Θεοτοκάριον Μοναχού Αγαπίου

ΘΕΟΤΟΚΑΡΙΟΝ ΩΡΑΙΟΤΑΤΟΝ ΚΑΙ ΧΑΡΜΟΣΥΝΟΝ
ΠΑΡΑ ΑΓΑΠΙΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΚΡΗΤΟΣ
ΚΑΙ ΤΑΝΥΝ ΜΕΤΑΤΥΠΩΘΕΝ ΕΙΣ ΔΟΞΑΝ ΤΗΣ ΑΕΙΠΑΡΘΕΝΟΥ ΚΟΡΗΣ ΚΑΙ ΘΕΟΜΗΤΟΡΟΣ

ΕΝ ΒΕΝΕΤΙΑ
ΠΑΡΑ ΝΙΚΟΛΑΟΥ ΓΛΥΚΕΙ ΤΩ ΕΞ ΙΩΑΝΝΙΝΩΝ
1815

Πηγή

ΑΡΧΗ ΤΟΥ Α΄. ΗΧΟΥ

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

Κανῶν εἰς τὴν Ὑπεραγίαν Θεοτόκον, τὴν Πολυώνυμον καὶ Πανύμνητον

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Χαίροις ἱλαστήριον ψυχῶν, Παρθενομῆτορ χαράν ἡ κυήσασα, Χαῖρε ἡ Βασίλισσα, Χαῖρε Ναὲ Χριστοῦ, Χαῖρε ἡ Πάνσεμνος, Χαῖρε προστασίᾳ, ψυχῶν ὁμοῦ καὶ κραταίωμα.

Χαῖρε ἀειζωίας ἀπαρχῇ, χαῖρε ἀρᾶς ἡ ἀναίρεσις Δέσποινα, Χαῖρε Μηροπάρθενε, ὑπερφυῶς τὸν Θεὸν ἡ κυήσασα, χαῖρε θείᾳ ῥάβδος, παθῶν πελάγη ἡ ῥήσσουσα.

Χαῖρε γαλοῦχος τῆς ζωῆς, χαῖρε τοῦ Λόγου καὶ Μήτηρ Θεόνυμφε, xαῖρε στάσις γνώσεων, Χαῖρε Ἀγγέλων δοξασμός͵καὶ καύχημα, Χαῖρε Θεομῆτορ, χαῖρε λυχνίᾳ αὐγάζουσα.

Χαῖρε ἡ χωρήσασα Χριστόν, χαῖρε τῆς πρὶν παραπτώσεως ὕψωσις, χαῖρε ἡ ἀνίκητος, χαῖρε προστάτις κόσμε, χαῖρε, ἄχραντε, χαῖρε Βασιλείας Χριστοῦ, τοῦ Θεοῦ ἡ οἰκείωσις.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς τῆς τῶν βροτῶν.
Χαῖρε ὅλβος ἄσυλος πιστῶν, Χριστοῦ χαῖρε διάδημα, Χαῖρε ἄστήρ Κυρίου λαμπρότατε, πηλίκον ὕψος, χάριν μοι ὀῥέξον, τοῦ βοᾷν σοι Δέσποινα, Χαῖρε μόνη Ἄνασα ἡ πάστας τοῦ Παντάνακτος.

Χαῖρε Νύφη Πάναγνε Θεοῦ, Χαῖρε Θεοχαρίτωτε, δι’ ἧς βροτοῖ ἐθεώθημεν, Χαῖρε ἡ βάτος ἡ ἀκατάφλεκτος, Χαῖρε τὸ γαλήνιον, Χαῖρε ἡ ἀφάνισις τῆς ἀρᾷς Χαῖρε μόνη Πανύμνητε.

Χαῖρε ὁ λιμοῦ ὁ σωστικός, λειμῷν χαῖρε ὁ εὒοσμος, Χαῖρε λαμπτἤρ ψυχῷν Πανάχραντε, Χαῖρε ἀπάντων τοῦ Κτίστου ἡ τέξασα, Χαῖρε τοῦ ἀνύμνησε προφητῷν ὁ σύλλογος, Γαβριήλ δὲ τὸ Χαῖρε προσήγαγε.

Χαῖρε ἡ Βασίλισσα βροτῷν, Ἀγγέλων Χαῖρε Δέσποινα, Χαῖρε Ἀρχῷν αὐτῶν ὑπερέχουσα, ταμείων Χαῖρε Χριστοῦ Πανάμωμε, Χαῖρε πύλη ἄβατε, Χαῖρε πόκε ἔμψυχε, Χαῖρε μόνη ἐλπίς τῷν ψυχῷν ἡμῶν.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Χαῖρε μητροπάρθενε Ἁγνή, Χαῖρε πύρινε στῦλε φωτός ἡλιακέ, Χαῖρε σεμνῇ Περιστέρα, Χαῖρε τιμαλφέστατον τοῦ βασιλέως παλατίoν, Χαῖρε ἡ μόνη τὴν πτῶσιν μειώσασα.

Χαῖρε ἡ ὁλόφωτος νεφέλη, Χαῖρε Πανάχραντε, ναέ Θεοῦ Χαῖρε σεμνή, Χαῖρε νυμφῶν ὁ ἀξιοπρεπής, Χαῖρε Σέλας ἄδυτον, τοῦ νοητοῦ φωσφόρου, Χαῖρε ἀείφωτε κόσμου λαμπτήρ, Χαῖρε Πάναγνε Δέσποινα.

Χαῖρε ἡ βασίλισσα σκέπῃ βροτῷν ἀκατάληπτε, κόσμου μεσίτρια σεμνῇ, Χαῖρε Ἀστήρ ἀειλαμπής, Χαῖρε ἀλάβαστρον φρικτόν τοῦ μύρου τῆς Χάριτος, τοῦ νοητοῦ φυτοῦ Χριστοῦ τοῦ Βλαστήσαντος, ἐκ τοῦ Θεοῦ καί πατρός Χαῖρε Πάναγνε Δέσποινα.

Χαῖρε ἡ πολύπτυχος, Χριστοῦ βίβλος Ἄνάσα, τῷν διεστώτων συνδρομῇ, Χαῖρε τό ῥεῖθρον τῆς ζωῆς, Χαῖρε τὸ ξύλον τῆς τρυφῇς ἁγνόν οἰκητήριον, τράπεζα Χαῖρε καὶ στάμνε καί γέφυρα.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Χαῖρε λίθε, τὸν ακρογωνιαίο λίθον Χριστῷ ἡ τέξασα, Χαῖρε πύργε τῶν ἐχθρῶν ἀπαντῶσα τὸ φρύαγμα, Χαῖρε φῶς ἀίδιον τῆς υπεράρχου θεαρχίας, εἰσδεξαμένη Πανάμωμε.

Χαῖρε στάσις, κινουμένων ἐξ ὗλης πανάχραντε, Χαῖρε φαῦσις φωτισμόν τῆς ἐν ζόφῳ προσάγουσα, Χαῖρε ὄντως Δέσποινα, Χαῖρε λυχνίᾳ, Χαῖρε ξίφος τὰς ἀσθενείας ἡ τέμνουσα.

Χαῖρε τομέ, ὁ Θεοῦ τὴν Σοφία δεξάμενος, Χαῖρε πλάξ, γέγραφεἴσα τόν Λόγον τοῦ πνεύματι, Χαῖρε Θεοπάροχον, δώρο βροτῷν εἰς σωτηρίαν, εὐλογημένῃ πανύμνητε.

Χαῖρε ἄνθος ἡγνισμένο ἀρδείαις τοῦ Πνεύματος, Χαῖρε ἄστρον τηλαγεύστερον πάσης καθάρσεως, Χαῖρε ἀδιάδοχε κρατήρ Πιστῷν ἀειζωίας, Μαρία μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

ᾨδὴ ς΄. Τῶν Προφητῶν Ἰωνᾶν.
Χαῖρε λύχνε φαεινέ, χαῖρε φῶς ἀειλαμπές, χαῖρε πλοῦτε νοητέ, χαῖρε μήτηρ τοῦ Θεοῦ πανάμωμε, Χαῖρε ἡ μόνη Θεόν κυήσασα.

Χαῖρε βάσῃ ἀσφαλής, χαῖρε στάσῃ ἀστραπῆς, χαῖρε νύφη τοῦ πατρός, χαῖρε Μήτηρ τοῦ Χριστοῦ, Πανύμνητε, τοῦ κόσμου σκέπῇ χαῖρε ἡ πάντων ἐλπίς.

Χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε φύλαξ εὐσεβῶν, Χαῖρε σπάθῃ κατ’ ἐχθρῶν, χαῖρε τεῖχος ἀσκητῶν ἀκήρατε, Θεοῦ τοῦ Λόγου Μήτηρ ἀνύμφευτε.

Χαῖρε κλῖμαξ νοητή, ἀπό γῆς πρὸς οὐρανόν, χαῖρε πύλη τοῦ φωτός, χαῖρε καύχημα πιστῷν, Πανάχραντε, πάντων κτισμάτων ὡς ὑπερέχουσα.

Κάθισμα. Τὸν τάφον σου Σωτήρ.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρίᾳ, καὶ βοήθεια, καὶ κραταιᾷ προστασίᾳ, καὶ σῴζεις τοὺς δούλους σου.

ᾨδὴ ζ΄. Σε νοητῷ Θεοτόκε κάμινον.
Χαῖρε ψυχῶν ὅρμος ὁ γαλήνιος, χαῖρε πάστας χρυσοειδής, χαῖρε κλίνῃ Βασιλική, χαῖρε ἀστραπόμορφε, χαῖρε Μητροπάρθενε, δι’ ἧς ἡμῖν ἐξανέτειλον, ὁ φωτισμός τοῖς ἐν σκότει, Χριστός ὁ ὑπερένδοξος.

Χαῖρε σαφής, νοσημάτων ἴασις, τῶν προστρεχόντων ἐπὶ σοι, χαῖρε σκεπῇ πολυκλεής, χαῖρε εὐσυμπάθητε, χαῖρε ῥοῦς ἀέναος, τὸν ιλᾀσμόν πελαγίζουσα, καὶ νοσημάτων κρουνούς ἀποξηραίνουσα.

Χαῖρε ζώῃς ἀπαρχή καὶ γέφυρα, διαβιβάζουσα Λαοῦς, ἀπὸ τῆς γῆς πρός Οὐρανόν, χαῖρε οἰκητήριον· ἄχραντον ἀκήρατον Θεοῦ τοῦ λόγου ὡς ηὐδόκησε, χαῖρε πιστούς φωσφοροῦσα λυχνίᾳ τὰ χαρίσματα.

Χαῖρε πηγή ἀειζώου νάματος, χαῖρε Παράδεισε τρυφῆς, χαῖρε τεῖχος τῶν πιστῶν, χαῖρε Ἀειπάρθενε, χαῖρε μόνη Δέσποινα, δι’ ἧς ἡμῖν ἐξανέτειλον, ὁ αἰνετός τῷν Πατέρων.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Χαῖρε αὖγος Ἥλιον Χριστόν, εἰσάξασα τῶν Κόσμῳ, τὸ κάλλος τῆς Βασιλείας τοῦ Χριστοῦ, χαῖρε ἁγνῆ χαρᾶς ἡμῖν πρόξενος, εὐλογοῦμεν πάντα τὰ ἔργα τὸν ἄχρονον σου τόκον, καὶ σε κατάχρεος γεραίρομεν ἀπαύστῳς.

Χαῖρε στάμνε πάγχρυσε Θεόν, ὡς μάννα δεξαμένῃ, ὡς ῥεῖθρον ἀειζωίας τοῖς Λαοῖς, χαῖρε σεμνῇ, ὧ χαῖρε ἀκήρατε Θεομήτωρ, χαῖρε Ὀρθοδόξων λιμὴν καὶ προστασίᾳ, χαῖρε τῆς ψυχῆς μου ἐλπίς ἀῤῥαγεστάτῃ.

Χαῖρε ῥάβδος ἡ νικοποιός, πάντων τῶν ἀντιπάλων, σκυθλῶσα τῇ σῇ πρεσβείᾳ τὰς ἐπάρσεις κραταιῶς, ἡ χαῖρε Θεόνυμφε Παναγίᾳ, χαῖρε μοναζόντων κραταίωμα καὶ φύλαξ, χαῖρε τῆς ψυχῆς μου καταφυγῇ καὶ σκέπη.

Κοίμισον μου δὴ τὰς ἐμπαθεῖς ὀρέξεις, παθῶν τε τῶν ψυχοφθόρων τὰ ἰνδάλματα Ἀγνή, εἰς τέλος ἐξάλειψον Θεομήτωρ, ἵνα δοξάζω ἀεὶ καὶ εὐλογῶ σε τὴν μόνην αἰτίαν τῆς πάντων σωτηρίας.

ᾨδὴ θ΄. Τῦπον τῆς Ἁγνῆς.
Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε τὸ ὕψος τῆς σοφίας ἡ τέξασα, σοφίαν καὶ Λόγον τοῦ Πατρός ἐνυπόστατον, χαῖρε πέλαγος γνώσεως ἄπειρον, χαρᾶς ἀδιαδόχου, καταξιοῦσα τοὺς τιμῶντάς σε.

Χαῖρε χελιδών ἡ εὔσημος, περισταρά τε τὴν γαλήνιον εἰσάξασα, χαῖρε ἄσπιλε, χαῖρε τὸ ἄνθος τῆς φύσεως, ἀλατόμητον ὄρος Παντάνασσα, χαῖρε Παρθενομήτωρ, ἐλπὶς ἀνθρώπων ἀκαταίσχυντε.

Χαῖρε κρίνον ὄντως εὔοσμον, ροδωνία χαρίτων Λαοῖς σωτήριος, χαῖρε ἀστραπῇ τὸν μαργαρίτην εἰσάγουσα, χαῖρε δύσεως ὅλης τὸ ἔξοχον, παστάς Ἐπουράνια, χαῖρε ἐλπὶς μου ἀκαταίσχυντε.

Χαῖρε πάντως τῆς ζωῆς ἡ τέξασα, χαῖρε σεμνῇ τὸ κατάσκιον, χαῖρε βάσις καὶ στάσις καὶ κίνησις, Μαρτύρων καὶ Ὁσίων καὶ Ἀποστόλων τὸ ἑδραίωμα.

Προσόμοια. Τῶν Οὐρανίων Ταγμάτων.
Ἀνακαινίσθη ὁ Κόσμος ἐν τῇ κυήσει σου Θεογενῆτορ Κόρη, τῶν πιστῶν σωτηρία, καὶ ἄγρυπνος προστάτις τῶν εὐσεβῶς αἰτουμένων σε Ἄχραντε, μὴ διαλίπῃς πρεσβεύουσα ἐκτενῶς ὑπὲρ τῶν ὑμνούντων σε.

Οἱ συνεχόμενοι θλίψεσιν ἀδοκήτοις Ἀγνή σε προστασίᾳ μόνην, κεκτῄμεθα Παρθένε, βοῷμεν εὐχαρίστως, σῶσον ἡμᾶς, Παναγίᾳ Θεόνυμφε, σὺ γὰρ ὑπάρχεις τοῦ κόσμου καταφυγῇ, καὶ ἀντίληψις τοῦ γένους ἡμῶν.

Δεδοξασμένῃ ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενωμῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασίᾳ, τεκοῦσα σαρκί, τὸν Υἱόν τοῦ Ἀνάρχου Πατρός, καὶ συναίδιον Πνεύματι ἀληθῶς, ὄν ἱκέτευε σωθῆναί με.

Τῶν οὐρανίων ταγμάτων τὸ ἀγαλλίαμα, τῶν ἐπὶ γῆς ἀνθρώπων, κραταιᾷ προστασίᾳ, Ἂχραντε Παρθένε, σῶσον ἡμᾶς, τοὺς εἰς σὲ καταφεύγοντας, ὅτι ἐν σοὶ τὰς ἐλπίδας μετὰ Θεόν, Θεοτόκε ἀνεθέμεθα.

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιᾷ.
Ἀῤῥήτως συνέλαβες Θεόν, καὶ ὑπέρ φύσιν αὐτὸν ἀπεκύησας, Δέσποινα πανάχραντε, τοὺς γηγενεῖς πταισμάτων ἀπαλλάττουσα, ὅθεν δυσωπῶ σε, πυρὸς γεέννης με λύτρωσαι.

Πελάγει βυθίζομαι δεινῶς ἁμαρτιῶν ἀμετρήτων καὶ θλίψεων, ἀλλὰ κυβερνήσει σου, τῆς δυνατῇς πρεσβείας παναμώμητε, πρὸς γαλήνιω θείαν, τῆς μετανοίας καθόρμισον.

Ἅγιόν σε τέμενος εὔρων, ὁ ἐν Ἁγίοις ἐπαναπαυόμενος, Ἅγιος Θεὸς ἡμῶν, Ὑπεραγίᾳ Θεοτόκε ᾤκησε, τὴν ἡγιασμένην, καὶ θεοδόχον γαστέρα σου.

