσφευγόντων· σὲ γὰρ πρὸς Θεὸν πάντες κεκτήμεθα· προστασίαν ἀκαταίσχυντον.

Στιχηρά Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Ὅταν τῆς αἰωνίου φλογός· κατανοήτω τὸ δριμὺ καὶ ἐπίπονον· καὶ πάσας τὰς ἀνομίας· καὶ τῶν κακῶν τὴν πληθύν· τῶν ἀδιαλείπτως πρατομένων μοι· πολλῇ ἀγωνία καὶ συντριβῇ συνεχόμενος· ἐξαποροῦμαι· καὶ βυθοῦ ἀπογνώσεως· καθελκόμενος· τὴν ψυχὴν ἀπολέγομαι· ὅλως τῇ σῇ χρηστότητι· θαῤῥῶ ἀνατίθημι· πᾶσαν ἐλπίδα Παρθένε· ἀπεγνωσμένων ἀξίωσον· τυχεῖν σωτηρίας· τὸν Υἱό σου δυσωποῦσα· τὸν μόνον εὔσπλαγχνον.

Ἵνα χαριστηρίοις φωναῖς· ἀνακηρύτω σου τὸ ἄμετρον ἔλεος· ἐκ λάκκου ταλαιπωρίας· καὶ ἐκ βυθοῦ τῶν κακῶν· καὶ πηλοῦ ἰλύος με ἀνάγαγε· καὶ δὸς ἐπὶ πέτραν ἐπιστηρίξαι τοὺς πόδας μου· τῶν τοῦ Κυρίου· ζωηφόρων προστάξεων· διασώζουσα· ἀκλινῆ καὶ ἀκράδαντον· σὺ γὰρ μου εἶ ἀντίληψις· καὶ φῶς τῆς καρδίας μου· καταφυγή τε καὶ σκέπη· καὶ ἱλασμὸς τῶν πταισμάτων μου· Χριστὸν δυσωποῦσα· τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ὥραν τῆς τελευτῆς δεδοικῶς· καὶ τῶν δαιμόνων τὴν φρικτὴν ἐξανάστασιν· βοῶ σοι ἐκ κατωδύνου· ψυχῆς ὁ τάλας ἐγώ· τὰς αὐτῶν παγίδας καὶ τὰ σκάνδαλα· τῇ σῇ δυνάμει Θεοχαρίτωτε σύντριψον· καὶ μὴ ἐάσης· τῆς αὐτῶν με σκαιότητος· παρανάλωμα· χρηματίσαι τὸν δοῦλόν σου· ἴδε μου τὴν κατήφειαν· καὶ πρόσχες τῇ θλίψις μου· καὶ τὴν ἀθλίαν ψυχήν μου· τῶν ὀδυνῶν ἀπάλλαξασα· φλογὸς αἰωνίου· δεξιῶν τοῦ Υἰοῦ σου· στῆσον Πανάχραντε.

Τῇ Πέμπτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. α΄. ᾨδὴ α΄. Τῷ Σωτῆρι Θεῷ.
Τὸν σταυρωθέντα Χριστόν· ὑπὲρ τοῦ κόσμου παντός· μὴ διαλείπῃς ἱκετεύουσα· ὅπως λυτρώσηται ἡμᾶς τῶν ψυχοφθόρον παθῶν· καὶ τῆς κατακρισεως· τοῦ αἰωνίου πυρός.

Ἵνα τι ὦ ψυχή· ἐν ῥαθυμίᾳ πολλῇ· τὸν βίον ὅλον ἐδαπάνησας· σπεῦσον οὖν βόησον λοιπὸν τῇ τοῦ Κυρίου Μητρί· ἐλέησον σῶσόν με· Θεογεννήτρια.

Τοῦ ἐλέους πηγήν· ἡ τετοκυῖα Χριστόν· ἐλέησόν με τὸν ἀνάξιον· καὶ τῆς ἀσβέστου με φλογὸς ἐλευθερώσασα· ἐν τόποις κατάταξον· τῆς ἀναπαύσεως.

ᾨδὴ γ΄. Δυνάμει τοῦ Σταυροῦ.
Ἐν πέτρᾳ ἐντολῶν τοῦ Θεοῦ· στερέωσον μου τὴν διάνοιαν· εἰς τὸ ὑμνεῖν σου τὴν ἄφατον· Θεοτόκε ἀγαθότητα.

Κατάβαλε Πανάμωμε· ἐχθρῶν ἀσάρκων τὰ φρυάγματα· καὶ τῆς αὐτῶν τυραννίδος με· διὰ τάχους ἐλευθέρωσον.

Εἰς βάθος παραπτώσεων· κατωλισθήσας ὁ ταλαίπωρος· τῆς βοηθείας σου δέομαι Θεοτόκε μὴ παρίδης με.

ᾨδὴ δ΄. Εισακήκοα τὴν ἀκοήν.
Ἐκ βαθέων βοῶ σοι· ἀπὸ χειλέων ἀδίκῶν· δυσωπῶ σε ῥυσθῆναι· ἀπὸ γλώσσης δολίας εἰσάκουσον μου Δέσποινα· παρθένε πανάμωμε.

Ἐμαυτὸν ἀποκλαίω· πρὸ τῆς ἐξόδου μου· τῶν πολλῶν μου πταισμάτων· καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου δυσωπῶ σε δοῦναι μοι· καιρὸν μετανοίας Ἁγνή.

Μὴ ἀρπάσῃ ὡς λέων· ὁ σκολιότατος ἐχθρός· τὴν ἀθλίαν μου ψυχήν· ἀλλὰ τῆ σῇ δυναστείᾳ τοὺς ψυχοφθόρους σύντριψον· ὀδόντας αὐτοῦ ἀγαθή.

ᾨδὴ ε΄. Ὁρθρίζοντες βοῶμέν σοι.
Ἐπίβλεψον εἰσάκουσον Δέσποινα τοῦ σοῦ δούλου· καὶ φώτισον δέομαι· τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου.

Ἐλέησόν με μόνε Φιλάνθρωπε· καὶ οἰκτίρμον· εὐχαῖς τῆς τεκούσης σε σὺ γὰρ Θεός μου καὶ Κύριος.

Χειμάζει λογισμός με κλυδώνιος Θεοτόκε· κατεύνασον δέομαι· τὰ τῆς καρδίας μου τραύματα.

ᾨδὴ ς΄. Ἐκύκλωσέ με ἄβυσσος.
Ἐπλήθυναν Πανάμωμε· αἱ θλίψεις τῆς ταπεινῆς μου ψυχῆς· καὶ στένων κραυγάζω σοι· ἐκ τῶν χαλεπῶν ἡδονῶν· ἐξάγαγε καὶ σῶσόν με Πανάμωμε.

Ἐν ὥρᾳ τῆς ἐξόδου μου· χειρός με· δαιμόνων ἐξάρπασον· καὶ δός μοι τὴν ἄφεσιν τῶν ἀμαρτημάτων μου· καὶ αἰωνίου με ῥῦσαι κατακρίσεως.

Ἀνάστησον με κείμενον· ἐν κλίνῃ τῇ τῶν παραπτώσεων· παρθένε Πανάχραντε· καὶ δίδου τὴν ἔλλαμψιν· τῆς μετανοίας καὶ τῆς σωτηρίας μου.

Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐπὶ κλίνης ὀδύνης μου κατακείμενος· καὶ μακραῖς ἀῤῥωστίαις· ἐκδαπανώμενος· συλῶμαι τὴν ἐλπίδα τῆς σωτηρίας μου· καὶ τῶν ἐχθρῶν τὰς προσβολάς· μὴ ὑπομένοντα Ἁγνή· ἐπισκοπῆς σου ἀγίας· ἀξίωσον τὸν σὸν δοῦλον· καὶ τῆς κακίας αὐτῶν με λύτρωσαι.

ᾨδὴ ζ΄. Ὁ ἐν καμίνῳ πυρός.
Συντετριμμένην ψυχήν· λογισμὸν συνεσταλμένον· παράσχου μοι Ἀγαθὴ ὅπως δοξάζω σε.

Ἐν ἀνομίαις ἐγώ· ὅλον τὸν βίον δαπανήσας· προσέρχομαί σοι Ἁγνὴ τὴν ἄφεσιν αἰτούμενον.

Ἱλάσθητί μοι Σωτήρ· ταῖς ἱκεσίαις τῆς Μητρός σου· καὶ αἰωνίων με βασάνων ἀπάλλαξον.

ᾨδὴ η΄. Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων.
Ἐν τῷ πελάγει τοῦ βίου· συνεχῶν κλυδονιζόμενον· καὶ τῶν δαιμόνων ταῖς αὔραις· ῥιπιζόμενον διάσωσον· καὶ πρὸς θεῖον ὅρμον· ἐνθέου πολιτείας· εἰσάγαγέ με Κόρη.

Τὴν ἀκαρπίαν ζηλώσας· τῆς συκῆς ἐγὼ ὁ ἄθλιος· τὴν ἐκκοπὴν νῦν πτοοῦμαι· καὶ τὴν φλόγα τὴν αἰώνιον· ἀλλὰ καρπούς με φέρειν· γνησίας μετανοίας· εὐόδωσον Παρθένε.

Οἴμοι ἀθλία μου ψυχή· πῶς οὐκ ἔγνως τοῦ δολίου ἐχθροῦ· τὴν ὀλέθριαν ἀπάτην· ἀλλ’ ὑπήξας τῇ θελήσει αὐτοῦ· βόησον ἐκ βάθους· τοῦ τούτου κακουργίας· Παρθένε λύτρωσαί με.

ᾨδὴ θ΄. Σὲ τὴν ὑπὲρ νοῦν.
Σὲ τὴν τὸν Θεὸν· ἀφράστως κυήσασαν· προστασίαν κεκτήμεθα· καὶ τεῖχος ἀκράδαντον· καὶ ψυχῆς σωτηρίαν καὶ θαυμάτων πηγήν.

Ἵλεος γενοῦ μοι· Λόγε τοῦ ὄντως Θεοῦ· ἐν ἡμέρᾳ τῆς κρίσεως· λιταῖς τῆς τεκούσης σε· καὶ τοῖς ἐκ δεξιῶν σου συναρίθμησον.

Πάντων τὰς ψυχάς· ἐλέησον Δέσποινα· τοῦ ἐλέους γὰρ ἄβυσσον· Χριστὸν ἀπεκύησας· τὸν Σωτῆρα τοῦ κόσμου καὶ φιλάνθρωπον.

Στιχηρά Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Νῦξ με τῶν ἀκαθάρτων παθῶν· καταλαβοῦσα τῆς ψυχῆς μου τὰ ὄμματα· σκοτίζει μὴ συγχωροῦσα· τοῦ ἀπροσίτου φωτός· τοῦ ἐκ σοῦ ἀῤῥήτως ἀνατείλαντος· Ἁγνὴ ἀτενίζειν καὶ καθαρῶς ἐναστράπτεσθε· ταῖς φανωτάταις ἀστραπαῖς Θεονύμφευτε· διὸ δέομαι· τῆς ψυχῆς μου καταύγασον· πάντα τὰ αἰσθητήρια· καὶ πράτειν ἀξίωσον· ἐν ταπεινώσις καρδίας· τὰ τοῦ φωτὸς ἔργα Πάναγνε· Χριστὸν δυσωποῦσα· τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ νοῦν· ἀνατιθέμενος τῇ σῇ ἀγαθότητι· αἰτῷ σου τὴν εὐσπλαγχνίαν· τῆς ἀσθενεῖας Ἁγνή· τοῦ ἀθλίου σώματος μου θεράπευσον· τὸν νοῦν εἰς ἐννοίας ψυχοβλαβεῖς ἐξελκόμενον· καὶ ἐν ἀβάτοις· ἐρημίαις πλανώμενον· νῦν στερέωσον· ἐπὶ πέτραν Χριστοῦ ἐντολῶν· Δέσποινα τὴν βεβυθεισμένην μου· ψυχήν τοῖς αἰσχροῖς λογισμοῖς· πλύνον δακρύων τοῖς ὄμβροις· ἐξ ὀφθαλμῶν μου κραυγάζοντα· Χριστὸν δυσωποῦσα· ταῖς ψυχαῖς ἡμῖν δοθῆναι· τὸ μέγα ἔλεος.

Δέξαι τὴν σὴν Μητέρα Χριστέ· ὑπὲρ τοῦ κόσμου δυσωποῦσάν σε Δέσποτα· καὶ ῥῦσαι κινδύνων πάντας· καὶ ψυχοφθόρων παθῶν· καὶ τῆς αἰωνίου κατακρίσεως· καὶ γὰρ σὺ Θεὸς ἡμῶν καὶ πρὸς σὲ καταφεύγομεν· δεόμενοί σου τῆς πολλῆς ἀγαθότητος· ἐλεῆσαι ἡμᾶς· τοὺς ἀχρείους οἰκέτας σου· ὅτι εἰ καὶ ἡμάρτομεν· ἀλλ’ ἐν σοὶ πιστεύομεν· μὴ ἀφεισάμενοι ὅλως· τῆς εὐσπλαχνίας σου Κύριε· εἰς σὲ δὲ καὶ μόνην· προσδοκῶντες σωτηρίαν· καὶ μέγα ἔλεος.

ΑΡΧΗ ΤΟΥ ΠΛ. Β΄. ΗΧΟΥ

Τῷ Σαββάτῳ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. β΄. ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ.
Ταῖς ἡδοναῖς ταῖς τοῦ βίου· ἀμαυρωθείς· ψυχὴν καὶ διάνοιαν· ἐν τῷ σκότει τῶν δεινῶν· πράξεων πορεύομαι Ἁγνή· μετανοίας μοι τὴν αἴγλην· σοὶ δεδώρηται.

Καταποθεὶς ἐν τῷ πλήθει· τῶν πειρασμῶν καὶ κινδύνων Ἄχραντε· σοῖ κραυγάζω ἐκτενῶς· Δέσποινα πανάμωμε τῆς σῆς· προστασίας ἀγαθή· χεῖρά μοι ἔκτεινον.

Τὰ πολυόδυνα πάθη· καὶ συντριβήν· τῆς ψυχῆς μου ἴασαι· Μητροπάρθενε ἁγνή· καὶ τὸν νοῦν μου λάμπρυνον πολλαῖς· μεθοδείαις τοῦ ἐχθροῦ· νῦν σκοτιζόμενον.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἁγιος.
Δαιμόνων ῥῦσαί με δεινῆς· ἐνοχλήσεως Κόρη· καῖ ἀνθρώπων ἀδίκων· καὶ νόσων φθοροποιῶν· σαῖς πρεσβείαις· Δέσποινα πανάχραντε.

Χειρὶ κατέχουσα Χριστόν· τὸν κατέχοντα πάντα· ἐκ χειρὸς ἡμᾶς ῥῦσαι· διαβόλου πονηρᾶς· Θεογεννῆτορ ἁγνή· καὶ παντοίας· βλάβης δυσωποῦμέν σε.

Μαρία Μήτηρ τοῦ φωτός· φώτισον τὴν ψυχήν μου· τὴν πολλαῖς σκοτισθεῖσαν· χαλεπαῖς ἁμαρτίαις· καὶ βέλει τοῦ πονηροῦ· πληγωθεῖσαν· καὶ ἐξασθενήσασαν.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Κριτά μου δίκαιε· κριτὰ ἀλάθητε· ὅταν μέλλῃς με κρῖναι· τῆς χαλεπῆς· ῥῦσαι κατακρίσεως· αἰωνιζούσης τε φλογός· ἱκεσίαις τῆς τεκούσης σε.

Ψυχή μου στέναξον· ψυχή μου δάκρυσον καὶ ὁδοὺς τὰς φέρουσας· πρὸς ζωήν· χαίρουσα διόδευσον· τὴν Θεοτόκον βοηθόν· κεκτημένη ἀκαταίσχυντον.

Ἴσχὺν περίζωσον· καὶ κράτος ἄχραντον· παρειμένων παντοίων· ἐπιφορῶν· τὴν ψυχήν μου Δέσποινα· τῶν ἀκαθάρτων δυσμενῶν· προσφυγοῦσαν ἐν τῇ σκέπῃ σου.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Ἐπλήγην βέλεσι τοῦ ἐχθροῦ· ὅλον με ὑγείωσον Ἁγνή· ἐπιστασίαις σου δέομαι· καὶ πρὸς τὰς ὁδούς με Θεοῦ κατεύθυνον· ἀεὶ ταῖς ἀνοδείαις· ἀποπλανωμένον.

Παρθενομῆτορ ἐν γυναιξὶ μόνη ἀνεδείχθεις Ἰησοῦν· ἀποτεκοῦσα Πανάμωμε· τοῦτον ἐκδυσώπεις ἐλεηθῆναί με· πολλὰ ἡμαρτηκότα· καὶ κινδυνεύοντα.

Λάμψον μοι ἄχραντε φωτισμόν· τῷ κεκρατημένῳ σκοτασμῷ· τῆς ῥαθυμίας καὶ ἔργασαι· πρόθυμον ἐν πᾶσι Θεοῦ προστάγμασιν· ὅπως σὲ μακαρίζω· πίστει σωζόμενος.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Ἁγίων ἀγγέλων σε· τὴν εὐπρέπειαν ὑμνῶ καὶ δυσωπῶ Πανάμωμε· τὰ ἀπρεπῆ ἀφάνισον ἀπ’ ἐμοῦ· δαιμόνων φαντάσματα· ἐν γαλήνῃ τηροῦσᾳ· τὴν καρδίαν μου.

Σαρκὸς ὁμοιώματι· ἐγνωρίσθει τοῖς βροτοῖς· Θεὸς ἐκ σοῦ Πανάμωμε· ὃν ἐκδυσώπει πάντοτε τῆς σαρκός· ἡμῶν τὰ φρυάγματα· Παναγία νέκρωσαι· τὰ ὀλέθρια.

Μὴ φλέξεις τὴν μήτραν σου· ὑπάρχων Ἰησοῦς· ἐκ σοῦ σαρκὶ προέρχεται· τοῦτον Ἁγνὴ δυσώπησον τοῦ πυρός· καῖ πάσης κολάσεως· λύτρωσαι τοὺς πίστει· ἀνυμνοῦντάς σε.

Κάθισμα.
Ἦχος πλ. β΄. Τῆς εὐσπλαγχνίας.
Τῶν ἐναντίων λογισμῶν· ἐκταράσει με κλύδων· καὶ τῶν παθῶν ἐπαγωγαί· εἰς βυθὸν ἀπωλείας· κατέχουσι τὴν ἀσθενοῦσάν μου ψυχήν· ἀλλ’ οἴκτειρόν με ἡ τεκοῦσα Θεόν· καὶ ῥῦσαί με τὸν δοῦλόν σου· μελλούσης ἀπειλῆς· μόνη εὐλογημένη.

ᾨδὴ ζ΄. Δροσοβόλον.
Ἱκετεύουσα μὴ παύση τὸν Φιλάνθρωπον· Θεὸν ἡμῶν Πανάμωμε· ὅπως λάβομεν παντελῆ συγχώρησιν παθῶν· καὶ τύχωμεν τῶν ἐν οὐρανοῖς· ἡτοιμασμένων ἀγαθῶν· Θεογεννῆτορ ἁγνή.

Τὰς ὀδύνας τῆς καρδίας μου θεράπευσον· τὸν νοῦν μου καταλάμπρυνον· σκοτιζόμενον λογισμῶν κακῶν ἐπιφοραῖς· ἁγία Θεόνυμφε ἁγνή· καὶ δίδαξον ἵνα ποιῶ· τὸ θεῖον θέλημά σου.

Θείοις ὄμβροις τὴν καρδίαν μου κατάρδευσον· καὶ γόνιμον ἀνάδειξον· ἐκβλαστάνουσαν ἐναρέτους Ἄχραντε καρπούς· καὶ δίδαξον μέλπειν καθαρῶς· εὐλογημένη ἡ Θεόν· σαρκὶ κυήσασα.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς.
Καθεκάστην ὡς λέων· ἐπωρυόμενος· ὁ δεινὸς συλλαβεῖν με· ἐχθρὸς ἐπείγεται· τούτου τὰς ὀρμάς· καὶ ἐφόδους ἀνάστειλον· Δέσποινα καὶ σῶσον· τὸν σὸν ἀχρεῖον δοῦλον.

Ἁμαρτίας ἀκάνθαις· ὑλομανήσασαν· τὴν ψυχήν μου δρεπάνῃ· τῆς σῆς δεήσεως· κάθαρον Ἁγνή· καὶ καρποὺς ἐναρέτους με· ποίησον προσφέρειν· τῷ γεωργῷ καὶ Κτίστῃ.

Κάθαρον τοῦ Δεσπότου· κατοικητήριον· ψυχικῶν μολυσμάτων· σύ με καθάρισον· παῦσον τοῦ ἐχθροῦ· τὰς ἐνέδρας καὶ ῥῦσαί με· τούτου τῆς κακίας· καὶ πάσης τιμωρίας.

ᾨδὴ θ΄. Θεὸν· ἀνθρώποις.
Πολλαῖς· ὀδύναις περιπτερόμενος βιωτικαῖς· παθῶν τε μολυσμοῖς τῆς καρδίας μου· ἁμαρτίας τῷ βάρει καμπτόμενος· σοῦ τῇ εὐμενεστάτη· σκέπη προσέδραμον· εὔροιμοι δεινῶν ἀπαλλαγήν· ἁγία Δέσποινα.

Ψυχή· ἀνάβλεψον καὶ γρηγόρησον· πρὸς προσευχάς· πρὸς πᾶσαν ἀρετῶν ἐπιμέλειαν· ῥαθυμίας τὸν ὕπνον ἀπόῤῥιψον· ἄγρυπνον ὡς προστάτιν· ἔχουσα ἄχραντον· καὶ ἁγνὴν Μητέρα τοῦ Θεοῦ· καὶ φιλοικτίρμονα.

Ἁγνή· παρθένε Θεογεννήτρια· πύλη τοῦ φωτός· τὰς πύλας τοῦ φωτός μοι ὑπάνοιξον· ἁμαρτίας ἡ νῦξ μὴ καλύψῃ με· ἴθυνόν μου τὸν βίον· ὅρμον πρὸς εὔδιον· θείων προσταγμάτων τοῦ Χριστοῦ· ἐναθρωπήσαντα.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἐν λύπαις ἀνάψυξιν· ἐν πειρασμοῖς σωτηρίαν· ἐν κινδύνοις ἄμυναν· ἐν ταῖς περιστάσεσιν ἀπολύτρωσιν· ἐν φρουραῖς ἄφεσιν· ἐν δεσμοῖς τε λύσιν· ἐν κακώσει παρηγόρημα· ἐν νόσοις ἴαμα· ἐν ἐπαγωγαῖς ἐπανάκλησιν· ἐν θλίψεσι παράκλησιν· ἐν πᾶσι κακοῖς παραμύθιον· ἔχομέν σε πάντες· παρθένε Θεοτόκε ἀγαθή· καὶ διὰ τοῦτο προστρέχομεν· ἐν τῇ θείᾳ σκέπῃ σου.

Ἐλέησον Δέσποινα· τὴν παναθλίαν ψυχήν μου· τὴν τοῖς πονηρεύμασι· καὶ τοῖς δελεάσμασι· τοῦ δολίου ἐχθροῦ καθυποκύψασαν· καὶ ἀπατηθεῖσαν· καὶ ὑπὸ σπόνδον δεχθεῖσαν αὐτῷ· καὶ διαπράτουσαν· καὶ μὴ βουλομένην τὸ βούλημα· τὸ τούτου τὸ παμμίαρον· καὶ θεοστυγὲς συνηθείᾳ κακῇ· καὶ ἀπολλυμένην τελείως ἐν πολλῇ καταφθορᾷ καὶ τῷ Δεσπότην τὸν εὔσπλαγχνον· αεὶ παροργίσαντα.

Ζωὴν ἡ κυήσασα· τὴν οὐσιώδη Παρθένε· καὶ θάνατον λύσασαν· ὃν Ἀδὰμ εἰσήγαγε παραβάσιν τὸ πρίν· τὴν ἐμὴν ζώωσον· τεθανατωμένην· ἁμαρτίαις παναθλίαν ψυχήν· σεπταῖς δεήσεσι· καὶ ἱερωτάτοις πρεσβείαις σου· καὶ πρὸς ζωὴν ὁδήγησον· τῶν ζωοποιῶν ἐντολῶν τοῦ Χριστοῦ· καὶ πρὸς τὴν ἐκείθεν· κατεύθυνον αἰώνιον ζωήν· καὶ βασιλείαν ἀκήρατον· Ἄχραντε ἀπέραντον.

Τῇ Κυριακῃ Ἑσπέρα

Ὁ Κανών.

Φέρων ἀκροστηχίς·
Ἕκτον προσάξω· τῇ Θεοτόκῳ μέλος.

Ἦχος πλ. β΄. ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ἐκ πονηρᾶς συμβουλίας· τοῦ δυσμενοῦς· ἡ προμῆτορ θάνατον· ἐπισῆξεν ἀλλ’ αὐτῆ· τὴν ζωὴν κυήσασα ἁγνή· νεκρωθέντας τῇ φθορᾷ· ἡμᾶς ἐζώωσας.

Καὶ λογισμοῖς ὀλισθαίνων· καὶ μολυσμοῖς· σαρκικοῖς σπηλούμενος· ἐπὶ σὲ τὴν καθαράν· ἀληθῶς καὶ ἄσπιλον Ἁγνήν· καταφεύγω βοηθός· γενοῦ τῷ δούλῳ σου.

Τὰ τῆς καρδίας μου πάθη· τὰ χαλεπά· Θεοτόκε ἴασαι· τῶν ἀτάκτων λογισμῶν· τὸ δεινὸν κλυδώνιον τῇ σῇ· μεσιτείᾳ πρὸς Θεὸν κόπασον Δέσποινα.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.
Ὁ μονος φύσις συμπαθής· ὁ τὸ αἷμά σου Λόγε· διὰ σπλάγχνα ἐλέους· δι’ ἐμὲ ἐπὶ σταυροῦ· κενώσας διὰ τὴν σὲ· κυησάσης· οἴκτειρον καὶ σῶσόν με.

Ναὸς γενόμενος Θεοῦ· τῇ θεογενεσίᾳ· ἐκουσίως εἰς πάθη· ὠλίσθησα χαλεπά· διὸ σὲ ναὲ Θεοῦ· ἱκετεύω· Δέσποινά μου σῶσόν με.

Παστὰς Κυρίου ἐκλεκτή· οὐρανίου παστάδος· ποίησον κληρονόμους· τοὺς τῇ θείᾳ σου σκηνῇ· ὡς ἐν παστάδι σεπτῇ· καθεκάστην· πόθῳ σε γεραίροντας.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ῥανίσιν Ἄχραντε· πλευρᾶς τοῦ τόκου σου· τῶν παθῶν μου τὸν ῥύπον· καὶ τοὺς δεινούς· σπίλους τῆς καρδίας μου· ἐναποκάθαρον Ἁγνή· καὶ φωτί σου καταλάμπρυνον.

Ὁ δὸς εὐθεῖά μοι· ὁδὸς εἰσάγουσα· σωτηρίας πρὸς τρίβους· ἡ τὴν ὁδόν· τέξασα γενήθητι· ἀποπλανήσει πονηρᾷ· καθεκάστην ὀλισθαίνοντι.

Σταγόνα ὄμβρισον· ἐν τῇ καρδίᾳ μου· κατανύξεως Κόρη· ἡ τὴν πηγήν· τῆς ζωῆς κυήσασα· τὰς διεκχύσις τῶν ἐμῶν· παθημάτων ἀναστέλουσαν.

Ἁγία Δέσποινα· τὸν ὑπεράγιον· ἡ κυήσασα Λόγον· ἁγιασμούς· τῇ ψυχῇ μου δώρισαι· καὶ τρικυμίαις πειρασμῶν· τὴν ζωὴν μου ἐλευθέρωσον.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Ξένον ὡς ἔσχηκας τοκετόν· ξένον με γενόμενον Θεοῦ· δι’ ἁμαρτίας οἰκείωσον· ξένωσον ἐκ ταύτης καὶ τῷ οἰκτίρμονι· προσάγαγε Κυρίῳ· Θεοχαρίτωτε.

Ὡς ὄρος πάλαι σε Δανιήλ· βλέπει τηλαυγῶς μαρμαρυγαῖς· τῆς παρθενίας ἐκλάμπουσαν ἐξ οὗ ἐτμήθη λίθος συντρίβον Πάναγνε τὰ εἴδωλα τῆς πλάνης· σθένει θεότητος.

Τὸν ταῖς ἐφόδοις ταῖς ληστρικαῖς· τετραυματισμένον τὴν ψυχήν· ἡμιθανῆ τε τυγχάνοντα· ἐν ὁδῷ τοῦ βίου καὶ κινδυνεύοντα· διὰ τῆς σὲ τεκούσης· Λόγε ἐπίσκεψαι.

ᾨδὴ ς΄. Τοῦ βίου θάλασσαν.
Ἡ ῥάβδος ἡ ἔντιμος· ἡ βλαστήσασα ἡμῖν· ξύλον ζωῆς τὸν Κύριον· τὴν ταπεινήν ψυχήν μου φθοροποιούς· ἐννοίας βλαστάνουσα· τῷ σταυρῷ τοῦ Υἱοῦ σου· ἀποκάθαρον.

Θήρος ἁμαρτίας με· ὡς κητόας ἐκ γαστρός· τὸν Ἰωνὰν ἐξάγαγε· ταῖς πρεσβείαις Λόγε τῆς ἐν γαστρί· ἁγνῶς χωρισάσης σε· τὸν ἀχώρητον τῇ φύσι πολυέλεε.

Ἐπλήθυναν Δέσποτα· ὑπὲἄμμον θαλασσῶν· τὰ πονηρά μου πταίσματα· ὡς κεκτημένος πέλαγος οἰκτιρμῶν· ἐπίστρεψον σῶσόν με· παρακλήσεσι Λόγε· τῆς τεκούσης σε.

Κάθισμα.
Ἦχος πλ. β΄. Τῆς εὐσπλαγχνίας.
Τὴν μολυνθεῖσαν μου ψυχήν· τῶν πταισμάτων τῷ πλήθει· τοῖς τῶν δακρύων ὀχετοῖς· Θεοτόκε καθάρισον· καῖ ποίησον τῶν χαρισμάτων δεκτικήν· τοῦ Πνεύματος παναγίου ἀγαθή· ἐν σοὶ γὰρ τὰς ἐλπίδας μου· ἀνέθηκα διὀ· σῶσόν με τὸν σὸν δοῦλον.

ᾨδὴ ζ΄. Δροσοβόλον.
Ἡ τὴν φύσιν τοῦ προπάτορος θεώσασα· τῷ ὑπὲρ φύσιν ταὀκῳ σου· ἁμαρτάνοντά με· ὑπὲρ φύσιν καὶ τῶν ἀγαθῶν· τῇ φύσει πικράναντα Θεόν· καταλλαγαῖς σου μητρικαῖς· αὐτὸν οἰκείωσον.

Τὴν πηγάζουσαν ἑκάστοτε καρδίαν μου· ἁμαρτημάτων ῥεύμασιν· ἡ πηγάσασα· σωτηρίας ὕδωρ τοῖς πιστοῖς· καθάρισον μέλπειν ἐμμελῶς· εὐλογητὸς εἶ ὁ Θεὸς· τῶν πατέρων ἡμῶν.

Οὐρανὸς ἐπὶ τῆς γῆς σὺ ἐχρημάτισας· τοῦ οὐρανοῦ καὶ γῆς Ποιητοῦ· ὃν ἱκέτευε· τῶν τῆς γῆς με ῥύσασθαι κακῶν· καὶ μέτοχον τῶν ἐν οὐρανοῖς· καταξιῶσαι ἀγαθῶν· Θεογεννήτρια.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Καὶ μὴ θέλων ὁ τάλας· πράττων τὰ ἀτοπα· συνηθείᾳ δουλεύων· καταδεδούλωμαι· δούλοις πονηροῖς· ἐκ Θεοῦ ὀλισθήσασι· Δέσποινα παρθένε· ἐλεύθερόν με δεῖξον.

Ὡς τὸν βότρυν τεκοῦσα· τὸν ἀγεώργητον· τὸν πηγάζοντα οἶνον· πᾶσι σωτήριον· μέθει με πικρᾶς· ἁμαρτίας σκοτούμενον· Δέσποινα παρθένε· σωφρόνησον καὶ σῶσον.

Μὴ με στήσης ἐν ὥρᾳ· Δέσποτα κρίσεως· μετὰ τῶν κατακρίτων· ὄντα κατάκριτον· ἀλλὰ τὸν πικρόν· στεναγμόν μου δεξάμενος· σῶσόν με πρεσβείαις· τῆς σῆς Μητρὸς οἰκτίρμον.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Ἐμέ· τὸν μόνο καταφρονήσαντα· φρενοβλαβῶς· τὸν νόμον σου Χριστὲ τὸν σωτήριον· καὶ δεινῇ παραβάσει δουλεύσαντα· καὶ κατακεκρυμμένον· σῶσον οἰκτείρησον· διὰ τῆς τεκούσης σε Χριστέ· ὡς ὑπεράγαθος.

Λιμὴν ἐν ζάλῃ μοι κινδυνεύοντι· τῶν πειρασμῶν· γενοῦ θεοχαρίτωτε Δέσποινα· καὶ παθῶν μου τὸν σάλον πραΰνουσα· τὸ τῶν ἁμαρτημάτων· ξήρανον πέλαγος· ὅπως καταχρέως σε ὑμνῶ· τὴν πολυύμνητον.

Ὁδόν· εὐθείαν μοι καθυπόδειξον· δι’ ἧς εὐρεῖν· δυνήσωμαι τὴν πύλην τὴν φέρουσαν· πρὸς τὰ ἄνω Παρθένε βασιλεία· πρὸς τὰ τοῦ Παραδείσου· θεῖα σκηνώματα· πρὸς τὴν δι’ αἰῶνος ἀληθῆ· μακαριότητα.

Στρατός· Ἀγγέλων τῶν Ἀρχαγγέλων τε· Ἐξουσιῶν· Δυνάμεων Ἀρχῶν Κυριότητες· Χερουβὶμ Σεραφὶμ καὶ Θρόνοι Χριστοῦ· δῆμος τῶν Ἀποστόλων· σὺν τῇ τεκούσῃ σε· μόνε δυσωποῦσι Βασιλεύε· σῶσον τοὺς δούλους σου.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β΄. Ἡ ἀπεγνωσμένη.
Τις ἐμὲ μὴ κλαύση· τὸν παραβάντα· ἐντολὴν Ὑψίστου· δι’ ἀκρασίαν· καὶ ᾅδην ποθήσαντα· ἀντὶ τοῦ Παραδείσου· βρῶσις· γλυκεῖά μοι φανεῖσα· εἰς χολὴν μετετράπη· ξένος· τῆς δόξης σου οἰκτίρμον· καὶ Ἀγγέλων ἐδείχθην· ἀλλὰ δέξαι με μετανοοῦντα· ὡς ἐλεήμων καὶ φιλάνθρωπος Κύριος· διὰ τὸ μέγα σου ἔλεος.

Ῥῦσαι τὴν ψυχήν μου· πικροῦ θανάτου· τοῦ τῆς ἁμαρτίας· καὶ τῶν πταισμάτων· πανάχραντε Δέσποινα· καὶ ζώωσον φαρμάκοις· θείοις· Χριστοῦ τῶν προσταγμάτων· πρεσβειῶν σου δυνάμει· παῦσον· πολέμους ἀοράτους· τοὺς ἐμὲ πολεμοῦντας· καὶ ὁδήγησον πρὸς τρίβους θείας· τῆς αἰωνίου σωτηρίας καὶ καταπαύσεως· διὰ τὸ μέγα σου ἔλεος.

Δάκρυα ἐκ φύλλων·ὡς ἐκ βλεφάρων· ῥάνατε τὰ ὄρη· ἐπ’ ἐμὲ πάντα· τὸν ξένον γενόμενον· Θεοῦ δι’ ἁμαρτίαν· πάντα· τὰ ζῶα καὶ τὰ ξύλα· ἀλαλάξατε θρήνοις· πάντων ἐστέρημαι ἀθλίως· καὶ Θεοῦ καὶ Ἀγγέλων· ἀλλὰ δέξαι με μετανοοῦντα· ὡς ἐλεήμων καὶ φιλάνθρωπος Κύριος· διὰ τὸ μέγα σου ἔλεος.

Τῇ Δευτέρᾳ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. β΄. ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ.
Κατακαμπτόμενος πλήθει· τῶν πονηρῶν· καὶ δεινῶν μου πράξεων· τὸν αὐχένα τῆςψυχῆς· καὶ σαρκὸς προσκλίνω σοι Ἁγνή· καὶ βοῶσι ἐκτενῶν· σὺ με ἀνόρθωσον.

Ὦ Παναμώμητε κόρη· ἡ κραταιά· τῶν πιστῶν βοήθεια· καὶ ἐλπὶς τῶν ταπεινῶν· σύ με ἐλευθέρωσον σαρκός· ἡδονῶν καῖ τῶν παθῶν· τῶν τυρανούντων με.

Φωταγωγὲ τῶν ἐν σκότει· φῶς νοερόν· ἡ τεκοῦσα Πάναγνε· φώτισον μου τὴν ψυχήν· καὶ τὸν νοῦν ἁγίασον παθῶν· καὶ πταισμάτων τὸ ζοφώδες· ἀφανίζουσα.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Ἐπὶ σοὶ Πάναγνε σεμνή· πεποιθὼς μὴ ἐκπέσω· τῶν εἰς σὲ προσδοκίας· ἀλλ’ ὡς Μήτηρ συμπαθής· τοῦ φιλανθρώπου Θεοῦ· τῶν παγίδων· τοῦ ἐχθροῦ με λύτρωσαι.

Μαρία Μήτηρ τοῦ Θεοῦ· ἡ σωτήριος πύλη· δι’ ἧς ὥδευσε μόνος· ὁ τῶν ὅλων Ποιητής· τῆς μετανοίας μοι νῦν· θείας πύλας· Ἄχραντε διάνοιξον.

Λιμὴν γενοῦ μοι καὶ φρουρός· ταῖς δειναῖς τρικυμίαις· τῶν παθῶν ἀνενδότως· χειμαζόμενον αεί· ἐν τῇ θαλάσσῃ Ἁγνή· τῇ τοῦ βίου· μόνη Ἀειπάρθενε.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ἰσχύς μου Ἄχραντε· καὶ καταφύγιον· καὶ ἀπόρθητον τεῖχος· καὶ πρὸς Θεὸν· πρέσβυς ἀκαταίσχυντος· αἰωνιζούσης με φλογός· καὶ γεένης ἐλευθέρωσον.

Παρθένε ἄχραντε· ἡ καθαρότητος· γενομένη δοχεῖον χωρητικόν· θείας ἐνοικήσεως· τῶν ψυχικῶν μου μολυσμάτων· καὶ τὸν ῥύπον ἀξαφάνισον.

Μαρία πάναγνε· παθῶν τὴν σύγχυσιν· τῆς ἐμῆς διανοίας· καὶ πειρασμῶν· ζάλη διασκέδασον· τῆς ἀπαθείας τὴν πηγήν· ἡ τεκοῦσα Μητροπάρθενε.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Μεμολυσμένος τὸν λογισμόν· καὶ ἠχρειωμένος ταῖς πολλαῖς· Μήτηρ Θεοῦ παραπτώσεσι· σὲ καθικετεύω μόνη ἀμόλυντε· οἰκτείρησον καὶ σῶσον· τῇ μεσιτεία σου.

Τῆς ἁμαρτίας μου τὰς σειράς· τῇ σῇ μεσιτείᾳ καὶ προστασίᾳ Παρθένε διαῤῥηξον· καὶ χαρᾶς καὶ θείας γαλήνης πλήρωσον· ψυχήν μου τὴν ἀθλίαν· καὶ σκότους λύτρωσαι.

Τῷ θείῳ φέγγει σου Ἀγαθή· τὴν ἐσκοτισμένην μου ψυχήν· ταῖς ἡδοναῖς φωταγώγησον· καὶ πρὸς οὐρανίους τρίβους ὁδήγησον· ἡ μόνη τὸν Σωτήρα· σαρκὶ κυήσασα.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Ὑπάρχων ὑπεύθυνος· ἁμαρτίας καὶ δεινῶς· τραυματισθεὶς ὁ δείλαιος· ἐπὶ σὲ Θεομῆτορ τὴν συμπαθῆ· προσφεύγω δεόμενος· τὰς οὐλὰς ἐξαλεῖψαι· τῶν πταισμάτων μου.

Ἡ πύλη τῆς χάριτος· ἡ ἀνοίξασασα βροτοῖς· τὴν πύλην τὴν οὐράνιον· τῆς μετανοίας μοι πύλας τηλαυγῶς· διάνοιξον Δέσποινα· καὶ πυλῶν τοῦ θανάτου· ἐλευθέρωσον.

Παθῶν κλονούμενον· ἐναντίαις προσβολαῖς· Μήτηρ Θεοῦ στερέωσον· τῆς ἀπαθείας τέξασα τὴν πηγήν· πρὸς σὲ γὰρ κατέφυγα· τῆς ἀθλίας ψυχῆς μου· τὴν παράκλησιν.

Κάθισμα. Ἦχος πλ. β.
Τῆς σωτηρίας τὴν πηγήν· αἴτησαι ἡμῖν· Θεοτόκε παρθένε· θαῤῥοῦντες εἰς σε· μὴ ἀπολλώμεθα· σωθῶμεν διὰ σοῦ· ἐκ τῶν πταισμάτων ἡμῶν· σὺ γὰρ εἶ βοήθεια· ἡμῶν τῶν ἁμαρτωλῶν.

ᾨδὴ ζ΄. Δροσοβόλον.
Ἱλαστήριον κεκτήμεθα Πανάχραντε· πρὸς τὸν Θεόν σε πάντοτε· ἐξελοῦ ἡμᾶς· τῶν ἐκεῖ βασάνων φοβερῶν· καὶ λύτρωσαι πάσης ἀπειλῆς· ἐπιβουλῆς τε ὁρατῶν· καὶ ἀοράτων ἐχθρῶν.

Μὴ ἐάσῃς με Παρθένε ἀπολλύμενον· μηδὲ παραχωρήςῃς με· βρῶμα γενέσθαι· τοῦ ἀεὶ διψώντος τὴν ἐμήν· ἀπώλειαν ὄφεως δεινοῦ· ἀλλὰ παράσχου μοι τὸ σὸν πλούσιον ἔλεος.

Ῥαθυμίᾳ με κρατούμενον διέγειρον· πρὸς ἐργασίαν Ἄχραντε· θείων πράξεων· ἐνισχύσαντά με κατ’ ἐχθρῶν· ἀεὶ πολεμούντων με δεινῶς· καὶ ἐναντίοις λογισμοῖς· δελεαζόμενον.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ἡ τῷ τόκῳ σου πᾶσαν· ἀποστρεφώσασα· τὴν κακίαν τοῦ πλάνου· πᾶσαν στερεύουσαν· πράξεως Ἁγνή· ἀγαθῆς τὴν καρδίαν μου· δεῖξον καρποφόρον· Θεοῦ ἱλεουμένη.

Ἱκεσίαν Παρθένε· Θεῷ προσάγαγε· τὰς ψυχὰς ἡμῶν σῶσον· Θεοχαρίτωτε· καὶ τῆς τῶν παθῶν· ἐνοχῆς ἡμᾶς ῥύσασθαι· καὶ τῆς τῶν δαιμόνων· κακίστης ἐπηρείας.

Πρὸς τὴν σὴν καταφεύγω· σκέπην Πανάμωμε· καὶ προστάτιν ζωῆς μου· σὲ νῦν προβάλλομαι· ῥῦσαί με πυρός· αἰωνίου κρίσεως· καὶ φρικωδεστάτου· λογοθεσίου Κόρη.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Παθῶν· κλυδώνιον συνταράσει με καὶ ἡδονῶν· βυθίζει τρικυμίαις Πανάμωμε· κυβερνήτην Χριστὸν κυήσασα· χεῖράς μοι βοηθείας· ἔκτεινον δέομαι· μόνη σωτηρία τῶν πιστῶν· Θεομακάριστε.

Παστάς· καὶ θρόνε τοῦ βασιλεύοντος· ὄρος Θεοῦ· καὶ πόλις ἐκλεκτὴ καὶ Παράδεισον· τοῦ ἡλίου νεφέλη ὁλόφωτε· φώτισον τὴν ψυχήν μου· νέφη διώκουσα· τῶν ἀνομιῶν μου τῶν πολλῶν· Θεοχαρίτωτε.

Ἁγνή· παρθένε ἁγνείας σκήνωμα· πύλη φωτός· τὰς πύλας τῆς ψυχῆς μου διάνοιξον· ἁμαρτίας εἰσόδους συγκλείουσα· μή με καταλαβέτω· χεῖρ τοῦ ἀλάστορος· ἄδουσα πρὸς ὄλεθρον Ἁγνή· καὶ φρικτὴν κόλασιν.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β΄. Ἡ ἀπεγνωσμένη.
Τὸν καταγνωσμένον· ἐν ἀσωτείᾳ· καὶ γεγυμνωμένον ἀγαθῶν ἔργων· τὸν ἀμπεμπολήσαντα· τὴν χάριν τοῦ Δεσπότου· σῶσον· ἡ μόνη τὴν τοῦ κόσμου· σωτηρίαν τεκοῦσα·ῥῦσαι· δεινῆς αἰχμαλωσίας· ἐκουσίως ληφθέντα· καὶ πρὸς βάραθρον τῆς ἀπωλείας· ἐξ ἀφροσύνης ὀλισθήσαντα Δέσποινα· διὰ τὸ μέγα σου ἔλεος.

Τῇ συμπαθεστάτῃ· σοῦ προμηθείᾳ· καὶ τῇ εὐσπλάγχνῳ· κηδεμονίᾳ· τὴν ὁδυνομένην μου· θεράπευσον καρδίαν παῦσον· τοὺς πόνους τῆς ψυχῆς μου· καὶ τραυμάτων τὸ ἄλγος· λύσον· τοὺς περιπλακέντας μοι· καὶ συμπνίγοντας βρόχους· καὶ κατεύνασον εὐλογημένη· τὴν τῶν παθῶν μου πολυτάραχον κλύδωνα· διὰ τὸ μέγα σου ἔλεος.

Κατακαμπτόμενην· δυσφορωτάτῳ· βάρει τὴν ψυχήν μου· τῷ τῶν πταισμάτων· καὶ κάτω συγκύπτουσαν· ἀνώρθωσον Παρθένε· σὺ γὰρ· τὴν τοὺς κατερῥαγμένους· ἀνορθοῦντας Σωτῆρα· ἔσχες· πειθόμενον εὐκόλως· μητρικῇ παῤῥησίᾳ· καὶ διάῤῥηξον σῇ μεσιτεῖᾳ· τῆς ἁμαρτίας τὸ χειρόγραφον δέομαι· διὰ τὸ μέγα σου ἔλεος.

Τῇ Τρίτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. β΄. ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ.
Ἡ τὸν ἀχώρητον Λόγον· ἐν σῇ γαστρί· δεξαμένη πάναγνε· Θεοχώρητε σκηνή· τῆς στενοχωρούσης με δεινῆς· τρικυμίαις τῶν παθῶν· ἁγνή ἀπάλλαξον.

Ἁμαρτιῶν καταιγίδαι· καὶ λογισμῶν· ἐναντίον κύματα· καὶ παθῶν ἐπαγωγαί· τὴν ἐμὴν βυθίζουση ψυχήν· ἀλλὰ σπεῦσον ἁγαθή· σῶσον τὸν δοῦλόν σου.

Ἡ Θεοχώρητος κόρη· ἡ τὸν Υἱὸν τοῦ Θεοῦ γεννήσασα· σὲ ἀπαύστως δυσωπῶ· τῆς στενοχωρούσης με δεινῶς· τῶν παθῶν ἐπαγωγῆς· Ἁγνὴ ἀπάλλαξον.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.
Μαρία πάντων ἡ ἐλπίς· τῶν εἰς σὲ προστρεχόντων· τὸν Χριστὸν ἐκδυσώπει· λυτρωθῆναι πειρασμῶν· τοὺς εὐφημοῦντας πιστῶς· τὴν σὴν χάριν· ἄχραντε Θεόνυμφε.

Ὑπὸ τὴν σκέπην σου Ἁγνή· καταφεύγομεν πάντες· οἱ μολύναντες ψυχήν· ἐν ἁμαρτίαις δειναῖς· διὰ τοῦ πλάνου ἐχθροῦ· ἀλλὰ δίδου· χεῖρα βοηθείας ἡμῖν.

Οἴμοι ψυχή μου ταπεινή· πῶς ἀθλίως ἐκλάπης· ὑπὸ τοῦ ψυχοφθόρου· ἐν τῷ πράτειν σε πολλά· ἀλλὰ βόησον θερμῶς· τὴν Μητέρα· τοῦ Θεοῦ καὶ σώζει σε.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ἰδοῦ προσέρχομαι· πρὸς σὲ Πανάμωμε· καὶ προσπίπτων κραυγάζω· δέξαι ἁγνή· τὴν ψυχήν μου πταίσμασιν· ἐσκοτισμένην ἐν δεινοῖς· ὡς φιλεύσπλαγχνος καὶ Μήτηρ Θεοῦ.

Ἁγία Δέσποινα· τὸ καταφύγιον· τῶν εἰς σὲ πεποιθότων· ῥῦσαι δεινῶν· πειρασμῶν τὸν δοῦλόν σου· καὶ ἐλευθέρωσον φλογός· τῆς ἀσβέστου καὶ κολάσεως.

Ὡς μόνη τέξασα· τὸν ἀναλοίωτον· τῆς ψυχῆς μου τοὺς βρόγχους· λύσον Ἁγνή· καὶ πταισμάτων ἄφεσιν· ἡ καθαρὰς θείας φωνάς· τοῦ Ἀγγέλου εἰσακούσασα.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Τὸν Σωτῆρα καὶ Λυτρωτήν· γένους τοῦ βροτείου ἐν γαστρί· σὺ Θεομῆτορ βαστάσασα· τῶν βροτῶν τυράνου ἡμᾶς ἀπάλλαξον· τοῦ πόθῳ ἀνυμνοῦντας· σὲ τὴν Πανύμνητον.

Ῥῦσαι γεένης με καὶ φλογὸς· Ἄχραντε παρθένε ἡ Θεόν· ἀποτεκοῦσα τὸν Πλάστην μου· σοὶ γὰρ τὴν ἐλπίδα μου ἀνατίθιμι· καὶ σὲ ἐπικαλοῦμαι· ὡς προστασίαν μου.

Θῆρες καὶ κύνες ὅτι πολλοί· τὴν ἐμὴν ψυχὴν καταπιεῖν· ἐπιζητοῦσι Πανάμωμε ἀλλ’ αὐτὴ προφθάσασα τῇ ἀμάχῳ σου· καὶ θεία προστασία· ῥῦσαι καὶ σῶσόν με.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Παρθένε πανύμνητε· ἡ τὸ φῶς τὸ ἐκ φωτός· ἡμῖν ἐπανατείλασα· τὴν ταπεινὴν ψυχήν μου ῥῦσαι πυρός· φλογός τε καὶ σκώληκος· καὶ τῆς αἰωνιζούσης· κατακρίσεως.

Ἐπλήθυναν Πάναγνε· τῶν ἀμέτρων μου κακῶν· αἱ πράξεις καὶ ἐκδέχεται· ὁ ποταμὸς ὁ πύρινος καὶ δεινός· ἐκκαίει με Δέσποινα· ἀλλὰ σὺ με Παρθένε· τούτων λύτρωσαι.

Μὴ δείξῃς δαιμόνων με· παίγνιον τῶν πονηρῶν· καὶ ψυχοφθόρων Πάναγνε· ἀλλὰ τῇ σῇ πρεσβεία ἀντιλαβοῦ· καὶ σῶσον με ἵνα σε· ἀνυμνῶ ὡς Μητέρα· τοῦ Θεοῦ ἡμῶν.

Κάθισμα.
Τῆς εὐσπλαγνίας.
Τῆς ἀσθενούσης μου ψυχῆς· τὰς πολλὰς ἁμαρτίας· καὶ ταὰ τοῦ σώματος Ἁγνή· χαλαιπότατα πάθη· ἐπίσκεψαι καὶ θεραπείας ταχινῆς· ἀξίωσον καὶ τὰς ἁγίας ἐντολάς· ποιεῖν με κατευόδωσον· Θεοῦ τοῦ ἀγαθοῦ· ἵνα σὲ μεγαλύνω.

ᾨδὴ ζ΄. Δροσοβόλον.
Ἐπὶ σὲ πᾶσαν Δέσποινα ἀνέθηκα· ἐλπίδα μου ὁ ἄσωτος· καὶ κραυγάζω σοι· ἰατρεῖον γενοῦ μοι Ἁγνή· καὶ μέτοχον ποίησον ζωῆς· ὡς τὴν ζωὴν ἀνατείλασα· τοῦ ἀρχιφώτου ζωῆς.

Διὰ σοῦ Μῆτερ φωτὸς πάντες ὀψόμεθα· φῶς τοῦ ἀπροσίτου λάμψαντος· ἐκ τοῦ ἀνάρχου· καὶ Πατρὸς τῶν φώτων ἀληθῶς· διὸ σὲ δοξάζομεν πιστῶς· καὶ ἀνυμνοῦμεν ὡς αὐτοῦ Μητερα οὖσαν ἁγνή.

Φωτιστικὴν τὴν σὴν πρεσβείαν νῦν δεχόμεθα· οἱ καταχρέως Πάναγνε· σὲ γεραίροντες· καὶ τιμώντες σε χαρμονικῶς· διὸ μελωδοῦμεν εὐσεβῶς· εὐλογητὸς εἶ ὁ Θεός· ὁ τῶν πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Τοῦ πυρὸς τοῦ ἀσβέστου· ῥῦσαί με Κύριε· τὸν πολλά σοι ἀφθόνως· παραπικραίνοντα· καὶ ταῖς πονηραῖς· τοῦ ἀλάστορος εἴξαντα· ἀλλὰ σκέπασόν με· πρεσβείαις τῆς Μητρός σου.

Φοβερόν σου τὸ βήμα· εὔσπλαγχνε Κύριε· καὶ ἡ κόλασις ἤδη· προετοιμάζεται· ἀλλὰ τὸν ἁγνῶς· καὶ ἀσπόρως τεκούσης σε· ἱκεσίαις Λόγε· ἐπικαμφθείς μοι σῶσον.

Πάναγία παρθένε· τὸ ἀκεσώδυνον· ἰατρεῖον καὶ τεῖχος· τῶν προστρεχόντων σοι· ῥῦσαί με φλογός· καὶ γεένης καὶ σκώληκος· τοῦ ἀτελευτήτου· ὅπως σὲ μεγαλύνω.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Ἁγνὴ Παρθένε καὶ ἀπειρόγαμε· ἡ τὸν Θεόν· ἀφρώστως συλλαβοῦσα ἐν μήτρα σου· καὶ τεκοῦσα Υἱὸν τὸν προάναρχον· δέξαι τὸν στεναγμόν μου· δέξαι τὰ δάκρυα· καὶ μελλούσης σῶσόν με φλογός· ἵνα δοξάζω σε.