Χαῖρε ἡ παγκόσμιος χαρά, χαῖρε τοῦ γένους ἡμῶν ἡ εὐλογίᾳ, χαῖρε ἡ τιμήσασα τῷ ὑπερτίμῳ καὶ ἀσπόρῳ τόκῳ σου, πάντιμε Μαρίᾳ, βροτῶν τὴν φύσιν τὴν ἄτιμον.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς τῆς τῶν βροτῶν.
Νόμου τοῦ θανάτου καὶ τῆς φθορᾶς, καταστείλας κυήσασα, τὸν τῆς ζωῆς ταμίαν καὶ πρύτανιν, διὸ σου Κόρη πάναγνε δέομαι, τὴν ψυχήν μου φώτισον, καὶ τὸν νοῦν ἁγίασον, καὶ ζωῆς κοινωνόν με ἀνάδειξον.

Δολίως με δούλοις πονηροῖς, Θεοῦ ἀπολισθήσασι, δεδουλωμένον καὶ ὑποκύψαντα, ἐλευθερίας θείας ἀξίωσον, καὶ τοῖς δούλοις σκέπασον, τοῦ Υἱοῦ σου Δέσποινα, καὶ αὑτῶν με δουλώμενον ἐνίσχυσον.

Ἐλέους ὑπάρχουσα πηγή, καὶ πέλαγος χρηστότητος, καὶ συμπαθείας ἄβυσσος ἄπειρος, τὰς ἀναβλύσεις τῶν ἐγκλημάτων μου ἐν ἐλέει ξήρανον, ἐλεῆμον Δέσποινα καὶ ἐλέους σου δεῖξον με μέτοχον.

Σε σκήνωμα δόξης τοῦ Θεοῦ, ὡραῖον ὀπλισάμενος, περικαλλῆτε οἶκον ἠγάπησα, Θεογενῆτορ τὴν σὴν εὐπρέπειαν, διὸ σκηνωμάτων με τοῦ ἐν ᾄδου λύτρωσαι, καὶ σκηναῖς Οὐρανοῦ κατασκίωσον.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάρητι.
Ὄμβρισον σταγόνα μοι σεμνῇ κατανύξεως, κεχερσωμένη τὴν ψυχήν, ἐξ ἐπομβρίας τῶν παθών, καὶ πηγάς ὀμβρίζειν με, καθαρτικῶν δακρύων Κόρη ἀξίωσον, ἡ τὸν Οὐράνιον ὄμβρον κυήσασα.

Ἵλεων Δεσπότου καὶ οἰκτίρμονα τέτοκας, ὄνπερ ἰλέωσαι προσκεκρουκότι καὶ πολλά, τοῦτον παροργίζοντι, διηνεκῶς καὶ ἱλασμόν μοι πρυτάνευσον, ἁμαρτιῶν Ὑπεράμωμε Δέσποινα.

Τείχισον τὸ τεῖχος τῶν πιστῶν, Ἀπειρόγαμε, τῷ θείῳ φόβῳ τὴν ἐμῶν, ῥερυπωμένον ἡδοναῖς διάνοιαν ἄβατον, ταῖς τῶν λῃστῶν ἐπιδρομαῖς ἀποφαίνουσα, καὶ τῶν ἐχθρῶν ταῖς ἐφόδοις ἀνάλωτον.

Νήπιον παιδίον διὰ ἔλεος ἄφατον, γεγυμνωμένον σε Χριστέ, τὸν προαιώνιον Θεόν, νεᾶνις ἀπείρανδρος, ὑπερφυῶς ἐγκαίνησε διορθούμενον τὸν πλανηθέντα Ἀδάμ ὥς περ νήπιον.

ᾨδή ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἐλεῆμον, ἐλεήμονος Λόγου λοχεύτρια, τὴν ψυχήν μου, ἐν ἐλέει σου θείῳ ἐλέησον, καὶ τῆς κατεχούσης με, καὶ τυραννούσης ἁμαρτίας, καὶ συνηθείας ἀπάλλαξον.

Μὴ ἐάσῃς, ἐν τῇ κρίσει τίεσθαι με Δέσποινα, τῶν ζητούντων συλλαβεῖν με, δαιμόνων ἐπίχαρμα, ἀλλὰ ἀκατάκριτον τῶ τοῦ Υἱοῦ σου Κριτηρίῳ παραστηθήναι ἀξίωσον.

Ὡς αἰτίαν, τῆς ἡμῶν Θεοτόκε θεώσεως, κατάχρεος, οἱ πιστοί σε ἀεὶ μεγαλύνομεν, πολλά σου, ὁ Δυνατός ἐποίησε σοι, ὡς προεφήτευσας Ἄχραντε.

Λάμπρυνόν μου, τὴν στολήν τῆς ψυχῆς, τὴν ἐζόφοσα, τῶν παθῶν μου, σκοτειναῖς ἀμαυρότησε Δέσποινα, καὶ πρὸς τὸν ἀκήρατον, Θεοῦ εἰσάγαγε νυμφῶνα, ἔνδυμα γάμου φοροῦντά με.

ᾨδὴ ς΄. Ἐκύκλωσαν ἡμᾶς.
Ὡς Κύριον Δεσπότην πάντων τέξασα, Κυρίαν σε καὶ Δέσποινα, ἐπιστάμενος Παρθένε δυσωπῶ, ῥῦσαι τῶν παθῶν τῆς δεσποτείας με , καὶ τῆς αὑτῶν κυρίας με ἐλευθέρωσον.

Κυκλώσαντες ἐκύκλωσαν με Πάναγνε, κηρίον ὡσεί μέλισσαι, ἐν ἀκάνθαις ἐξεκαύθησαν ὡς πῦρ, φλόγα ἀέριον ἐξάραντες, οἱ ἐμπαθεῖς ἐν τῇ ψυχή μου λογισμοί, σῶσόν με.

Νοσούντων ἰατρόν, πιπτόντων ἔγερσιν, πταιόντων ἱλαστήριον, Θεοτόκε σε γινώσκων ἀσφαλῶς, δάκρυσι προσπίπτω καὶ κραυγάζῳ σοι, ὡς δυνατή αὐτή με σῶσον τῇ μεσιτείᾳ σου.

Νομίμων φυσικῶν ἄνωθεν τέτοκας, Παρθένε ἀπειρόγαμε, ἀναπλάττοντα ἡμῶν τήν συντριβήν, Λόγον τοῦ Θεοῦ τόν ἐνυπόστατον· ὄν ἐκτενῶς, σωθῆναι πάντας ἡμᾶς ἱκέτευε.

Κάθισμα. Ἦχος α΄. Χορός Ἀγγελικός.
Τὸ μέγα τῶν πιστῶν, καὶ ἀπόρθητον τεῖχος, τὴν τῶν ἁμαρτωλῶν κραταιάν προστασίαν, τὸ ἄσυλον φρούριον, καὶ στεῤῥόν καταφύγιον, ἱκετεύω σε, Θεογενήτρια Κόρη, σὺ μου πρόστηθι, ἐν τῇ ἡμέρα τῆς δίκης, καί σῶσόν με Δέσποινα.

ᾨδὴ ζ΄. Σε νοητόν Θεοτόκε κάμινον.
Ὅλον ἰδοῦ ἐμαυτόν προσάγωσι, Θεογενῆτορ ὁλικῶς, καὶ τὸ σῶμα καὶ τὴν ψυχή, σοι προσανατίθημι, τὴν ἐπιθυμίαν μου, καὶ τὴν ἐνοῦσαν μοι ἄφεσιν, ὁλοσχερῶς ἀνατείνω πρός σε, σῶσόν με Δέσποινα.

Ἤδη θρηνῶ ἐμαυτόν ὁ ἄθλιος, ἄξια θρηνῶ περιχαρώς, καὶ ὡς ἤδη κατακριθείς, ὁ αὐτοκατάκριτος, πρὸ τῆς κατακρίσεως, ὀδυνηρῶς κατατρύχομαι, Μήτηρ Θεοῦ, ἡ ἐμή μὴ ἐπιλάθῃ μου.

Οἴμοι ψυχή, ὁ καιρός συντέτμηται, ναῶ ἐπὶ θύραις ὁ Κριτής, τὸ Κριτήριον εὐπρεπές, θρόνοι ἑτοιμάζονται, Ἄγγελοι προεξέχουσιν, οἱ ἐκλεκτοί συναθροίζονται, τι οὖν σαυτήν οὖ πενθεῖς καὶ θνήσκεις ἀμετανόητε.

Βάτος ποτέ ἄφλεκτος πανάμωμε, τὴν σὴν εικόνιζε νηδύϊ, οὐ γὰρ ἔφλεξέ σε τὸ πῦρ, ὅλως τῆς Θεότητος, ὅθεν ἱκετεύω σε, πυρὸς ἀσβέστου με λύτρωσαι ὅπως ὑμνῶ ἀσιγήτως, Ἀγνή τὰ μεγαλεῖᾳ σου.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.
Λαμπομένῃ φέγγει νοητῷ τῷ τῆς Θεοτοκίας, ὑπέρφωτε Θεοτόκε τὴν ζοφώδη μου ψυχήν, φωτίσαντα λάμπρυνον, ἐκμειοῦσα, τῆς ἁμαρτίας τὸ σκότος καὶ τήν νύκτα, καὶ πρὸς μετανοίας ἁγιώνυμε ὁδηγοῦσα.

Ὡραιώθης θείαις καλλοναῖς, ἀσύγκριτον ἐν κάλλει, τὸν Λόγον ἀποκυήσασα Πανάμωμε Θεοῦ, τὸν ταῖς ὡραιότησι ταῖς ἐνθέοις πάντων τὰς καρδίας λαμπρύνοντα τῶν πίστει, ἀνυμνολογούντων αὐτὸν εἰς τοὺς αἰῶνας.

Ἱεραῖς σε πόῤῥωθεν φωναῖς, ἐδήλωσαν Προφῆται, Μητέρα σε τοῦ Δεσπότου, Παναμώμητε κυήσεσθαι Θεοῦ, ᾦ πάντες κραυγάζομεν, εὐλογεῖται πάντα τὰ ἔργα.

Ὡς ὡραία, ὡς περικαλλής, Παρθένε τόν ὡραῖον, ἐν κάλλει ὑπέρ αἰτίαν, ἀπεκύησας Χριστόν, ᾦ πάντες κραυγάζομεν εὐλογεῖτε.

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Ἵνα χαρμοσύνως ἄσμασι, χαριστηρίοις Κόρη καταγεραίρω σε, ἵνα δία πάσης μου ζωῆς μεγαλύνω σε, ἐξελοῦ με ἐκ στόματος λέοντος δεινῶς ὠρυομένου καὶ καταβρῶξαι με σφαδᾴζοντος.

Ἄνω τὴν ἐμήν διάνοιαν, ἐκ τοῦ γεώδους βάθους ἄρασα, Δέσποινα τὰ ἐν Οὐρανοῖς διὰ παντός ένοπτρίζεσθαι, καὶ φαντάζεσθαι κάλλους ἀξίωσον, ὡς ἄν τῇ θεωρία τῶν αιδίων ἐπευφραίνηται.

Ὤφθης ἱερόν Ἀνάκτορον, καὶ καθαρόν Παρθένε Χριστοῦ παλάτιον τοῦ πρὸ τῶν αἰώνων ἀληθῶς Βασιλεύοντος, καὶ κρατοῦντος ἀπᾴσῃς τῆς Κτίσεως· διὸ μου τὴν καρδίαν ἐξ ἀκαθάρτων παθῶν κάθαρον.

Στάμνον ἱεράν καί τράπεζαν, καὶ χρυσαυγῇ λυχνίαν καὶ θρόνον ἅγιον, ἄψαυστον σκηνήν, καὶ ἀχειρόπλοκον θάλαμον, καὶ παστάδα χρυσῆν, καὶ θεόγραφον πλάκα, καὶ θεοδόχον κλίνην, γινώσκομεν σε Πάναγνε.

Στιχηρά. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀφθόρως ἐκύησας Θεόν, τὸν φθοράν μειώσαντα, καὶ ἀφθαρσίαν πηγάσαντα, ἄφθορε ἄμωμε, διὸ δυσωπῶ σε, τοῖς δεινοῖς φθαρέντά με, πρεσβείαις σου Ἁγνή ἀνακαίνισον, ἵνα δοξάζω σε, ἵνα πόθῳ μεγαλύνω σε, τὴν τὸ κλέος ἡμῶν μεγαλύνασαν.

Τὸ πῦρ τῆς Θεότητος Χριστόν, ὑπεδέξω Πάναγνε, καὶ ἀκατάφλεκτος ἔμεινας, διὸ σου δέομαι, τοῦ πυρός ῥῦσαι, τῇ θερμή πρεσβείᾳ σου, τοῦ τῆς αἰωνιζούσης κολάσεως, ὡς παντοδύναμος, καὶ φιλάνθρωπος ὑπάρχουσα, οἷα Μήτηρ τοῦ παντελεήμονος.

Πανύμνητε Δέσποινα ἐλπίς, τῶν πιστῶν καὶ στήριγμα καὶ καταφυγῇ καὶ βοήθεια, σε ἱκετεύομεν, ἐκ παντός κινδύνου, τοὺς δούλους σου λύτρωσαι, τοὺς πίστει προσκυνοῦντας τὸν τόκον σου· αὑτῷ πρεσβεύουσα, καταπέμψαι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἰδού σοι προσέρχομαι Ἁγνή, καὶ βοῶ τὸ ἥμαρτον, μὴ ἀποστρέψεις τὸν δοῦλον σου κατῃσχυμμένον με, καὶ ἠπορημένον, ἔχεις γὰρ τὸ δύνασθαι, ὡς Μήτηρ τοῦ Ὕψίστου ὑπάρχουσα, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν Ἐπινίκιον.
Ἡ μόνη τόν ἄχρονον Θεόν ἐν χρόνῳ, τεκοῦσα σαρκούμενον, Παναγίᾳ Ἄχραντε, πάντα τὰ χρόνια τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον.

Τὰ τραύματα πάναγνε τὰ τῆς ψυχῆς μου, καρδίας τὴν πώρωσιν, καὶ τοῦ νόος τὰς ἐκτροπάς, ἀφάνισον ὡς ἀγαθή, ταῖς σαῖς δεήσεσι.

Τὸ φῶς ἡ κυήσασα τόν λυτρωτήν μου, τοῦ σκότους με λύτρωσαι, καὶ βασάνων ἄχραντε, τῶν αἰωνίων ἔχει, ὅπως σῳζόμενος ὑμνῶ, τὴν εὐσπλαγχνίᾳ σου.

ᾨδὴν κατανύξεως τῇ Θεοτόκῳ, θερμῶς προσενέγκωμεν, ψυχή μου ᾦ τάλαινα, βεβηλωθεῖσα κακῶς, ἵνα ῥυσθῶμεν ἐκ πυρός, τοῦ αἰωνίζοντος.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Τῆς στειρούσης διανοίας μου, ἀκαρπίαν πᾶσαν ἀφάνισον, καὶ καρποφόρον ἀρεταῖς, τὴν ψυχήν μου ἀνάδειξον, Παναγίᾳ Θεοτόκε, τῶν πιστῶν βοήθεια.

Ῥῦσαι με πάσης περιστάσεως, καὶ πολλῶν σκανδάλων τοῦ ὄφεως, αἰωνιζούσης τε φλογός, καὶ τοῦ σκότους πανάμωμε, ἡ τὸ φῶς ἀποκυήσασα, ἡμῖν τὸ ἀνέσπερον.

Τὸ φρικτόν Παρθένε Κριτήριον, καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον, καὶ τὴν ἀπόφασιν Ἀγνή, τὴν δεινήν ὅλως δέδοικα, σπεῦσον, σῶσον πρὸ τοῦ τέλους Ἀγαθή τὸν οἰκέτην σου.

Θεογενῆτορ ἀπειρόγαμε, τὰς ἡμῶν δεήσεις προσάγαγε, τῷ ποιητή σου καὶ Θεῷ, τῷ τεθέντι ἐκ μήτρας σου, ὅπως εὕρωμεν τελείαν τῶν δεινῶν ἀπολύτρωσιν

ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.
Παρθένε Θεοτόκε, ἀμόλυντε σκηνή, μολυνθέντα πταίσμασι καθάρισόν με νῦν, τῶν οἰκτιρμῶν σου καθαρωτάταις ῥανίσι, καί δός μοι χεῖρα βοηθείας ἵνα κράζω, δόξα σοι Ἀγνή Θεοδόξαστε.

Ναός ἡγιασμένος, ἐδείχθης τοῦ Θεοῦ, τοῦ ἐν σοι σκηνώσαντος Παρθένε ὑπέρ νῦν, αὐτὀν δυσώπει ἁμαρτιῶν ἡμᾶς ῥύπου, ἀποκάθαραι ὅπως οἶκος γνωρισθῶμεν, καὶ κατοικητήριον Πνεύματος.

Ἐλέησόν με μόνη, ἐλέους τὴν πηγήν, Θεοτόκε τέξασα, καὶ λῦσον τὴν δεινήν, ψυχῆς μου νόσον καὶ πώρωσιν τῆς καρδίας, δακρύων ῥεῖθρα καὶ κατάνυξιν πρὸ τέλους, δοῦσα καὶ δεινῶν ἀπολύτρωσιν.