Ὡς φρίκης· γέμον τὸ σὸν κριτήριον· καὶ φοβερός· ὁ θρόνος σου φιλάνθρωπε πέφυκεν· αἱ δὲ πράξεις μου ὑπερηκόντισαν· ψάμμου τοῦ τῆς θαλάσης· ἀλλ’ ὡς φιλάνθρωπος σῶσόν με δεήσεσι τῆς σῆς· Μητρὸς τὸν δοῦλόν σου.

Χαρᾶς· δοχεῖον γέγονας Ἄχραντε· ὡς τὴν φωνήν· ἐν ὠσι δεξάμενη τὴν ἄνωθεν· διὰ τοῦτο βοῶμέν σοι Πάναγνε· δέξαι φωνὰς σῶν δούλων· ταύτας προσάγαγε· τῷ ἐκ σοῦ τεχθέντι ἵν’ ἡμᾶς· σώσῃ ὡς εὔσπλαγχνος.

Στιχηρά Προσόμοια.
Ἦχος πλ. β΄. Ἡ ἀπεγνωσμένη.
Ἄνοιξόν μοι θυραν· τῆς μετανοίας· δός μοι Παναγία· πηγὴν δακρύων· παράσχου κατάνυξιν· καὶ σώφρονα καρδίαν· σὲ γὰρ· βεβαίαν προστασίαν ἐπιγράφομαι μόνην· πᾶσαν· ἐπὶ σοὶ προσδοκίαν· τὴν ἐμὴν ἀναφέρω· μὴ ἀπώση με κατησχυμμένον· ἀλλὰ προσδέχου καὶ διάσωσον Δέσποινα· διὰ τὸ μέγα ἔλεος.

Μόνη παρθενεύεις· καὶ μετὰ τόκον· μόνος πλημμελήσας· ὡς οὐδεὶς ἄλλος· προσπίπτω δεόμενος· Θεοτόκε καὶ κράζω· δός μοι· καιρὸν τῆς μετανοίας· ταῖς σαῖς ἱκετηρίαις· ἵνα· στενάξω πενθήσω· τὰ ἐμοὶ πεπραγμένα· καὶ πρεσβείαις σου λάβω συγνώμην· νῦν τῶν πταισμάτων μου κράζω σοι Ἄχραντε· διὰ τὸ μέγα σου ἔλεος.

Πάθεσιν ὑπέκυψα· ἀτιμίας δοῦλος ἀνεδείχθην· τῆς ἁμαρτίας· καὶ δέδοικα Πάναγνε· τὴν κρίσην τὴν δικαίαν· δός μοι· σφραγίδα σῆς πρεσβείας· ἐκφυγὴν τιμωρίας· λύσον· τῆς ἐμῆς Θεοτόκε· τὸν δεσμὸν ἁμαρτίας· καὶ γὰρ δύνασαι εὐλογημένη· τῇ σῇ πρεσβείᾳ τὴν συγχώρησιν δοῦναί μοι· διὰ τὸ μέγα σου ἔλεος.

Τῇ Τετάρτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. β΄. ᾨδὴ α΄. Κύματι θαλάσσης.
Ἔχεις δυναστείαν· ποιεῖν ὅσα θέλεις· ἔχεις καπτομένον·ταῖς σαῖς λιταῖς τὸν Υἱόν σου· ἔχεις ἰσχύν τε καὶ κράτος· προστασίαν ἀναντίῤῥητον· Θεοτόκε Δέσποινα· διὸ σῶσον τὸν δοῦλόν σου.

Δέσποινα τοῦ κόσμου· βοήθεια πάντων· ἡ ἀπολύτρωσις· καὶ σωτηρία βροτῶν· σὺ πολυτρόπων κινδύνων· καὶ παθῶν καὶ περιστάσεων· τοὺς σοὺς δούλους λύτρωσαι· τοὺς πίστει σε δοξάζοντας.

Σὺ εἶ προστασία· τοῦ κόσμου Παρθένε· σὺ εἶ τὸ καύχημα· Χριστιανῶν ἀγαθή· σὺ τῆς ἀθλίας ψυχῆς μου· προστασία καὶ κραταίωμα· καὶ χαρὰ καὶ λύτρωσις· γένου Θεομακάριστε.

ᾨδὴ γ΄. Σὲ τὸ ἐπὶ ὑδάτων.
Νάμασι σωτηρίας· κατάρδευσον· Παρθενομῆτορ κόρη· ἐκ σκότους ῥυομένη· καὶ τῆς φλογὸς τοῦ ἀσβέστου πυρός· τοὺς σοὺς οἰκέτας Ἄχραντε· τοὺς Θεοτόκον σε· σέβοντάς τε καὶ δοξάζοντας.

Ὅλως κατεστιγμένος· τοῖς μώλωψι· τοῖς ἐκ παραπτωμάτων· ἐπὶ σὲ καταφεύγω· Θεογενῆτορ καῖ δέομαι· σὺ τὰς οὐλὰς ἀφάνισον· τούτων καὶ σῶσόν με· ῥῶσιν θείαν μοι παρέχουσα.

Ἡ τῶν κτισμάτων πάντων· δεσπόζουσα· σεμνὴ Θεοκυῆτορ· ἐμὲ τὸν δουλωθέντα· τοῖς χαλεποῖς πλημμελήμασι καῖ ἀθεμίτοις πράξεσι δεῖξον ἐλεύθερον· τούτων θείᾳ δυναστείᾳ σου.

ᾨδὴ δ΄. Τὴν ἐν Σταυρῷ σου.
Ἀπεγνωκώς· τῆς σωτηρίας μου· ἀνακράζων βοῶ· καὶ χεῖρας ἀνατείνω· ἐλέησόν με Δέσποινα· μήτηρ τοῦ Θεοῦ· σὺ γενοῦ μοι βοήθεια· καὶ ἀντίληψις.

Ταῖς καταιγίσι· συνεχόμενος· τῶν ἀπείρων παθῶν· καὶ τῶν παραπτωμάτων· σὺν δάκρυσι κραυγάζω σοι· Δέσποινα ἁγνή· κυβερνήσει σου θεῖα· σύ με διάσωσον.

Τὸν φοβερόν μοι· λογοθέσιον· ἐν ἐξόδου ψυχῆς· καὶ χωρισμοῦ τοῦ σκήνους· Παρθένε εὐμαρίσασα· δεῖξον τῆς εκεῖ· ἀναπαύσεως θείας· μέτοχον Δέσποινα.

ᾨδὴ ε΄. Θεοφανείας σου Χριστέ.
Οἱ Θεοτόκον εὐσεβῶς· σὲ βοώμενοι· ὡς Μητέρα Θεοῦ σε· καὶ τὴν σὴν εἰκόνα ἀσπαζόμενοι· ταῖς πρὸς τὸν Υἱόν σου δεήσεσιν· ἀπολαύσαι ἐν φωτισμῷ· καὶ τῆς ἀλύκτου χαρᾶς· σῦν πᾶσι ἁγίοις· λυτρούμενος τοῦ πυρός· καὶ τῆς κολάσεως.

Κατὰ τὸ πλήθος σου Ἁγνή· τῶν οἰκτιρμῶν· καὶ τῆς εὐσπλαγχνίας σου· τὸν εἰς σὲ προστρέχοντα ἐκ πίστεως· καὶ αἰτούμενον τῆς πρεσβείας σου· τῶν πταισμάτων τὸν ἱλασμόν· καὶ τὴν συγχώρησιν· τῶν πλημμελημάτων· παράσχου Θεοτόκε· ἀειπάρθενε.

Ἀπεγνωσμένον με δεινῶς· ταῖς συνεχέσι· τοῦ βίου κακώσεσι· καὶ ταλαιπωρίαις καὶ ταῖς θλίψεσι· καὶ δαιμόνων ταῖς ἐπιθέσεσιν· ἀπολύτρωσαι ἀγαθή· Παρθένε πάναγνε· καὶ τῆς μετανοίας· παράσχου μοι σωτηρίαν· καὶ τὴν ἔλλαμψιν.

ᾨδὴ ς΄. Συνεσχέθη ἀλλ’ οὐ.
Σοὶ προσπίπτω· καὶ καθικετεύω· Δέσποινα τοῦ κόσμου ἁγνή· ὁ ἄθλιος ἐγώ· τὰς τῆς σαρκὸς δεινὰς ὀρέξεις· καὶ διανοίας· ἐκτροπὰς ἀφάνισον· καὶ τὰς τῶν δαιμόνων κακουργίας· καὶ τὰς ἐνέδρας Ἁγνή· τῇ δυνάμει τῇ σῇ· τέλειον κατάβαλε καὶ σῶσόν με.

Σκοτισθεῖσαν· τὴν διάνοιάν μου· ζόφῳ πονηρῶν λογισμῶν· καὶ ἡδονῶν ἀχλύι· καὶ τῷ σκότει τῶν παραπτωμάτων· παρθενομῆτορ· φώτισον πρεσβείαις σου· ἡ τὸ θεῖον φῶς ἀποτεκοῦσα· καὶ ἐνυπόστατον· λαμψασα φωτισμόν· τὸν τῆς μετανοίας μοι καὶ χάριτος.

Ἴθυνόν με· πρὸς ἐνθέους τρίβους· Μῆτερ τοῦ Παντάνακτος· ἐκ παθῶν ἀνοδίας· καὶ τῆς ἁμαρτίας λυτρουμένη με· καὶ ὁδηγοῦσα· πρὸς ζωὴν ἀκήρατον· σὺ γὰρ πάντων τῶν καλῶν αἰτία· καὶ σωτηρία βροτῶν· σώζουσα ἐκ φθορᾶς· καὶ πρὸς σωτηρίαν ἐπανάγουσα.

Κάθισμα.
Ἦχος πλ. β΄. Τῆς εὐσπλαγχνίας.
Ταῖς τῶν δαιμόνων προσβολαῖς· κλονουμένην Παρθένε· τὴν παναθλίαν μου ψυχήν· ἐν τῇ πέτρᾳ στερέωσον· τῶν θείων προσταγμάτων τοῦ Χριστοῦ· μὴ καταποντισάτω με Ἁγνή· πταισμάτων καταιγίς· τῶν λογισμῶν· φαύλων ἡ τρικυμία.

ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα.
Στήριξον πέτρα· τῶν θελημάτων τοῦ Κτίστου μου· τὴν ψυχήν μου· Δέσποινα ἁγνή· τὸν σάλον τῶν δεινῶν· καὶ παθῶν τὸν τάραχον· ταῖς σαῖς πρεσβείαις· πραϋνουσα θείαν δωρουμένη εἰρήνην.

Ὄμβρους μοι δίδου δακρύων ἄχραντε Δέσποινα τὰς κηλίδας· πάσας τῆς ψυχῆς τῶν ἡδονῶν· τὸν ῥύπον ἐκπλύνουσα καὶ καθαρόν με· προσάγουσα τῷ Κτίστῃ· καὶ κολάσεως πάσης λυτρουμένη.

Σὲ προστασίαν· καὶ απροσμάχητον κέκτημαι· Θεοτόκε· τεῖχος Ἁγαθή· δι οὗ τῶν ἐχθρῶν ἀπάντων ῥυσθήσομαι· τῶν παγίδων· ὑπὲρ προφανοῦμαι· καὶ φρικτῆς αἰωνίου καταδίκης.

ᾨδὴ η΄. Ἔκστηθι φρίτων.
Φῶς ἡ τεκοῦσα τὸν Χριστόν· φαϊνοτάταις σου ἱκεσίαις καὶ εὐχαῖς· Παρθένε· τοῦ ἀδύτου ἔμπλησον· φωτὸς τοὺς δούλους σου· τοὺς πίστει εὐσεβῶς σε ὑμνοῦντας ἡ σὴ γὰρ μεσιτεία· καὶ ἡ σὴ προστασία· δυνατὴ ὑπάρχεις· τοῦ σώζειν οὕσπερ βούλη.

Κινδύνοι ᾅδου δυσχερῖς· θλίψεις εὔροσαν· καὶ ἀνάγκαις με σφοδραί· καὶ πόνοι· καὶ δεινῶς συνέχουσι· καὶ ἀπολλύουσιν· ἐγὼ δὲ τὴν σὴν ἐπικαλοῦμαι βοήθειαν Παρθένε· σύ με ῥῦσαι τῆς τούτων· ἀνάγκης πρὸς γαλήνην· ἀνάγουσα τὴν ὄντως.

Φάλαγγας θραῦσον τῶν ἐχθρῶν· τῇ δυναστεία σου· Θεοτόκε ἀγαθή· τῶν μάτην· καταπολεμούντων με· τυρανούντων σφοδρῶς· καὶ τῇ ἀπωλείᾳ μου χαιρόντων· φρουροῦσα συντηροῦσα· λυτρουμένη τῆς τούτων· πονηρᾶς μανίας· καὶ δεινῆς πανουργίας.

ᾨδὴ θ΄. Μὴ ἐποδύρου με.
Ολοσχερῶς ἐκ καρδίας· ἐμαυτόν σοι προσφέρω· καὶ ἀνατίθημι· φροντίδα πᾶσαν ἐπὶ σοί· διὰ σοῦ πταισμάτων· εὔροιμι λύτρωσιν· διὰ σοῦ τῆς μελλούσης· δειχθείην κοινωνός· βασιλείας καῖ δόξης· Θεογενῆτορ ἁγνή.

Σὲ προστασίαν σκέπην· καῖ ἐλπίδα καῖ τεῖχος· καὶ προσφυγὴν καὶ ἱλασμόν· καὶ λύτρωσιν τῶν πολλῶν· ἐγκλημάτων δίδου· εὔσπλαγχνε Κύριε· πειρασμῶν καὶ κινδύνων· ἀπάλλαξον Χριστέ· τῆς τεκούσης σε Λόγε· Μητρὸς δεήσεσιν.

Ἠ ἀσφαλὴς σωτηρία· ἡ ἐλπὶς ἡ βεβαία· ἠ οὐρανώσασα· τὸ γένος τῶν βροτῶν· ἡ τὸν θεῖον οἶνον ἡμῖν ἐκβλύσασα· Θεοτόκε παρθένε· διάσωσον ἡμᾶς· ἐκ παθῶν κινδύνων καὶ αἰωνίου πυρός.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β΄. Ἡ ἀπεγνωσμένη.
Τῆς φιλανθρωπίας σου τὰ πελάγη· τῆς εὔσπλαγχνίας σου τὰς ἀβύσους· καὶ τῆς ἀγαθότητος· οἰκτιρμοὺς τοὺς ἀπείρους· δεῖξον· πανάχραντε Παρθένε· ἐπ’ ἐμοὶ τῷ ἀθλίῳ· στῆσον· νομὴν τῆς ἁμαρτίας σωφροσύνην διδοῦσα· καὶ συντήρισον σὺν τῇ ψυχῇ· καὶ τὸ σῶμά μου ἄτρωτον πανάμωμε· διὰ τὸ μέγα σου ἔλεος.

Οὐρανῶν ὑπάρχουσα πλατυτέρα· Σεραφὶ καὶ θρόνων· ἐνδοξοτέρα πάσης τῆς κλίσεως· Ἁγνὴ τιμιωτέρα· ἔσχες ἁγνἠ γὰρ τὸν Δεσπότην· τοῦ παντὸς ἀπειράνδρως· ὅθεν ἀνθρώπων γενεαί σε καταχρέως τιμώμεν· καὶ δοξάζομεν ὡς λυτρωθέντες· ἐκ τῆς ἀρχαίας διὰ σοῦ ἀποφάσεως· διὰ τὸ μέγα σου ἔλεος.

Ὁδηγὸς ὑπάρχουσα πλανωμένων· φωτισμός τε οὖσα· ἐσκοτισμένων· πενθούντων παράκλησις λιμὴν χειμαζομένων· λύσις σειρῶν ἁμαρτημάτων· δεινῶς με κατεχόντων· δόσις· χαρίτων οὐρανίων· γερῶν ἐπιγείων· Θεονύμφευτε τῆς σῆς πρεσβείαις· καὶ ἀντιλήψεώς με ποίησον μέτοχον· διὰ τὸ μέγα σου ἔλεος.

Τῇ Πέμπτῃ Ἐσπέρα

Ὁ Κανών.

Ἦχος πλ. β΄. ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ.
Τὴν σκοτεισθεῖσαν ψυχήν μου ἐπαγωγαῖς· Θεοτόκε Δέσποινα· τῶν ἀτόπων λογισμῶν· τὴν ἀχλὺν διάλυσον Ἁγνή· τῶν ἀγίων ἐντολῶν· τοῦ σαρκωθέντος ἐκ σοῦ.

Σῶσον με Μῆτερ τοῦ Λόγου· διὰ πολλήν· εὐσπλαγχνίαν σῶσόν με· τὸν ἐλπίζοντα εἰς σε· καὶ τὴν σὴν ἀντίληψιν Ἁγνή· ἐν ἡμέρᾳ καὶ νυκτί· ἐπικαλούμενον.

Οἴμοι ψυχή μου ἀθλία· τι ἀμελῶς· ῥαθύμως πᾶσάν σου· διανεύεις τὴν ζωήν· σπεύσον μετανόησον θερμῶς· κεκτημένη βοηθόν· τὴν Θεομήτορα.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἁγιος ὡς σύ.
Ἡ τῶν πταισμάτων μου πληθύς· εἰς βυθὸν ἀπωλείας· Θεοτόκε καθέλκει· τὴν ταπεινήν μου ψυχήν· διὸ τῇ σῇ δεξιᾷ· τὴν ζωήν μου· ἐκ φθορᾶς ἀνάγαγε.

Υἱὸν φιλάνθρωπον Θεόν· τετοκυῖα Παρθένε· τὸν ἀχρεῖόν σου δοῦλον· ἐν ὥρᾳ τῇ φοβερᾳ· τῆς παρουσίας Χριστοῦ· λύτρωσαί με· πάσης κατακρίσεως.

Παράσχου Δέσποινα ἁγνή· ψυχικῶν μοι δακρύων· ὀχετους ἀεννάους· ἐκπλύναι τὸν λογισμόν· τῆς ταπεινῆς μου ψυχῆς· ῥυσθῆναι· τῆς αἰωνιζούσης φλογός.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ἐμὲ τὸν ἄσωτον· τὸν παροργίσαντα· Θεοτόκε παρθένε· τὸν σὸν Υἱόν· ὑπὲρ πάντα ἄνθρωπον· τῶν αἰωνίων βασάνων· ἐλευθέρωσον καὶ σῶσόν με.

Τὸ πλῆθος Κύριε· τῶν ἐγκλημάτων μου· σὺ ἐπίστασαι μόνος· ὁ ἐρευνῶν· τὰς καρδίας Δέσποτα· διὸ εὐχαῖς τῆς σῆς Μητρός· συμπαθείας με ἀξίωσον.

Ἐλπὶς στήριγμα καὶ ἀγαλλίαμα· τῆς ψυχῆς μου ὑπάρχεις καὶ φωτισμός· Δέσποινα πανάμωμε· ὅθεν ὑμνῶ καὶ δοξάζω· τὴν πολλήν σου ἀγαθότητα.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου ἀγαθέ.
Τῷ θείῳ φέγγει σου Ἁγαθή· τὴν ἐσκοτισμένην μου ψυχήν· βιωτικαῖς περιστάσεσι· καὶ τῇ ἀμαυρώσει τῶν πονηρῶν λογισμῶν· καταύγασον ὡς πύλη· τοῦ ἀπροσίτου φωτός.

Ἐξασθενεῖ μου ὁ λογισμός· ταῖς τῶν ἐναντίων προσβολαῖς· διηνεκῶς συγκλονούμενος· ὅνπερ ἐν τῇ πέτρᾳ τῶν θελημάτων Χριστοῦ· στήριξον Θεοτόκε ὅπως δοξάζω σε.

Πηγὰς δακρύων ἐπιζητῶν· καὶ συντετριμμένην καρδίαν· Θεομακάριστε Δέσποινα· ὅπως μου πενθήσω τὰ παραπτώματα· καὶ τύχω σωτηρίας· ἐν ὥρᾳ κρίσεως.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Ἐλέησον Δέσποινα· τὴν ἀθλίαν μου ψυχήν· τὴν ῥυπωθεῖσαν πάθεσιν καὶ λογισμοῖς ἀτόποις Μήτηρ Θεοῦ· καὶ πάσης κολάσεως· ἐν ἡμέρᾳ τῆς δίκης· ἐλευθέρωσον.

Τὸ πλήθος ἐξάλειψον· τῶν ἐμῶν ἁμαρτιῶν· τῷ πλήθει τοῦ ἐλέου σου· καὶ τὸν δοῦλόν σου σῶσον ὡς Ἀγαθή· πρὸς σὲ καταφεύγοντα· καὶ δεόμενον πίστει· τῆ πρεσβείᾳ σου.

Ἐπίβλεψον Δέσποινα· ἐπ’ ἐμὲ τὸν ταπεινόν· παρ’ ἐλπίδα σῶσόν με· σὺ γὰρ ἐλπὶς καὶ σκέπη μου καὶ ζωή· καὶ φῶς τῆς καρδίας μου· Θεοτόκε ὑπάρχεις· καὶ κραταίωμα.

Κάθισμα.
Ἦχος πλ. β΄. Τῆς εὐσπλαγχνίας.
Ἐξασθενεῖ μου ωῦν ὁ νοῦς· ἐμπεσὼν εἰς τὰ βάθη· τῶν ἐναντίων λογισμῶν· καὶ οὐκ ἔστι μοι ἄνεσις· ἐπάκουσόν μου ἐν καιρῷ τῶν πειρασμῶν· καὶ δώρησαι ἀναψυχὴν ὡς Ἀγαθή· μὴ γίνομαι κατάβρωμα· δαιμόνων πονηρῶν· μόνη εὐλογημένη.

ᾨδὴ ζ΄. Δροσοβόλον.
Ὀδυρόμενος προσφεύγω σοι Πανύμνητε· καὶ δέομαι τῶν σῶν οἰκτιρμῶν· μὴ παρίδης με· τὸν ἐν σκότει κείμενον παθῶν· πταισμάτων ἀλλ’ οἴκτειρον Ἁγνὴ πρὸς τὸ φῶς τῶν ἐντολῶν· Χριστοῦ ὁδήγησον.

Ἐν ἡμέρᾳ καὶ νυκτὶ ἐπικαλούμενος· εὐλογημένη Δέσποινα· δέομαί σου ἱλασμὸν πταισμάτων μου πολλῶν· δωρήσασθαι ὅπως ἐν χαρᾷ· δοξολογῶ καὶ ἀνυμνῶ· τὴν εὐσπλαγχνίαν σου.

Ὀλέθριος μοι ἐπέρχεται ὁ δόλιος· ζητῶν τὴν ταπεινήν μου ψυχήν· διασπαράξαι· τοὺς ὀδόντας σύντριψον αὐτοῦ· καὶ σῶσόν με Μῆτερ τοῦ Θεοῦ· ἵνα ἀνυμνῶ καὶ προσκυνῶ· τὴν εὐσπλαγχνία σου.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ἵνα τὶ διανύεις· ἐν ῥαθυμίᾳ πολλῇ· σοῦ τὸν βίον ψυχή μου· στέναξον δάκρυσον· ἕως οὗ καιρός· μετανοίας ὑπάρχει σοι· μὴ σε καταλάβοι ἡ ὥρα τοῦ θανάτου.

Ἐμαυτὸν άποκλαίω· πρὸ τῆς ἐξόδου μου· ἐννοιῶν μου τὰ ἔργα· τὰ πονηρά καὶ δεινὰ τοὺς λογισμούς· τοὺς ἀτόπους Πανύμνητε· ῥῦσαι γεένης· ψυχὴν ἀπεγνωσμένην.

Ὅταν ἔλθῃς ἐν δόξῃ· κρῖναι τ ὰσύμπαντα· δεξιοῖς με προβάτοις· σύνταξον Δέσποτα· τὸν ἁμαρτωλόν· τῆς Μητρός σου δεήσεσι· ἵνα σὲ δοξάζω· εἰς πάντας τοῦς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Ἐμέ· τὸν ἄσωτον καὶ κατάκριτον· ὡς Ἀγαθή· ἐλέησον καῖ πάσης κολάσεως· ἐξελοῦ ἐν ὥρᾳ τῆς ἐτάσεως· ἵνα σὲ μεγαλύνω· ἵνα δοξάζω σε· τὴν μετὰ Θεὸν καταφυγήν· καὶ προστασίαν μου.

Ἐλπίς· καὶ σκέπη καὶ ἀγαλίαμα· σὺ τῶν πιστῶν· ὑπάρχεις Θεοτόκε πανάμωμε· διὰ τοῦτο δέομαι τῶν σῶν οἰκτιρμῶν· φώτισον τὴν ψυχήν μου· ἥνπερ ἠμαύρωσεν· σκότος τῶν πολλῶν ἁμαρτιῶν· καὶ πονηρῶν λογισμῶν.

Πυρός· γεένης Θεοχαρίτωτε· ὡς ἀγαθή· καὶ σκότους ἐξωτέρου με λύτρωσαι· καὶ ἐν τόπῳ φωτεινῷ κατάταξον· ἵνα μεγαλύνω· ἵνα δοξάζω σε· ἵνα σοῦ ὑμνῶ περιχαρῶς· τὴν ἀγαθότητα.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β΄. Ἡ ἀπεγνωσμένη.
Ὁ τὸ φῶς τῷ κόσμῳ· σοῦ ἀνατέλλων· τὴν ἐσκοτισμένην· ψυχήν μού Λόγε· καταίγασον δέομαι· φωτὶ τῶν προσταγμάτων· σοὶ γὰρ· προσάγω Θεοῦ Λόγε· τὴν σὴν Μητέρα πρέσβυν· δέχου· τὴν ταύτης ἱκεσίαν· καὶ δίδου μοι συγνώμην· ἐλέησον τὸ ποίημα σου· ὅπερ ἐκτήσω τῶ τιμίῳ σου αἵματι Κύριε· διὰ τὸ μέγα σου ἔλεος.

Ἴδε μου τὴν θλίψην· τὴν ὀδύνην· καὶ τὸ τῶν πταισμάτων· ἄμετρον πλήθος· ψυχῆς μου τὴν κάκωσιν· τοῦ νοός μου τὴν πλάνην· σύνες φωνῆς ἀπεγνωσμένου· κατακεκριμμένου· δίδου πνεύμα συντετριμμένον· καὶ ταπεινὴν καρδίαν· καὶ παράσχου μοι πηγὰς δακρύων· καὶ τῶν πολλῶν ἐγκλημάτων μου τὴν συγχώρησιν· διὰ τὸ μέγα σου ἔλεος.

Τὸν κατεγνωσμένον· ταῖς ἁμαρτίαις· ἐσπιλωμένον· ταῖς ἀνομίαις· τὸν καταφρονήσαντα· Θεοῦ τῶν προσταγμάτων· ἴδε· καὶ μὴ ἀποῤῥίψης· ἀπὸ τοῦ σοῦ προσώπου· σὺ γάρ· ὑπάρχεις Θεοτόκε· ἐλπίς μου καὶ προστάτις· διὸ πρόσχες μου ταῖς ἱκεσίαις· καῖ ἀπὸ πάσης με κηλίδος καθάρισον· διὰ τὸ μέγα σου ἔλεος.