Ἐξέστησαν ὁρώσας Ἀγγέλων στρατιαί, πως ὁ ἀθεώρητος μορφή τῇ καθ’ἡμᾶς, ἐκ σου ὡρᾶθη Παρθένε Θεοκυῆτορ, ὃν ἐκδυσώπει σωτηρίας ἀξίωσαι, πάντας τοὺς πιστῶς σε δοξάζοντας.

ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην δός ἡμῖν.
Νεκρόν με ἀπειργάσατο ποτὲ ἐν τῇ Ἐδέμ, γεῦσις πονηρά, ζωήν δε κυήσασα, ἁγνή τόν ξύλῳ ἄλαι θνήξαντα, ζωοποίησόν με καὶ βράβευσον εἰρήνην.

Διάσωσον με πάναγνε κινδύνων χαλεπῶν, ἔγειρον παθῶν κοπρίας καὶ ῥῦσαι με, αἰχμαλωσίας καὶ κακώσεως, πονηρῶν δαιμόνων τὸν σὸν ἀχρεῖον δοῦλον.

Τὰς κόρας τῆς ψυχῆς μου διάνοιξον Ἁγνή, βλέπειν με τρανῶς τὴν θείαν λαμπρότητα, καὶ τὴν σὴν δόξαν παναμώμητε, ὅπως ἐλέους τύχω καὶ αἰωνίου δόξης.

Βασίλισσαν Παρθένον σε κηρύττει ὁ Δαβίδ, Ἂχραντε Ἁγνή, διὸ ἱκετεύω σε, τῆς Οὐρανίου Βασιλείας με, ποίησον κληρονόμον, ἵνά σε μακαρίζω.

ᾨδὴ ς΄. Τὸν Προφήτην Ἰωνᾶν.
Μολυνθέντα με πολλαῖς, ἁμαρτίαις τὴν ψυχήν, δυσωπῶ σε ἐκτενῶς, τὴν ἀμόλυντον σκηνήν, ἀπόπλυνον, παντοίου ῥύπου τῇ μεσιτείᾳ σου.

Κυβερνήτις μοι γενοῦ, θαλαττεύοντι Ἁγνή, ἐν πελάγει χαλεπῷ τῶν τοῦ βίου πειρασμῶν, καὶ ἴθυνον πρὸς σωτηρίας ὁδὸν καὶ σῶσόν με.

Ἁγιάσματος σκηνή, δεδειγμένη Μαριάμ, μιανθεῖσαν ἡδοναῖς τὴν ἀθλίαν μου ψυχήν, ἁγίασον, καὶ θείας δόξης μέτοχον ποίησον.

Τὴν Μητέρα τοῦ Θεοῦ, καὶ καλὴν ἐν γυναιξί, δυσωπῶ σε ἐκτενῶς, μὴ παρίδῃς με Ἁγνή, αλλ’ οἴκτειρον, καὶ πάσης βλάβης σῶον συντήρησον.

Κάθισμα. Ἦχος α΄. Τόν τάφον σου Σωτήρ.
Ἐγγίζει ὁ Κριτής, ἐπὶ θύραις τὸ τέλος, γρηγόρησον ψυχὴ καὶ ἐκ βάθους καρδίας, στενάξασα βόησον, τῇ Μητρί τοῦ Θεοῦ ἡμῶν, ἐλευθέρωσον τῶν φοβερῶν με βασάνων, καὶ ἐν τόπῳ με, τῆς ἀναπαύσεως τάξον, πανάμωμε Δέσποινα.

ᾨδὴ ζ΄. Τοὺς ἐν καμίνῳ παῖδας.
Τὴν μιανθεῖσαν πάθεσι ψυχὴ ἀγίασόν μου Δέσποινα πανάχραντε ἁγνή, καὶ τοῦ νόος δεινὰς αἰχμαλωσίας, καὶ καρδίας πώρωσιν, καὶ τῶν δαιμόνων ὁρμάὰς τάχος ἀφάνισον.

Νενεκρωμένον πάθεσι σαρκός, πανάμωμε ζώωσον τὸν νοῦν μου καὶ Θεῶ, τὰ ἀρεστὰ ἐπιτελεῖν ἐνίσχυσόν με, ἵνα μεγαλύνω σε, ἵνα δοξάζω ἀεὶ τὴν εὐσπλαγχνίαν σου.

Ῥῦσαι γεέννης Δέσποινα ἁγνή τὸν δοῦλον σου, ῥῦσαι καταδίκης με φρικτῆς τοῦ σοῦ Υἱοῦ, ῥῦσαι κολάσεως ἀπᾴσῃς ἐμὲ τὸν κατάκριτον, ἐκδυσωποῦσα Θεὸν τὸν ὑπεράγαθον.

Νέκρωσον τάχει Δέσποινα ἁγνή, τὰ τῆς σαρκός πάθη καὶ ψυχῆς μου ταπεινῆς, ῥύπον δεινὸν ἀπόσμηξον Παρθένε, καὶ λογοθεσίου με, δαιμόνων τῶν πονηρῶν ῥῦσαι καὶ σῶσόν με.

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Σαρκοῦται ὁ ἄσαρκος ἐκ σοῦ θεοπρεπῶς, ὃν αἴτησαι πάναγνε τὰ πάθη τῆς ἐμῆς, σαρκός θανατῶσαι καὶ ζῶωσαί μου, τὴν νενεκρωμένην ψυχὴ ταῖς ἁμαρτίαις.

Ἰάσω τὸ σύντριμμα Ἀδάμ τοῦ χοϊκοῦ, Σωτῆρα κυήσασα πανάχραντε Θεόν, αὐτὸν ἐκδυσώπει τὰς πληγὰς τῆς ἐμῆς, ψυχῆς θεραπεύσαι ἀνίατα νοσούσης.

Ἀνάστησον κείμενον εἰς βάθημα κακῶν, τοὺς νῦν πολεμοῦντας με πολέμησον ἐχθρούς, τρωθέντα ἀτόποις ἡδοναῖς τὴν ψυχήν, Ἁγνή μὴ παρίδῃς ἀλλ’ οἴκτειρον καὶ σῶσον.

Ἰάτρευσον Ἂχραντε τὰ πάθη τῆς ἐμῆς καρδίας κυήσασα τὸν πάντων ἰατρόν, καὶ τῆς τῶν δικαίων δεῖξον μέτοχον, Παρθένε μερίδος, Χριστὸν ἐκδυσωποῦσα.

ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Φιλαμαρτημάτων ὑπάρχων, ἐν ἀμελείᾳ διάγω, καὶ τὸ Κριτήριον ἁγνή τὸ ἀδέκαστον τρέμω, ἐν ᾦ με τήρησον ταῖς σαῖς ἁγίαις δεήσεσιν, ἀνεύθυνον, ἀκατάκριτον ὅπως, ὡς προστάτιν μακαρίζω σε ἀεί.

Φρίττω τὸ Βῆμα Παρθένε, καί τό ἀλάθητον ὄμμα, τοῦ σου Υἱοῦ, πράξεις αἰσχρὰς ἐπὶ γῆς ἐκτελέσας, καὶ δι’ αὐτοῦ σοι βοῶ Πανεύσπλαχνε Δέσποινα, βοήθησον, καὶ τῆς τότε ἀνάγκης, ἐξελοῦ με, καὶ διάσωσον ἁγνή.

Ὡς φοβερᾷ ἡ ἡμέρᾳ, τῆς ἐξετάσεως Κόρη, ὡς ἡ ἀπόφασις φρικτή, ὡς δεινὴ ἡ αἰσχύνη, τίς ὑποστήσεται λοιπόν, Πανάχραντε Δέσποινα, ἐλέησον, τὴν ἀθλίαν ψυχὴν μου, καὶ πρὸ τέλους δὸς μοι ἄφεσιν Ἁγνή.

Φῶς ἡ τεκοῦσα τὸ θεῖον, ἐσκοτισμένον με πάσαις, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ, καὶ ῥᾳθύμως βιοῦντα, καὶ παροργίζοντα Θεόν, πανάμωμε φώτισον, ὁδήγησον, πρὸς καλὰς ἐργασίας, ὡς αἰτία οὖσα πάντων τῶν καλῶν.

Στιχηρά. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Νόος μου σὺ εἶ ἡ χαρμονῇ, καὶ τὸ ἀγαλλίαμα, σὺ τῶν παθῶν μου τὸ ἴαμα, Κόρη Θεόνυμφε, τῶν ἀῤῥωστημάτων τῆς ψυχῆς μου Πάναγνε, ταχείᾳ θεραπείᾳ καὶ λύτρωσις, τῶν συνεχόντων με, πειρασμῶν καὶ καταφύγιον ἐν ἀνάγκαις, διὸ μεγαλύνω σε.

Ἐλέους ἡ ἀβυσος ἐμέ, τὸν βυθόν ῥυόμενον, ἀκαθαρσίας ἐλέησον, καὶ λῦσον πάντα μου, τῶν παθῶν τὸν ῥύπον, δάκρυσι καθαιροῦσα, καὶ θείᾳ κατανύξει λαμπρύνουσα, δι’ ἧς δυνήσομαι, λυτρωθῆναι τῆς κολάσεως, εὐσπλαγχνία τοῦ ἐν σοὶ οἰκήσαντος.

Φωτός ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρός ἀνατείλαντος, ὅθεν καραυγάζω σοι, τὴν ἐσκοτασμένην, ψυχὴν μου τοῖς πάθεσι, φωτί τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοῖς με καταξίωσον, ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως.

Ἡ πάντων Βασίλισσα πληθύς, Ἀσωμάτων τάξεων, καὶ Προφητῶν ἡ ὁμήγυρις, σοφοί Ἀπόστολοι, μετὰ τοῦ Προδρόμου, Ἱερεῖς καὶ Μάρτυρες, Ὁσίων καὶ Δικαίων τὰ τάγματα, Χριστῷ πρεσβεύσατε, παρασχεῖν μοι τὴν συγχώρεσιν, ἐγκλημάτων ἁπάντων, ὧν ἔπραξα.

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ὤφθης Πλατυτέρᾳ Οὐρανῶν, τὸν ἀχώρητον σωματώσασα, τοῦτον οὖν ἰκετεύουμε, πάσης ἡμᾶς στενοχωρίας ῥύσασθαι, καὶ αἰωνιζούσης Παρθενομῆτορ κολάσεως.

Ἴασαι τά πάθη τῆς ἐμῆς, Θεοκυῆτορ καρδίας ἄφεσιν, αἴτησαι δοθῆναι μοι, ἁμαρτιῶν ὧνπερ ἀφρόνως ἔπραξα, ὅπως σε δοξάζω, ταῖς σαῖς πρεσβείαις σῳζόμενος.

Νεφέλη ὑπάρχουσα φωτός, ἡ τὸν τῆς δόξης κυήσασα Ἥλιον, νέφη ἀποσόβησον, τὰ τῶν παθῶν ἐκ τῆς ψυχῆς μου Ἂχραντε, καὶ αἴγλη με θείᾳ τῆς μετανοίας καταύγασον.

Ἀῤῥήτως συνέλαβες Θεόν, καί ὑπέρ φύσιν αὐτόν ἀπεκύησας, Δέσποινα πανάχραντε, τούς γηγενεῖς πταισμάτων ἀπαλλάττουσα, ὅθεν δυσωπῶ σε, πολλῶν πταισμάτων με λύτρωσαι.

ᾨδή γ΄. Ὁ μόνος εἰδώς τῆς τῶν βροτῶν.
Ἰάτρευσον Δέσποινα Ἀγνή, τὰ πάθη τῆς καρδίας μου, τὸν ἰατρόν τῶν πάντων ἐκύησας, τὰς ἀσθενείας ἡμῶν βαστάσαντα, καὶ τὰς νόσους ἄραντα Χριστὸν τὸν φιλάνθρωπον, καὶ Σταυρόν δι’ ἡμᾶς ὑπομείναντα.

Δολίως ἁρπάσαι με ζητεῖ, ὁ ὄφις ὁ παμπόνηρος· καὶ ἑαυτοῦ ποιῆσαι κατάβρωμα, ἀλλ’ οἴκτειρόν με τὸν πεποιθότα σοι, καὶ ἀπράκτους ποίησον, τὰς αὐτοῦ ἐνέδρας τε, καὶ ῥᾳδιουργίας παναμώμητε.

Ὁ Μόνος ἀόρατος Θεός, ὠράθη σωματούμενος, ὑπερβολῇ ἐκ σου ἀγαθότητος, ὃν ἐκδυσώπει ἐξ ἀοράτων με δυσμενῶν λυτρώσασθεαι, ἀφειδῶς θλιβόντων μου τὴν καρδίαν πανάμωμε Δέσποινα.

Ζωῆς κεκτημένος σε φρουρόν, καὶ τεῖχος ἀπροσμάχητον, καὶ μετὰ τέλος σκέπη σε σὔροιμι καὶ προστασίαν ἀκαταμάχητον, πρὸς Θεὸν εἰσάγουσαν καὶ ζωήν παρέχουσαν αἰωνίαν καὶ δόξαν πανάμωμε.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Σὲ μόνων πασῶν ἐκ γενεῶν ἐκλεξάμενος, ὁ τῶν αἰώνων ποιητής, κατεσκήνωσον ἐπὶ σοι, αὐτόν οὖν ἱκέτευε ὡς ἀγαθόν Θεοχαρίτωτε Δέσποινα, τοῦ ἐλεῆσαι ἡμᾶς τοὺς ὑμνοῦντας σε.

Ὡς Μήτηρ Χριστοῦ τοῦ ποιητοῦ πάσης κτίσεως, τοῦτον ἰκέτευουμε Ἀγνή, κατοικτειρῆσαι τὴν ἡμῶν, Παρθένε ἀσθένειαν, καὶ ἱλασμόν πταισμάτων πᾶσι δωρήσασθαι, καὶ αἰωνίων τερπνῶν τὴν ἀπόλαυσιν.

Ἂγρυπνον τὸ ὄμμα τῆς καρδίας ὡς ἔχουσα, τῇ ἀνυστάκτῳ σου Ἁγνή φιλανθρωπίᾳ συντηρεῖς ἡμᾶς περιέπουσα, καὶ νοητῶν θηρῶν λυτροῦσαι πανάχραντε, καὶ ὁρωμένων πολέμων καὶ θλίψεων.

Ἡ Κρίσις ἐφέστηκε, ψυχή μου χορήγησον τῆς ῥαθυμίας τὸν βαρὺν ὕπνον ἀπόθου, καί Χριστῷ ἀγρύπνως ἐπιβόησον, τῆς σῆς Μητρός ταῖς ἱκεσίαις ἐλέησον, τὸν εἰς βυθόν με κακίας ἐλάσαντα.

ᾨδὴ ε΄. Ὁ φωτίσας.
Λαμπρότητι τοῦ ἐκ σου ὑπὲρ νοῦν ἀνατείλαντος, καταύγασον, τὰς ἡμῶν διανοίας πανάμωμε, καὶ τὸ σκότος μείωσον τῶν λογισμῶν τῶν ψυχοφθόρων, καὶ ῥυπαρῶν ἐνθυμήσεων.

Τὸ πέλαγος εὐσπλαγχνίας Χριστοῦ ἡ κυήσασα, πταισμάτων μου, τὸν βυθόν τὸν ἀμέτρητον ξήρασον, ὄμβρους κατανύξεως παρεχομένη μοι Παρθένε, ταῖς πρὸς Θεὸν μεσιτείαις σου.

Ὑπέρφωτε τοῦ ἡλίου νεφέλῃ ἀπέλασον, πανάμωμε τῆς ψυχῆς μου τὸν ζόφον πρεσβείαις σου, καὶ τὸν νοῦν μου φώτισον τῇ ἀμελείᾳ σκοτιθέντα, ὅπως ὑμνῶ σε σῳζόμενος.

Ἐπλήθυναν ὑπὲρ ψάμμον θαλάσσης τὰ πταίσματα, τῆς ψυχῆς μου, καὶ οὐκ ἔστι μοι ἄνεσις Δέσποινα, ὡς τεκοῦσα πέλαγος τῆς εὐσπλαγχνίας, λύτρωσαι με τῆς κατεχούσης κακώσεως.

ᾨδὴ ς΄. Ἐκύκλωσαν ἡμᾶς.
Ἀνάγαγε Ἁγνή ἐκ κατωτάτου με βυθοῦ τῆς ἀπογνώσεως, καὶ πρὸς ὅρμον μετανοίας ἀληθοῦς, ἴθυνόν με δέομαι τὸν δοῦλον σου, καὶ γῆς πρός σε τοὺς ὀφθαλμούς μου ἦρα Πανύμνητε.

Μαράνασα βλαστῷ τῷ σῷ πανάμωμε, τὴν πάλαι ἐκβλαστήσασαν, παραβάσεσι κακίαν ἐχθροῦ, τοὺς ἐν ψυχῆ μου ἐκβλαστάνοντας, φθοροποιός καὶ ἀκανθώδεις λογισμούς ἔκτιλον.