ΑΡΧΗ ΗΧΟΣ ΒΑΡΥΣ

Τῷ Σαββάτῳ Ἐσπέρα

Ὁ Κανών.

Ἦχος Βαρύς. ᾨδὴ α΄. Τῷ ἐκτινάξαντι.
Tὸ τῆς ζωῆς μου προορῶν· ἐφεστηκὸς τέλος Δέσποινα βοῶ· σύ μοι δίδου ἱλασμόν· λιταῖς σου τῶν παραπτώσεων.

Ἐπὶ πέλαγος τῆς σῆς· ἀγαθοσύνης προσέδραμον βοῶ· Θεοτόκε ἀγαθή·ῥῦσαί με πάσης κολάσεως.

Δέσποινα πρόσδεξαι ἡμᾶς· τοὺς καταφεύγοντας πίστει ἐπὶ σοί· καὶ παράσχου συμφορῶν· καὶ πειρασμῶν ἀπολύτρωσιν.

ᾨδὴ γ΄. Ἐστερεώθη τῇ πίστει.
Ἡ τὸν Θεὸν καὶ Δεσπότην ἀῤῥήτως συλλαβοῦσα· συλληφθέντα τοῖς βροτοῖς· τοῖς τῆς ἁμαρτίας· σύ με ἀπολύτρωσαι· καὶ σῶσόν με Ἄχραντε.

Πλημμελημάτων ἀτόπων νυκτί με συσχεθέντα· τῆς μετανοίας τῷ φέγγει· καταύγασον Κόρη· πράτειν μοι παρέχουσα· φωτὸς τὰ ἔργα πάντοτε.

Ἡ τὸν οὐράνιον ἄρτον τεκοῦσα Θεοτόκε· τὸν διατρέφοντα πάντων· πιστῶν τὰς καρδίας· κόρεσον λιμώτουσαν· ψυχήν μου τὴν ταλαίπωρον.

ᾨδὴ δ΄. Ἀκήκοα τὴν ἀκοήν σου.
Στενάζοντα ἐνώπιόν σου Δέσποινα· καὶ βοῶντα ἐκτενῶς· ἐκ διανοίας μου· μή με παρόψης· μηδὲ καταισχύνης με.

Κατάφλεξον τὴν ἐμπαγεῖσαν ἄκανθαν· τῇ ἀθλίᾳ μου ψυχῇ· τῶν ἡδονῶν τῆς σαρκός· ἡ τὸ θεῖον· Δέσποινα κυήσασα.

Παράσχου μοι πλημμελημάτων ἄφεσιν· Παντευλόγητε σεμνή· καὶ ἀπολύτρωσαι τῆς αἰωνίου· καὶ φρικτῆς κολάσεως.

ᾨδὴ ε΄. Πρὸς σὲ ὀρθρίζω.
Θερμῶν δακρύων· ῥεῖθρον δίδου μοι Πανάμωμε· ἵνα ἀποπλύνω μολυσμοὺς τοὺς πονηρούς· τῆς ἀθλίας ψυχῆς μου· καὶ τῆς σαρκὸς τὰ πλημμελήματα.

Παρομοιώθην· ἀλόγοις κτήνεσιν ὁ πανάθλιος· πάθεσιν ἀλόγοις τῆς ἀθλίας μου σαρκός· Θεοτόκε δουλεύων· σύ μοι παράσχου τὴν ἄφεσιν.

Ἐλέησόν με· τὸν ὑπὲρ πάντας ἀνθρώπους πταίσαντα· καὶ πρὸς τὴν σὴν σκέπην καταφεύγοντα τὴν θερμήν· Θεοτόκε παρθένε· καὶ τῆς κολάσεως εξάρπασον.

ᾨδὴ ς΄. Ὁ Ἰωνας ἐκ κοιλίας.
Συνέχει με· ἁμαρτίας κλύδων Παρθένε· καὶ πρὸς φθοράν· ἀπογνώσεως ἄγει· ἀλλ’ ἔκτεινόν μοι χεῖρα· βοηθείας κραταιὰν καὶ διάσωσον.

Τὸ ἔλαιον· τῆς ἐν σοὶ θερμῆς προστασίας· ἐπίχεε· ἐπ’ ἐμὲ Θεοτόκε· καὶ ῥῦσαι τῶν πταισμάτων· καὶ ἐξάρπασον πυρὸς αἰωνίζοντος.

Ἡ λύσασα· τῶν ὀδυνῶν τὴν πρώτην Εὔαν· τῷ τόκῳ σου· τῷ ἄχράτῳ Παρθένε· λῦσον μου τὰς ὀδύνας· τῶν δεινῶν μου τῆς ζωῆς καὶ τοῦ σώματος.

Κάθισμα.
Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Ῥῦσαι πυρὸς αἰωνίζοντος· τοὺς προσκυνοῦντας τὸν τόκον σου· σὲ γὰρ Χριστὸς ἀνέδειξε· προστασίαν ἡμῖν τῶν ὑμνούντων σε.

ᾨδὴ ζ΄. Οἱ ἐν καμίνῳ.
Ἡ τῶν πταισμάτων μου πληθύς· ἀπειλεῖ μοι· δίκην ἄξιαν· σεμνὴ προσπίπτω καὶ κραυγάζω σοι· πρὸ τέλους παράσχου· τὸμ ἱλασμόν μοι· καὶ κατανύξεως δώρησαι· τῶν δακρύων ἀνόρθωσιν.

Νενοσηκότα με δεινῶς· μοχθηρίαις· παραπτωμάτων· ἁγνὴ καὶ πρὸ ἀπογνώσεως· ἐπειγόμενον τάφῳ· ὡς τετοκυῖα· τὴν ζωὴν πάντων Πανάμωμε· θείαις πράξεσι ζώωσον.

Θεοκυῆτορ ἁγνή· τοὺς ἐν πίστει· προσκαλουμένους· τὴν σὴν χάριν τὴν ἀείζωον· νοητοῦ ἐκ θανάτου· λυτρωσαμένη· τῆς βασιλείας ἀξίωσον· ταῖς σεπταῖς ἱκεσίαις σου.

ᾨδὴ η΄. Τὸν μόνον ἄναρχον.
Παθῶν με κάμινονς· καταφλέγει Παρθένε· καὶ τῷ πυρὶ τῶν ἠδονῶν ἀναλίσκει· προφθάσασα· συμπαθείας σου δρόσῳ· κατάσβεσον αὐτήν· διδοῦσα τῇ ψυχῇ μου· ἀναψυχὴν βαθείαν.

Ψυχὴν ἐμόλυνα· καὶ κατέφθειρα σάρκα· ταῖς ἡδοναῖς ἐκκυλιόμενος ὅλως· καὶ γέγονα· ἀπεχθαῖος ἀνθρώποις· γέλως τοῖς ἐχθροῖς· Δέσποινα Θεοτόκε· βοήθεια γενοῦ μοι.

Υἱὸν ὃν ἔτεκες· ἐκδυσώπησον Κόρη· τοῦ καταπέμψαι σωτηρίαν τοῖς πιστει· τιμῶσί σε· ἀπαλαγεὴν ταχείαν· παράσχου ἀγαθή· καὶ λύσιν τῶν πταισμάτων· ὅπως σὲ ἀνυμνοῦμεν.

ᾨδὴ θ΄. Πανύμνητε τῶν οὐρανῶν.
Ὁλόφωτε· παρθενομῆτορ Θεοτόκε· τὴν ἀθλίαν ψυχήν μου· δεινῶς ἐσκοτισμένην· ὑπὸ τῶν παθῶν τῆς σαρκὸς φωτὶ τῶν πρεσβειῶν· εἰς τὸν φόβον τοῦ Θεοῦ· φωταγώγησον.

Ἀπέγνωσα· ὑπὸ πλήθους τῶν πταισμάτων· τῆς ἐμῆς σωτηρίας· ἄπορος ἐδείχθην· Δέσποινα πανύμνητε τὴν σὴν εὐεργεσίαν· καὶ τὸ ἔλεος τὸ σὸν μοι· κατάμπεμψον.

Μὴ παύσῃ πρεσβεύουσα· ὑπὲρ τοῦ κόσμου Παναγία· τὸν ἐκ σοῦ σαρκωθέντα· Θεὸν βασιλέα· ῥύσασθαι τοὺς δούλους σου πυρὸς τοῦ αἰωνίου· ἵνα πάντες σε ἀεί· μεγαλύνωμεν.

Στιχηρὰ Προσόμοια.
Ἦχος βαρύς. Οὐκ ἔτι κωλυόμεθα.
Τὰ πλήθη τῶν πταισμάτων μου Θεοτόκε· ἐξαλείψασα καταξίωσον σωτηρίας· ὅπως δοξάζω σε.

Ἐν κλίνῃ κατακείμενος ῥαθυμίας· μὴ παρίδης με ἀπολλύμενον ἀλλ’ ἐν τάχει· πρόφθασον σῶσόν με.

Ἐλέησον Πανάμωμε τὴν ψυχήν μου· ἐξάρπασον τῆς κολάσεως σὲ γὰρ ἔχω· πρέσβυν καὶ πρόμαχον.

Τῇ Κυριακῃ Ἐσπέρα

Ὁ Κανών.

Οὗ ἡ ἀκροστηχίς· κατ’ ἀλφάβητον.

Ἦχος βαρύς. ᾨδὴ α΄. Νεύσει σου πρὸς γεώδη.
Ἄβυσσον ἡ τεκοῦσα· τῆς εὐσπλαγχνίας Παρθένε· ψυχήν μου καταύγασον· τῇ φωτοφόρῳ λάμψει σου· ὅπως ἀξίως ὑμνῶ σουΠάναγνε τῶν σῶν· θαυμασίων τὴν ἄβυσσον.

Βέλει τῆς ἁμαρτίας· κατατρωθέντας ὁ Λόγος· ἡμᾶς θεασάμενος· ὡς εὐεργέτης ᾤκτειρεν· ὅθεν ἄφράστως ἑνοῦται· Πάναγνε σαρκί· τῇ ἐκ σοῦ ὁ Ὑπέρθεος.

Γέγονε τοῦ θανάτου· κατασχεθεῖσα ἡ φύσις· φθαρτὴ καὶ ἐπίκηρος· ἡ τῶν ἀνθρώπων Δέσποινα· σὺ δὲ ζωὴν συλλαβοῦσα· ταύτην ἐκ φθορᾶς· πρὸς ζωὴν ἐπανήγαγες.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανοὺς.
Δράκων ἑρπίσας ἐξ Ἐδέμ· ἐμὲ θεώσεως πόθῳ· δελεάσας· ἔῤῥιψεν εἰς γῆν· ἀλλ’ ὡς συμπαθής· καὶ φύσις εὔσπλαγχνος κατοικτειρίσας θεουργεῖ· ἐν τῇ γαστρί σου σκηνώσας· καὶ ὁμοιωθείς μοι Μητροπάρθενε.

Εὐλογημένος ὁ καρπός· τῆς σῆς κοιλίας παρθένε· Θεοτόκε· πάντων ἡ χαρά· χαρὰν γὰρ παντί· τῷ κόσμῳ τέτοκας· καὶ εὐφροσύνην ἀληθῆ· διασκεδάζουσα λύπην· τὴν τῆς ἁμαρτίας Θεονύμφευτε.

Ζωὴν αἰώνιον καὶ φῶς· Θεογενῆτορ παρθένε· καὶ εἰρήνην· τέτοκας ἡμῖν· τὴν τῶν παλαιῶν· άνθρώπων πόλεμον· πρὸς τὸν Πατέρα καὶ Θεὸν· διασκεδάζουσα πίστει· καὶ ὁμολογίαν τὴν τῆς χάριτος.

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.
Ἡ ἐκλεκτή· ὅλη καὶ καλή· ἀναφανεῖσα τῷ Θεῷ πρὸ κτίσεως· τῇ λαμπρότατητι Πανάμωμε· τῆς φωτοχυσίας σου· τοὺς ὑμνοῦντάς σε καταφαίδρυνον.

Θεὸν βροτοῖς· τέτοκας Ἁγνή· σεσαρκομένον ἐξ ἁγνῶν αἱμάτων σου· τὸν λυτρούμενον πταισμάτων δεινῶν· τοὺς πόθῳ γεραίροντας· καὶ τιμῶντάς σε πανσεβάσμιε.

Ἱερουργεῖ· φύσις λογική· τῷ ἐπελθόντι ὑπὲρ νοῦν Παρθένε ἐκ σοῦ· τὸ μυστήριον τὸ ἄφραστον· τῆς κυοφορίας σου· μυηθεῖσα νῦν Παμμακάριστε.

ᾨδὴ ε΄. Κύριε ὁ Θεὸς μου ἐκ νυκτός.
Κλίμακα θεωρήσας· Ἰακὼβ πρὸς ὕψος ἐστηριγμένην· εἰκόνα μεμύηται· τῆς ἀπειρογάμου σου· διὰ σοῦ Θεὸς γὰρ ἀνθρώποις· ὡμίλησε πάναγνε Δέσποινα.

Λύτρωσιν αἰωνίαν· διὰ σοῦ Παρθένε νῦν εὐρηκότες· προθύμως κραυγάζομεν· τὸ χαῖρέ σοι Δέσποινα· καὶ τῷ σῷ φωτὶ γεγηθότες· Πανάχραντε ὕμνοις σε μέλπομεν.

Μόνην σε ὁ Νυμφίος· ἀκανθῶν ἐν μέσῳ κρίνον Παρθένε· ἅγνείας στιλβότητι· εὐρὼν διαλάμπουσαν· καὶ φωτὶ τῷ τῆς παρθενίας· Πανάμωμε νύμφη προσήκατο.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλῳ.
Νομικοί σε τύποι· καὶ τῶν Προφητῶν αἱ προῤῥήσεις· σαφῶς προεμηνύον τεξαμένη τὸν εὐεργέτην Ἁγνὴ πάσης κτίσεως· τὸν πολυμερῶς καὶ πολυτρόπως· εὐεργετηκότα τοὺς πιστῶς ὑμνοῦνάς σε.

Ξενωθέντα πάλαι· ἐξ ἐπιβουλῆς βροτοκτόνου· Ἀδὰμ τὸν πρωτόπλαστον τῆς ἐνθέου· τοῦ Παραδείσου τρυφῆς ἀπειρόγαμε· αὖθις ἐπανήγαγες τεκοῦσα· τὸν ἐκ παραβάσεως ἡμᾶς ῥυσάμενον.

Ὁ βουλήσει θείᾳ· διμιουργικῆ τε δυνάμει· τὸ πᾶν συστησάμενος ἐκ μὴ ὄντων· ἐκ τῆς γαστρός σου Ἁγνὴ προελήλυθεν· καὶ τοὺς ἐν σκότει τοῦ θανάτου· θεαρχικωτάταις ἀστραπαῖς κατέλαμψεν.

Κάθισμα.
Ἦχος βαρύς. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Ἐν ἀμελείᾳ τὸν βίον μου· διατελῶν ὁ ταλαίπωρος· δέδοικα τῆς ἐξόδου μου· τὴν ὥραν Πανάχραντε· σύ με διάσωσον.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Πεποικιλμένον· διάχρυσον κόσμον· σὲ κεκτημένην ἠγάπησεν· ὁ Πλαστουργός σου Παρθένε καὶ Κύριον· ὁ ὑπερυψούμενος· τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Ῥύπτεται Κόρη· τὸν ἄνθρακα πάλαι· ὁ Ἠσαΐας δεξάμενος συμβολικῶς· τὸν σὸν τόκον Θεώμενος· ὁ ὑπερυψούμενος· τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Σύμβολα πάντες· τοῦ θείου σου Τόκου· θεῖοι Προφήται θεώμενοι· χαρμονικῶς ἀνεκραύγαζον λέγοντες· ὁ ὑπερυψούμενος· τῶν πατέρων Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Τῷ φέγγει τοῦ σοῦ· τοκετοῦ τὴν οἰκουμένην· ξενοπρεπῶς ἐφώτισας· Θεογενῆτορ τὸν γὰρ ὄντως Θεόν· ἀγκάλαις φέρεις ταῖς σαῖς· καταλαμπρύναντα πιστῶς· τοὺς ἀεὶ κράζοντας· πάντα τὰ ἔργα Κυρίου· τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Ὑμνοῦμεν Ἁγνή· εὐσεβῶς τὴν σὴν γαστέρα· τὴν τὸν Θεὸν χωρήσασαν· ἀνερμηνεύτως σωματούμενον· τὸν δόντα πᾶσι πιστοῖς· θεογνωσίας φωτισμόν· τοῖς ἀεὶ κράζουσιν· πάντα τὰ ἔργα Κυρίου· τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Φωτός σου ταῖς μαρμαρυγαῖς τοὺς σὲ ὑμνοῦντας· φωτοειδεῖς ἀπέργασαι φωτογενῆτορ Θεοτόκε ἁγνή· καὶ δίδου λύσιν κακῶν· καταφωτίζουσα πιστῶς· τοὺς ἀεὶ κράζοντας· πάντα τὰ ἔργα Κυρίου· τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Μήτηρ Θεοῦ καὶ παρθένος.
Χαρᾶς ἡμῖν· αἰωνίου πρόξενος· καὶ εὐφροσύνης ἐδείχθης· ἀειπάρθενε Κόρη· τὸν Λυτρωτὴν κυοφορήσασα· τὸν ἐν πατρώοις καθήμενον κόλποις· ὃν ἀκαταπαύστως οἱ πιστοὶ μεγαλύνομεν.

Ψάλλων Δαυῒδ· σὸς προφήτης Πάναγνε· σὲ κιβωτὸν ὀνομάζει· ἀγιάσματος θείου· ὑπερφυὼς Θεὸν χωρήσασαν· τὸν ἀληθείᾳ Πνεύματι Θείῳ· τοὺς αὐτὸν τιμῶντας ὡς Θεὸν ἐκλυτρούμενον.

Ὡς ἀληθῶς· ὑπερτέρα πέδηνας· πάσης κτίσεως Κόρη· τὸν γὰρ Κτίστην τῶν ὅλων· σωματικῶς ἡμῖν ἐγέννησας· ὅθεν ὡς Μήτηρ τοῦ μόνου Δεσπότου φέρεις καὶ πάντων ἀληθῶς τὸ ἐκνίκημα.

Στιχηρὰ Προσόμοια.
Ἦχος βαρύς. Οὐκ ἔτι κωλυόμεθα.
Αἱ θλίψεις τῆς καρδίας μου Θεοτόκε· ἐπληθύνθησαν σὺ με οἴκτειρον καὶ ἐν τάχει· τούτων με λύτρωσαι.

Ἱλάθητι καὶ σῶσον με Θεοτόκε· σὲ γὰρ κέκτημαι ἀκαταμάχητον προστασίαν· μόνη Πανύμνητε.

Τὸν μόνον ἀναμάρτητον ἡ τεκοῦσα· συγχωρήσεως παράσχου χάριν ὧν ἐν βίῳ· ἥμαρτον Ἄχραντε.

Τῇ Δευτέρα Εσπέρα

Ὁ κανών.

Φέρων ἀκροστιχίδα·
Τὴν ἐβδομην δέησιν Ἁγνὴ νῦν δέχου.

Ἦχος βαρύς. ᾨδὴ α΄. Νεύσει σου.
Τάγματα ὑπερέβης· τῶν ἀσωμάτων Ἀγγέλων· Θεὸν σωματώσασα· Παρθένε τὸν ἀσωμάτον· ὅθεν Ἁγνὴ δυσωπῶ σε· πάντα μου τὰ πάθη· τοῦ σώματος νέκρωσον.

Ἡ Κεχαριτωμένη εὐλογημένη παρθένε· τὸν νοῦν μου χαρίτωσον· τὴν ψυχήν μου λάμπρυνον· ὅπως αεὶ εὐλογῶ σε· τὴν ταῖς εὐλογίαις· βροτῶν στεφανώσασαν.

Νάμασι ζωηῤῥύτοις· τὴν ἐκτακεῖσαν ψυχήν μου· Παρθένε τῷ καύσωνι· τῆς ἁμαρτίας ἀρδευσον· ὅπως στάχυν καρποφόρον· θείας ἐκβλαστήσω· Ἁγνὴ κατανύξεως.

Ἔχων σε μέγα τεῖχος· καθυπερβήσομαι τείχη· πολλῶν παραπτώσεων· τειχιζόμενος σκέπη σου· μόνη βροτῶν σωτηρία· μόνη τοῦ πεσόντος· Ἀδὰμ ἡ ἀνάκλησις.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχὰς σοὺς οὐρανούς.
Βήμα φρικτὸν καὶ φοβερὸν ἡμαρτηκότα με μένει· ἐν ᾧ μέλλω· κρίνεσθαι φρικτῶς· Παρθένε ἁγνή· ἡ μόνη τέξασα· καὶ τὸν αἰώνιον Θεόν· αὐτὸν ἱκέτευε τότε· τῆς δεινῆς με ῥύσασθαι κολάσεως.

Δεδοξασμένα περὶ σοῦ· καθῶς φήσιν ὁ προφήτης· ἀλαλήθη· πόλις τοῦ Θεοῦ· αὐτὸν οὖν Ἁγνή· τῆς δόξης Κύριον· αἴτησαι μόνη ἀγαθή· μετόχους δόξης ποιῆσαι· πάντας τοὺς ὑμνοῦντάς σε Θεόνυμφε.

Θεηγόρος σε ποτέ· προεθεάσατο τόμον· ἐν ᾧ Λόγος· γέγραπται ζωῆς· δακτύλῳ Θεοῦ· δὶο ἱκέτευε· βίβλω γραφῆναί με ζωῆς· τὸ πονηρὸν γραμμάτειον· τῶν ἁμαρτιῶν μου διαρήξασα.

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.
Μύρον ἐκ σοῦ· Ἄχραντε ἁγνή· ἐκκενωθὲν ὁ Πλαστουργὸς τῆς φύσεως· εὐωδίασε τὰ σύμπαντα· θείαις ἐπιγνώσεσι· καὶ δυσώδη πλάνην ἐδίωξεν.

Ἡλιακαῖς· θείαις ἀστραπαῖς· ὁ ἀνατείλας ἐκ γαστρός σου Ἄχραντε· κατεφώτισε τὰ πέρατα· διό με καταύγασον· τὸν ἐσκοτισμένον τοῖς πάθεσιν.

Νόμου σκιαὶ σὲ Προφητῶν· θεηγορίαι μυστικῶς ἐδήλωσαν· Νομοδότην τίκτειν μέλλουσαν· διὸ ἀνυμνοῦντά με· Θεομῆτορ κόρη διάσωσον.

Διὰ τῶν σῶν· Λόγε προφητῶν· διὰ τῶν θείων σεπτῶν μαρτύρων σου· καὶ ὁσίων καὶ δικαίων σου· καὶ τῆς κυησάσης σε· τὸν λαόν σου σῶσον Φιλάνθρωπε.

ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.
Ἐπέπεσε μοι πονηρός· ἕλκει ἀνιάτῳ καὶ τραυματίαν· ὅλον ἐργασάμενος· ἡμίθνητον ἔλιπεν· ἀλλ’ αὐτὴ τῇ σῇ χειρουργίᾳ· ἴασαι καὶ σῶσόν με Δέσποινα.

Ἡ τῶν κατεῤῥαγμένων· ἀῤῥαγὴς ἀνόρθωσις Θεοτόκε· πτωθέντα με ἔγειρον· σῶσόν με ἀπολλύμενον· μητρικαῖς ταῖς σαῖς ἱκεσίαις· καὶ τὸν νοῦν μου φώτησον δέομαι.

Σύμβολα τοῦ σου Τόκου· προφητῶν ὁ σύλογος ἐμυεῖτο· ὄρος γὰρ κατάσκιον· ὄρος ἀλατόμητον· πῖον ὄρος τετυρωμένον· σὲ ποικιλοτρόπως ἐτράνωσεν.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλῳ.
Ἰωνᾶς ἐτύπου· τοῦ ἐκ σοῦ τεχθέντα Παρθένε· ταφὴν καὶ ἔγερσιν παραδόξως· τῷ ἐναλίῳ θηρὶ προσριπτούμενος· ὅθεν δυσωπῶ Ἁγνὴ θηρός με· τῶν θανατηφόρων ἡδονῶν ἐξάρπασον.

Νυσταγμῷ κακίας· νῦν περισχεθεὶς κατενεχθήν· εἰς ὕπνον Πανάμωμε ἁμαρτίας· καὶ ἀπογνώσεως σκότει καλύπτομαι· ἀλὰ τῇ ἀγρύπνῳ σου δεήσει· φώτισον ἐξέγειρον Ἀγνὴ καὶ σῶσόν με.

Ἀπορῶ καὶ τρέμω· ὅταν ἐπὶ θρόνου σε δόξης· καθήμενον Κύριε ἐννοήσω· ἁμαρτιῶν γὰρ περίκειμαι ἄβυσσον· πέλαγος οὖν ἔχων εὐσπλαγχνίας· διὰ τῆς τεκούσης σε Χριστὲ ἐλέησον.

Κάθισμα.
Ἦχος βαρὺς. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Ὑπὸ τὴν σκέπην σου Ἄχραντε· οἱ γηγενεῖς καταφεύγομεν πάντες· ῥῦσαι τοῦ αἰωνίζοντος· πυρὸς ἀγαθὴ τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Γεύσεις με ξύλου· πληγέντα ἰάσω· πληγὰς ἐν ξύλῳ δεξάμενος· ὁ ἀπαθὴς τῇ θεότητι Δέσποτα· διὰ τεκούσης σε· ἱκεσίαις σῶσον τὴν ταπεινήν μου ψυχήν.

Νέοι τρεῖς παῖδες· ἐν μέσῳ καμίνου· σοῦ προτυποῦσι τὴν γέννησιν οὐ κατεφλέχθης τὸ πῦρ γὰρ κυήσασα διὸ τὰ ὑλώδη μου· τῆς καρδίας πάθη Ἁγνὴ θεράπευσον.

Ἡ θεία δρόσος· ἐκ σοῦ προϊοῦσα· τοὺς ἐκτακέντας τῶ καύσωνι· τῆς ἁμαρτίας δροσίζει Πανάμωμε· ὅθεν ἱκετεύω σε· τὴν κατακεῖσαν ψυχήν μου δρόσισον.

ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Νεύματι θείῳ· σὲ Ἁγνὴ πύλην προεῖδε· τῶν προφητῶν ὁ μέγιστος· δι’ ἧς διῆλθε καὶ ἐξῆλθε ὁ Θεός· ἐσφραγισμένην λιπών· καὶ τοῖς βοῶσιν οὐρανῶν· πύλας ἀνοίγουσαν· πάντα τὰ ἔργα Κυρίου· τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰώνας.

Ὑπὲρ αἰτίαν· Υἱὸν ἅγιον τίκτεις· ἁγιασμὸν δωρούμενον· Ἁγνὴ τοῖς τοῦτον ἁγιάζουσιν· διό μου τὸν λογισμόν· καὶ τὴν ψυχὴν ἁγιασμοῦ· πλήρωσον ψάλλουσαν· πάντα τὰ ἔργα Κυρίου· τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰώνας.

Νῦν τῶν κακῶν μου· τὰς σειρὰς τῇ θείᾳ λόγχη τοῦ σοῦ Υἱοῦ διάῤῥηξον· τοῦ διαῤῥήξαντος τοῦ ᾅδου δεσμά· καὶ φαίδρυνόν με στολαῖς· τῆς ἀπαθείας τοῦ βοᾶν· Θεοχαρίτωτε· πάντα τὰ ἔργα Κυρίου· τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰώνας.