Ῥυσθῆναι με πυρός διαιωνίζοντος, καὶ σκότους ἀμαυρώσεως, καὶ παντοίας Μητροπάρθενε Ἁγνή, θλίψεως ἱκέτευε τὸν Κύριον, τὸν ἐκ τῆς σῆς γαστρός ἀῥῤήτως ἡμῖν ἐκλάψαντα.

Νοσούντων ἰατρόν, πιπτόντων ἔγερσιν, πταιόντων ἱλαστήριον, Θεοτόκε σε γινώσκων ἀσφαλῶς, δάκρυσι προσπίπτω καὶ καραυγάζω σοι, ὡς δυνατή, αὐτή με σῶσον τὸν ἀπολλύμενον.

Κάθισμα. Τὸν τάφο σου Σωτήρ.
Πρεσβείαν πρὸς Θεόν, κεκτημένοι σε πάντες, προστρέχομεν πιστῶς τῷ Ἁγίῳ Ναῷ σου, αἰτούμενοι βοήθειαν παρὰ σου Ἀειπάρθενε, ῥῦσαι οὖν ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ κολάσεως καὶ καταδίκης φρικώδους, τοὺς σε μακαρίζοντας.

ᾨδὴ ζ΄. Σὲ νοητήν Θεοτόκε κάμινον.
Σάρκα λαβών, ἐξ ἁγνῶν αἱμάτων σου, ὁ ὑπέρτατος Θεός, σε προστάτιν τῶν γηγενῶν, ἔδειξε πανάμωμε, ὅθεν σου δεόμεθα, πάσης ἀνάγκης ῥῦσαι τοὺς ψάλλοντας, ὁ αἰνετός τῶν πατέρων.

Πρὸς τὸν ἐκ σου γενηθέντα Κύριον, γενοῦ μεσῖτις ἀγαθή, τῆς γεέννης καὶ τοῦ πυρός, ὅπως με λυτρώσηται, καὶ καταξιώσῃ με, τῆς Βασιλείας κραυγάζοντα, ὁ αἰνετός τῶν πατέρων.

Θρόνον Θεοῦ καὶ παστάδα ἔμψυχον Θεογενῆτορ οἱ πιστοί, ἐπιγνόντες σε ἀληθῶς πίστει ἐκβοῷμεν σοι, σώζαι τοὺς οἰκέτας σου ἀπὸ πασῶν περιστάσεων, ὅπως ἀεὶ εὐλογοῦμεν ἁγνή καὶ προσκυνοῦμεν σε.

Ὅλην ἐν σοι τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας τῆς ἐμῆς, σε κέκτημαι βοηθόν, καὶ ἀκαταμάχητον, τεῖχος καὶ κραταίωμα, καὶ ἀσφαλείας βεβαίωσιν, καὶ διὰ σου Βασιλείας τυχεῖν ἐλπίζω Δέσποινα.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες Ἰσραήλ.
Νεκρωθεῖσαν πάθεσι πολλοῖς, Παρθένε τὴν ψυχήν μου, τεκοῦσα ζωὴν τῷ κόσμῳ, ζωοποίησον βοᾶν καρδίας εὐθύτητι, εὐλογεῖτε πάντα τὰ ἔργα.

Στάμνε πάλαι φέρουσα Ἁγνή, ἐτύπτου σε τὸ Μάννα, Χριστὸν γὰρ τὸν γλυκασμόν ἡμῶν ἐβάστασας γαστρί, καὶ σαρκί ἐκύησας ἐξαιροῦντα πᾶσαν πικρίαν ἀτόπων ἐγκλημάτων, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.

Ναὸς ὤφθης τοῦ Ἐμμανουήλ, καὶ Πύλη δι’ ἧς μόνος, εἰσῆλθε καὶ ἐξῆλθον, ὡς ἐπιστάται αὐτός σῴζων τοὺς δοξάζοντας, καὶ ὑμνοῦντας σε τὴν ἀποῤῥήτως, καὶ ἀδιαφθόρως αὐτὸν ἀποτεκοῦσαν.

Σωτηρίας πρόξενος ἡμῖν, ἐφάνης Θεοτόκε γενήσασα τὸν Σωτῆρα καὶ Δεσπότην τοῦ παντός, διὸ ἱκετεύω σε σωτηρίας καταξιῶσαι τὴν ταπεινήν ψυχήν μου, τοῦ ὑμνολογεῖν σε πιστῶς εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς.
Φρίττει τῶν Ἀγγέλων τάγματα, τὸν ἐκ τῶν σῶν λαγόνων ἐξανατείλαντα, ὃν ὑπέρ ἡμῶν Παρθενομῆτορ ἰκετεύουμε, τῆς φρικτῆς ὅπως πάντας λυτρώσηται κολάσεως καὶ σκότους, τοῦ ἐξωτέρου τοὺς ὑμνοῦντας σε.

Ἔχεις εὐσπλαγχνίας ἄβυσσον, ὡς τετοκυῖα Θεοτόκε πανύμνητε, ἀγαθότητος Χριστὸν τὸ ἄπειρον πέλαγος, διὰ τοῦτο τοὺς σε μεγαλύνοντας· ἐλέησον καὶ ῥῦσαι τῆς αἰωνίου κατακρίσεως.

Φρίττω ἐννοῶν ἑκάστοτε, τὸ φοβερόν καὶ πάνδημον Δικαστήριον, πράξεις πονηρᾶς φρενοβλαβῶς περικείμενος, καὶ κολάσει ὑπάρχων ὑπόδικος, ἐξ ἧς με Θεοτόκε, τῇ μεσιτείᾳ σου ἐξάρπασον.

Πάσης τῆς ζωῆς μου γέγονας καὶ προστασίᾳ καὶ βεβαίᾳ ἀντίληψις, κι’ ἐῤῥύσω με πολλῶν κινδύνων καὶ θλίψεων, καὶ ἐχθρῶν κακουργίας πανάχραντε, ἀλλά καὶ τοῦ πυρός με τοῦ αἰωνίου ἐλευθέρωσον.

Στιχηρά. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἰδού σοι προσέρχομαι Ἁγνή, καὶ βοῷ τὸ ἥμαρτον, μὴ ἀποστρέψεις τὸν δοῦλον σου κατῃσχυμμένον με, καὶ ἠπορημένον, ἔχεις γὰρ τὸ δύνασθαι, ὡς Μήτηρ τοῦ Ὕψίστου ὑπάρχουσα, ὃν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Λῃσταῖς περιέπεσα δεινοῖς, ἐγώ ὁ ταλαίπωρος, τοῖς ἐκ Θεοῦ ὀλισθήμασιν, ὐφ’ ὧν ἐκδέδυμαι, τὸν τῆς σωφροσύνης, χιτῶνα πανάμωμε, πληγῶν τε ψυχοφθόρων πεπλήρωμαι, ἀλλ’ ἰκετεύω σε, Θεοτόκε μὴ παρίδῃς με, πως ἐλπίδας εἰς σε γὰρ ἀνέθηκα.

Ὕδωρ μοι κατάπεμψον ἁγνή, θείας κατανύξεως, δι’ οὗ τὸν βόρβορον, ἅπαντα ἀποκλυσάμενος, τῶν πλημμελημάτων, καὶ παραπτωμάτων μου, διινήσομαι τυχεῖν ταῖς πρεσβείαις σου, τῆς ἀναπαύσεως, τῶν ὑδάτων ἔνθα πέφυκον, ὁ χειμάῤῥους, τῆς τρυφῆς Πανύμνητε.

Ὑπέρτιμε Δέσποινα ἐλπίς, τῶν πιστῶν καὶ στήριγμα, καταφυγῇ καὶ βοήθεια, σε ἱκετεύομεν, ἐκ παντός κινδύνου, ἡμᾶς ἐλευθέρωσον· τοὺς πίστει προσκυνοῦντας τὸν τόκον σου, αὑτῷ πρεσβεύουσα, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΤΗ ΠΕΜΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ψαλμικῶς τὰς χεῖρας οἱ πιστοί, δεῦτε κροτοῦντες συμφώνως ὑμνήσωμεν, ὄρος τὸ πανάγιον, πύλην Θεοῦ τήν ὄντως ἀδιόδευτον, κιβωτόν τὴν θείαν, τοῦ νοητοῦ ἁγιάσματος.

Χαῖρε ἡ παγκόσμιος χαρά· χαῖρε τοῦ γένους ἡμῶν ἡ εὐγένεια· χαῖρε ἡ τιμήσασα, τῷ ὑπερτίμῳ καὶ ἀσπόρῳ τόκῳ σου, πάντιμε Μαρίᾳ, βροτῶν τὴν φύσιν τὴν ἄτιμον.

Ὄρος κατάσκιον Θεοῦ, τὸν ὑψηλόν Οὐρανόν καὶ εὐρύχωρον, θάλαμον τὸν ἔμψυχον· τὸν εὐθαλῇ καὶ εὐανθῇ Παράδεισον, τὴν Παρθένον Κόρην, ὡς Θεοτόκον ὑμνήσωμεν.

Ῥέουσι χρηστότητος ἐκ σου, καὶ συμπαθείας ἀέναοι ῥύακες, Κόρη πολυύμνητε, τῆς εὐσπλαγχνίας τὴν πηγὴν γὰρ ἔτεκες, ἧς μεταλαβεῖν με, καὶ ἀπολαύσαι ἀξίωσον.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς τῆς τῶν βροτῶν.
Ὡς θρόνος πυρίμορφος Ἁγνή, ὡς ἔμψυχον παλάτιον, ὡς λογικόν τοῦ Λόγου Ἀνάκτορον, Θεὸν ἐχώρησας τὸν ἀχώρητον, τῆς στενοχωρίας με, διὸ ἐλευθέρωσον, τῆς ἐν τῶ ᾄδῃ, καὶ σῶσον Πανύμνητε.

Ἐλέους ὑπάρχουσα πηγή, καὶ πέλαγος χρηστότητος, καὶ συμπαθείας ἄβυσσος ἄπειρος, τὰς ἀναβλύσεις τῶν ἐγκλημάτων μου ἀπᾴσας ἐξάλειψον, ἐλεήμων Πάναγνε, καὶ τοῦ ἐλέους δεῖξον με μέτοχον.

Ἥμαρτον ἱλάσθητι Χριστέ, ἠνόμησα ἐλέησον· ὡς ἐλεήμων καὶ εὐσυμπάθητος, καὶ δώρησαί μοι δακρύων ἄβυσσον, ὅπως ἀπόπλυνων μου, τῶν παθῶν τὸν βόρβορον, ταῖς τῆς ἁγνῆς Μητρός σου δεήσεσιν.

Ἀνάνηψον ῥάθυμε ψυχή, τὸν ὕπνον ἀποτίναξον, καὶ τὸ νωθρῶσες βάρος ἀπόῤῥιψον· καὶ μετανοίας θερμοῖς τοῖς δάκρυσι· τῇ Μητρί τοῦ Κτίστου σου, προσπεσόν κραυγάζουσα, Θεοτόκε Παρθένε βοήθει μοι.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Χαρᾷ τε παγκόσμιος καὶ ἀγαλλίασις πέφυκας, ἀποκυήσασα Χριστόν, τὴν εὐφροσύνῃ τῶν βροτῶν, διὸ ἱκετεύω σε Μῆτερ Θεοῦ· χαρᾶς καρδίαν μου πλήρωσον, τῆς ἁμαρτίας τὴν λύπην ἐξαίρουσα.

Ῥεύσαντες οἱ χείμαῤῥοι οἱ τῶν παθῶν τῆς καρδίας μου, τὸν οἶκον ἔπτωσαν Ἁγνή, ἡ γεγονυῖα τοῦ Θεοῦ, οἶκος καθαρώτατος· δάκρυα μοι δώρησαι κατανύξεως· καὶ οἶκον δεῖξον τοῦ Πνεύματος ἄξιον.

Στάμνον τε καὶ ῥάβδον, καὶ παστάδα καὶ τράπεζαν, λυχνίᾳ χρυσοφαῆ, καὶ κιβωτόν περικαλλῆ, τόπον ἁγιάσματος, ὄρος Θεοῦ, ναὸν καὶ πύλην καὶ γέφυραν, σε οἱ Προφῆται Παρθένε προήγγειλαν.

Ἰστᾶ μου τὸν λόγον ἡ αἰσχύνη τῶν ἔργων μου, σβέννυσι δὲ μου τὴν φωνήν ἡ τῆς ψυχῆς μου ἐκτροπῇ· δεσμοῖ καὶ τὴν γλῶτταν μου τὸ συνειδός καὶ τὴν εὐχήν ἀναδύομαι, μόνη σιγή κράζω Δέσποινα σῶσόν με.

ᾨδὴ ε΄. Ὁ φωτίσας.
Ἐλεήμων ἐλεήμονος Λόγου λοχεύτρια, τὴν ἀθλίως ῤυπωθεῖσαν ψυχήν μου ἐλέησον, καὶ τῆς κατεχούσης με καὶ τυραννούσης ἁμαρτίας, καὶ συνηθείας ἀπάλλαξον.

Στεναγμόν μου τὸν ἐγκάρδιον πρόσδεξαι Δέσποινα, καὶ γενοῦ μοι Ἀγαθή παραστάτις καὶ πρόμαχος· ὅτε ἡ ἀθλίᾳ μου ψυχὴ χωρίζεται τοῦ σκήνους, πρὸς ἄλλον Κόσμον ἀπαίρουσα.

Πάρεσό μοι συνεργός καὶ παρήγορος Δέσποινα, ἐν τῇ Κρίσει τῇ φρικῶδες, καὶ τὰ προτεινόμενα, κατ’ ἐμοῦ ἐγκλήματα, καὶ δικαιολογίας, ὡς ἀράχνης μίτους διάσπασον.

Οἴδα, ὅτι ὑπὲρ ἅπαντας ἥμαρτον μόνος ἐγώ, καὶ εἰσέτι ἁμαρτάνω, ἀλλ’ οὐκ ἀποστήσομαι ἀπὸ σοῦ πανύμνητε· οὐδέ πρὸς ἕτερον μεσίτην διαπετάσω τὰς χεῖρας μου.

ᾨδὴ ς΄. Ἐκύκλωσαν ἡμᾶς.
Ἐκκάλυψον ἡ ἀρετῇ καὶδόξα σου, τοὺς Οὐρανούς ὡς γέγραπται, καὶ ἐπλήσθη τῆς αἰνέσεως τῆς σῆς ἅπασα ἡ γῆ, Κόρη Πανύμνητε· ἅπασαι γάρ, φυλαὶ καὶ γλῶσσαι σε μακαρίζουσιν.

Ἐλέους ἡ τεκοῦσα μέγα πέλαγος καὶ ἀβύσσῳ χειμαζόμενον· τὴν γαληνίῳ τῆς μετανοίας ὅρμῳ προσόρμισον.

Λυχνίᾳ χρυσαυγίζουσα πολύφωτε, τὸ σκότος ἀποδίωξον τῶν ἐμῶν ἁμαρτημάτων, τῷ φωτί τῆς σῆς ἀντιλήψεως, καὶ λάμψον μοι φαιδράν αὐγήν, τῆς παντελοῦς ἁγνή συγχωρήσεως.

Ἰδέτωσαν πτωχοί καὶ εὐφρανθήτωσαν, οἱ πένητες τῷ πνεύματι, οἱ πλουτοῦντες ἐν ἐνθέοις ἀρεταῖς, ὅτι ὁ Θεός πᾶσι παρέχετο, τῆν ἑαυτοῦ ἁγνήν Μητέρα κοινόν προσφύγιον.

Κάθισμα. Χορός Ἀγγελικός.
Ὁ νέος Οὐρανός, ὁ χωρήσας ἀῤῥήτως, τὸν ἐν τοῖς Οὐρανοῖς, μὴ χωρούμενον Λόγον· τὸ ἔμψυχον παλάτιον, τοῦ Δεσπότου τῆς Κτίσεως, ἡ περίδοξος καὶ περιώνυμος Πόλις, τοῦ Σωτῆρος μου, τῆς Οὐρανίου Πατρίδος, πολίτην με ποίησον.

ᾨδὴ ζ΄. Σὲ νοητήν Θεοτόκε κάμινον.
Πᾶσαν ἐν γῆ, πονηρίαν ἔπραξα, ὁ ἀσυνείδητος ἐγώ, καὶ οὐκ ἔστιν εἶδος κακοῦ, ὅπερ οὐ κατείργασμαι, νῦν δε πρὸς τὴν ἔξοδον, ἐγγίζων τρέμω τὴν κόλασιν Μήτηρ Θεοῦ, βοήθησον μοι, καὶ μὴ ἀπώσῃ με.

Νέος Ἀδάμ ἐξ ἁγνῶν αἱμάτων σου, ὁ προαιώνιος Θεός, ἐχρημάτισε βουληθείς, ὅνπερ νῦν ἰκετεύουμε, τὸν παλαιωθέντα με, ἀνακαινίσαι κραυγάζοντα, ὁ αἰνετός.

Βάτος ποτέ, ἄφλεκτος πανάμωμε, τὴν σὴν εικόνιζε νηδύϊ· οὐ γὰρ ἔφλεξε σε τό πῦρ, ὅλως τῆς Θεότητος, ὅθεν ἱκετεύω σε, πυρός ἀσβέστου με λύτρωσαι, ὅπως ὑμνῶ ἀσιγήτως, Ἁγνή τὰ μεγαλείᾳ σου.

Ἐν σοὶ Ἁγνή Θεοτόκε τίθημι, πᾶσαν ἐλπίδα καὶ πρὸς σε, καταφύγω διὰ παντός, σῶσον με πρεσβείαις σου· ῥῦσαι με πανάμωμε· τῆς κατεχούσης συγχύσεως καὶ ταραχῆς τῶν δεινῶν μου, παθῶν καὶ περιστάσεων.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.
Ἀνατείνω χεῖρας ῥυπαράς, καὶ ὄμματα ἐπαίρω, πρὸς σε Κεχαριτωμένη, καὶ βοῶ ἐν στεναγμοῖς· ἐλέησον Δέσποινα τὴν ψυχήν μου, σῶσόν με ὡς θέλεις, κυβέρνησον ὡς οἰδᾷς, ῥῦσαι με γεέννης, ὡς πάντα δυναμένῃ.

Οὐχ εὑρίσκω ὅλως ἐν ἐμοί, δικαιοσύνης πράξεις, παράνομα ἐργασάμενος, πανάχραντε Ἁγνή· καὶ στένων ὀδύρομαι τί ποιήσω, Δέσποινα πάντων βοήθεια γενοῦ μοι, μὴ καταπιέτω βυθός με ἀπωλείας.

Ἡ τὸν Κτίστην πάντων καὶ Θεόν, ἀῤῥήτως συλλαβοῦσα διάσωσον ἐκ φθορᾶς με, καὶ παντοίων πειρασμῶν, φρικτῆς ἀποφάσεως, καὶ μελλούσης δίκης, πυρός ἀσβέστου αἰωνίου, ἵνα σε δοξάζω Ἁγνή εἰς τοὺς αἰῶνας.

Ἡ πλησίον οὖσα τοῦ Θεοῦ, ὡς Μήτηρ καὶ Παρθένος, ἡ μῶμον μὴ κεκτημένη, σαρκικόν, ἡ ψυχικόν, καλὴ δὲ καὶ ἄμωμος ὄλῃ Κόρη, μώμου παντίου ψυχήν μου, ῥῦσαι καὶ ἀμώμως δίδου πορεύεσαθαί με.

ᾨδὴ θ΄. Τύπον τῆς Ἁγνῆς.
Δέχου τὴν ἐμὴν σοι δάκρυσι, νῦν ἱκεσίαν, καὶ παράσχου μοι ἄφεσιν, ὤν ἐξ’ ἥμαρτον πλημμελημάτων ὁ δείλαιος· Θεοτόκε Πανύμνητε Δέσποινα, εἰς τέλος γὰρ ἐκλείπω, ἐκ τῆς ἀμέτρου ἀπογνώσεως.

Ὀλήν τὴν ζωήν ἀνήλωσα, τὸν ἐμπαθῆ διώκων βίον καὶ βέβηλον, καὶ κατέφθειρα ψυχὴν καὶ σάρκα τοῖς πάθεσι, καὶ οὐκ ἔχω ἐλπίδα σωτήριον· ἀλλ’ ὧ Παρθενομῆτορ διάσωσόν με ταῖς πρεσβείαις σου.

Ὅτε νοερῶν Δυνάμεων, αἱ Στρατιαί καὶ φάλαγγες σαλευθήσονται, πίπτει δὲ τὰ ἄστρα καὶ σκοτίζεται ἥλιος, Οὐρανός ὡς βιβλίον εἰλίσεται, καί γῆ κλονεῖται φόβῳ, σὺ μοι Ἁγνή τότε βοήθησον.

Ὕψος τὸ τοῦ μυστηρίου σου, κατανοῆσαι Κόρη πάντα ἀδύνατον, οὐ μόνον βροτοῖς· ἀλλά καί Νόων στρατεύμασι, τόν Θεόν γάρ τόν πάντα ποιήσαντα, βουλίσει ἐκ μὴ ὄντων ὐπέραῤῥήτως ἐσωμάτωσας.

Στιχηρά. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ψυχῆ καὶ καρδία σοι βοῶ, Θεοτόκε Δέσποινα, τῶν ἀοράτων με λύτρωσαι, καὶ ὁρωμένων τε, ἐχθρῶν κακουργίας, τῶν ἐνεδρευόντων με, οἱ πρῶτοι γὰρ τοὺς ἄλλους ὁπλίζουσι, κακοποιῆσαι με, ὧν τῆς βλάβης με διάσωσον, καὶ εἰρήνην τῇ ψυχῆ μου δώρησαι.

Τὴν πώρωσιν Δέσποινα ψυχῆς, τῆς ἐμῆς διάλυσον, καὶ λογισμόν κατανύξεως, Ἁγνή παράσχου μοι, καὶ δακρύων ὄμβρος, ἵνα ἀποπλύνω μου, τὸν ῥύπον τῶν πταισμάτων ἀμόλυντε, καὶ καταξίωσον, ἀκατάκριτον ὀφθῆναι με, τῷ Υἱῶ σου ἐν ὤρα τῆς Κρίσεως.

Χαρίτων καὶ θείων δωρεῶν, τῶν ἐκ σου ἀπήλαυσαν, ὁ Οὐρανός καὶ οἱ Ἄγγελοι, καὶ πᾶν πλήρωμα, τῶν Ἁγίων πάντων, τὴν πρὸ νόμου πάναγνε, λαμψάντων καὶ ἐν νόμῳ καὶ χάριτι, καὶ γῆ καί ἄνθρωποι, εὐφραινόμενοι σε κέκτηται, καὶ προστάτιν καὶ κοινήν μεσίτριαν.

Ἡ πάντων Βασίλισσα χοροί, Ἀσωμάτων τάξεων, Προφητῶν ἡ ὀμήγυροις, σοφοί Ἀπόστολοι, μετὰ τοῦ Προδρόμου, Ἱερεῖς καὶ Μάρτυρες· Ὁσίων καὶ Δικαίων τὰ τάγματα, Χριστόν τὸν Κύριον, ἱκετεύσατε βραβεῦσαι μοι, ἐγκλημάτων πάντων τὴν συγχώρησιν.

ΑΡΧΗ ΤΟΥ Β΄. ΗΧΟΥ

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί ἄσωμεν.
Μήτηρ Θεοῦ, κλῖνον τὸ οὖς σου τὸ ἄχραντον· δέξαι θρῆνον ἐξόδιον, ἄκουσον ῥήματα, ἐκ ψυχῆς κατωδύνου, καὶ τεταπεινωμένης ἐκ πονηρᾶς συμβουλῆς.

Ἰδοὺ καιρός, ἔφθασε τῆς συντελείας μου· ἰδοὺ πληθύς παρέστη μοι δαιμόνων κράζοντες· ἀναιδῶς καὶ ζητοῦντες, τὴν ταπεινῇ ψυχήν μου Δέσποινα ῥῦσαί με.

Τί ταπεινή ψυχή θρηνήσωμεν πρότερον, Θεοῦ ἡμῶν τὴν στέρησιν, ἡ τῆς Μητρός αυτόῦ μὴ οὐκ ἄλλοτε βλέψεις· εἰς βάσανον τοῦ ᾄδου ἀπαγομένῃ πικρῶς.

Πῶς σου Ἁγνή, τῆς θείας δόξης ὁ ἄθλιος, νῦν χωρισθείς εἰς ᾄδου με, κόλασιν δέσμιον, καταγάγωσιν ὄντως, καὶ σκότος με καλύψει τοῦ αἰωνίου πυρός.

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Σαλεύθητι ψυχή, καρδία σείσθητι· καὶ ὅλον δινήθητι μου τὸ σῶμα, ἐπιτάφιον θρηνήσωμεν, τὴν Μητέρα Θεοῦ καθικετεύοντες.

Συνάχθητε ὁμοῦ αἰσθήσεις ἅπασαι, ψυχῆς μου καὶ σώματος καὶ θρηνεῖτε, οὐκ ἐν τάφῳ, οὐκ ἐν ᾄδῃ γάρ, τῆς Μητρός τοῦ Χριστοῦ αἴσθησιν λάβετε.

Θρηνήσω γοερῶς ὑμᾶς ὦ χεῖρες μου, καὶ λούσω τοῖς δάκρυσιν ὀλολύζων· ὀπισθίως γὰρ δεδήσεσθε· καὶ εἰς πῦρ εἰς πῦρ σὴν ἐμοί ἀποπεμφθήσεσθε.

Οὐκέτι πρὸς Θεόν ὑμᾶς ὦ χεῖρες μου ἐκτείνω, οὐκέτι καθικετεύσω, τὴν Πανάχραντον Μητέρα Χριστοῦ, ἀλλ’ ἐν ᾄδῃ καθήσομαι δεσμούμενος.

ᾨδὴ δ΄. Ὑμνῶ σε, ἀκοήν γάρ Κύριε.
Ἐπέστη πονηρόν συνέδριον, ἀπελέγχουμε τὰ πρακτέᾳ, καὶ φόβος με πάντοθεν ἐκλόνησον· οὐδείς γὰρ τότε, ἐμοί βοηθός οὐδέ συνήγορος, Μήτηρ Θεοῦ προφθάσασα βοήθησον.

Οὐκέτι τοῦ Ναοῦ σου πόδες μου, τὰ προπύλαια ἐπιβοῶσι· οὐκ ὄμμασι βλέψω σε· οὐ στόματι φθέγξομαι σοι, Μήτηρ Θεοῦ· τάφος γὰρ καὶ ᾄδῃς με διὰ παντός τὸν ἄθλιον καλύψουσιν.

Οὐκέτι τοῖς ὠσί μου Δέσποινα, ἐπακούσομαι θείας ᾠδῆς σου, οὐκέτι μου χείλεσιν ὐμνῦσω σου τὰ μεγαλείᾳ Ἁγνή, ἀλλ’ ἐν σκότει καὶ πυρί δεσμευθείς, ὀδυνήσω γοερῶς καὶ πικρῶς.

Παρθένε Παναγίᾳ Δέσποινα, ἡ τεκοῦσα τὸ φῶς τοῦ κόσμου· ἐν κλίνη με κείμενον· καὶ πάντοθεν ἠπορημένον, φωτί τῆς πρεσβείας σου καταύγασον, τῆς ταπεινῆς ψυχῆς μου τὴν σκοτόμαιναν.

ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ἰδοὺ ψυχή, φοβερόν σοι ἐπέστη τὴν ἐν τῷ βίῳ, ἔργων λογοθέσιον, τί καθεύδεις; Θρήνησον μέγα, βόησον τῇ Μητρί τοῦ Κυρίου, Δέσποινα πρόφθασον, λῦσον τὸ δεινόν καὶ πικρόν λογοθέσιον.

Ὧ λειτουργοί τοῦ Θεοῦ μου, τι πράξεις ἔργων καὶ λόγων πάντων τὴν ἔν βίῳ ἐπιζειτεῖτε; Μνήσθητε, ὅτι δι’ ἐμὲ τὸν πεσόντα, ἐκ Παρθένου Θεός σεσάρκωται, κλίνας Οὐρανούς, καὶ θανάτου γευσάμενος.

Ὅτι Χριστός ἐξ Ἁγνῆς ἐσαρκώθη, ἴν’ ὐπόδειξη, τρίβον τὴν εὐθεῖαν πᾶσιν ἀνθρώποις, μέχρι θανάτου καθυπομείνας, διὰ τοῦτο καταφρονήσαντα, σε τὴν τοῦ Θεοῦ ἐντολῶν οὐ φεισόμεθα.

Δεῦτε πηγαί, ἀπαντλήσατε ὕδωρ τῇ κεφαλῇ μου, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὰς δακρύων, ἵνα πενθήσω ἐπιτάφιον θρῆνον, καὶ βοήσω πρὸς τὴν πανάχραντον, Δέσποινα τοῦ κόσμου μὴ κλείσῃς μοι τὰ σπλάγχνα σου.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ὡς στρουθίῳ παγίς ἐπιπέπτωκεν, ἄφνω μοι ὁ θάνατος· οἴμι τῷ τάλαινι, καὶ σκότος κατεκάλυψε με, τὴν ψυχήν μου Παρθένε βοήθησον.

Ἐκ τοῦ ὕψους τῆς δόξης σου Δέσποινα, τὴν στενοχωρίαν μου βλέπουσα πρόφθασον, ἰδοὺ γὰρ ἀσυμπάθητον, καὶ πικρόν με Κρητίριον πέφθακε.

Φοβερά τῶν δαιμονῷν στρατεύματα, ἄφνω με τὸν ἄθλιον περικυκλῶσαν, καὶ τὴν ψυχήν μου Δέσποινα, ἀναιδῶς ἐκζητοῦσι βοήθει μοι.

Εἰ καὶ ἥμαρτον Δέσποινα ἄμετρα, ἀλλὰ πλὴν τοῦ τόκου σου Θεὸν οὐκ ἔγνωκα, μή με παρίδῃς Ἄχραντε ἐν πυρί αἰωνίῳ κολάζεσθαι.

Κάθισμα. Προστασίᾳ.
Ἡ Μόνη Θεὸν ἀσπόρως κυήσασα, καὶ πάλιν Ἁγνή μετὰ τὸν τόκον μείνασα, σοι προσπίπτομεν Δέσποινα, μετὰ φόβου καὶ πόθου κραυγάζοντες, ἐκ παθῶν καὶ νόσων δεινῶν, καὶ θλίψεων πασῶν ἡμᾶς λύτρωσαι.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Δεινόν καὶ πικρόν, λογοθέσιον ψυχῆς ἄφνω ἐπῆλθε μοι, συνηγορῶν δε οὐ παρέστη μοι, οὐκ ἀδελφός οὐδὲ φίλος μου, Μήτηρ, οὐ πατήρ, οὐδὲ τέκνα, ἀλλὰ μόνος ἐτάζομαι, Δέσποινα Μήτηρ τοῦ Θεοῦ σπεῦσον βοήθησον.

Παρῆλθε κοιπόν, ὡς σκιά καὶ ὡς καπνός ἅπας ὁ βίος μου, πικραί δὲ πᾶσαι αἱ ἡμέραι μου καὶ πονηραί μοι ἐφάνησαν, λόγων γὰρ εὐθυνίας ὁ τάλας ἀπαιτούμενος Ἄχραντε, καταδικάζομαι εἰς πῦρ, Δέσποινα πρόφθασον.

Ἐκύκλωσαν με, ὠσεί μέλισσαι κηρόν δαιμόνων φάλαγγες, καὶ δαπανῶσιν αἰσθητήρια, τὰ τῆς ψυχῆς μου Πανάμωμε, κλῖνον σου τὸ ἄχραντον ὄμμα ἐκ ὕψους τῆς δόξης σου, καὶ διασκόρπισον αὐτούς Ἁγίᾳ Δέσποινα.

Πρός σε τὴν Ἁγνήν, ἐπεῤῥίφην ἐκ γαστρός μητρός μου Δέσποινα, φθονήσαντες δὲ οἱ ἀλάστορες, ἀπό τῆς σῆς με ἐξέκλιναν τρίβου, καὶ εἰς βάθη κακίας σκηνωθήσαντες χαίρουσιν, υἱόν γεένης καὶ πυρός ἀπεργασάμενοι.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Πῦρ μου φλογίζει τὰ ἐντός, καὶ ὠθεῖ μου τὴν ψυχὴν πρὸς ἄλλην φλόγα, τοῦ πυρός τοῦ ἀσβέστου καὶ ἐξωτέρου σκότους, καὶ στένων κραυγάζῳ σοι Δέσποινα Μήτηρ τοῦ Χριστοῦ μου ἐκ τοῦ πυρός με ῥῦσαι.

Φόβος καὶ τρόμος ἐπ’ ἐμέ, καὶ θάνατου φοβεροῦ ἔφθασεν ὤρα, καὶ ἐκάλυψε σκότος τὴν ταπεινῇ μου ψυχήν, καὶ τρέμων δειλιῷ τὸ ἄστεκτον, πῦρ τοῦ αἰωνίου καὶ ἐξωτέρου σκότους.

Κλαύσατε ὄρη καὶ βουνοί, ἐπ’ ἐμοί τῷ ταπεινῶ καὶ παναθλίῳ, ὅτι ζήσας ἀσώτως, ἐν περιστάσεσι νυνί, θανάτου κραυγάζῳ τὴν Δέσποινα ἔκλεισε δὲ ὦτα τὰ ἄχραντα καὶ θεῖα.

Στέναξον μέγα ὦ ψυχή, κι’ἐτοίμασον σαυτήν πρὸς τὰς βασάνους, ὁ καιρὸς γὰρ ἐκλείσθη ὁ τῆς δεήσεως σου, τί μάτιν ἐκτείνεις τὴν δέησιν, πρὸς τὴν Θεοτόκον ἀνόητα θρηνοῦσα;

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Σῴζου ὦ μάταιε βίε, σῴζεσθε πάντες οἱ φίλοι· πατέρες καὶ καλοί μου ἀδελφοί, οὐκέτι γὰρ θεωρῶ ὑμᾶς· ἀλλ’ ἐν σκότει τοῦ ᾄδου, μονώτατος βληθήσομαι εἰς πῦρ· διὸ δέομαι πάντες μνησθέντες μου θρηνήσατε.