Δῆμος τῶν θείων· Προφητῶν ἐκδυσωπεῖ σε· τῶν Ἀποστολῶν σύλλογος· καὶ τῶν Μαρτύρων ἡ ὁμήγυρις· πρεσβείαις τῆς σῆς Μητρός· πάσης ἀνάγκης τοὺς πιστῶς· βοῶντας σῶζε Χριστέ· πάντα τὰ ἔργα Κυρίου· τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰώνας.

ᾨδὴ θ΄. Μὴ τῆς φθορᾶς.
Ἐν ἀμελείᾳ τὸν βίον μου κατηνάλωσα· καὶ πρὸς τὸ τέλος ὁ τάλας· ἄκαρπος ἔφθασα· Μήτηρ ἀπείρανδρε· μετάνοιαν μοι δίδου· καὶ ἄφεσιν πταισμάτων· ταῖς σαῖς πρὸς τὸν Δεσπότην· ἱκεσίαις ὅπως δοξάζω σε.

Χοροστασίαι τῶν ἄνω σεπτῶν δυνάμεων· ἱερομύσται προφῆται· μάρτυρες ἔνδοξοι· θείοι Ἀπόστολοι· μετὰ τῆς Θεοτόκου· Θεῷ παρεστηκότες· πρεσβεύσατε ἀπαύστως· πάσης βλάβης ἡμᾶς λυτρώσασθαι.

Ὁλοσχερῶς νῦν τοῖς χείρω προσεπεκτείνομαι· καὶ τῆς ψυχῆς ἀλογία· σαρκὶ δεδούλωμαι·οἴμοι τις γένωμαι· πῶς φύγω τὰς κολάσεις· πῶς τύχω σωτηρίας· παρθένε Θεοτόκε· βοηθός μοι γενοῦ καὶ σῶσόν με.

Υἱὸν μακάριον μόνη Θεοχαρίτωτε· ἐναπεκύησας πάντας· ἀποδεικνύοντα· τοὺς σὲ δοξάζοντας· Παρθένε μακαρίους· διὸ σὲ ἱκετεύω· τῶν σὲ μακαριζόντων· τῆς μερίδος με καταξίωσον.

Στιχηρὰ Προσόμοια.
Ἦχος βαρύς. Οὐκ κωλυόμεθα.
Πολλῶν πλημμελημάτων βυθὸς χειμάζει· Παναμώμητε τὴν καρδίαν μου Θεοτόκε· τάχυνον σῶσόν με.

Εἰρήνευσον Θεόνυμφε τὴν ψυχήν μου· καὶ τὰ κύματα καταπράυνον τῶν παθῶν μου· ἵνα δοξάζω σε.

Τὸν μόνον ἐλεήμονα τετοκυῖα· ἁμαρτάνοντα καθ’ ἑκάστην με Θεοτόκε· συμπαθείας ἀξίωσον.

Τῇ Τρίτῇ Εσπέρα

Ὁ Κανών.

Ἦχος βαρύς. ᾨδὴ α΄. Νεύσει σου πρὸς γεώδη.
Στήσον καταιγίδας· τῶν ἡδονῶν τῶν παθῶν μου· τῇ αὔρᾳ τῆς θείας σου· πρεσβείας Παναμώμητε· ὅπως γαλήνη καρδίας· σοῦ δοξολογῶ· τὴν ἀπόῤῥητον κύησιν.

Ὅλως ἐπιθυμία· καὶ γλυκασμὸς σωτηρίας· ὁ τόκος σου πέφηνε· Θεογενῆτορ Δέσποινα· πᾶσαν πικριάν διώκων· τὴν ἐκ τῶν παθῶν· καὶ τῶν πταισμάτων τοῖς δούλοις σου.

Ῥῦσαί με Παναγία· τῆς τῶν δαιμόνων ἀπάτης· κακώσεως βλάβης τε· καὶ ἐπηρείας Ἄχραντε· ἵνα πίστει σὲ δοξάζω· τὴν μετὰ Θεόν· προστασίαν καὶ σκέπην μου.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς.
Τὸν ὑψωθέντα ἐν σταυρῷ· καὶ καθελόντα τὸν ᾅδην Θεοτόκε· ἁγνὴ ἐκτενῶς· ὑπὲρ τῶν πιστῶς· ὑμνούντων πάντοτε· φωναῖς ᾄσμάτων ἱεραῖς· σὲ τὴν ἐλπίδα τοῦ κόσμου· καὶ πιστῶν ἀντίληψιν δυσώπησον.

Ὑψηλοτέρα οὐρανῶν· καὶ χερουβὶμ ἀνωτέρα· συλλαβοῦσα· πέφηνας Θεόν· διὸ δυσωπῶ· πταισμάτων ῥῦσαί με· καὶ κατακρίσεως φρικτῆς· τῇ σῇ εὐσπλάγχνῳ δεήσεις· καὶ τὴν ὑπὲρ λόγον δυναστείαν σου.

Ἡ ἀπαλάξασα βροτούς·ἐκ τῆς φθορᾶς τοῦ θανάτου· τῇ γεννήσει· Δέσποινα τῇ σῇ· δθορᾶς με παθῶν· καὶ νόσων λύτρωσαι· παραπτωμάτων τε δεινῶν· καὶ τὴν ζωὴν τὴν ἀγήρω· δώρησαί μοι θείαις μεσιτείαις σου.

ᾨδὴ δ΄. Ὁ πατρικούς κόλπους.
Τὸ συμπαθές· σοῦ καὶ εὐμενές· ἐπὶ τοὺς δούλους σου σεμνὴ ἐφάπλωσον· τοὺς αεὶ παρακαλοῦντάς σε· τῆς φρικτῆς κολάσεως· λυτρουμένη ταῖς ἱκεσίαις σου.

Εἰλικρινεῖ· πίστει καὶ θερμῂ· πρὸς σὲ προστρέχω καὶ βοῶ Πανάχραντε· σὺ γενοῦ μοι ἱλαστήριον· τῶν πολλῶν πταισμάτων με· λυτρουμένη καὶ διασώζουσα.

Χαρᾶς ἡμῖν· πρόξενος σεμνὴ τῇ σῇ γεννήσει ἀνεδείχθεις Δέσποινα· διὸ πίστει ἱκετεύω σε· χαρᾶς με ἀξίωσον· τῆς μελούσης τῇ προστασία σου.

ᾨδὴ ε΄. Νῦξ ἀφεγγής.
Σὺ τὸν Σωτῆρα τοῦ κόσμου Χριστόν· ἄνευ σπορᾶς συλλαβοῦσα· Παναγία ἄχραντε· τοῦτον δυσώπει· τῆς σωτηρίας· τῆς αἰωνιζούσης ἀξιῶσαί με.

Σὲ ἱκετεύω Παρθένε ἁγνή· τῆς ζοφερᾶς ἁμαρτίας· τὴν ψυχήν μου ῥύσασθαι· καὶ καταυγάσαι· τῆς μετανοίας· τῷ θείῳ φωτὶ τοῦ ἐλέους σου.

Τοὺς ἐν πελάγει δεινῶν πειρασμῶν· καὶ δυσχερῶν παθημάτων· Παναγία ἄχραντε· ταῖς σαῖς πρεσβείαις· καῖ ἱκεσίαις· ῥῦσαι καὶ σῶσον τοῦ δοξάζειν σε.

ᾨδὴ ς΄. Ἐβόησα Κύριε.
Τὸν σὸν Υἱὸν Δέσποινα· τὸν ἀνυψωθέντα· ἐν σταυρῷ καὶ ῤυσάμενον· βροτούς φθορᾶς· καθικέτευε σωθῆναι ἡμᾶς.

Πανάχραντε Δέσποινα· μη με καταλίπης· τὸν εἰς σὲ ἐλπίζοντα· ἀλλὰ τὴν σὴν· ἐπιτάχυνον βοήθειαν.

Ἐκ θλίψεως λύτρωσαι· τοὺς προσκαλουμένους· τὸ θεῖόν σου ὄνομα· καὶ τῆς φρικτῆς· ἐλευθέρωσον κολάσεως.

Κάθισμα.
Ἦχος βαρύς. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Ἐν ῤαθυμίᾳ τὸν βίον μου· διατελῶν ὁ δείλαιος· δέδοικα τὸ κριτήριον· τὸ μέλλον Πανύμνητε· ἐξ οὗ ῤῦσαι καὶ σῶσόν με.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Ἐν ἀπορίᾳ· καὶ θλίψις ὑπάρχων· καὶ ἐν κινδύνοις Πανάχραντε· σὲ προσκαλοῦμαι θερμῶς ἐκ καρδίας μου· πρόφθασον καὶ ῤῦσαί με· καὶ παράσχου Ἁγνὴ τὴν θυμηδίαν σου.

Ἁμαρτημάτων· πολλαὶ τρικυμίαι· καῖ τῶν πολλῶν κατακλύζουσι· καῖ πρὸς βυθὸν άπωλείας κατάγουσαι· δός μοι χεῖρα Δέσποινα· καῖ διάσωσόν με τῇ δυναστείᾳ σου.

Τὴν σὴ Μητέρα· προσφέρω σοι Λόγε· εἰς ἱκεσίαν ὁ ἄθλιος· ἣν προσδεξάμενος ῥῦσαι πταισμάτων με· καὶ μελλούσης κρίσεως· καὶ τῆς αἰωνιζούσης κολάσεως.

ᾨδὴ η΄. Τὸν ὄντως ὄντα Θεόν.
Διάσωσον ἐκ φθορᾶς· καῖ κινδύνων· καῖ παθῶν με Πάναγνε· πρὸς σὲ γὰρ καταφεύγω· τὴν ἐμὴν ἐλπίδα καῖ θείαν προστασίαν.

Ἐν ὥρᾳ τῆς τελευτῆς· τῶν δαιμόνων· τῶν κατηγορούντων με· ἐξαίρουσα καῖ πρὸς θείαν κατοικίαν Δέσποινα παρθένε ὁδήγησον.

Ἀνάνηψον ὦ ψυχή· τῇ Θεοτόκῳ· προσπεσοῦσα βόησον· ἐλπὶς καὶ σωτηρία· πάντων τοῦ πυρός με τοῦ αἰωνίου ῤῦσαι.

ᾨδὴ θ΄. Σεσαρκωμένον Λόγον.
Ἡ Θεοτόκος προσφέρει σοι δέησιν· ὑπὲρ ἐμοῦ· Δέσποτα Χριστὲ ἣν δεδεγμένης ῤῦσαι κολάσεως.

Διὰ παντός ἱκετεύω σε Δέσποινα· τὴν ταπεινήν· λύτρωσαι ψυχήν μου τῆς μελλούσης· καταδίκης καὶ κολάσεως.

Τὸν Ποιητὴν καῖ Κτίστην μου ἱκέτευε· τῆς φοβερᾶς· ῤύσασθαί με κρίσεως Παρθένε· καὶ ζωὴν χαρίσασθαι.

Στιχηρὰ Προσόμοια.
Ἦχος βαρύς. Οὐκ ἔτι κωλυόμεθα.
Πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους· καὶ ἐκθλίβοντες τὴν καρδίαν μου Θεοτόκε· τούτων με λύτρωσαι.

Ἐν μέσῳ τῶν παγίδων τοῦ διαβόλου· συνεχόμενον καῖ ὀλλύμενον ἐξελοῦ με· πάναγνε Δέσποινα.

Ἐν ὥρᾳ τῆς ἐξόδου μου Θεοτόκε· τοῦ ἀλάστορος τῶν παγίδων με Παναγία· ῤῦσαι καὶ σῶσόν με.

Τῇ Τετάρτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος βαρύς. ᾨδὴ α΄. Τῷ συνεργήσαντι.
Σὲ τὴν αἰτίαν τῆς ἐμῆς· σωτηρίας καὶ θείας· ἀπολυτρώσεως αἰτοῦμεν Πανάχραντε· πρεσβεύειν τοῦ σωθῆναι ἡμᾶς.

Ὅλως ὑπάρχων ἐν δεινοῖς· πειρασμοῖς καὶ ἀνάγκαις· καὶ παραπτώμασι βοῶ σοι Πανύμνητε· σῶσον με τὸν δοῦλόν σου.

Σὲ τὴν παρθένον καῖ ἁγνήν· καὶ Μητέρα τοῦ Κτίστου· καθικετεύομεν ἐκ πάσης κακώσεως· δαιμόνων ἡμᾶς ῤύσασθαι.

ᾨδὴ γ΄. Ἐστερεώθη ἡ καρδία μου.
Τὴν ὀλέθριον· τῆς κακίας ὁδεύσας τρίβον· οὐχ εὔρον τὴν ὁδὸν τῆς σωτηρίας μου· πρὸς ἣν σύ με ὁδήγησον· πανύμνητε Δέσποινα.

Ἰσχὺν καῖ κράτος· καῖ βοήθειαν καῖ ἐλπίδα· σὲ μόνην ἐπιγράφομαι Πανάμωμε· σὺ γενοῦ προστασία μου· ἐν καιρῷ ἀναλύσεως.

Διὰ παντός σε· Πανύμνητε ἱκετεύω· ἐν ὥρᾳ τοῦ θανάτου μου προΐστασο· καὶ κολάσεως λύτρωσαι· ἐν ἡμέρᾳ κρίσεως.

ᾨδὴ δ΄. Εισακήκοα τὴν ἀκοή σου.
Τὰ προστάγματα τοῦ Δεσπότου μου· παραβαίνων· τοῖς ἐχθροῖς ὤφθην εὐχείρωτος· σύ με λύτρωσαι Δέσποινα.

Ἐν τῇ ὥρᾳ με τῇ τοῦ θανάτου· ῤῦσαι καὶ σῶσον· τὴν ψυχήν μου τὴν ταλαίπωρον· τῶν δαιμόνων Πανάχραντε.

Λύσον Δέσποινα τῆς ἐνοχῆς με· τῆς τοῦ θανάτου· καὶ ζωῆς γενοῦ μοι πρόξενος· τῆς αἰωνίου πρεσβείαις σου.

ᾨδὴ ε΄. Οἱ ὀρθρίζοντες.
Ἡ λιμὴν τῶν ἐν ζάλῃ· δεινῶς ταραττομένων· ἡ σωτήριος πύλη· τῶν πίστει σωζομένων· Παρθένε ἀγαθή· σῶσόν με τὸν δοῦλόν σου.

Οἱ πολλοὶ οἰκτιρμοί σου· παρθένε Θεοτόκε· εἰς ἐμὲ τὸν δοῦλόν σου· δειχθήτωσαν πλουσίως· ῥυομένη με φρικτῆς· μελλούσης κολάσεως.

Νῦξ παθῶν ἀκαθάρτων· συνέχει τὴν ψυχήν μου· καὶ πρὸς τῆς ἀπωλείας· τὸ χάος παραπέμπει· πρεσβείαις σου φωτί· σῶσόν με Πανάμωμε.

ᾨδὴ ς΄. Ὁ Ἰωνᾶς.
Ἐν πειρασμοῖς· σὲ προστασίαν ἔχω βεβαίαν· ἐν θλίψεσιν· ἀσφαλῆ σωτηρίαν· ἀνάψυξιν ἐν λύπαις· ἐν κινδύνοις βοηθὸν ἀειπάρθενε.

Σύ μου φρουρός· τῆς ζωῆς ἀπάσης ἐδείχθεις· Πανάχραντε· σύ με ῥῦσαι δαιμόνων· ἐν ὥρᾳ τοῦ θανάτου· σὺ καὶ μετὰ τελευτὴν διαγνώσεως.

Ἡ Καλλονή· τῶν σεπτῶν ἁγίων Ἀγγέλων· ἡ χαρμονή· τῶν ἀνθρώπων ἁπάντων· σὲ εἶ παρθένε Θεοτόκε· σύ με πρὸς ζωὴν καθοδήγησον.

Κάθισμα.
Ἦχος βαρύς. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Τίς διηγήσεται Ἄχραντε· τὴν τῶν πταισμάτων μου πληθύν· πέλαγος εὐσπλαγχνίας ὑπάρχουσα· ἱλάσθητί μοι καὶ σῶσόν με.

ᾨδὴ ζ΄. Κάμινον καιομένην.
Τὰ πλήθη τῶν πταισμάτων μου λαμβάνων καὶ τοῦ νοῦν· ἐν ἀπογνώσει γίνομαι· Παρθένε παναμώμητε· διό σοι κράζω· βοήθησόν μοι· μὴ εἰς τέλος ἀπόλωμαι.

Ζωῆς τῆς οὐσιώδους Μητέρα ἁγνή· γινώσκων ἀνακράζω σοι· θανάτου ἀπολύτρωσαι· τοῦ ψυχικοῦ με· καὶ αἰωνίου· ζωῆς καταξίωσον.

Λύτρωσαι Πανάμωμε κινδύνων καὶ παθῶν· καὶ νόσων καῖ κολάσεων· καὶ βίου τῶν σφαλμάτων· καὶ αἰωνίου· πυρὸς τοὺς πίστει· τιμῶντάς σε ἐν ᾄσμασιν.

ᾨδὴ η΄. Τοὺς ἐν καμίνῳ.
Ὅλην ῥαθύμως ἐδαπάνησα· τὴν ζωὴν ἐγὼ ὁ πανάθλιος· καὶ νῦν ἐξηπόρημαι πρὸς τὸ τέλος· ἐγγίσας· βοήθησόν μοι Δέσποινα.

Τῶν ἁμαρτιῶν μου τὸ προσφύγιον· τῶν κατεῤῥαγμένων ἀνόρθωσις· σὺ ὑπάρχεις Δέσποινα διὰ τοῦτο· προστρέχω· τῇ σκέπῃ σου σῶσόν με.

Ἀκοίμητον πρεσβείαν ὡς ἔχουσα· τοῦ κόσμου πανάμωμε Δέσποινα· τῆς κρίσεως λύτρωσαι τῆς μελλούσης· τοὺς πίστει· τιμῶντας τὸ εἶδός σου.

ᾨδὴ θ΄. Τὴν ὑπερ φύσιν Μητέρα.
Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν· οἱ καταφεύγοντες πίστει· λυτροῦνται τῶν θλιβερῶν· κινδύνων τοῦ βίου· διὸ κᾀγὼ πρὸς τὴν σήν· Θεοτόκε σκέπην ἔδραμον.

Ἡ κραταιὰ προστασία· τὸ ἀπροσμάχητον κράτος· τῶν θλιβερῶν Ἁγνή· ἀπάλλαξόν με· καὶ παθῶν ἁμαρτιῶν· καὶ πυρὸς τοῦ αἰωνίζοντος.

Φωτιστικαῖς φρυκτωρίαις· τοῦ ἀνατείλαντος Λόγου· ἐκ σοῦ Παρθένε ἁγνή· καταύγασόν με· καὶ σῶσον ὡς ἀγαθή· καὶ κολάσεως ἐξάρπασον.

Στιχηρὰ Προσόμοια.
Ἦχος βαρύς. Οὐκ ἔτι κωλυόμεθα.
Ὄφις ἐκ νεότητός με πειράζων· θέλγει με εἰς ἀπώλειαν Θεοτόκε· σῶσον τὸν δοῦλόν σου.

Ὁ βίος μου πταισμάτων πεπληρωμένος· εἰς ἐπίγνωσιν νῦν κατήνεγκεν ἀλλὰ σύ με· σῶσον Θεόνυμφε.

Καιρόν μοι μετανοίας Ἁγνὴ παράσχου· καῖ συγχώρησιν τῶν πταισμάτων μου καὶ μελλούσης· ῥῦσαι κολάσεως.

Τῇ Πέμπτῃ Ἐσπέρα

Ὁ Κανών.

Ἦχος βαρύς. ᾨδὴ α΄. Νεύσει σου πρὸς γεώδη.
Δέσποινα Θεοτόκε· τοὺς ἐπὶ σοὶ πεποιθότας· καὶ ἐν σοὶ προστρέχοντας· κινύνων τε καὶ θλίψεων· ῥῦσαι καὶ παραπτωμάτων· καὶ τῆς αἰωνίου· φλογὸς καὶ κολάσεως.

Δρόσῳ τῆς εὐσπλαγχνίας· τῆς σῆς Παρθένε ἁγία· τὴν φλόγα κατάσβεσον· τῶν ἐμῶν παραπτωμάτων· ὅπως μὴ πρὸς πύραν ἔλθω· πάσης καταδίκης· πυρός τε τοῦ μέλλοντος.

Ὄμβρισόν μοι Παρθένε· σταγόνα σῆς εὐσπλαγχνίας ἡδονῶν τῷ καύσωνι· συμφλεγομένῳ πάντοτε· ὅπως ἀπαθῶς δοξάζω τὸν ἐκ σοῦ τεχθέντα· Θεὸν καὶ Σωτῆρά μου.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς.
Σὲ ἐξαιτοῦμαι Παρθένε· τοῦ παρασχεῖν σωτηρίαν· τῇ ψυχῇ μου· καὶ τὸν ἱλασμόν· παράσχου Ἁγνή· τὴν χάριν ἄφθονον· ὡς δυνατὴ εὐμενής· ὡς φιλάνθρωπος κόρη· καῖ ζωῆς ἀφθάρτου καταξίωσον.

Ἡ ἀψευδὴς σωτηρία· καὶ προστασία τοῦ κόσμου· ἡ τεκοῦσα· τὸν δημιουργόν· Παρθένε ἁγνή· κινδύνων λύτρωσαι· τοὺς ἀνυμνοῦντάς σε πιστῶς· καὶ πειρασμῶν τῶν τοῦ βίου· καὶ τῆς αἰωνίου κατακρίσεως.

Δεόμεθά σου ἐκτενῶς· τῶν οἰκτιρμῶν Θεοτόκε· μὴ παρίδης· δούλους ταπεινούς· ἀλλ’ ὡς Ἀγαθή· ἱλέω ὄμματι· ἐπίβλεψον καὶ ευμενεῖ· τυρανίδος ἀσχέτου· τῆς τοῦ διαβόλου ἡμᾶς λύτρωσαι.

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.
Μήτηρ Θεοῦ· ῥῦσαί με φθορᾶς· τυρανίδος τοῦ δολίου δράκοντος· τοῦ ἀεί με ἐπιτρέχοντος· καὶ ὑποσκελίζοντος· τὰ καὶ τοῦ Θεοῦ διαβήματα.

Ἡ νοητή· πύλη τῆς ζωῆς· τῆς μετανοίας μοι πύλας ἄνοιξόν μοι· ταῖς γὰρ τῆς ἀπογνώσεως· πύλαις νῦν προσίγγισα· ἐκ πολλῶν σφαλμάτων ὁ ἄθλιος.

Ἰλήν παθῶν· καὶ τῶν ἡδονῶν· ἀποτινάξασα σεμνὴ τῇ συμπαθείᾳ σου· καθαρὸν Ἁγνὴ ἀνάδειξον· καὶ στολὴν ἐπένδυσον· τὴν φωτοειδῆ με τῆς χάριτος.

ᾨδὴ ε΄. Νῦξ ἀφεγγής.
Τὸν ὑπεράγαθον Λόγον· Κόρη πανάμωμε· ἱκέτευε σωθῆναι ἡμᾶς· καὶ γὰρ προστάτιν· κεκτήμεθά σε· καὶ ἐν ἀνάγκαις βοήθειαν κραταιάν.

Ἡ τὸν Θεὸν συλλαβοῦσα· ἐν γαστρὶ παρθενικῆ· καὶ τεκοῦσα Θεοτόκε πάναγνε· τοὺς σὲ ἀνυμνοῦντας· ἐκ πάσης ῥῦσαι· τῆς αἰωνίου κατακρίσεως.

Τῆς ψυχικῆς ἀῤῥωστίας· καὶ τῶν σωμάτων Ἀγνή· σὲ μεσίτιν προβαλλόμεθα· θεράπευσον Κόρη· τὰς ἀσθενείας· ἡμῶν τῶν ἀνθρώπων ὡς Φιλάνθρωπος.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλω.
Τὸ τῆς εὐπρεπείας· τῆς ὡραιότητος κάλλος· ἀπώλεσα Δέσποινα ὅπερ ἔχον· διὰ βαπτίσματος πράττων τὰ ἄτοπα· σὺ δὲ τῇ θερμῇ σου προστασίᾳ· τοῦτό μοι ἀπόδος τῷ πιστῶς τιμῶντί σε.

Τῆς ταλαιπωρίας· καῖ τῆς συνουχούσης ἀνάγκης· καὶ θλίψεως ῥῦσαί με Θεοτόκε· τὴν θυμηδίαν τὴν σὴν μοι παρέχουσα· ἄλλην γὰρ οὐκ ἔχω προστασίαν· διὸ ῥῦσαί με πυρὸς τοῦ αἰωνίζοντος.

Λυτρωτὴν τεκοῦσα· καὶ ἀγαθοδότην Σωτῆρα ἰσχύς καὶ δύνασαι ὄσα θέλεις· καὶ ὄσα βούλῃ ποιεῖς Παναμώμητε· ὅθεν σε αἰτοῦμεν οἱ σοι δοῦλοι· λύτρωσαι τῆς τῶν παθῶν συγχύσεως.

Κάθισμα.
Ἦχος βαρύς. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Τὸν πανοικτίρμονα Κύριον· ὑπὲρ ἡμῶν ἐκδυσώπησον· ῥύσασθαι τὰς ψυχὰς ἡμῶν· ἐκ πάσης παγίδος τοῦ ὄφεως.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Ἁμαρτημάτων· συνέχει με πλήθος· καὶ πρὸς φθορὰν καταφθείρει με· τῆς ἀπογνώσεως· Θεοτόκε πρόφθασον· τὴν σὴν παράσχου βοήθειαν.

Ῥῦσαί με πάσης· ἐχθρῶν κακουργίας· ὲπηρείας θλίψεως· ἐν γαλήνη καὶ εἰρήνη φύλαξον· τὴν ψυχήν μου Δέσποινα· ὅπως χαίρων ὑμνῶ τὴν προστασίαν σου.

Τὴν καταδίκην· προβλέπων τῶν ἔργων· τῶν πονηρῶν μου ὁ ἄθλιος· ἀλλὰ βοῶ σοι ἐκ βάθους καρδίας μου· παναγία Δέσποινα· σὺ γενοῦ μοι ἀντίληψις καὶ σῶσόν με.

ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Γενοῦ μοι βοηθός· ὦ Παρθένε Παναγία· τῷ ἐπὶ σοὶ προστρέχοντι· καὶ ἐκβοῶντι μετὰ πίστεως· ἐλέησον ἀγαθή· πρὸ τοῦ τέλους ἱλασμόν· πταισμάτων δίδου μοι· ὅπως κραυγάζω· τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Φρίκη με δεινή· συνέχει ἐννοοῦντα· τὸ φοβερὸν κριτήριον· τὸν Κριτὴν τὸν ἀδυσώπητον·τοῖς πράξουσι πονηρά· οἷαπερ ἔπραξα ἐγώ· ὁ ὄντως ἄθλιος· ὅθεν βοῶ σοι· Παρθένε Παναγία· σῶσόν με τὸν μόνον· εἰς σὲ καταφεύγοντα.

Ὦ τῶν γηγενῶν· ὡς αἰτία σωτηρίας· ὦ τῶν πιστῶν πιστὴ ὑπέρμαχε ἁμαρτωλῶν τὸ ἱλαστήριον· ὦ βλύσις παντὸς καλοῦ· καὶ χορηγία ἀγαθῶν· Θεοκυῆτορ ἁγνὴ ὅθεν βοῶ σοι· τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Μήτηρ Θεοῦ καὶ παρθένος.
Ὑπὸ τὴν σήν· σκέπην νῦν κατέφυγα· ὑπὸ πλήθους πταισμάτων· κινδυνεύοντα Παρθένε· καὶ ἀπολλύμενον διάσωσόν με· ἡ τὸν Σωτῆρα καὶ Κτίστην τεκοῦσα· καὶ τοῦ αἰωνίου ῥῦσαι κατακρίσεως.