Σῴζου ἡ σύμπασα Κτίσῃς· γῆ καὶ ὕδατα πάντα, ὁ Οὐρανός, τὰ ἄστρα καὶ τὸ φῶς· καὶ ἡ σελήνῃ καί ἥλιος, ἐν τῷ ᾄδῃ οὐκέτι θεάσομαι ὑμᾶς, ἀλλ’ ἐν πυρί αἰωνίῳ δεινῶς βασανισθήσομαι.

Σῴζου Χριστοῦ μου ἡ Μήτηρ, σῴζου Δέσποινα Κόσμου, σῴζου Θεοῦ παλάτιον τερπνόν· σῴζου ἡ πάντων βοήθεια· σῴζου δόξα δικαίων, οὐκέτι σου ὁ ἄθλιος ἐγώ, χαρακτῆρα τὸν θεῖον κατειδῶ, ἢ ἀσπάσομαι.

Σῴζου Χριστὲ ὁ Θεός μου, ὁ καλός ποιητής μου, δικαίᾳ σου ἡ κρίσις ἐπ’ἐμοί, τῷ μὴ φυλάξαντι πώποτε, ἐντολήν σου Σωτήρ μου, διὸ καταδικάζομαι εἰς πῦρ, ἀλλ’ εὐχαῖς τῆς Μητρός σου εἰς τέλος μὴ παρίδῃς με.

Στιχηρά Προσόμοια. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καί πενομένων τροφῇ, ξένων τε παράκλησις, καὶ βακτηρίᾳ τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, σῴζεσθαι τοὺς δούλους σου.

Πᾶσα ἀνομίαν ἀφειδῶς, πᾶσαν ἀκρατῶς ἁμαρτίαν, ὁ τάλας ἔπραξα, πάσης κατακρίσεως ἄξιος πέφυκα, ἀφορμὰς μετανοίας μοι, παράσχου Παρθένε, ὅπως ἀκατάκριτος ἐκεῖ ὀφθήσομαι, σε γὰρ ἐπιγράφομαι πρέσβυν, σε ἐπικαλοῦμαι προστάτιν, μὴ με καταισχύνης Θεονύμφευτε.

Δόξα.
Ὤραν τῆς ἐτάσεως σκοπῶν, φρίττω ἐννοῶν μου τὰ πλήθη τῶν παραπτώσεων· τί ἀπολογήσομαι; πῶς διαφεύξομαι· τὰν αἰσχύνην τὴν μέλλουσαν, ἀσώτως βιώσας· ὄθεν Κόρη κράζω σοι θερμοῖς τοῖς δάκρυσι· πλῦνον τῆς ψυχῆς μου τὸν ῥύπον· ἡ τὸν καθαρόν μαργαρίτην, τὸν Χριστόν κυήσασα καὶ σῶσόν με.

Καὶ νῦν.
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοί πρὸς Θεόν, ἐν κινδύνοις καί θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῶ κατέστρωσε.
Μεμυκότα χείλη τῆς ψυχῆς, ἄνοιξον καὶ τράνωσον, τὸν λογισμόν, καὶ τὴν γλῶσσαν μου πάναγνε, ὡς ἄν σου τὴν αἴνεσιν, ἀναγγείλῃ Θεογενῆτορ τὸ στόμα μου, καὶ εὐχαριστίαν, ἐξ αὐτῆς καρδίας ἀναφέρω σοι.

Ὁλικῶς Ἁγνή μου τῷ Θεόν, σοι προσανατέθηκα· τὴν ἐμαυτοῦ σωτηρίαν ὁ δοῦλος σου· ὅλην μου τὴν ἔφεσιν καὶ τὴν σχέσιν καὶ τὴν στοργὴν καὶ τὴν πρόθεσιν· ὅλης ἐξ ἰσχύος, καὶ ψυχῆς ἐξ ὅλης ἀνατείνας πρός σε.

Παθοκτόνο πένθος, καὶ κλαυθμόν, δώρησαί μου Δέσποινα· καὶ κατανύξεως ῥεῖθρον ἀείζωον, δάκρυον σβεστήριον, τῆς γεέννης καὶ σιωπήν καθαρτήριον, καὶ τὴν μακαρίαν μέγα φυλακτήριον ταπείνωσιν.

Ἐν χρυσοῖς ἁγνείας κροσσωτοῖς περιβεβλημένην σε, πεποικιλμένην τὴν πάντων Βασίλισσαν, καὶ ἐν ἐξαστράπτοντι, Παρθενίας ἱματισμῷ διαχρύσῳ Πανάχραντε, κεκαλλωπισμένην, ἐστησον αὐτοῦ ἐκ δεξιῶν ὁ Θεός.

ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρα με.
Ὡς θάλαμον ὡραῖον σε τοῦ Νυμφίου, ὡς ἔμψυχον παλάτιον τοῦ Δεσπότου, ὡς ἔντιμον πορφύραν τοῦ Βασιλέως, καὶ χρυσόπλοκον παστάδα πάνσεμνε, ἱκετεύω σῶσον με τὸν τιμῶντα σε.

Ἰδοὺ τὸ πολυώνυμον θεῖον ἄρμα, ἰδοὺ ὁ χρυσοκόλλητος θεῖος δίρφος, ἰδοὺ ἡ πορφυρόστρωπος θείᾳ κλίνη, ἡ ἀνεπαύσατο, ὁ Βασιλεύς μου Χριστός, ἡ Παρθένος Δέσποινα, ὧ ἀνυμήσωμεν.

Ἀλόγως ὑποκύψας ὁρμαῖς ἀλόγοις, ὁ λόγῳ καὶ φρονήσει τετιμημένος, τοῖς κτίσεσιν ὡς αἴνους τοῖς ἀνοήτοις, παρασυμβέβλημαι, καὶ παρωμοίωμαι, ἡ τὸν Λόγον τέξασα σὺ με οἴκτειρον.

Σελήνην καὶ ἀστέρας θεμελιώσας, ἐκτείνας ὤσει δέῤιν τ”]ον πόλον Λόγε, καὶ πήξας ἐφ’ ὐδάτων τὴν γῆν ἀσχέτως, Ναὸν εὐρύτερον καὶ ἀνώτερον, Οὐρανῶν ἀνέδειξας τὴν Τεκοῦσα σε.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Σταλάξατε εὐφροσύνην τὰ ὄρη καὶ ῥήξατε, βουνοί ἀγαλλίασιν, τὸ ἐμφανὲς γὰρ καὶ ἅγιον, ὄρος ἡ πανύμνητος, πᾶσιν ἀπεστάλαξε, θεῖον γλυκασμόν καὶ χρηστότητα.

Ὑπέρκειται διανοίας ἀπᾴσῃς τὸ θαῦμα σου, ἡττᾶται καὶ δύναμις λόγων αὑτὸ ἑρμηνεύουσα· τὸν γὰρ ἀνερμήνευτον, καὶ ἀκατάληπτον Λόγον Κόρη τέτοκας.

Δεσμεῖται μου ἡ φωνή καὶ ἡ γλῶσσα πεπέδηται, δοκῶ γὰρ παρίστασθαι, τῷ φοβερῷ Κριτήριο σου, Κύριε μου Κύριε· διὰ τῆς Τεκούσης σε ἐλεήμων κἀμὲ οἴκτειρον.

Ἐλέησον, ἐλεήμονος Λόγου λοχεύτρια, τὸν ἀνελεήμονα καὶ τοῦ ἐλέους ἀνάξιον, ἐμαυτόν ποιήσαντα, ὡς τὰς ἐντολάς τοῦ Δεσπότου ἀπᾴσας ἀμελήσαντα.

ᾨδὴ ε΄. Ὁ φωτισμός.
Τὸ φοβερὸν ἐνθυμούμενος Βῆμα τὸ τοῦ Υἱοῦ σου· τρέμω τὰ δεινά μου γινώσκων τὰ ἔργα, Θεογενῆτορ, ὑπερβαίνοντα πλήθους ἀμετρίᾳ ψάμμον παράλιον, καὶ τὸν τῶν ἀστέρων χορόν τὸν ἀμέτρητον.

Ἀνατολή τοῦ Ἡλίου τῆς δόξης, λάμψον μοι φέγγος, θείας κατανύξεως, τῷ ἐν σκότει ἐγκαθημένῳ, καὶ σκιά θανάτου, καὶ πρὸ ταφῆς ὡς νεκρῶ, ὅπως τὸν νεκρόν τὸν ἐμὸν ἀποκλαύσομαι.

Νοῦς ἀμυδρός, καὶ καρδία βραδεῖᾳ καὶ στενή γλῶσσα, ποῖον σοι προσφωνοῦσιν ὕμνον Κόρη; Πᾶς γὰρ ὁ κόσμος, χεῖλος ἐν μία γλῶσσα, ἐάν ῥύωνται οὐ δυνήσονται, ὄντως ἐπαξίως ὑμνῆσαι σε Δέσποινα.

Τῆς σῆς ἐκτός βοηθείας, Παρθένε καὶ συνεργείας, μάταιος πόνος κοινός ὁ κόπος ὁ τῶν ἀνθρώπων, ὁ ἱδρώς καὶ ὁ μόχθος, καὶ ὁ σύμπας ἀγῶν ἀνίσχυρος, ὅθεν μοι σωθῆναι ποθοῦντι συνέργησον.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἐπί σε ἐλπίδας ἀνέθηκα, τὰς τῆς σωτηρίας μου Κόρη Πανύμνητε, σὺ πρὸς ζωήν ὁδήγησον, τὴν ψυχὴν μου χωροῦσαν εἰς θάνατον.

Τὴν πολλήν μου γινώσκεις ἀσθένειαν, καὶ τὴν ῥαθυμίαν ἐπίστασαι Δέσποινα, ὡς οἰδᾷς αὑτῇ σῶσον με, καὶ ὡς θέλεις γεένης με λύτρωσαι.

Ὁ τὸ πᾶν οὐσιῶσας βουλήματι· Λόγος συναίδιος καὶ ὁμοούσιος, Πατρὶ καί θείῳ Πνεύματι, ἐκ Παρθένου φορεῖ τὴν οὐσίαν μου.

Ἐν παλάγει τοῦ βίου νηχόμενον, ζάλη καὶ παθῶν τρικυμίᾳ δονοῦσι με, παῦσον τὸν σάλον Ἄχραντε, καὶ τὸν ἄστατον πράυνον τάραχον.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Δακρύων πηγήν, παράσχου μοι Πανάμωμε, δι’ ὧν τὴν πληθύν ἐκπλύνω τῶν πταισμάτων μου, εἰς σε γὰρ Θεόνυμφε, τὴν ἐλπίδα πᾶσαν ἀνέθηκα, σπεῦσον οὐκ πρὶν ἀπολέσθαι με, χειρός τῶν δαιμόνων ἐκλυτρώσασθαι.

ᾨδὴ ζ΄. Εἰκόνος χρυςῆς.
Λυχνίᾳ χρυσῇ, φωτοφόρε κιβωτέ ἁγία τράπεζα, πύρινε θρόνε, βάτε ἄφλεκτε, θυμιατήριον πάγχρυσον, ἔνδοξε περίβλεπτε Πόλις, πορφυρόχρυσε θάλαμε, χρυσοπορφύρωτε παστάς, Δέσποινα σῶσόν με.

Ὁ Μήτραν τὴν σὴν, ὐποδές μονογενής τοῦ Θεοῦ Λόγος, σε προστασίαν ἀκαταίσχυντον, Χριστιανοῖς ἐχαρίσατο, ὅθεν δυσωπῶ σε Παρθένε, τὴν ψυχὴν μου ἐλέησον, πάσῃ ἡμέρα καὶ νυκτί προσκαλουμένην σε.

Ὁ Μόνος Θεός, ὁ δρακί τοὺς Οὐρανούς καὶ γῆν μετρήσας, καὶ ἐξ οὐκ ὄντων τὴν ἀσώματον, καθυποστήσας καὶ ἄυλον, Κόρη τῶν Ἀγγέλων οὐσίαν, δι’ Ἀγγέλου τὸ χαῖρε σοι πέμπει, καὶ κλίνας Οὐρανούς ἐν σοι ἐσκήνωσε.

Ῥημάτων ἐμῶν, εἰσφοράν τὴν πενιχράς προσδεξαμένη, ὡς προσφοράν τελείαν ἄμωμον, ὥσπερ θυμίαμα εὔοσμον, ἀρωματοσύνθετον μύρον, συμφορᾶς πάσης ῥῦσαι με, περιφορᾶς τε τῶν παθῶν Θεογενήτρια.

ᾨδὴ η΄. Τὸν καμίνῳ τοῦ πυρός.
Ὁ καθαρώτατος Ναός, τοῦ Σωτῆρος μου Χριστοῦ καὶ Βασιλέως, ὁ περίδοξος θρόνος, ὀ ὐψηλός Οὐρανός, ὁ ὄντως ἄσυλος Παράδεισος, ἄνοιξον μοι πύλας Δέσποινα Παραδείσου.

Σὲ παραστάτιν δεξιάν, καὶ προστάτιν κραταιάν εὕροιμι Κόρη, ἐν καιρῶ τῆς ἐξόδου ἐν τῷ ἐκλείπειν πικρῶς, Παρθένε ἐξ ἐμοῦ τὸ πνεῦμα μου, σκολιάς γὰρ τρίβους ὠδοῦσα καὶ τραχείας.

Νενεκρωμένη ἡδοναῖς, τὴν ψυχὴν μου ἐν χώρα κατοικοῦσαν, καὶ σκιά θανάτου, ἡ συλλαβοῦσα ζωήν, τὴν θείαν ζωώσασα φώτισον, φωτί πρεσβειῶν σου Δέσποινα Θεοτόκε.

Σταλάζον ὄρος γλυκασμόν καὶ πικρίαν κοσμικὴν καταγλυκαῖνον, ἀνεδείχθεις Παρθένε, ὡς τετοκυίᾳ Χριστόν, τὴν δρόσον τὴν γλυκεῖαν ὅθεν μου, τῶν ἁμαρτημάτων γλύκανον τὴν πικρίαν.

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ὑπεραγία Παρθένε, Ὑπεράμωμε Κόρη, ὑπέραγνε πανύμνητε σεμνῇ, ἄρμα τοῦ Λόγου ὑπέρφωτον, τῆς ἀθλίας ψυχῆς μου, τὸ φῶς μου καὶ πνοῇ μου καὶ ζωή, ὥσπερ οἰδᾷς, ὡς θέλεις ἐλέησον καὶ σῶσόν με.

Ἀπὸ κοιλίας μητρός μου, ἐπὶ σε ἐπεῤῥίφην, καὶ σοι ἐγκαταλέλειμμαι Ἁγνή, ὁ ταπεινός καὶ πτωχός ἀρετῶν, σύ γενοῦ μοι Παρθένε, θερμὴ χειραγωγός πρὸς ἀρετήν, τῆς ἐμῆς σωτηρίας τὰς τρίβους ὁμαλίζουσα.

Ἡ τῆς ἐμῆς σωτηρίας, ἐπὶ σοι Θεομῆτορ, ἐν πᾶσι περίσταται ἐλπίς, μου Θεὸν καὶ βοήθεια, ἐπὶ σε γὰρ ἐῤῥίφην, καὶ σοι ἐγκατελείφθην ὁ πτωχός· μὴ με ἐγκαταλίπῃς, προλαβοῦ δὲ με Πάναγνε.

Σὺ εἶ τὸ καύχημα Κόρη τῆς ἀθλίας ψυχῆς μου· σὺ εἴ ὁ γλυκασμός καὶ φωτισμός· σὺ εἶ τὸ ἐμὸν ἀγαλλίαμα· σὺ καρδίας ἡδύτης· σὺ φῶς καὶ θυμηδίᾳ καὶ ζωή· σὺ παράκλησις θείᾳ, χαρᾷ καὶ ἀγαλλίασις.

Στιχηρά Προσόμοια. Ὅτε τοῦ ξύλου σε νεκρόν.
Ὕμνους ἐγκωμίων σοι Ἁγνή, ὅλως οὐ τολμῶ σοι προσάξαι, τίς γὰρ σοι πλέξει βροτῶν, ἄξιον ἐγκώμιον, ἣν οὐδὲ Ἄγγελοι, ἐπαιννεσαι δυνήσονται, ποτὲ κατ’ ἄξιον, σὺ γὰρ πάσης κτίσεως ὄλῃ ὑπέρκεισαι, ὅτι τὸν τὰ πάντα βουλήσει, ἐξ οὐκ ὄντων λίαν πανσόφως, τελεσιουργήσαντα γεγένηκας.

Δός μοι κατανύξεως Ἁγνή, θρήνους ἵνα κλαύσω τὰ πάθη, τῶν ἐγκλημάτων μου, πᾶσαν γὰρ ὁ δείλαιος κακίαν ἔπραξα, ἀπὸ βρέφους ἐμόλυνα, δεινῶς τὴν ψυχήν μου, ὅθεν εἰς βοήθειαν ἐπικαλοῦμαι σε, σὺ μου πρὸς Θεὸν γενοῦ πρέσβυς, ὅπως ἐξαλείψῃ τὰ πλήθη, τῶν πλημμελημάτων μου ὡς εὔσπλαγχνος.

Στῆσον τῆς σαρκός μου τὰς ὁρμάς, σβέσον τὸν φλογμόν τῶν παθῶν μου, παῦσον τὸν καύσωνα, τῆς ἐπιθυμίας μου τὴν πονηρὰν ἀπ’ἐμοῦ, Θεοτόκε ἀπέλασον, συνήθειᾳ τρέψον, πᾶσαν τῶν δαιμόνων τε Κόρη τὴν ἔφοδον, ὅπως ἐν γαλήνη καρδίας, καὶ ἐν ἀπαθείᾳ ψυχῆς μου, ἀνυμνολογῶ σε τὴν Πανύμνητον.

Μόνη τὸν ἀχώρητον Θεόν, ἀστεναχωρήτως ἐν μήτρα, ἐκυοφόρησας, ἄνθρωπον γενόμενον δι’ ἀγαθότητα, Παναγία Θεόνυμφε, διὸ δυσωπῶ σε, τῶν στενοχωρούντων με παθῶν ἀπάλλαξον, ὅπως τὴν στενὴν εὐθυπόρως, τρίβον διοδεύσας εἰς πλάτος, φθάσω τῆς ἐκεῖ μακαριότητος.

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΑΝΥΜΝΗΤΟΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί ἄσωμεν.
Σὲ τοῦ Θεοῦ, τὸ καθαρώτατον σκήνωμα, καθικετεύω ἄχραντε, σπιλωθεῖσαν μου, ἡδοναῖς ἀκαθάρτοις, καθάρισον καρδίαν, ὅπως δοξάζω σε.

Μετὰ Θεόν, σε βοηθὸν ἀκαταίσχυντον, καὶ προστασίαν ἄμαχον καὶ ἀντιλήπτορα, καὶ φρουρὸν καὶ μεσῖτιν Παρθένε κεκτημένος, κράζω σοι σῶσόν με.

Ἔχων πληθύν, ἁμαρτιῶν ὑπερβαίνουσα, τῇ ἀμετρία Δέσποινα, ψάμμον παράλιον, καὶ χορὸν τῶν ἀστέρων, τῷ πλήθει τοῦ ἐλέους σου καταπέφευγα.

Μόνην Θεόν, πᾶσιν τὸν ὄντα ἀχώρητον, σὺ χωρητὸν γενόμενον δι’ ἀγαθότητα, ἀπεκύησας Κόρη, ὃν αἴτησαι σωθῆναι τοὺς ἀνυμνοῦντάς σε.

ᾨδὴ γ΄. Ἐν πέτρα με τῆς Πίστεως.
Σὺ μόνη προστασία καὶ βοηθός μου, γενοῦ Θεοκυῆτορ εὐλογημένῃ, καὶ ῥῦσαι με δαιμόνων ἐξ ἐπηρείας, καὶ τῶν θλιβόντων με παθῶν καὶ Κρίσεως, καὶ πυρός φλογίζοντος τῆς κολάσεως.

Φθαρεῖσαν ἐκαινούργησας Παναγίᾳ, τὴν φύσιν τῶν ἀνθρώπων ὡς τετοκυίᾳ, Θεὸν τὸν ἐκ φθορᾶς εἰς τὴν ἀφθαρσίαν, αὑτὴν μετάγοντα, ὅθεν φθαρέντα με, ἡδοναῖς, ἀφθάρτισον καὶ ἀνάπλασον.

Δοξάζειν σε τὴν μόνην εὐλογημένῃ, τὸ γένος τῶν ἀνθρώπων δεδοξασμένῃ· διὸ μελλούσης δόξης με κληρονόμον, Παρθένε ποίησον τῇ μεσιτείᾳ σου, τὸν πιστῶς ὑμνοῦντα σε Θεοδόξαστε.

Τὰ πάθη τῶν ψυχῶν ἡμῶν καὶ σωμάτων, ἰάτρευσον πανάμωμε καὶ βαδίζειν, τὰς τρίβους κατευόδοσον τὰς φερούσας, πρὸς τὴν ἀπόλαυσιν τὴν αἰωνίζουσαν, καὶ τρυφήν τὴν ἄῤῥευστον καὶ ἀνώλεθρον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε, τὴν ἀκοή τῆς σῆς οἰκονομίας.
Καταλάμπρυνον ἄχραντε, τὴν ζοφεράν ψυχὴν μου τῷ φωτί σου, ἡ τὸ φῶς τεκοῦσα τὸ ἐνυπόστατον.

Ἡ τὸ πῦρ τῆς Θεότητος, ἐν τῇ Γαστρί Παρθένε δεξαμένῃ, τοῦ πυρός με ῥῦσαι τοῦ αἰωνίζοντος.

Εὐλογημένῃ Πάναγνε, ταῖς σαῖς λιταῖς, τὸν πόνον τῆς ψυχῆς μου, ἰατρὸν τεκοῦσα Θεόν, ἰάτρευσον.

Θεοτόκε Πανύμνητε, διάλυσον σειράς μου τῶν πταισμάτων· καὶ πρὸς θείας τρίβους με χειραγώγησον.

ᾨδὴ ε΄. Ὁ φωτισμός.
Τὸ ἀληθῶς ἀλατόμητον ὄρος τὴν κεκλεισμένην, πύλην καὶ πηγὴν τὴν ἐσφραγισμένην· τὸν πανευώδη, καὶ θεόφυτον κῆπον, τὸν λειμῶνα τὸν ἐξανθήσαντα, ἄνθος ἀφθαρσίας ὑμνοῦμέν σε Δέσποινα.

Ἐπιμελῶς ἐκ νεότητος πᾶσαν ἀκολασίαν, πράξας καὶ μολύνας ψυχὴν καὶ σῶμα, τὴν καθαράν σε καὶ ἀμόλυντον Κόρη, ἱκετεύω καὶ σῶμα καὶ ψυχήν, καθαρόν ἁγίασον σῶσόν με.

Ὁ ὑψηλός καὶ περίβλεπτος θρόνος, ὁ ἐπηρμένος, Θρόνων ὑπεράνω τῶν Ἀσωμάτων, ἐν ᾦ τῆς δόξης καθεζόμενον εἶδον, Ἠσαΐας Χριστόν τὸν Κύριον, ἔγειρον ἐν θρόνῳ παθῶν ἱδρυμένον με.

Νενηστευκώς, ἀρετῆς ἀπὸ πάσης ἐνεφορήθην, ἀπηγορευμένης τρυφῆς εἰς κόρον, καὶ νῦν λιμώττω σωτηρία τραπέζης, μετανοίας ἄρτῳ με στήριξον, Ἄρτον ἡ τὸν Θεῖον βαστάσασα τράπεζα.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἐπὶ σοι τὰς ἐλπίδας ἀνέθηκα, Μῆτερ Ἀειπάρθενε τῆς σωτηρίας μου, καὶ σε προστάτιν τίθημι, τῆς ζωῆς ἀσφαλῆ τε καὶ ἄσειστον.

Τὰ ποικίλα μου πάθη θεράπευσον, μόνη παντοδύναμε Μῆτερ ἀνύμφευτε· σὺ γὰρ λιμήν ἀχείμαστος, ἀνεδείχθης ἡμῖν τοῖς ὑμνοῦσι σε.

Τῆς ἀμέτρου πωρώσεως ῥῦσαι με, τὸν κεκρατημένον πολλοῖς πλημμελήμασι, Θεοκυῆτορ Δέσποινα, καὶ χειρός με δαιμόνων ἐξάρπασον.

Παναγίᾳ Παρθένε Θεόνυμφε, ἡ μόνη Θεὸν προστασίᾳ τῶν δούλων σου, ἐν ὤρα τῆς ἐτάσεως, ἀντιλήπτωρ ψυχῆς μου γενήθητι.

Κάθισμα. Τὰ ἄνω ζητῶν.
Δακρύων πηγήν, παράσχου μοι πανάμωμε, δι’ ὧν τὴν πληθύν, ἐκπλύνω τῶν πταισμάτων μου, εἰς σε γὰρ Θεόνυμφε, τὴν ἐλπίδα πᾶσαν ἀνέθηκα· σπεῦσον οὖν πρὶν ἀπολέσθαι με, ἐκ χειρός τῶν δαιμόνων λυτρώσασθαι.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Εἰς σε τὴν ἐμήν, ἀνεθέμην ἐκ ψυχῆς, ἐλπίδα πᾶσαν, καὶ ἀτενίζω προσδεχόμενος, τὴν Θείαν ὄντως παράκλησιν, πρόφθασον Ἁγνή Θεοτόκε, καὶ χαρίτωσον τρίβον μοι, ὑποδεικνύουσα πρὸς Θεὸν διαβιβάζουσαν.

Παρθένε σεμνή, ἀπειρόγαμε, Ἁγνή εὐλογημένῃ, καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτανόντων ἡ λύτρωσις, σῶσον με τὸν ἄσωτον σῶσον, καὶ αἰωνίου κολάσεως ἐξάρπασον, ὡς συμπαθής, ἵνα δοξάζω σε.

Ἡ μόνη ἐλπίς, καὶ βοήθεια πιστῶν Θεογενῆτορ, σπεῦσον βοήθει τοῖς ἱκέταις σου, βυθιζομένοις τοῖς πάθεσι, καὶ ταῖς τῶν δαιμόνων ἀπάταις, καὶ τρικυμίαις τῶν θλίψεων, τοῖς καταφεύγουσιν εἰς σε ἐν πεποιθήσει ψυχῆς.

Ἐῤῥύσω ἡμᾶς, κατακρίσεως δεινῆς ἀμπλακημάτων, καὶ τὴν ἀρχαίαν λύπην ἔλυσας, τῶν πρωτοπλάστων Πανύμνητε, τὸν Δημιουργὸν τῶν ἁπάντων ὑπὲρ φύσιν κυήσασα, διὸ ἀξίως οἱ πιστοί σε μακαρίζομεν.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ.
Ζῶσα ὑπάρχουσα πηγή, ὡς τὸ ὕδωρ τῆς ζωῆς ἀποτεκοῦσα, τὴν ψυχὴν μου τακεῖσαν, τῆς ἁμαρτίας φλογμῶ, Παρθένε Θεοτόκε πότισον, καὶ τῆς αἰωνίου ἐξάρπασον φλογός με.

Νυγείς τῷ βέλει τοῦ ἐχθροῦ, τὴν ψυχήν ὁλοτελῶς ἐτραυματίσθην, καὶ ἀνίατα πάσχω, ἡ Σωτῆρα Χριστόν, ἀῤῥήτως τεκοῦσα πανάμωμε, ἴασαι με σῶσον, ἐλπίς μου ἡ βεβαίᾳ.

Νενεκρωμένον νοητῶς, ἐξ ἀμέτρων μου κακῶν ἀνάστησόν με, Θεόνυμφευτε Κόρη, καὶ τῇ πρεσβείᾳ τῇ σῇ, ἐκ πάσης ἀπάτης με λύτρωσαι, τῆς τοῦ ψυχοφθόρου ἐχθροῦ καὶ παλαιμναίου.

Τῆς ἐκφοβούσης με ὀργῆς, τοῦ Υἱοῦ σου καὶ Θεοῦ Ἁγνή με ῥῦσαι, καὶ ἐν ὤρα τῆς δίκης ὡς παντοδύναμος, πρόφθασον ἑτοίμῃ βοηθείᾳ, καί τῶν εὐωνύμων ἐρίφων λύτρωσαί με.

ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Χαρᾶς τὴν καρδίᾳ μου, Παρθενομῆτο πλήρωσον, ἡ χαρὰν δεξαμένῃ ἐν τῇ νυδύι σου, φώτισον Ἁγνή τὴν ψυχὴν μου τὴν ταπεινήν, ζόφῳ κρατουμένην πολλῶν παραπτώσεων, σὺ γὰρ πᾶσι φῶς ἐκύησας.

Φωτί με καταύγασον ἐν τῷ σκότει κείμενον, τῆς δεινῆς ῥαθυμίας Θεοχαρίτωτε, καὶ οὐ προαιρούμενον ὅλως τοὺς τοῦ Θεοῦ νόμους συντηρήσαι, ὅπως ὡς προστάτιν μου καταχρέως μακαρίζω σε.

Φιλάνθρωπε Κύριε, ὁ οἰκτιρμοῖς ἀῤῥήτοις σου, σαρκωθείς ἐκ Παρθένου διὰ τὸ σῶσαι με, ῥῦσαι τὴν ψυχὴν μου ἐκ πάσης δαιμονικῆς, πλάνης καὶ ἐνέδρας, καὶ πάσας ἐξάλειψον τὰς ἀπείρους ἁμαρτίας μου.

Φιλάγαθε Δέσποινα, πολλαῖς κεκακωμένην μου, τὴν ψυχὴν ἁμαρτίαις, ἤδη ἀγάθυνον, σῶσον με πελάγει τοῦ βίου πολυειδῶς, Ἁγνή Θεοτόκε ἀεὶ χειμαζόμενον, καὶ σφοδρῶς κλυδωνιζόμενον.

Στιχηρά Προσόμοια. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Σῶσον Θεοτόκε ἀγαθή, τὸν ὑπὸ τὴν σκέπην τὴν θείαν σου καταφεύγοντα, πλήθη γὰρ ἐκύκλωσαν τὴν ταπεινήν μου ψυχήν, πειρασμῶν τε καὶ θλίψεων, παθῶν καὶ κινδύνων, καὶ δεινῆς πωρώσεως σκότος βαθύτατον· σπεῦσον πρωτοῦ φθᾶσαι τὸ τέλος, ῥῦσαι τυραννίδος δαιμόνων, καὶ τῆς αἰωνίου κατακρίσεως.

Ἄλλην κραταιὰν καταφυγήν, καὶ ἰσχύος πύργον καὶ τεῖχος ἀκαταμάχητον, ὄντως οὐ κεκτήμεθα εἰμη σε Πάναγνε, καὶ πρὸς σε καταφεύγοντες, θερμῶς ἐκβοῶμεν· Δέσποινα βοήθησον μὴ άπολλώμεθα, σῶσον τοὺς πιστῶς σε τιμῶντας, δεῖξον εἰς ἡμᾶς τὴν σὴν χάριν, καὶ τῆς εὐσπλαγχνίας σου τὸ μέγεθος.

Ἴδε τὴν ἀσθένειαν ἐμήν, καὶ τὴν τῆς ἀθλίας ψυχῆς μου ταλαιπωρίαν δεινήν, καὶ τὴν τῆς καρδίας μου κάκωσιν Δέσποινα, καὶ βουλάς διασκέδασον, ἐχθρῶν ἀοράτων, τῶν ἐπεμβαινόντων μοι, καὶ πολεμούντων δεινῶς· σὺ γὰρ ὡς Θεὸν τετοκυίᾳ, τοῖς ἐν διαφόροις κινδύνοις, δύνασαι παρέχεις ἀπολύτρωσιν.

Δέξαι τὴν ἱκέσιον ᾠδήν, δέξαι μου τὸν θρῆνον Παρθένε, δέξαι τὴν δέησιν, δέξαι μου τὰ δάκρυα, τὸν στεναγμόν τῆς ψυχῆς, καὶ τὸν θρῆνον ἀφάνισον, τὰ δάκρυα παῦσον, πάντα μεταῤῥύθμισον τὰ λυπηρᾷ καί χαράν, δίδου τῶν τὴν σὴν ἐκζητοῦντι, θείαν προστασίαν καὶ σκέπην, ὁλοψύχῳ νεύσει Θεονύμφευτε.

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΝ ΘΕΟΤΟΚΟΝ.

ᾨδή α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Ἡ τὴν πηγήν, τῆς ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρός αἰωνίου, ἐξάρπασον με μόνην Θεοχαρίτωτε.

Ἐπὶ τὴν σήν, νῦν καταφεύγω χρηστότητα, Παρθενομῆτορ ἄχραντε· ῥῦσαι τὸν δοῦλον σου, ψυχικῶν νοσημάτων, παθῶν τε ψυχοφθόρων, καὶ αἰωνίου πυρός.

Σὲ στηριγμόν, καὶ προστασίᾳ πλουτήσαντες, οἱ Θεοτόκον πάναγνε ὁμολογοῦντές σε, τρικυμίας τοῦ βίου, καὶ πειρασμῶν παντοίων διασῳζόμεθα.

Ἡ τῶν πιστῶν, καταφυγή Ἀειπάρθενε, ἡ κραταιᾷ βοήθεια τῶν προστρεχόντων σοι, ἀπὸ πάσης ἀνάγκης, καὶ βλάβης ἐναντίας, ἡμᾶς διάσωσον.

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε.
Χρυσοῦν ὡς ἀληθῶς θυμιατήριον, καὶ στάμνον τοῦ μάννα καὶ θεῖον ὄρος, καὶ παλάτιον τερπνότατον, τοῦ Θεοῦ σε Παρθένε ὀνομάζομεν.