Τὸν Ποιητήν· καὶ Θεὸν καὶ Κύριον· τὸν ἐκ τῶν σῶν σαρκωθέντα· παναχράντων αἰμάτων· Ὑπεραγία νῦν δυσώπησον· τοῦ οἰκτειρῆσαι λαὸν ἀπεγνωσμένον· καὶ τὴν εὐσπλαγχνίαν αὐτοῦ ὑπάνοιξαι ἡμῖν.

Ἐκ τοῦ πυρός· τοῦ ἀσβέστου ῥῦσαί με· καὶ σκότους τοῦ ἐξωτέρου· καὶ κλαυθμοῦ αἰωνίου· τὸν καταδίκης ὄντα ἄξιον· ὦ Παναγία παρθένε Θεοτόκε· διὰ μεσιτείας σου θερμῆς πρὸς τὸν Κύριον.

Στιχηρὰ Προσόμοια.
Ἦχος βαρύς. Οὐκ ἔτι κωλυόμεθα.
Τὴ δέησιν προσάγαγε τῶν σῶν δούλων· τῷ δεσπόζοντι πάσης κτίσεως ἵνα σώσῃ· πάντας οὓς ἔπλασεν.

Τῷ πλήθει τοῦ ἐλέους σου νῦν προσφεύγω· τὰ ἐγκλήματά μου διάλυσον Θεοτόκε· ὅπως δοξάζω σε.

Δακρύων ὀχετούς μοι παράσχου Κόρη· καὶ κολάσεως ἐλευθέρωσον αἰωνίου· μόνη Πανύμνητε.

ΑΡΧΗ ΤΟΥ ΠΛ. Δ΄. ΗΧΟΥ

Τῷ Σαββάτῳ Εσπέρα

Ὁ Κανών.

Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Ἐν σοὶ Παρθένε τὴν ἐλπίδα τίθημι· τῆς σωτηρίας μου·ἁμαρτιῶν ῥύπου· ὅλον με ἀπόπλυνον· καὶ καθαρὸν ἀπέργασαι· τῷ Υἱῷ καὶ Θεῷ σου· εὐαρεστοῦντα καὶ πράττοντα· τοῦ τὸ πανάγιον θέλημα.

Μήτηρ Θεοῦ ὡς παῤῥησίαν ἔχουσα· πρὸς τὸν τεχθέντα ἐκ σοῦ· μονογενῆ Λόγον· καὶ Πατρὶ συνάναρχον· δυσώπει Παναμώμητε· τὴν ψυχήν μου ῥύσασθαι· δαιμόνων πάσης κακώσεως· καὶ πυρὸς καὶ πάσης κολάσεως.

Πύλη φωτὸς τοὺς ὀφθαλμούς μου φώτισον· οὓς ἀπημαύρωσεν· ὁ ζοφερὸς ὄφις· σκότει παραπτώσεων· καὶ πύλας μοι διάνοιξον· μετανοίας Παρθένε καὶ πρὸς ζωὴν καθοδήγησον· καὶ φλογὸς καὶ σκότους ἐξάρπασον.

ᾨδὴγ΄. Σὺ εἶ τὸ στερέωμα.
Ὅλην μου τὴν ἔφεσιν· πρὸς σὲ κιτῶ ἁγνὴ Δέσποινα· τῶν σαρκικῶν ἐπιθυμιῶν· διὰ τάχους ἀπάλλαξον.

Λάμψον μετανοίας μοι· τὰς καθαρὰς αὐγὰς Δέσποινα· πύλη φωτὸς τῶν ἁμαρτιῶν μου· τὴν ἀχλὺν ἐξαφάνισον.

Μόνη Παναμώμητε· μώμου παντὸς λύτρωσαι· καὶ πειρασμῶν τῶν ἐπρχομένων· καὶ πυρὸς αἰωνίζοντος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν ψυχήν μου καταύγασον· τὴν ἐσκοτισμένην τοῖς πλημμελήμασιν· τὸν Ἥλιον κυήσασα· τῆς δικαιοσύνης Ἀειπαρθενε.

Πειρασμῶν με ἐξάρπασον· καὶ τοῦ ψυχοφθόρου τοῦ βίου κλύδωνος· πυρὸς τοῦ αἰωνίζοντος· ἐλεύθερωσόν με Θεονύμφευτε.

Παρθενίας κειμήλιον· τοῦ ἀχωρήτου φύσεως σκήνωμα· τὴν ψυχήν μου φωταγώγησον· τὴν ἐσκοτισμένην πολλοῖς πάθεσιν.

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν σοι.
Ὑμνοῦμέν σε Παρθένε πανύμνητε· ἡ τὸν Λόγον· τοῦ Θεοῦ χωρήσασα· ἐν σῇ γαστρὶ Παναμώμητε.

Πυρός με τοῦ ἀσβέστου καὶ σκώληκος· ῥῦσαι Μήτηρ· τούτου γὰρ ὡς ἔχουσα· τὸ ἐλεεῖν ἀκεσώνδυνον.

Τὸ τεῖχος σὺ πιστῶν καὶ κραταίωμα· Παναγία· ὑπάρχεις καὶ σώζουσα· ἐκ πειρασμῶν τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ ς΄. Ἰλάσθητί μοι Σωτήρ.
Μαρία τὸ καθαρόν· τοῦ Βασιλέως παλάτιον· τοῦ πάντων Δημιουργοῦ· ψυχῆς καθαρτήριον· παράσχου μοι δάκρυον· μελλούσης δίκης· καὶ κολάσεως ἐξάρπασον.

Ἡ πύλη τοῦ Θεοῦ· εἰσόδους θείας ὑπόδειξον· τῇ ταπεινῇ μου ψυχῇ· ἐν αἷς εἰσελεύσομαι· ἐξομολογούμενος· καὶ κακῶν τὴν λύσιν· Θεοτόκε ἀπολήψομαι.

Παελάγη ἁμαρτιῶν· καὶ κύματα ἀπογνώσεως· χειμάζουσί μου τὸν νοῦν· σπλαγχνίθητι Δέσποινα· καὶ χεῖρα μοι ἔκτεινον· καὶ διάσωσόν με· τὸν Σωτῆρα ἡ κυήσασα.

Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν.
Παναγία παρθένε Μήτηρ Χριστοῦ· τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά· ἴασαι πρεσβείαις σου· καὶ συγνώμην παράσχου μοι· τῶν ἐμῶν πταισμάτων ἀφρόνως ὧν ἔπραξα· τὴν ψυχὴν μολύνας καὶ σῶμα ὁ ἄσωτος· οἴμοι τι ποιήσω· ἐν ἐκείνη τῇ ὥρᾳ ἡνίκα οἱ Ἄγγελοι· τὴν ψυχήν μου χωρίζουσι· τοῦ δυστήνου μου σώματος· τότε βοηθός μου γενοῦ· προστάτης Δέσποινα πανάμωμε· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

ᾨδὴ ζ΄. Παῖδες ἐβραίων.
Νέκρωσον Ἄχραντε τὴν ζῶσαν· ἱκετεύω σε ἐν ἐμοὶ ἁμαρτίαν· ζωῆς με τυχεῖν· ἀξίωσον Παρθένε· καὶ τῆς μερίδος λύτρωσαι· πυρὸς τοῦ αἰωνίου.

Γνώμῃ οἰκίᾳ ἁμαρτάνων· καὶ δουλούμενος ἀτόπως συνηθείᾳ· τῇ συνήθει σου νῦν· προστρέχω συμπαθείᾳ· ἀπεγνωσμένον σῶσόν με· παναγία Θεοτόκε.

Σὲ τὴν χαρὰν τῶν Ἀποστόλων· ἀθλοφορῶν τε τὴν δόξαν Θεοτόκε· δυσωπούμεν πιστῶς· τῆς αἰωνίου δόξης· μετόχους ἡμᾶς ποίησον· τοὺς ὑμνοῦντάς σε ἀπαύστως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεογενῆτορ· σὺ τὰς ἐμὰς ἁμαρτίας· τὸν φόρτον κούφισον Παρθένε· τῶν πλημμελημάτων· ἵνα σε μεγαλύνω.

Ἡ τὸν Κριτήν· τέξασα Θεὸν ἱκεσίαις· εὐμενῆ σου ἵλεόν μοι τοῦτον· δεῖξον ὅπως σώςῃ· πυρὸς τοῦ αἰωνίου.
Αἱ πλημμελείαι· μου αἱ πολλαὶ ὑπερῆραν· Θεοτόκε συγχώρησιν μοι δίδου· καὶ φλογὸς ἀσβέστου· ῥῦσαί με τὸν σὸν δοῦλον.

ᾨδὴ θ΄. Ἐφριξε πᾶσα.
Φώτισον πύλη τοῦ φωτός· τῆς καρδίας μου τὰ ὄμματα δέομαι· ταῖς ἀμαυρώσεσι· τῆς ἁμαρτίας· ἀποτυφλούμενα· δεκτικὰ τῶν θεϊκῶν· δεῖξον ἐπιλάμψεων· ὅπως ὀφθήσομαι· διὰ σοῦ τοῦ σοῦ Υἱοῦ οἰκητήριον.

Οἴκτειρον Ἄχραντε ἁγνή· τὴν ἀθλίαν μου ψυχὴν θανάτωσον· πάθη ὀλέθρια· καὶ τυραννοῦσαν· πώρωσιν ἔκτιλον· ῥεῖθρα δακρύων ψυχικῶν· δώρησαι ἀείζωα· δι’ ὧν ῥυσθήσομαι· τῆς μενούσης με δεινῆς κατακρίσεως.

Τὸ τεῖχος τῶν Χριστιανῶν· τὸ προσφύγιον τοῦ κόσμου τὸ βέβαιον· ἐν ᾧ σωζώμεθα· σὺ εἶ παρθένε· ἁγνὴ Θεόνυμφε· ἐκ σοῦ Θεὸς γὰρ σαρκωθείς· σὲ πᾶσι παρέσχετο· σκέπην σωτήριον· διὸ σῶσόν με Ἁγνὴ τὸν ἀνάξιον.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου.
Χαῖρε Μαρία ἀμίαντε· χαῖρε ἡ ἄσπιλος γῆ· χαῖρε βάτος ἡ ἄφλεκτος· χαῖρε ἡ ἀνοίξασα· τῆς μετανοίας ὁδούς· τῶν πεπτοκότων· χαῖρε ἀνόρθωσις· τῶν τεθνεώτων· χαῖρε ἀνάστασις· χαῖρε κατάσκιον· ὄρος καὶ παλάτιον· χαῖρε λαμπάς· χαῖρε θρόνε πύρινε· τοῦ βασιλέως Χριστοῦ.

Εὐλογημένη πανάμωμε· ἡ τῆς ἀρὰς τοὺς βροτούς· ῥυσαμένη τῷ τόκῳ σου εὐλογῶν δοξάζω σε· καὶ καρδίᾳ καὶ στόματι· ἐπίστρεψόν με· γνώμη πλανώμενον· καὶ πρὸς ἀπάτην· κατολισθαίνοντα· καὶ ἀπολλύμενον· καὶ καταφθειρόμενον· ἵνα τὴν σὴν· πάντοτε σωζόμενος· δοξάζω δύναμιν.

Χαῖρε Θεομῆτορ ἄχραντε· χαῖρε πιστῶν ἡ ἐλπίς· χαῖρε κόσμου καθάρσιον· χαῖρε πάσης θλίψεως· ῥυομένη τοὺς δούλους σου· ἡ τῶν ἀνθρώπων χαῖρε παράκλησις· ἡ ζωηφόρος· χαῖρε ἀντίληψις· χαῖρε προπύργιον· τῶν παρακαλουμένων σε· χαῖρε Θεοῦ· θεῖον ἐνδιαίτημα· ὄρος ἅγιον.

Τῇ Κυριακῇ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγραν διοδεύσας.
Τὴν ἀμαυρωθεῖσαν ταῖς ἡδοναῖς· τοῦ βίου ψυχή μου· Θεομῆτορ καὶ κοσμικαῖς· μερίμναις ἀκαίρως πεφυρμένην· τῷ φωτισμῷ σου καταλάμπρυνον.

Ἠνοίγησαν πύλαι τῶν οὐρανῶν· τῷ θείῳ σου τόκῳ· Θεομῆτορ ὡς συμπαθής· τὴν εἴσοδον δίδου τῆς ψυχῆς μου· καὶ πρὸς ἐκείνας καθοδήγησαν.

Σωτήριος πύλη τοῖς ἐξ Ἀδάμ· ἐγένου Παρθένε· διὰ σοῦ γὰρ πᾶσιν ἡμῖν· τὰ κρείτονα βρύουσι δέομαί σου· τὰς ἁμαρτίας μου ἐξάλειψον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νυσταγμῷ βαρυνεύσας· ἁμαρτιῶν Δέσποινα· πρὸς τὴν τοῦ ᾅδου γαστέρα· κατολίσθήσασαν· ψυχὴν ἐξάρπασον· καὶ λογισμὸν μετανοίας· ἀληθοῦς παράσχου μοι Θεομακάριστε.

Στεναγμοὺς ἀσιγήτους· καὶ ἐκτενῶς δάκρυα· καὶ συντετριμμένην καρδίαν· δός μοι καὶ κλαύσομαι· τὰ πεπραγμένα μοι· καὶ συμφυέντα μοι πάθη· σαρκικῷ φρονήματι μόνη Πανύμνητε.

Πλανηθέντα ποικίλως· θειάς ὁδοὺς Παάναγνε· ταῖς ἀνοδίαις τὸν νοῦν μου· καταβαρύνοντα· πρὸς τὴν ἀμώμητον· εὐθυπορεῖν με συντόνως· καὶ Θεῷ προσάγουσαν τρίβον κατεύθυνον.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Ἡ τὸν Θεόν· Λόγον ἀφράστως κυήσασα· τὴν ψυχήν μου·τραυματισθεῖσαν κατώδησον· τὸ δραστικὸν φάρμακον αὐτῆς· αἷμα τοῦ Υἱοῦ σου· τὸ τίμιον ἐπιστάξασα· τὸ λύσαν τὴν τοῦ ᾅδου· ψυχοφθόρον γαστέρα· καὶ πηγάσαν τῷ κόσμῳ ἀνάστασιν.

Νύμφη Θεοῦ· πλημμελημάτων καθάρσιον· τῇ ψυχῇ μου ῥεῖθρον ἐξαπόστειλον· καὶ πονηροὺς πλήνον λογισμούς· καθαρωτάτην· γενέσθαι ταύτην ἀξίωσον· τῇ σῇ γὰρ προστασίᾳ· τῇ σῇ βοήθειᾳ· Θεοτόκε παρθένε προσέδραμον.

Σὲ τὴν ἁγνήν· Θεοῦ Μητέρα προσέδραμον· κεκτημένος· πρέσβυν ἀκαταίσχυντον· τὰς προσβολὰς τὰς τῶν δυσμενῶν· τῆς ἁμαρτίας· τὸ τεῖχος νῦν ὑπερβήσομαι βεβαίας προσδοκίας· τῆς εἰς σὲ δεδραμένος· καὶ δυνάμει τῇ σῇ στηριζόμενος.

ᾨδὴ ε΄. Ἵνατί με ἀπώσω.
Πνευματικὸν χιτῶνα· τὸν δεδωρημένον μοι· διὰ βαπτίσματος· μοχθηρία γνώμη· κατεῤῥύπωσα πράτων τὰ ἄτοπα· ἀλλὰ σὺ Παρθένε· τὸ φωτεινὸν τοῦ σωτηρίου· περισθέσαι δυσῶπει μοι ἔνδυμα.

Ὅλη τῇ προθυμίᾳ· πρὸς τὴν σὴν Πανάμωμε· σπεύδῳ ἀντίληψιν· τῆς ψυχῆς τὸ ὄμμα· ἀνατείνω μὴ ἀποκυρύξης με· ἀλλ’ ἀντιλαβοῦ μου· ὡς ἀγαθὴ καὶ λύτρωσαί με· καὶ πταισμάτων μου ῥύπον ἀπόπλυνον.

Νεκρωθέντα τῇ γνώμη· διαφθαρέντα με· τοῖς παραπτώμασι· ζωοποίησόν με· τὴν ζωὴν ἡ τεκοῦσα τὴν ἄφθαρτον· καὶ ἀνακαινήσις· πνευματικῇ πρὸς ἀφθαρσίαν· μετασκεύασον Θεομακάριστε.

ᾨδὴ ς΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἀπέστην ἀπὸ Θεοῦ· ἀσώτως πολιτευσάμενος· καὶ δοῦλος τῶν ἡδονῶν· ὁ ἄθλιος γέγονα· πάσης γεγύμνωμαι· ἀρετῆς ἐνθέου· ἀλλ’ ἐπίστρεψόν με Δέσποινα.

Δραπέτης τῆς ἐντολῆς· κατέστην τῆς δεδομένης μοι· μακρυνθεὶς τὴν ζωήν· θανάτου προσήγγισα· ἀλλὰ χειραγώγησον· πρὸς ἐπιστροφήν με· Θεομῆτορ πανσεβάσμιε.

Σωτῆρα Λύτρωτην· τεκοῦσα καὶ Πανοικτίρμονα· οἰκτείρησόν με Ἁγνή· καὶ σῶσον καὶ λύτρωσαι· τῶν περικυκλούντων· ἐπεμβαινόντων· ἀφειδῶς τῇ ἀσθενείᾳ μου.

Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής· ἐξ ἄχράντου σου μήτρας σάρκα λαβών· προστάτιν σε ἔδειξεν· τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες προς σε καταφεύγομεν· ἱλασμὸν πταισμάτων αἰτοῦμεν οἱ δοῦλοί σου· καὶ αἰωνιζούσης· λυτρωθῆναι βασάνου καὶ πάσης κακώσεως· τοῦ δεινοῦ κοσμοκράτορος· διὸ καὶ βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ· τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι· τοῖς ἑορτάζουσι πόθῳ τὴν μνήμην σου.

ᾨδὴ ζ΄. Παῖδες ἐβραίων.
Σκέπῃ τῇ σῇ καὶ προστασίᾳ· περιφρούρησον τὸν δοῦλόν σου Παρθένε· καὶ πταισμάτων δεινῶν· ἀπόπλυνον κηλίδας· ἵνα βοῶμεν Ἄχραντε· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὅλη ὑπάρχεις φωτοφόρος· φῶς τὸ ἄδυτον Παρθένε δεξαμένη· καὶ φωτίζεις Ἁγνή· τοὺς πίστει ἐκβοῶντας· εὐλογημένος Πάναγνε· ὁ καρπὸς τῆς κοιλίας σου.

Σοὶ Μητροπάρθενε προστρέχω· τιτρωσκομένος βέλεσι ψυχοφθόροις· παντευχίᾳ τῇ σῇ· περίφραξον βοῶντα· εὐλογημένος Πάναγνε· ὁ καρπὸς τῆς κοιλίας σου.

ᾨδὴ η΄. Ἐπταπλασίως κάμινον.
Ὁ Παντοκράτωρ Κύριος· ὁ σκηνώσας ἐν μήτρᾳ σου· πύργον ἀσφαλείας τοῖς πιστῶς σε ἔδειξεν· ἐφ’ ὃν καταφεύγοντες· τῶν πειρασμῶν ῥυόμεθα· καὶ τῆς τῶν κινδύνων ἐκλυτρούμεθα πείρας· συμφώνως μελωδοῦντες· ἱερεῖς εὐλογεῖτε· λαὸς ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Ἱερωτάτης Δέσποινα· πολιτείας ἐκπέπτωκα· πρὸς τὴν ἁμαρτίαν ἀκρατῶς ἑλκόμενος· καὶ ταύτῃ δουλόμενος· ἐλευθερίας τῆς ἐν Χριστῷ· δικαιοσύνης ἀληθοῦς ἐγυμνώθην· ἀλλὰ μη με παρίδης· θησαυρὲ σωτηρίας· τὸν σοὶ προσπεφευγότα· γυμνὸν ἠπορημένον.

Ἐπιφανεῖσα Πάναγνε· τῆς ψυχῆς μου τὴν ζόφωσιν· καὶ τὴν τῶν παθῶν μου σκοτασμὸν ἀπέλασον· καὶ τὸν πολυτάραχον· τῆς ἁμαρτίας κλύδωνα· τὰς τῶν πταισμάτων ἐκβολὰς πρὸς γαλήνην· μετάβαλε συντόνως· μητρικὴν παῤῥησίαν· χρωμένη Παναγία· πρὸς τὸν ἐκ σοῦ τεχθέντα.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτο.
Τὸν ὄντως Θεομῆτορ ὄντα Θεὸν· δυσωποῦσα μη παύσῃ· ὃν ἔτεκες· ἁμαρτιῶν· ἄφεσιν τοῖς δούλοις σου παρασχεῖν· καὶ παντελῆ συγχώρησιν· τῶν ἤδη πραχθέντων αὐτοῖς κακῶν· καὶ τούτους ἀξιῶσαι· σῦν πᾶσι τοῖς ἀγίοις· τοῦ αἰωνίου ἀπολαύσεως.

Ἀπόδυσον Παρθένε δυσωδές· τῶν δεινῶν μου πταισμάτων· χιτώνιον· καὶ τὴν φαιδράν· ἔνδυσον τῆς δόξης καταστολήν· καὶ σωτηρίας ἔνδυμα· φωτοδοσίας περιβολήν· τὴν χάριν τὴν δωθεῖσαν· τοῖς σὲ Θεογενῆτορ· ἀκαταπαύστως μεγαλύνουσιν.

Σωτήριος γενοῦ μοι πύργος Ἁγνή· τῶν δαιμόνων ἀπείργων· τὰς φάλαγγας· καὶ πειρασμόν· ὄχλον καὶ κινδύνων ἀποσοβῶν· καὶ τῶν παθῶν τὴν ἔφοδον· πόῤῥω ἀπελαύνων καὶ καθαράν· διδοὺς ἐλευθερίαν καὶ θείων χαρισμάτων· τὴν ἀφθονίαν παρεχόμενος.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου.
Πάντας ὑπερέβην πταίσμασιν· ἁσωτίᾳ πολλῇ· τὴν ψυχὴν κατεμόλυνα· καὶ τὸν νοῦν παμβέβηλον· εἰργάσαμην ὁ δείλαιος· καὶ ὡμοιώθην· κτήνεσιν ἄχραντε· τοῖς ἀνοήτοις· ἐγὼ ὁ ἄθλιος· σπεύσον οὖν σῶσόν με· τὸν ἀχρεῖον δοῦλόν σου· καὶ γὰρ Χριστόν· ἔτεκες Πανύμνητε· Σωτῆρα πάντων βροτῶν.

Οἴμοι ψυχή μου ταλαίπωρε· τι ἐδουλώθεις αἰσχρῶς· τῷ δεινῷ κοσμοκράτορι· καὶ αὐτοῦ τὸ θέλημα· ἐκτελεῖς παρακούσασα· τῶν προσταγμάτων· τοῦ σὲ ποιήσαντος· ἀλλὰ πρὸ τέλους· ἐκ βάθους βόησον· σπεῦσον ῥῦσαί με· τοῦ διλίου δράκοντος· Μήτηρ Θεοῦ· σὺ γὰρ εἶ Θεόνυμφε· παντὸς τοῦ κόσμου χαρά.

Ζάλη πταισμάτων κατέλαβε· τὴν ταπεινήν μου ψυχήν· εἰς βυθὸν ἀπογνώσεως· χαλεπῶς καθέλκουσα· ἐπιτάχυνον Ἄχραντε· καὶ κυβερνῆτις· γενοῦ ἴθυνον ἐπὶ λιμένα· θείου θελήματος· ἵνα δοξάζω σου· τὰ πολλὰ θαυμάσια· χαρμονικῶς· Δέσποινα πανάμωμε· Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Τῇ Δευτέρᾳ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ.δ΄. ᾨδὴ α΄. Ἄσωμεν τῷ Κυρίῳ.
Ἵλεόν μοι Παρθένε· τὸν Χριστὸν ἀπέργασαι πανάμωμε· ἐν ἡμέρᾳ τῆς δίκης· φοβερᾶς καταδίκης ἐξαίρουσα.

Ὄμβρισόν μοι Παρθένε· δέομαι σταγόνα κατανύξεως· τὸν ἐνόντα μοι ῥύπον· ἀποπλύνουσα ὅπως δοξάζω σε.

Φώτισόν με Παρθένε· ἡ τὸ φῶς τὸ ἄδυτον κυήσασα· τῆς ἐμῆς ῥαθυμίας· τὸ βαθύτατον σκότος διώκουσα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερᾶς πολιτείας· ἀποπεσὼν Ἄχραντε· παρεσυνεβλήθην τοῖς κτίνεσι· καὶ κατάκριτος· ὅλως γεγένημαι· ἡ τὸν Κριτὴν τετοκυῖα· πάσης κατακρίσεως σῶσόν με Δέσποινα.

Ἐπὶ σὲ καταφεύγω· διαπαντὸς Δέσποινα· πλήθει πειρασμῶν καθ’ ἑκάστην περικυκλούμενος· οἴκτειρον σῶσόν με· ἡ τὸν Σωτῆρα τεκοῦσα· τοῦ παντὸς Κύριον μόνη Πανύμνητε.

Ἀδιόδευτε πύλη· ἡ πρὸς Θεὸν φέρουσα· πύλας μετανοίας μοι Κόρη· ἄνοιξον δέομαι· ἀποκαθαίρουσα· ἁμαρτιῶν μου τὸν ῥύπον· ὄμβροις τοῦ ἐλέους σου Θεοχαρίτωτε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς ψυχῆς μου τὰ τραύματα· ἴασαι Παρθένε Θεοχαρίτωτε· τὸν νοῦν μου σκοτιζόμενον· τῶν παθῶν ἐφόδοις φωταγώγησον.

Ῥαθυμίᾳ καθεύδοντα· τῇ ἁμαρτίᾳ συγκαλυπτόμενον· πρὸς μετάνοιάν με Πάναγνε· ὡς τοῦ Λόγου Μήτηρ· ἀνακάλεσαι.

Ἀπειρόγαμε Δέσποινα· ἡ σεσαρκομένον Λόγον κυήσασα· τὴν ψυχήν μου φωταγώγησον· καὶ γεένης ῥῦσαι καὶ κολάσεως.

ᾨδὴ ε΄. Ἰνατί με ἀπώσω.
Τῆς ψυχῆς μου τὰ πάθη· πάντα τὰ ἀνίατα· Κόρη θεράπευσον· καὶ τὸν ἐσβεσμένον· ῥαθυμίας ἐπάναψον λύχνον μοι· καὶ πρὸς μετανοίας· ὁδοὺς ὁδήγησον Παρθένε· ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.

Ἐμαυτὸν κατακρίνω· καὶ πρὸ τῆς ἐτάσεως· Θεοχαρίτωτε· τῆς αἰσχύνης ἔργα· περιφέρων ὁ μόνος κατάκριτος· ἀλλὰ πρόστηθί μοι· ὡς προστασία οὖσα πάντων· καὶ δεινῆς κατακρίσεως ῥῦσαί με.

Ῥυομένη μὴ παύση· τῆς αἰχμαλωσίας με· τοῦ συνεχόντος· ψυχοφθόρου σάλου· παθῶν τῶν δεινῶν θανατούντων με· Παναγία Κόρη ἁμαρτωλῶν ἡ προστασία· τῶν ἀνθρώπων ἐτοίμη βοήθεια.

ᾨδὴ ς΄. Ἰλάσθητί μοι Σωτήρ.
Νενεκρωμένην πολλαῖς· Παρθένε με παραβάσεσιν· ἡ τὴν ζωὴν τοῖς βροτοῖς· ἀῤῥήτως κυήσασα· Θεοτόκε ζώωσον· καὶ ποιεῖν Κυρίου· τὰ θελήματα εὐόδωσον.

Σὲ προστασία πιστοί· καὶ τεῖχος πάντες κεκτήμεθα· ἐν βυθῳ τῶν κακῶν· καὶ σάλῳ τῶν θλίψεων· ἀεὶ κινδυνεύοντες· Θεοτόκε μόνη· τῶν βροτῶν τὸ καταφύγιον.

Μαράνασα τὰ φυτά· τῆς ἀθεΐας Πανάμωμε· τῷ σῷ ἁγίῳ βλαστῷ· τὴν ἀναβλυστάνουσαν· ἐν ἐμοὶ ἑκάστοτε· τοῦ ἐχθροῦ κακίαν· ἐξαφανίσον Πανάχραντε.

Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν.
Ὁ Σωτὴρ καὶ Δεσπότης καὶ Ποιητής· ἐξ ἀσπόρου γαστρός σου σωματωθείς· λιμένα σε εὔδιον· τοῖς ἐν ζάλῃ ἀνέδειξε· διὰ τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν· οἱ ἐν τρικυμίαις παθῶν χειμαζόμενοι· ταῖς τοῦ δολίου· ῥιπιζόμενος αὔραις αἰτούμενοι Πάνσεμνε· μετασχεῖν ἀναψύξεως· καὶ εἰρήνης βοῶντές σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ· τῶν πταισμάτων δωρήσασθαι ἄφεσιν· τοῖς μεγαλύνουσι φόβῳ Θεὸν ὃν γεγένηκας.

ᾨδὴ ζ΄. Παῖδες ἐβραίων.
Ἵλεος ἔσο μοι Παρθένε· καὶ πληγέντα με ῥομφαίᾳ ἁμαρτίας· τῇ μοτόσει τῆς σῆς· θεράπευσον πρεσβείας· καὶ τοῦ πυρὸς ἐξάρπασον· Θεοτόκε τὸν σὸν δοῦλον.

Ῥῦσαί με Μήτηρ τοῦ Σωτῆρος· κατεχούσης με δεινῆς αιχμαλωσίας· λογισμῶν πονηρῶν· καὶ ἐνοχῆς πταισμάτων· ὅπως ἀεὶ σωζόμενος· καταχρέως σὲ δοξάζω.

Νῦν σοὶ προσφεύγω Θεοτόκε· τῶν πταισμάτων ταῖς σειραῖς κατεστιγμένον· διὰ σπλάγχνα ἐλέους· ῥῦσαί με Παρθένε· καὶ τῶν δαιμόνων λύτρωσαι· καὶ πυρὸς τοῦ αἰωνίου.

ᾨδὴ η΄. Επταπλασίως κάμινον.
Ὁ κατὰ πάντα τέλειος· τῇ φύσῃ ἀπρόσιτος· ὤφθη προσιτός μοι σάρκα περικείμενος· ἐκ σοῦ Ὑπεράγαθε· ὃν ἐκτενῶς ἱκετεύε· τῶν ἀνομιῶν μου τὸ φορτίον σκορπίσαι· καὶ ῥῦσαι τὴν ψυχήν μου· τῶν παθῶν καὶ δαιμόνων· καὶ κρίσεως μελλούσης· καὶ σκότους αἰωνίου.

Ἡ τὸν Κριτὴν καὶ Κύριον· ὑπὲρ λόγον κυήσασα· τοῦτον ὡς Υἱόν σου Παναγία αἴτησαι· ἐν ὥρᾳ τῆς κρίσεως· τῆς καταδίκης καὶ τοῦ πυρὸς σκότους ἀφεγγοῦς τοῦ βρυγμοῦ τῶν ὁδόντων· λυτρώσασθαι τοὺς πίστει· εὐσεβῶς μελωδοῦντας· λαὸς ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Νενοσηκὼς τοῖς πάθεσι· τὴν ψυχὴν ἀμαυρούμενος· τῇ ἀμελείᾳ τὴν ψυχήν μου Πανάμωμε· ἀεὶ σκοτιζόμενος· τῇ φωτεινῇ πρεσβεία σου· πίστει καταφεύγω μελωδοῦντά με σῶσον· οἱ παῖδες εὐλογεῖτε· ἱερεῖς ἀνυμνεῖτε· λαὸς ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐφριξε πᾶσα.
Φώτισον πύλη τοῦ φωτός· τὴν τυφλώτουσαν ψυχήν μου τοῖς πάθεσι· καὶ πονηροῖς λογισμοῖς· ἀμαυρωθεῖσαν· καὶ κινδυνεύουσαν· καὶ έξελοῦ με πειρασμῶν· δαιμόνων κακώσεως· λογοθεσίου δεινοῦ· καὶ μελλούσης φλογὸς ἐλευθέρωσον.

Φεῖσαι μου Σῶτερ ὁ τεχθείς· φυλάξας τὴν τεκοῦσάν σε ἄφθορον· μετὰ τὴν κύησιν· ὅτε ἂν καθίσῃς· κρίναι τὰ ἔργα μου· τὰς ἀνομίας παρορῶν· καὶ τὰς ἁμαρτίας μου· ὡς ἀναμάρτητος· ἐλεῆμον ὡς Θεὸς καὶ Φιλάνθρωπος.

Φέρουσα οἷα περ λαβίς· τὸν οὐράνιον ἀγκάλαις σου ἄνθρακα· Θεοχαρίτωτε· τὰ τῆς ψυχῆς μου· πάθη κατάφλεξον· καὶ τοῦ πυρὸς τοῦ φοβεροῦ· τῆς κατακρίσεως· καὶ τιμωρίας δεινῆς· τῶν δαιμόνων με Ἁγνὴ ἐλευθέρωσον.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου.
Ῥεῖθρα δακρύων παράσχου μοι· καὶ λογισμὸν ἀγαθόν· καὶ ταπείνωσιν σύντονον· καὶ ἐξομολόγησιν· τῶν ἀτόπων μου πράξεων· τῶν πταισμάτων· τῶν προσφυέντων μοι· ἐκ ῥαθυμίας· ἀμελείας Ἁγνή· καὶ καταξίωσον· καθαρὰν μετάνοιαν ἀληθῆ· ὄντως ἐπὶ δείξασθαι· καὶ σωτηρίας τυχεῖν.

Σάρκα λαβὼν ἐξ αἱμάτων σου· ὁ πρὸ αἰώνων Θεός· σὲ προστάτιν ἀνέδειξεν· τῶν ἀνθρώπων Ἄχραντε· διὸ ῥῦσαι τοὺς δούλους σου· πάσης ἀνάγκης· καὶ περιστάσεως· τῶν παγίδων· τοῦ πονήρου ἐχθροῦ· καὶ τῆς ἐλλάμψεως· μετασχεῖν ἀξίωσον· τῶν ἐκλεκτῶν· πάντας τοὺς δοξάζοντας· καὶ προσκυνοῦντάς σε.

Δεῦρο ψυχή μου στενάζουσα· καὶ τῶν δακρύων κρουνούς· ἐκ καρδίας πηγάζουσα· τῇ παρθένῳ βόησον· τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν· διὰ τὸ πλήθος· τῶν οἰκτιρμῶν σου Ἁγνή· τῆς φοβερᾶς με· ῥῦσαι κολάσεως· καὶ κατασκήνωσον· ἔνθα ἡ ἀνάπαυσις· καὶ ἡ χαρά· ἡ διαιωνίζουσα· ἡ ἀπολύτρωσις.

Τῇ Τρίτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενος πειρασμοῖς· πρὸς σὲ καταφεύγω· σωτηρίαν ἐπιζητῶν· ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε· τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

Παθῶν με ταράττουσι προσβολαί· πολλῆς ἀθυμίας· ἐμπιπλῶσαί μου τὴν ψυχήν· εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ· τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν· ἐπισκοπῆς θείας· καὶ προνοίας τῆς παρὰ σοῦ· ἀξίωσον, μόνη Θεομῆτορ· ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαν καὶ σκέπην· ζωῆς ἐμῆς τίθημι· σὲ Θεογεννῆτορ Παρθένε· σύ με κυβέρνησον· πρὸς τὸν λιμένα σου· τῶν ἀγαθῶν ἡ αἰτία· τῶν πιστῶν τὸ στήριγμα· μόνη πανύμνητε.

Ἱκετεύω Παρθένε· τὸν ψυχικὸν τάραχον· καὶ τῆς ἀθυμίας τὴν ζάλην· διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε· τὸν ἀρχηγὸν τῆς γαλήνης· τὸν Χριστὸν ἐκύησας· μόνη πανάχραντε.

Εὐεργέτην τεκοῦσα· τὸν τῶν καλῶν αἴτιον· τῆς εὐεργεσίας τὸν πλοῦτον· πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι· ὡς δυνατὸν ἐν ἰσχύι· τὸν Χριστὸν κυήσασα· Θεομακάριστε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὸν τάραχον· ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον· καὶ τὸν κλύδωνα κατεύνασον· τῶν ἐμῶν πταισμάτων Θεονύμφευτε.

Εὐσπλαγχνίας τὴν ἄβυσσον· ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι· ἡ τὸν εὔσπλαγχνον κυήσασα· καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων σε.

Ἐπὶ κλίνης ὀδύνης μου· τῆς ἀῤῥωστίας κατακειμένῳ μοι· ὡς φιλάνθρωπος βοήθησον· Θεοτόκε Μήτηρ ἀειπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον Ἁγνή· εὐφροσύνης τὴν καρδίαν μου· τὴν σὴν ἀκήρατον διδοῦσα χαράν· τῆς εὐφροσύνης· ἡ γεννήσασα τὸν αἴτιον.
Λύτρωσαι ἡμᾶς· ἐκ κινδύνων Θεοτόκε ἁγνή· ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν· καὶ τὴν εἰρήνην· τὴν πάντα νοῦν ὑπερέχουσαν.

Ἴασαι Ἁγνή· τῶν παθῶν μου τὴν ἀσθένειαν· ἐπισκοπῆς σου ἀξιώσασα· καὶ τὴν ὑγίειαν· τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν· ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ· τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν· κατασχεθεῖσαν Παρθένε, δυσώπησον· τὸν Κύριόν σου καὶ Υἱόν· τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε· τῶν πειρασμῶν διαλύουσαν ὄχλον· καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν· καὶ δέομαι διαπαντός· ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα· καὶ ψυχῶν σε παντελῆ σωτηρίαν· καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη· καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· ὦ Δέσποινα καὶ νῦν ἡμᾶς· τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν.
Ὅταν ἔλθει τοῦ κρῖναι πᾶσαν τὴν γήν· ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής· προβάτοις με σύνταξον· δεξιοῖς τὸν κατάκριτον· καὶ ἐξωτέρου σκότους καὶ κολάσεως· τὸν σὸν ἀχρεῖον δοῦλον ἐξάρπασον Ἄχραντε· ἵνα εὐχαρίστως· μεγαλύνω τὸν πλούτον τῆς σῆς ἀγαθότητος· Θεοτόκε πανύμνητε· καὶ βοῶ σοι γηθόμενος· πρέσβευε Χριστῷ τῷ Θεῷ· τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι· τοῖς ἐορτάζουσι πόθῳ τὴν μνήμην σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ἡμῶν σωτηρίαν· ὡς ἠθέλησας Σῶτερ· οἰκονομήσασθαι· ἐν μήτρᾳ τῆς Παρθένου· κατῴκησας τῷ κόσμῳ· ἣν προστάτιν ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν· Θεὸς εὐλογητὸς εἶ.

Θελητὴν τοῦ ἐλέους· ὃν ἐγέννησας Μῆτερ ἁγνὴ δυσώπησον· ῥυσθῆναι τῶν πταισμάτων· ψυχῆς τε μολυσμάτων· τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν· Θεὸς εὐλογητὸς εἶ.

Σωμάτων μαλακίας· καὶ ψυχῶν ἀῤῥωστίας Θεογεννήτρια· τῶν πόθῳ προσιόντων· τῇ σκέπῃ σου τῇ θείᾳ· θεραπεύειν ἀξίωσον· ἡ τὸν Σωτῆρα Χριστόν· ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς βοηθείας, τῆς παρὰ σοῦ δεομένους· μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας· καὶ ὑπερυψοῦντας· εἰς πάντας τοὺς αἰῶνας.

Τῶν ἰαμάτων, τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσιν· εἰς πάντας τοὺς αἰῶνας.

Τὰς ἀσθενείας μου, τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε ὑμνῶμεν· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοήν μου τῶν δακρύων· μὴ ἀποποιήσῃς· ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον· ἀφῃρηκότα Παρθένε· Χριστὸν κυήσασα.

Χαρᾶς μου τὴν καρδίαν· πλήρωσον Παρθένε· ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα· τῆς ἁμαρτίας τὴν λύπην· ἐξαφανίσασα.

Κακώσεως ἐν τόπῳ· τῷ τῆς ἀσθενείας· ταπεινωθέντα Παρθένε θεράπευσον· ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου.
Κύνες πολλοί με ἐκύκλωσαν· ἐπιθυμοῦντες λαβεῖν· τὴν ψυχήν μου Θεόνυμφε· μὴ ἐγκαταλίπης με· τὸν ἀνάξιον δοῦλόν σου· μὴ ἐπιλάθῃ· εἰς τέλος Δέσποινα· τοῦ πένητός σου· τοῦ πεποιθῶτος εἰς σε· ἀλλ’ ὡς ὑπάρχουσα· κραταιὰ ἀντίληψις· τὰς μηχανάς· τούτων διασκέδασον· καὶ τὰ φρυάγματα.

Ἴδε ψυχῆς μου τὴν κάκωσιν· καὶ τῆς ἀθλίας σαρκός μου· τὴν ἀσθένειαν Πάναγνε· καὶ τῶν πεπραγμένων μοι· ἐγκλημάτων παράσχου μοι· Θεογενῆτορ κόρη τὴν ἄφεσιν· καὶ αἰωνίου · φλογὸς με λύτρωσαι· ἵνα τὴν ἄπειρον· ἄβυσσον δοξάζω σου· τῶν οἰκτιρμῶν· καὶ τῆς ἀγαθότητος· Θεομακάριστε.

Σὲ τῶν πιστῶν σκέπην ἔδειξεν· ὁ τῶν ἀπάντων Θεός· σαρκωθεὶς ἐξ αἱμάτων σου· Θεοτόκε πάνσεμνε καὶ προστάτιν καὶ πρόμαχον· τῶν ἐν ἀνάγκαις· καὶ περιστάσεσι· καὶ τῶν ἐν ζάλῃ· λιμένα εὔδιον· σὺ οὖν διάσωσον ἀπὸ πάσης θλίψεως· καὶ συμφοράς· πάντας τοὺς προστρέχοντας· ὑπὸ τὴν σκέπην σου.

Τῇ Τετάρτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. δ΄. Ἄσωμεν τῷ Κυρίῳ.
Ἄχραντε Θεοτόκε· παῦσον τὰς ὀδύνας τῆς καρδίας μου· ἡ Χριστὸν ἀνοδύνως· ὑπὲρ νοῦν τε καὶ λόγον κυήσασα.

Σῶσόν με τὸν ἐν ζάλῃ· πάντων ἡδονῶν κλυδονιζόμενον· τὸν Σωτῆρα τεκοῦσα· τοῦ παντὸς τὴν γαλήνην Πανάμωμε.

Σῶσόν με Θεοτόκε· τὸν ἐν ἁμαρτίαις ἀπολλύμενον· καὶ κολάσεως πάσης· καὶ δεινῆς κατακρίσεως ῥῦσαί με.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥῦσαι τῆς τῶν παθῶν με· ἐπαγωγῆς Ἄχραντε· καὶ τοὺς πολεμοῦντας ἐχθρούς μου· νῦν ἐκπολέμησον· στήριξον πέτρᾳ με· τῷ τοῦ Θεοῦ θελημάτων· τὴν ψυχήν μου φώτισον πύλη τοῦ θείου φωτός.

Σὲ φρουρὸν Παναγία· ἐν πειρασμοῖς κέκτημαι· σὲ μετὰ Θεὸν προστασίαν· ἔχω ἀκοίμητον· σὲ ῥυομένην με· ἐν τῇ ἡμέρᾳ τῆς δίκης· πάσης κατακρίσεως εὔροιμι Πάναγνε.

Ἡ σωτήριος πύλη· ἡ πρὸς Θεὸν γέφυρα· τῶν ἁμαρτωλῶν ἡ προστάτις· πάναγνε Δέσποινα· περικρατούμενον· ταῖς τοῦ ἐχθροῦ μεθοδείαις· καὶ κλυδωνιζόμενον ῥῦσαι καὶ σῶσόν με.

ᾨδὴ δ΄. Εισακήκοα Κύριε.
Ἐπὶ σοι τὴν ἐλπίδα μου· πᾶσαν ἀνατίθημι Μητροπάρθενε· τὴν ψυχήν μου φωταγῶγησον· ἠ Θεὸν τεκοῦσα τὸν Σωτῆρα μου.

Παναγία Θεόνυμφε· Δέσποινα τοῦ κόσμου σύ με διάσωσον· τῶν κινδύνων ἀπαλλάτουσα· καὶ παθῶν τὸν ὄχλον ἐκδιώκουσα.

Ῥιπιζόμενον λαίλαψι· τῶν ἀλλεπαλλήλων παθῶν Πανάμωμε· μὴ παρίδης ἀλλὰ στήριξον· ἐντολῶν με πέτρᾳ τοῦ Θεοῦ ἡμῶν.

ᾨδὴ ε΄. Ἱνατί με ἀπώσω.
Νεκρωθέντα Παρθένε· κέντρου τοῦ θανάτου· καὶ τῆς παραβάσεως· ἐξανάστησόν με· ἡ ζωὴν συλλαβοῦσα τὴν ἄφθαρτον· καὶ τεκοῦσα κόσμου· τὸν Λυτρωτὴν καὶ Βασιλέα· καὶ πρὸς φῶς καθοδήγησον Ἄχραντε.

Μητροπάρθενε Κόρη· ἡ τὸν ἀπερίληπτον· σαρκὶ κυήσασα· τῶν Ἀγγέλων δόξα· καὶ δαιμόνων τὸ τραύμα Θεόνυμφε· τὴν ἐμὴν καρδίαν· τραυματισθεῖσαν ἁμαρτίαις· θεραπείας ἐνθέου ἀξίωσον.

Ὡς ἐλέους τεκοῦσα· τὴν πηγὴν πανάμωμε· Θεοχαρίτωτε· δυσωπῶ παρθένε· τοῦ ἐλέους σου θύραν μοι ἄνοιξον· καὶ δεινῆς φλογός με· καὶ τιμωρίας αἰωνίου· καὶ φρικτῆς κατακρίσεως ῥῦσαί με.

ᾨδὴ ς΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἁγίασόν μου τὸν νοῦν καὶ τὴν ψυχὴν φωταγώγησον· ἁγία Μήτηρ Θεοῦ· καὶ τῶν συνεχόντων με· δυσχερῶν ἀπάλλαξον· ἵνα σὲ δοξάζω· τὴν βεβαίαν προστασία μου·

Εἰς πέλαγος ἀχανές· τῆς ἀμαρτίας ἀπέῤῥιμαι· καὶ καταιγίδες παθῶν· δεινῶς με χειμάζουσι· ῥαθυμίας κύματα· ἐπ’ ἐμὲ ἐπῆλθον· Θεοτόκε μὴ παρίδης με.

Νοσοῦσάν μου τὴν ψυχήν· ταῖς πονηραῖς παραβάσεσι· θεράπευσον ἡ Θεὸν· ἀσπόρως κυήσασα· καὶ δαιμόνων λύτρωσαι· βλάβης ψυχοφθόρου· καὶ πυρὸς τοῦ αἰωνίζοντος.

Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν.
Ἐλεήμονα Λόγον καὶ συμπαθῆ· ὡς κυήσασα Δέπσοινα τοῦ παντός· ἐλέησον ἅπαντας· τοὺς εἰς σὲ καταφεύγοντας· ἐν πειρασμοῖς καὶ νοσων καὶ πάσης κολάσεως· καὶ τῆς αἰωνίου φλογὸς ἐλευθέρωσον· ὅπως εὐχαρίστως· τὸν πλούτον δοξάζωμεν καὶ τὸ ἄμετρον ἔλεος· Θεοτόκε πανύμνητε καὶ βοῶμεν πάντοτε· πρέσβευε Χριστῷ τῷ Θεῷ· τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι· τοῖς προσκυνοῦσι τὴν ἁγίαν εἰκόνα σου.

ᾨδὴ ζ΄. Παῖδες ἐβραίων.
Οἴκτειρον σῶσόν με Παρθένε· τὸν οικτίρμονα τεκοῦσα Θεὸν Λόγον· καὶ φωτὶ τῷ ἐν σοί· καταύγασον ψυχήν μου· καὶ τῶν δαιμόνων ῥῦσαί με· τῆς δεινῆς μηχανουργίας.

Φλόγα παθῶν μου τῆς καρδίας· ἐναπόσβεσον τῇ δρόςῳ σου Παρθένε· καὶ πυρὸς φοβεροῦ· ἐξάρπασόν με Κόρη· καὶ αἰωνίου κρίσεως· καὶ δαιμόνων τιμωρίας.

Στῆσον τοὺς ὄμβρους τῶν παθῶν μου· ἡ τὰ ῥεύματα ξηράνασα τῆς πλάνης· ὡς τὸ ὑδωρ Ἁγνὴ τὸ τῆς ζωῆς τεκοῦσα· καὶ ἐπηρείας λύτρωσαι· τῶν δαιμόνων Θεομῆτορ.

ᾨδὴ η΄. Ἐπταπλασίως.
Ἡ κραταιὰ βοήθεια· τῶν πιστῶν ἀειπάρθενε· ῥῦσαί με τῆς πλάνης τοῦ δολίου δράκοντος· δεινῶς πολεμοῦντός με· καὶ ἀπολέσαι σπεύδοντος· σὺ γὰρ ἀπλανὴς τῶν ἐπὶ σοὶ πεποιθότων· ὑπάρχεις σωτηρία· τῶν βοώντων ἀπαύστως· λαὸς ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

Ὁ κατοικήσας Κύριος· τὴν ἀμόλυντον μήτραν σου· ὅλην καθαρὰν καὶ φωταυγῆ σε ἔδειξε· διὸ μολυνθέντα με· τοῖς ἰοβόλοις πάθεσιν· καὶ ταῖς βλαβεραῖς τῶν ἐναντίων ἐφόδοις· καθάρισον Παρθένε· καὶ Θεῷ τῷ Υἱῷ σου· οἰκείωσον ψυχήν μου· ἐξ ἔργων θεωτέρων.

Νενεκρωμένην δήγμασι τῆς ψυχῆς μου τοῦ ὄφεως· μόνη προφανῶς ἡ τὴν ζωὴν κυήσασα· Πανάμωμε ζώωσον· καὶ ἐνεργεῖν εὐόδωσον· τὰ τοῦ δι’ ἡμᾶς ἐκ σοῦ Παρθένε τεχθέντος· θελήματα βοῶσαν· ἱερεῖς εὐλογεῖτε· λαὸς ὑπερυψοῦτε· εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἔφριξεν πᾶσα.
Φώτισον πύλη τοῦ φωτός· τῆς καρδίας μου τὰ ὄμματα δέομαι· ἅπημαύρωσε· τῆς ἁμαρτίας· σκότος βαθύτατον καὶ μετανοίας μοι αὐγήν· κατάμπεμψον δέομαι· καὶ αἰωνίου πυρός· μεσιτείᾳ σου Ἁγνὴ ἐλευθέρωσον.

Φέγγει σου Κόρη νοητῶν· φωταγώγησον ἡμῶν τὰ νοήματα· Θεοχαρίτωτε· καὶ τὰς καρδίας· καὶ τὰ φρονήματα· ὅπως τὰς τρίβους τῆς ζωῆς· ὀρθῶς βηματίζοντες· ἐλέους τύχωμεν· καταγγέλοντες ἀεὶ τὰς αἰνέσεις σου.

Φώτισον πύλη τοῦ φωτός· τὴν καρδίαν μου κακίᾳ τυφλώτουσαν· καὶ μὴ εἰς θάνατον παραχωρήσης· νῦν ἀφυπνῶσαί με· τοῖς ἀκαθάτρτοις λογιμοῖς· ἀεὶ σκοτιζόμενον· ἵνα δοξάζω σε· εὐχαρίστως Θεοτόκε πανύμνητε.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ΄. Ὑψωθεὶς ἐν Σταυρῷ.
Παρθένε Θεοτόκε ἄχραντε· ἱκέτευε τῶν ἐκ σοῦ σαρκωθέντα· τοῦ ἐλεῆσαι τοὺς ὑμνοῦντάς σε.

Ὑμνοῦμεν τὴν σεπτὴν πρεσβείαν σου· διὰσωσον τοὺς ὑμνοῦντάς σε Κόρη· καὶ τοῦ πυρὸς ἡμᾶς ἐξάρπασον.

Διάσωσον Παναγία Δέπσοινα· τὴν ποίμνην σου ἐξ ἐχθρῶν ὁρωμένων· καὶ ἀοράτων ἵνα δοξάζω σε.

Τῇ Πέμπτῃ Ἑσπέρα

Ὁ Κανών.

Ἦχος πλ. δ΄. Ἄσωμεν τῷ Κυρίῳ.
Νέκρωσον τῆς σαρκός μου· Ἄχραντε παρθένε τὰ φρονήματα· τὴν ζωὴν ἡ τεκοῦσα· καὶ κολάσεως πάσης με λύτρωσαι.

Αἴγλῃ φαεινοτάτῃ· τοῦ ἐκ σοῦ Παρθένε ἀνατείλαντος τῆς ψυχῆς μου τὰς κόρας· φωταγώγησον ὅπως δοξάζω σε.

Πρέσβευε τῷ Δεσπότῃ· μόνη Θεοτόκε ὅπως τύχωμεν· ἐν ἡμέρᾳ τῆς δίκης· σωτηρίας καὶ θείας ἐλλάμψεως.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ῥῦσαί με πρεσβείαις σου· τῶν τοῦ ἐχθροῦ βελῶν Ἄχραντε· καὶ λογισμῶν· τῶν ἐπεμβαινόντων· ἀφιδῶς τῇ καρδίᾳ μου.

Ἴασαι Πανάμωμε· τοὺς τῆς ἐμῆς ψυχῆς μώλωπας· Μήτηρ Θεοῦ· θραῦσον σαῖς πρεσβείαις· καὶ καρδίας τὸν τάραχον.

Στῆσόν μου τὸ ἄστατον· τῶν λογισμῶν ἁγνὴ Δέσποινα· παύσον ψυχῆς· πᾶσαν ἀθυμίαν· τὴν χαρὰν ἡ κυήσασα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς ψυχῆς μου τὰ τραύματα· Λόγε τοῦ Θεοῦ ὁ τραυματισθεὶς δι’ ἐμέ· ὡς Φιλάνθρωπος θεράπευσον· καὶ τὸ τοῦ νοός μου σκότος φώτισον.

Νυσταγμὸς ἀμελείας με· ὕπνος ἁμαρτίας Κόρη κατέλαβε· τῇ ἀγρύπνῳ ἱκεσίᾳ σου· διανάστησόν με πρὸς μετάνοια.

Σὲ πανάμωμε Δέσποινα· πειρασμοῖς κυκλούμενος εἰς βοήθειαν· προσκαλοῦμαι σπεῦσον σῶσόν με· τὸ Σωτῆρα Λόγον ἡ κυήσασα.

ᾨδὴ ε΄. Ὀρθρίζοντες.
Ἐπίβλεψον εἰσάκουσον Κύριε· τῆς φωνῆς μου· καὶ πάσας ἐξάλειψον· τὰς ἀνομίας μου Δέσποτα.

Κακώσεως ἐν τόπῳ κατάκειμαι· ἀπόγνωσις· Θεοτόκε δίδου μοι· τῆς σωτηρίας τὸν ἔλεον.

Τὸν Ἥλιον τεκοῦσα τὸν ἄδυτον· Θεοτόκε· ὅλον φωταγώγησον· ἐσκοτισμένον με πάθεσιν.

ᾨδὴ ς΄. Ἄβυσσος ἁμαρτιῶν.
Νέκρωσόν μου τῆς σαρκός· τὰς ἀτάκτους Θεοτόκε νινήσεις· ἡ τοὺς νενεκρωμένους· τῇ κακίᾳ ζωώσασα· τῷ σῷ ζῶντι τοκετῳ ὅπως δοξάζω σε ὡς αἰτίαν· τῆς τῶν ἀνθρώπων ἀναπλάσεως.

Ἄβυσσον τῶν οἰκτιρμῶν· ἡ τεκοῦσα τὸν Φιλάνθρωπον Λόγον· τῶν λυπηρῶν τοῦ βίου· τὴν ψυχήν μου διάσωσον· καὶ χαρᾶς πνευματικῆς θύραν μοι ἄνοιξον σοῖ γὰρ μόνη· τὰ τῆς ἐλπίδος ἀνατίθημι.

Ἔχουσα τὸ συμπαθές· ὡς τεκοῦσα τὸν Φιλάνθρωπον Λόγον· σῶσον ἡμᾶς βιαίας· καὶ δεινῆς περιστάσεως· σὲ γὰρ μόνην οἱ πιστοὶ πάναγνε Δέσποινα προστασίαν· άκαταμάχητον κέκτήμεθα.

Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν.
Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς· εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν· καὶ στένων κραυγάζω σοι· ἐκ καρδίας Πανάχραντε· ἐν ἐμοὶ θαυμάστωσον τὸ πλούσιο ἔλεος· καὶ τῆς σῆς εὐσπλαγχνίας τὸ ἄπειρον πέλαγος· καὶ τῶν οἰκτιρμῶν σου τὸν ἀμέτρητον πλούτον καὶ δός μοι μετάνοιαν· καὶ πταισμάτων συγχώρησιν· ἵνα πάντοτε κράζω σοι· πρέσβευε Χριστῷ σῷ Υἱῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι· τοῖς ἐορτάζουσι πόθῳ τὴν μνήμην σου.

ᾨδὴ ζ΄. Παῖδες ἐβραίων.
Οἴμοι πῶς φύγω τὰς κολάσεις· τὰς μενούσας με κακῶς ὧδε βιώσας· πῶς Κριτῇ φοβερῷ·ὀφθήσομαι ὁ τάλας· Θεοκυῆτορ Δέσποινα· βοηθὸς τότε γενοῦ μοι.

Σβέσον τὴν φλόγα τῶν παθῶν μου· καὶ κατεύνασον τὴν ζάλην τῆς κακίας· Θεομῆτορ ἁγνή· καὶ ῥῦσαί με δαιμόνων· τιμωρίας Ἄχραντε· καὶ πυρὸς τοῦ αἰωνίου.

Ἴδε τὴν θλίψιν μου Παρθένε· τὴν ἐπήγαγε τὸ πλήθος τῶν κακῶν μου· καὶ πρὸς τοῦ ἀπελθεῖν· ἀναψυχήν μου δίδου· ταῖς μητρικαῖς πρεσβείαις σου· ἱλεοῦσά μοι τὸ θείον.

ᾨδὴ η΄. Νικηταὶ τυράννου.
Νέκρωσον Παρθένε· πᾶσας τὰς τοῦ σώματος ἡμῶν κινήσεις· ἡ νεκρὸν τὸν ὄφιν· ζωηφόρῳ τόκῳ σου· ἐργασαμένη· καὶ ζωῆς ἀγείρου τυχεῖν ἡμᾶς πρέσβευε· ὅπως σὲ ὑμνῶμεν· εἰς πάντας τοὺς αἰῶνας.

Σὲ Θεογενῆτορ· βοηθὸν ἑκάστοτε ἐπικαλοῦμαι· μη με καταισχύνης· κεκτημένον Ἄχραντε· αἰσχύνης ἔργα· ἀλλ’ οἰκτείρησόν με καὶ φλογὸς ἐξάρπασον· καὶ τῆς αἰωνίου· κολάσεως Παρθένε.

Κεχαριτωμένη· βοηθός μοι φάνηθι ἐν περιστάσεσι· τῶν κακῶν λυτροῦσα· τῶν ἐπερχομένων μοι· ταῖς τῶν δαιμόνων· ἐπηρείαις ὅπως μακαρίζω πάντοτε· σὲ τὴν Θεοτόκον· τὴν προστασίαν πάντων.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο.
Φωτί σου ἀνεσπέρῳ πύλη φωτός· τῆς ψυχῆς μου τὸ σκότος· ἀφάνισον τὸ χαλεπόν· καὶ τῆς μετανοίας μοι τὰς ὁδούς· τὰς φωταυγεῖς ὑπόδειξον· ὅπως ζόφον ἀποφύγω· τὸν ἐκ τῆς ἁμαρτίας· ἀκαταπαύστως μεγαλύνων σε.

Ἱλάθητι τοῖς δούλοις σου ἀγαθέ· καὶ πταισμάτων συγχώρησιν δώρησαι καὶ τῆς φλογός· τῆς αἰωνιζούσης ῥῦσαι ἡμᾶς· καὶ κοινωνοὺς ἀπέργασαι· σοῦ τῆς βασιλείας Λόγε Θεοῦ· καὶ γὰρ διὰ τὸ σῶσαι· τὸ γένος τῶν ἀνθρώπων· σταυρὸν καὶ θάνατον ὑπέμεινας.

Φιλάνθρωπον τεκοῦσα καὶ Λυτρωτήν· θαυμαστὴ καὶ φιλάγαθε Δέσποινα ἁμαρτιῶν· λύτρωσίν μοι δίδου σαῖς προσευχαῖς καὶ τὴν ψυχήν μου Πάναγνε· τὴν κεκακωμένην τοῖς λογισμοῖς· ἀγάθυνον καὶ δεῖξον· παθῶν θανατηφόρων· λελυτρωμένη Παναμώμητε.

Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου.
Πάθη χειμάζει με σώματος· ἐπαγωγαὶ πειρασμῶν· καὶ δαιμόνων φαντάσματα· καὶ ἀνθρώπων Δέσποινα· πονηρότατα ἔνεδρα· ἐκ πάντων τούτων· τῇ μεσιτείᾳ σου· αὐτή με σῶσον· καὶ μὴ ἐάσῃς με· καταβυθίζεσθαι· ἀπόγνωσις Πάναγνε ἵνα τὴν σὴν· χαίρων Θεοδόξαστε· δοξάζω δύναμιν.

Πωρώσει ἀγνοίας κρατούμενον· καὶ ἀθυμίας δεινῆς· στεναγμῷ βαρυνόμενον· καὶ στενοχωρίας με· τῷ ζόφῳ καλυπτόμενον· καὶ ἁμαρτίαις· ὅλον κλονούμενον· καὶ τοῖς κινδύνοις· συμποδιζόμενον· δεῦρο Πανάμωμε· θᾶτον πάντων ῥῦσαί με· τῶν πειρασμῶν· σὲ γὰρ μόνην κέκτημαι· ἐλπίδα Πάναγνε.

Ἐπὶ τὸν κόσμον τὸν ἄφραστον· ἐπὶ τὸν τόπον Ἀγνή· τὸν ἀεὶ διαμένοντα· ἐπὶ τὴν ἀκήρατον χαρμονήν ἐποδήγησον· ὅπου τὸ κάλλος· τὸ ὡραιότατον· ἔνθα ἐκλάμπει· φῶς ἀΐδιον· καὶ ἀνυπέρβλητον· τοῦ Υἱοῦ σου δέομαι· καὶ τοῦ πυρός· ῤῦσαί με τοῦ μέλλοντος· καὶ πάσης κρίσεως.

Κανὼν Παρακλητικός εις τὸν Κύριον ἡμῶν Ἰησοῦ Χριστὸν καὶ εἰς την ἄχραντον αὐτοῦ Μητέρα

Ἦχος δ΄. ᾨδὴ α΄. Τῷ ὁδηγήσαντι.
Σὲ τὸν πανάγαθον Λόγον· ἐκδυσωπῶ Κύριε· ὡς Ποιητήν μου καὶ Θεὸν· τῇ σῇ με σκέπασον χάριτι· καὶ ἐξ ἐχθρῶν ὡρωμένων με· λύτρωσαι· καὶ ἀοράτων τῆς αὐτῶν βλάβης ἐξάρπασον.

Καταφυγὴ θλιβομένων· Μήτηρ Θεοῦ πάναγνε· ὐπὸ τὴν σκέπην σου πιστῶς· ὁ σὸς οἰκέτης κατέφυγον· παντὸς κακοῦ με συντήρησον· ἄτρωτον· ἐκδυσωποῦσα τὸν Χριστόν· ὃν ἀπεκύησας.

Ἀπὸ ἀνῶν ἀδίκων· καὶ πονηρῶν ῥῦσαί με· καὶ ἀπὸ γλώσσης δολερᾶς· ὁ ἐπιστάμενος Κύριε· τὴν ἀνθρωπίνην ἀσθένειαν· ὅπως σε· ὠς εὐεργέτην ἀνυμνῶ· ἀεί με σκέπασον.

Οἱ ἐπιχαίροντες μάτην· Μήτηρ Θεοῦ πάναγνε· τοῖς ἐμοῖς πάντοτε κακοῖς· φθόνῳ δεινῷ συντηκόμενοι· καταισχυνθείησαν Ἄχραντε· βλέποντες· τῇ σῇ με σκέπῃ κραταιᾷ· περιφρορούμενον.

ᾨδὴ β΄. Ἴδετε ἴδετε· ὅτι ἐγώ εἰμι ὁ Θεὸς Λόγος.
Κύριε Κύριε· μόνε εὐεργέτα ὡς ἐῤῥύσω πάντας· τοὺς πεποιθότας ἐπὶ σοὶ ἀπὸ παντοίων δεινῶν· τῶν πολεμούντων ἐχθρῶν· οὕτω ῥῦσαι καὶ ἐμέ· ἐξ ἀνθρώπων ἀδίκων· βουλομένων· τοῦ κακοποιῆσαί με.

Μόνος ἐπίστασαι· εὔσπλαγχνε Κύριε σὺ τὸ ἀσθενές μου· καὶ δια τοῦτό σοι βοῷ· πειρατηρίων δεινῶν· τῶν ἐν βίῳ ἀεί· ἐπιόντων δολερῶς· καὶ συσχεῖν βουλομένων· λύτρωσαί με· τὸν πιστὸν οἰκέτην σου.

Ὅλῃ τῇ καρδίᾳ· ὅλῃ προαιρέσις ἐπὶ σοὶ προστρέχω· τὴν τῶν πιστῶν καταφυγήν· μή με ἐάσῃς Ἁγνή· τοῦ πειρασθῆναι δεινῶς· ἀλλ’ ἱκέτευε Χριστόν· τὸν ἐκ σοῦ σαρκωθέντα· διάσωζειν· πάντοτε τὸν δοῦλόν σου.

Ἔχουσα Ἄχραντε· μόνη παῤῥησία πρὸς Χριστὸν ἀσπόρως· ὃν ἐσωμάτωσας Ἄγνή· τοῦτον δυσώπει ἀεί· τὴν ταπεινήν μου ψυχήν· ἁμαρτήσασαν πολλά· ἐξ ἐχθρῶν ὁρατῶν τε· ἀοράτων· ἄτρωτον φυλάτεσθαι.

ᾨδὴ γ΄. Ὁ στερεὼν βροντὴν καὶ κτίζων.
Ὁ Δανιὴλ ἐκ στόματος λεόντων· ῥυσάμενος ἀπήμονα· κᾀμὲ τὸν δοῦλόν σου ἀγαθέ· ῥῦσαι στόματος ἀδίκου· καὶ ἀπὸ γλώσσης Κύριε· δολίας ὡς εὔσπλαγχνος.

Ἐν τῷ πρὸς σὲ Παρθένε κεκραγύναι· εἰσάκουσον τὸν δοῦλόν σου· καὶ τῶν ἐν βίῳ πάντων κακῶν· περιφρούρησόν με σῶον· ἐκδυσωποῦσα Κύριον· τὸν μόνον Φιλάνθρωπον.

Τὰ ἐν κρυφῇ Χριστέ μου πεπραγμένα· μὴ φανερώσεις πταίσματα· τοὺς ἐνεδρεύοντας κατ’ ἐμοῦ· καὶ τὴν πτώσιν μου ζητοῦντας· ὡς ἀγαθὸς ματαίωσον· καὶ σῶσόν με τὸν δοῦλόν σου.

Ἡ θαυμαστὴν λοχείαν κεκτημένη· νῦν ἐπ’ ἐμοὶ θαυμάστωσον· τὰ σὰ ἐλέη καὶ οἰκτιρμούς· τοὺς πλουσίως σου Παρθένε· καὶ ἐκ παντοίων ῥῦσαί με παγίδων τοῦ ὄφεως.

ᾨδὴ δ΄. Ἀκήκοεν ὁ προφήτης.
Τὰ ῥήματα μου Κύριε· ἐνώτισαι καὶ πρόσδεξαι τὸν στεναγμόν μου· καὶ τῇ σκέπῃ σου μὲ σκέπασον· τῇ ἁγίᾳ· ὅπως ἀκιρίευτος· ἐχθροῖς φθονεροῖς· Δέσποινα γενήσωμαι.

Ἡ βασιλὶς Κυρία· τὸν βασιλέα Κύριον ἀεὶ ἐκδυσώπει· ἀκυρῶσαι πᾶσαν βούλησιν· ἐναντίαν· κατ’ ἐμοῦ τοῦ δούλου σου· καὶ σώζεσθαί με· ἀβλαβῆ ἀκίνδυνον.

Πρὸς σέ μου τὸν νοῦν ἀνάγω· πρὸς σέ μου καὶ τὰ ὄμματα καὶ τὴν καρδίαν· ἀνατείνω Παντοδύναμε· ὡς στρουθίον· ῥῦσαι ἐκ παγίδος με· παντὸς θηρευτοῦ· καὶ τοῦ ἐνεδρεύοντος.

Τὸν δυνατὸν ἐν ισχύι· κυήσασα Πανάμωμε τὸ ἀσθενές μου· ἱκετεύω σε δυνάμωσον· καὶ δολίας· ῤῦσαι δυναστείας με· ἀνθρώπων δεινῶν· καὶ δαιμόνων Ἄχραντε.

ᾨδὴ ε΄. Ἀνάτειλόν με Κύριε.
Ἐκ θλίψεως βοήθειαν· παράσχου μοι Φιλάνθρωπε· καὶ φθονερῶς τοὺς ἐπεμβαίνοντας· καὶ θλίβοντας με μάτην· ἀσθενεῖς ἀπόδειξον· καὶ τῆς τοῦτων ῥῦσαί με· προσδοκίας Ἀγαθέ.

Κυβέρνησόν με Δέσποινα· πελάγει θαλατεύοντα· καὶ κοσμικῶν σκανδάλων Ἄχραντε καὶ ῥῦσαί με δαιμόνων· ἐπηρείας δέομαι· πονηρῶν ἀνθρώπων τε καὶ κινδύνων καὶ φθορᾶς.

Ματαίωσον τοὺς μάτην με· πειράζειν δοκιμάζοντας· καὶ μὴ ποιήσῃς με ἐπίχαρμα· ἀνθρώπων τῶν φθονούντων· τὴν εὐμηρερίαν μου· ὁ εἰδῶς μου Κύριε· Ἰησοῦ τὸ ἀσθενες.

Νυκτὶ καὶ ἐν ἡμέρᾳ σε· Παρθένε βοήθειαν· ἐπικαλοῦμαι ὁ οἰκέτης σου· μὴ ἐξουδενώσης· μὴ δὲ καταισχύνης με· ἐκ τῆς προσδοκίας μου· ἧσπερ κέκτημαι εἰς σε.

ᾨδὴ ς΄. Ζάλην με λογισμῶν.
Ζάλης με κινδύνων καὶ σκανδάλων· τοῦ βίου διάσωσον· σκέπασόν με τῇ χειρί σου· ἀοράτων ἐχθρῶν καὶ ὁρατῶν· ἀδίκου ἐπηρείας· ἵνα ὑμνῶ σε Φιλάνθρωπε.

Ψυχῆς μου Θεοτόκε τὰς ὀδύνας· καὶ πάθη τοῦ σώματος· ἰάτρευσον δυσωπῶ σε· καὶ τῇ σῇ μεσιτείᾳ πρὸς Θεόν· παντὸς ἐπερχομένου· κινδύνου σῶον συντήρησον.

Κύριε ὁ τοῦ παῖδας ἐν καμίνῳ· ἀβλαβεῖς ῥυσάμενος· κᾀμὲ τὸν δοῦλόν σου ῥῦσαι· ἀβλαβῆ ἀπὸ πάσης πονηρᾶς· βουλῆς καὶ ἐπηρείας· τῶν φθονερῶν ἐχθραινόντων μοι.

Τέτοκας ὑπὲρ φύσιν τὸν προόντα· τοῦτον οὖν ἱκέτευε· Θεογεννῆτορ παρθένε· τὴν ψυχήν μου φύλαξαι ἀβλαβῆ· κινδύνων ἀοράτων· ἐπερχομένων ἑκάστοτε.

Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Προστασία ἄμαχε· θλιβομένων· θερμὴ ἀντίληψις· τῶν προστρεχόντων ἐπὶ σοί· ἐκ τῶν κινδύνων με λύτρωσαι· μή με παρίδης ἡ πάντων βοήθεια.

Ὁ οἶκος.
Πρὸ τὸ. Τῇ Γαλιλαία.
Δέξαι τὴν δέησιν ἡμῶν· εὐπρέπει τοῦ κόσμου· ὡς δάκρυα τῆς πόρνης· καὶ πίστιν Χαναίας· καὶ τοῦ τελώνου στεναγμόν· μετάνοιαν τοῦ Πέτρου· καὶ τῆς χείρας τὰ λεπτά· ὁ σὸς Υἱὸς ἐδέξατο· ὡσαύτως παναγία Θεόνυμφε· δέξαι δυσωποῦντας· μὴ παρίδης μὴ ἀπώσῃ· Πανύμνητε σοὺς πιστοὺς οἰκέτας· τὸν κείμενον κᾀμὲ· βορβόρῳ τῶν ἔργων μου· καὶ τοῖς χρήζουσι τῆς σῆς· νῦν βοηθείας· ὄρεξον Ἀγνή· τὴν χεῖρά σου τῆς σωτηρίας· μή με παρίδῃς ἡ πάντων βοήθεια.

ᾨδὴ ζ΄. Τῇ εἰκόνι τῇ χρυσῇ.
Ἐν βουλαῖς ὁ φοβερός· τὰ διαβούλια πάντα· τὰ τῆς ψυχῆς μου πρὸς σὲ κατεύθυνον· τοὺς κατ’ ἐμοῦ τε βουλευμένους· μὴ ἐάσῃς ἀγαθέ· κακοποιῆσαί με ποτέ· ὅλον με λύτρωσαι· τῆς προσδοκίας αὐτῶν· ὁ τῶν πατέρων Θεὸς.

Τὴν ψυχήν μου τὴν πολλαῖς ἐσκοτησμένην ἀπάταις· Ἁγνὴ τοῦ βίου φώτισον δέομαι· ἡ φῶς τὸ θεῖον ἀποτεκοῦσα· τοὺς πειράσαι φθονερῶς· δοκιμάζοντας ἐχθρούς· ἀπράκτους ἀπέργασαι· καὶ σῶσόν με Ἀγαθή· τὸν πεποιθότα εἰς σε.

Τὰς ὁδούς σου ὁ Θεός· ὡς ἀγαθὸς γνώρισόν μοι· καὶ δίδαξόν με Χριστέ τὰς τρίβους σου· καὶ μὴ ἐάσῃς με πειρασθῆναι· ὑπὸ ἀνθρώπων πονηρῶν· ἐκ δαιμόνων δυσμενῶν· ἀλλὰ τῇ σῇ σκέπε με· κραταιοτάτῃ χειρί· ἐκδυσωπῶ σε ἀεί.

Ἐπὶ σὲ καθαράν· χεῖρας ἐκτείνω ῥυπώσας· εἰδῶς σου Κόρη σαφῶς τὸ εὔσπλαγχνον· μὴ ὑπερίδῃς τὴν δέησιν μου· ἀλλὰ τεῖχος ὀχυρόν· ἀπὸ προσώπου δυσμενῶν· γενοῦ μοι σὺ Ἄχραντε· τῆς προσδοκίας αὐτῶν· ἀπολυτροῦσά με.

ᾨδὴ η΄. Ἐν πυρὶ φλογός.
Ὡς διέσωσαι Φιλάνθρωπε· τὸν πιστόν σου Δαυΐδ· πάντοτε πειρατηρίων· ἐρχομένον ἐπ’ αὐτόν· κᾀμὲ τὸν σὸν οἰκέτην· τῶν ἐπισυμβαινόντων· ἐξάρπασον παγίδων ἀεί· ὅπως ὑμνολογῶ σε.

Τῆς κακίας ἀπεκύησας· ἀνηρέτην Ἁγνή· Κύριον ὅνπερ δυσῶπει· ὡς Υἱόν σου καὶ Θεόν· κακίας με ἀνθρώπων· καὶ βλάβης τῶν δαιμόνων· λυτρώσασθαι τὴν σὴν κραταιάν· δοξολογοῦντα σκέπην.

Μανασσῆν ποτὲ ὡς ἔσωσας· εὐεργέτα Χριστέ· δέσμιον κατειλημμένον· καὶ βοήσαντα θερμῶς· κᾀμὲ τῆς προσδοκίας· τῶν ἐχθραινόντων σῶσον· καὶ δεῖξόν με τῆς τούτων ὁρμῆς· ὑπέρτερον βοῶ σοι.

Ἡ ψυχή μου τετραυμάτισαι· βλαβεραῖς ἡδοναῖς· Δέσποινα οἱ θλίβοντές με· ἐπληθύνθησαν ἐχθροί· βοήθησόν μοι μόνη· ἐλπὶς ἀπηλπισμένων· τὸν πάντων βοηθὸν καὶ Θεόν· ἀεὶ ἐκδυσωποῦσα.

ᾨδὴ θ΄. Ὅτι ἐποίησέ μοι.
Ὅτι Θεὸς ἐλέους· οἰκτιρμῶν ὑπάρχεις Χριστέ· οἰκτείρησόν με μόνε ἀγαθέ· καὶ παντοίων πειρασμῶν· ἐπερχομένων φθονερῶς· ῥῦσαι καὶ σῶσόν με.

Πολλοὶ οἱ πολεμοῦντες· ἀπὸ ὕψους με δυσμενεῖς· πολλοὶ δὲ καὶ ἐν γῇ οἱ φθονερῶς· ἐπεμβαίνοντες ἀεὶ τῆ ἀσθενείᾳ μου ἐξ ὧν· Παρθένε σῶσόν με.

Ἐλέησόν με μόνε· ἐλεῆμον πταίσαντά σοι· καὶ δίδου μοι χρεῶν ἀποκοπὴν καὶ ἀνθρώπων βλαβερῶν· νῦν ἐξελοῦ κακοποιεῖν· ἐπιζητούντων με.

Ὑμνῶ σε Θεοτόκε· διὰ σοῦ γὰρ σώζομαι νῦν· παντὸς ἐπερχομένου πειρασμοῦ· καὶ βοῶ σοι ἐκτενῶς· τῆ ἀσθενείᾳ μου γενοῦ· διὰ παντὸς βοηθός.

Κοντάκιον.
Ἦχος πλ. β΄. Πρεσβείαν.
Προστασία τῶν Χριστιανῶν· ἀκαταίσχυντε· μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε· μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς· ἀλλὰ πρόφθασον ὡς ἀγαθή· εἰς τὴν βοήθειαν ἡμῶν· τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν· καὶ σπεῦσον εἰς ἱκεσίαν· ἡ προστατεύουσα ἀεί· Θεοτόκε τῶν τιμώντων σε.

Ὁ οἶκος.
Ἔκτεινόν σου παλάμας· ἐν αἷς ὁ πάντων Δεσπότης· ὡς βρέφος ἐνηγκαλίσθη· διᾶ πλήθους ἀγαθότητος· μὴ καταλίπης ἡμᾶς· τοὺς εἰς σὲ ἐλπίζοντας· τῇ ἀγρύπνῳ προστασίᾳ σου· καὶ ἀμέτρῳ συμπαθείᾳ σου οἱκτείρησον ἡμᾶς· καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν· ἐυσπλαγχνίας ὑπάρχουσα πηγή· σὲ γὰρ προστασίαν· κεκτήμεθα Πανάχραντε· ἐκ τῆς πρώτης ῥυσθέντες κακώσεως· ἀλλ’ ὡς ἔχουσα· σπλάγχνα οἰκτιρμῶν· τάχυνον εἰς πρεσβείαν· καὶ σπεῦσον εἰς ἱκεσίαν· ἡ προστατεύουσα ἀεί· Θεοτόκε τῶν τιμώντων σε.

Ἔτερον Κοντάκιον.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμή· καὶ τεῖχος ἀπροσμάχητον· ἐλέους πηγή· τοῦ κόσμου καταφύγιον· ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα πρόφθασον· καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς· ἡ μόνη ταχέως προστατεύουσα.

Ὁ οἶκος.
Πρὸς τὸ. Τράνωσόν μου.
Τί μοι δοθείη καὶ τί προστεθείη· ἐν τῷ μέλλειν αἰτείσθαι· ἐκ καρδίας κλαυθμῷ· τὴν λύσιν τῶν πταισμάτων μου· ψυχὴν γὰρ ἠχρείωσα πλημμελείας· καὶ τὴν σάρκα ἐμόλυνα ἁμαρτίας· τὰ πονηρά· ὡς οὐδεὶς γηγενῶν πεπραχὼς ὁ θρασύς· στενάζω ὅθεν κραυγάζω· Θεοτόκε ἁγνὴ μὴ παρίδης με· ἀλλὰ τοῦ σῶσαί με τάχυνον· ἐκ πολλῶν ἀπαλλάτουσα ἁμαρτιῶν· ἡ μόνη ταχέως προστατεύουσα.

Ἐτελειώθη αὕτη ἡ παροῦσα βίβλος τοῦ Παρακλητικοῦ τῆς Ὑπεραγίας, τὰ πρῶτα νῦν τετυπωμένη καὶ μετὰ τὸν τύπον τοῦ παλαιοῦ βιβλίου C15, τῆς παλαιᾶς ἡμῶν Μονῆς τῆς Κρυπτοφέῤῥης τῇ, κα΄ τοῦ Ἰανουαρίου μηνός, ἐν ἔτει τῆς ἀπὸ τοῦ κόσμου κτίσεως ζσμδ΄, καὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου, καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, αψλς΄.