Ναὸς καὶ ἱερὸν κατοικητήριον, τοῦ Λόγου ὑπάρχουσα Θεοτόκε, τῶν πταισμάτων ἱλαστήριον, Παναγίᾳ γενοῦ μοι Ἀειπάρθενε.

Ἐλέησον Ἁγνή τὸν παροργίσαντα, τὸν μόνον φιλάνθρωπον καὶ Υἱόν σου, καὶ τῇ στάσει τῶν δικαίων με, συναρίθμισον μόνη Ἀειπάρθενε.

Οὐ σθένει τῶν ἐμῶν κακῶν τὴν ἄβυσσον, ἀνθρώπου ἐκφράσαι γλῶσσα Παρθένε, ὑπὲρ μέτρον γὰρ ἡνόμησα, ἀλλ’ ὡς Μήτηρ ἐλέους σύ με οἴκτειρον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας.
Σὲ Παρθένε κεκτήμεθα, Χριστιανοῖς βοήθειαν καὶ σκέπην, χαλεπῶν κινδύνων ἡμᾶς ἐξαίρουσαν.

Ἀπειρόγαμε Δέσποινα, ἡ τὸν Θεόν ἐν μήτρα δεξαμένῃ, πειρασμῶν καὶ θλίψεων, πάντας λύτρωσαι.

Ἀπροσμάχητον τεῖχος σε, καὶ κραταιάν ἐλπίδα Θεοτόκε, οἱ πιστοῖ κεκτήμεθα ἐν ταῖς θλίψεσι.

Τὴν πρεσβείαν σου Δέσποινα, ὡς ἀσφαλῆ κρηπῖδα κεκτημένοι, τῶν ποικίλων θλίψεων ἐκλυτρούμεθα.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτός χορηγός.
Ὡς συλλαβοῦσα Θεόν, δικαιοσύνης τὸν φαιδρόν Ἥλιον, τὴν ἐν νυκτί τοῦ βίου ψυχὴν μου, καθεύδουσαν τῆς σῆς πρεσβείας τῇ αἴγλη καταύγασον Δέσποινα.

Ὑπὸ τὴν σκέπην τὴν σήν, καὶ προστασίαν οἱ πιστοί Πάναγνε, διὰ παντὸς προσφεύγοντες πίστει, λυτρούμεθα πάσης, διὰ σου Παρθένε δεινῆς περιστάσεως.

Ὑπὸ ἀγνοίας Ἁγνή, εἰς ἀπονοίας ἐπαρθείς φύσημα, πτῶμα δεινόν ὑπέστην· ἀλλά μοι παράσχου νικῆσαι διὰ μετανοίας τὴν πρώτην παράνοιαν.

Νενεκρωμένον με, τῆς ἁμαρτίας τῷ ἰῷ Πάναγνε, ἡ τὴν ζωήν τὴν ὄντως ἀγήρω, τεκοῦσα ἐπὶ γῆς ἀνάστησον, μόνη ἐλπίς τῶν ὑμνούντων σε.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ὁ βουλήσει τὸ πᾶν ἐργαζόμενος, μήτραν βουληθείς ἀπειρόγαμον ᾤκησε, τοῖς τῇ φθορᾷ νοσήσασιν, ἀφθαρσίαν παρέχων ὡς εὔσπλαγχνος.

Ἐν ὁδῷ με τοῦ βίου πλανώμενον, καὶ ταῖς ἀνοδίαις συχνῶς περιπίπτοντα, τῆς ἁμαρτίας Δέσποινα, μετανοίας πρὸς τρίβους ὁδήγησον.

Ἀντιλήπτωρ γενοῦ μοι Πανάμωμε, κατὰ τῶν ποικίλων κακῶν μου, καὶ ῥῦσαι με, τῆς μηχανῆς τοῦ δράκοντος, καὶ τῶν τούτου παγίδων ἐξάρπασον.

Φωτεινόν μοι τὸν βίον ἀπέργασαι, φῶς ἡ τὸ ἀπρόσιτον μόνη κυήσασα, καὶ πρὸς λιμένα εὔδιον, καθοδήγησον Μῆτερ καὶ σῶσόν με.

Κοντάκιον. Τὰ ἄνω ζητῶν.
Ῥανίσιν Ἁγνή, ἐλέους σου Πανάχραντε, ἀθλίαν ψυχὴν μου φλογμῷ τῶν παραπτώσεων, ἐκτακεῖσαν δρόσισον, πάσης κηλῖδος ἐκαθαίρουσα, καὶ φρικτῆς με κατακρίσεως, πυρός αἰωνίου ἐλευθέρωσον.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ἡ μόνη ἐλπίς, καὶ βοήθεια πιστῶν Θεογεννῆτορ, σπεῦσον βοήθει τοῖς οἰκέταις σου, βυθιζομένοις τοῖς πάθεσι, καὶ ταῖς τῶν δαιμόνων ἀπάταις, καὶ τρικυμίαις τῶν θλίψεων, καὶ καταφεύγουσιν εἰς σὰ ἐν πεποιθήσει ψυχῆς.

Λιμὴν ἀσφαλής, προστασίᾳ φοβερᾷ καὶ τεῖχος ἄῤῥηκτον, τοῖς ἐν ἀνάγκαις κινδυνεύουσιν χειμαζομένοις ἐν θλίψεσι, ταῖς πρὸς τὸν Υἱόν σου πρεσβείαις, Θεοτόκε ὑπάρχουσα, ἐκ πολυτρόπων πειρασμῶν σῶζαι τοὺς δούλους.

Πατρί συμφυώς, τὸν νοούμενον Υἱόν δυνάμει Πνεύματος, τοῦ Παναγίου ἐσωμάτωσας, Θεοχαρίτωτε Δέσποινα, τοῦτον οὖν ἀπάυστως δυσώπει, οἰκτειρῆσαι τοὺς μέλποντας, εὐλογημένην ἡ Θεὸν σαρκί κυήσασα.

Παρθένε σεμνῇ, ἀπειρόγαμε Ἁγνή εὐλογημένη· καταπιπτόντων ἐπανώρθωσις, ἁμαρτανόντων ἡ λύτρωσις, σῶσον με τὸν ἄσωτον· σῶσον, καὶ αἰωνίου κολάσεως, ἐξάρπασον ὡς συμπαθής, ἵνα δοξάζω σε.

ᾨδὴ η΄. Κάμινος ποτέ.
Πάθη τῆς ἐμῆς θεράπευσον καρδίας, τῇ συμπαθείᾳ σου Πανύμνητε, τὸν νοῦν μου εἰρήνευσον, τὴν ψυχὴν μου φωταγώγησον, καὶ βαίνειν με εὐόδωσον, πρὸς τρίβους σωτηρίας, ὅπως ἀεὶ μακαρίζω σε.

Ῥύπου με παθῶν Ἁγνή προσγιγνομένου, τῇ μεσιτείᾳ σου καθάρισον· καὶ λάμπρυνον δέομαι σκοτισθεῖσαν τὴν καρδίᾳ μου, δαιμόνων ἀμαυρότησιν, ὅπως σε μακαρίζω, Θεομακάριστε Δέσποινα.

Ἵνα σε φωναῖς ὑμνῶ χαριστηρίοις, ἵνα σε δοξάζομεν Πανάμωμε· γενοῦ μοι προπύργιον, καὶ ὀχύρωμα καὶ στήριγμα, τῷ κλονουμένω πάντοθεν, αὔραις τῶν ἐναντίων, καί ἐκπεσεῖν κινδυνεύοντι.

Ὕψιστον Θεὸν σαρκί ἀποτεκοῦσα, ἀπὸ κοπρίας με ἀνύψωσον, παθῶν τῶν θλιβόντων με· καὶ δεινῶς ὅλον πτωχεύσαντα· ταῖς θείαις καταπλούτισον Πάναγνε ἀρεταῖς με· ὅπως ὑμνῶ σε σῳζόμενος.

ᾨδὴ θ ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Φιλανθρωπίας με θείας, καταξίωσον Κόρη· ἡ μόνη τὸν φιλάνθρωπον Θεόν, σάρκα ἐκ σου δανεισάμενον, ἀποῤῥήτως τεκοῦσα· καὶ λύτρωσαι μελλούσης με φλογός, καὶ κολάσεως πάσης, τὸν πόθῳ σε δοξάζοντα.

Ὡς κραταιάν προστασίᾳ, ὡς ἐλπίδα καὶ τεῖχος, καὶ ἄγκυραν καί σκέπην ἀσφαλῆ, ὡς απροσμάχητο ἔρεισμα, καὶ ἀχείμαστον ὅρμον, καὶ μόνην κραταιάν καταφύγω, κεκτημένοι σε πάντες, σῳζόμεθα Πανύμνητε.

Σύ με δικαίωσον ὅτε φανεροῦνται Παρθένε, τὰ κρύφια ἑκάστου ἐμφανῶς, ἔχεις γὰρ ὄντως τὸ δύνασθαι, καὶ τοῦ σκότους με ῥῦσαι· ἐν χώρα δὲ κατάταξον φωτός, ἔνθα εὐφραινομένων χαρὰ ἡ ἀνεκλάλητος.

Φῶς ἡ τεκοῦσα τὸ θεῖον, τὴν πολλαῖς σκοτισθείσαν, παθῶν ἐπαγωγαῖς καὶ λογισμῶν, ἀλλοτριούντων καρδία μου, φωταγώγησον Κόρη, σταγόνας χορηγοῦσα μοι ἀεί, δακρύων ὅπως πλύνω τὸν ῥύπον τῶν πταισμάτων μου.

Στιχηρά Προσόμοια. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πλοῦτος πτωχευόντων καὶ τροφή, καὶ καταφυγῇ τῶν πενήτων, καὶ ὀρφανῶν ἡ ἐλπίς, σὺ ὑπάρχεις Δέσποινα καὶ σε δοξάζομεν· οἱ ἐν θλίψει κράζοντες Ἁγίᾳ Ἁγίων λύτρωσαι προφθάσασα ἀχρείους δούλους σου, πάσης ἐπηρείας δαιμόνων καὶ τῆς χαλεπῆς τιμωρίας, τῆς αἰωνιζούσης κατακρίσεως.

Νεῦσον ταῖς δεήσεσιν Ἁγνή, τῶν σῶν οἰκετῶν καὶ παράσχου, πηγὰς δακρύων ἡμῖν· ὅπως ἀποπλύνωμεν τῶν ἐγκλημάτων ἡμῶν, τὰς κηλῖδας Πανάμωμε, καὶ σβέσωμεν φλόγα, τοῦ διαίωνίζοντος καὶ πικροτάτου πυρός, σὺ γὰρ τῶν ἐξ ὅλης καρδίας ἐπικαλουμένων σε πίστει, ἐπακούεις τάχει ὡς φιλάγαθος.

Ὕδωρ ὡς τεκοῦσα τῆς ζωῆς, τῆς ἀθανασίας τὸ νέκταρ Χριστὸν τὸν Κύριον, πότισον με Πάναγνε ὕδωρ ἀφέσως, καὶ τὸν νοῦν μου χαρίτωσον, νοήμασι θείοις, ὅπως τὰ σωτήρια πράττω θελήματα, ἵνα εὐφροσύνης ἀῤῥήτου, διὰ τῆς αὐτῆς ἐργασίας, τύχω καὶ δοξάζω τὴν Ἄχραντον.

Ἅπας ὁ Παράδεισος Ἁγνή, ἡ τῶν Οὐρανῶν Βασιλείᾳ ἡ ἀδιάδοχος· δόξα ἡ αἰώνιος, ζωή ἡ ἄφραστος· εὐφροσύνῃ ἡ μέλλουσα, ὁ κλῆρος Ἁγίων, πᾶσα ἡ ἀπόλαυσις τῶν αἰωνίων καλῶν, σὺ εἶ καὶ πρὸς σου ὁ Υἱός σου, ὦν ἀξιωθείημεν πάντες, ἱεραῖς πρεσβείαις σου οἱ δοῦλοι σου.

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΟΛΥΥΜΝΗΤΟΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Τὴν Μώσεως ᾠδήν.
Μετανοίας καιρόν, καὶ προθεσμίαν ἔχουσα ζωῆς, σε αὐτὴν πρὸ τῆς ταφῇς καὶ τῆς ἐξόδου· ψυχή μου κλαῦσον, ἵνα μή θρηνήσῃς αἰώνια.

Βαρυτάτου βρυγμοῦ, τοῦ τῶν ὀδόντων ῥῦσαι με σεμνή, καὶ δακρύων στεναγμοῦ· καὶ πικροτάτου ψυχροῦ ταρτάρου, σκότος ἐξωτέρου καὶ σκώληκος.

Ῥυπαρῶν λογισμῶν, καὶ ἀκαθάρτων καὶ φθοροποιῶν, βορβορώδης θολερᾷ, πλημμύρᾳ βλύζει ἐν τῇ ψυχή μου· δάκρυσιν Ἁγνή ταύτην ξήρανον.

Ἡ ἀξίνη ἐγγύς, ἡ ἀκαρπία σφύζει πρὸς τομήν, ἡ ἀμέλειᾳ πολλή, τὰ δὲ φορτία δυσβάστακτα μου, Δέσποινα Παρθένε βοήθει μοι.

ᾨδὴ γ΄. Στειρωθέντα μου τὸν νοῦν.
Στεναγμός διηνεκής, συντριβὴν καρδιακήν, ταπείνωσιν τε, μετανοίας καιρόν, λογισμὸν ἐπιστροφῆς δός μοι Πανύμνητε.

Ὁ ζοφῶδες ποταμός, τοῦ πυρός τοῦ ἀφεγγοῦς, ὁ τάρταρος δε, καὶ ὁ ᾄδου πυθμένι, πικράν ἕλκειν με ζωήν καταναγκάζουσι.

Γεωργῶν τῶν οἰκτιρμῶν, χορηγὸν τῶν ἱλασμῶν ἡ τετοκυίᾳ, γεωργόν ἀρετῶν, ἀθανάτων με φυτῶν ποίησον Δέσποινα.

Νοητῶς καὶ αἰσθητῶς, ἐν ἡμέρα καὶ νυκτί προσπίπτοντα σοι, με πόνου ψυχῆς, νοητῶν καὶ αἰσθητῶν ἐχθρῶν με ῥῦσαι Ἁγνή.

ᾨδὴ δ΄. Τὴν ἐκ Παρθένου σου γέννησιν.
Ἡ ἀγεώργητος ἄρουρα, ἡ ἀνήροτος χώρα, ἡ βλαστήσασα χαράν, χαροποιοῦ κατανύξεως δακρυοβρύτου· χάρισαι μοι χάριν, καὶ χαρμόσυνον πένθος· ὅπως τύχω παρακλήσεως ἐκεῖ.

Δόλῳ τοῦ ὄφεως Δέσποινα· τῆς ἐν Παραδείσῳ ἐκπεσὼν διαγωγῆς, ὀδυνηρὸν καὶ πολύδακρυν βίον εὔραμεν, ὅθεν δυσωπῶ σε· τὴν ἀρχαίαν πατρίδα μου, καὶ φιλίῳ διὰ σου ἀπολαβεῖν.

Ἀπεγνωσμένος ἐξ ἔργων μου· καὶ μὴ ἔχων ἐλπίδα σωτηρίας παντελῶς, τοῖς οἰκτιρμοῖς σου Πανύμνητε· πίστει προστρέχω, τῶν ἀπηλπισμένων ἡ ἐλπίς, ἡ βεβαίᾳ καὶ μεγάλῃ· σῶσον με Μῆτερ τοῦ Θεοῦ.

Κατανοῶν τὸ Κριτήριον, ἐν ᾦ μέλλω κριθῆναι ὁ κατάκριτος ἐγὼ θρηνῶ, δακρύω καὶ κόπτομαι καὶ σκυθρωπάζω· πλήθη κεκτημένος, ἀμετρήτων πταισμάτων, καὶ βοῷ σοι, σῶσον με Μῆτερ τοῦ Θεοῦ.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτός χορηγός.
ᾨδὴν τὴν ἐπώδυνον, ἡ ἀνωδύνως τὸν Χριστὸν τέξασα, δέξαι ψυχῆς ἀπὸ κατωδύνου, ἀναπεμπομένην, καὶ τῆς πανωδύνου γεέννης με λύτρωσαι.

Νυγέντα βέλει πικρῷ, πολεμήτορος ἐχθροῦ Δέσποινα· βέλει γλυκεῖ νύξον με τοῦ πόθου Χριστοῦ, τοῦ δι’ ἐμέ, λόγχῃ νενυγμένου πλευρὰν τὴν ζωήῤῥυτον.

Ὡς συλλαβοῦσα Θεόν, δικαιοσύνης τὸν φαιδρόν Ἥλιον· τὴν ἐν νυκτί τοῦ βίου ψυχήν μου, καθεύδουσαν, τῆς σῆς πρεσβείας τῇ αἴγλη καταύγασον Δέσποινα.

Μαρία Πάναγνε ἡ τῆς σοφίας τὴν πηγὴν βλύσασα, Μήτηρ Χριστοῦ τῆς αὐτοσοφίας· σόφισον με ἐκκλίνειν τὰ τοῦ σοφιστοῦ τῆς ἀκακίας σοφίσματα.

ᾨδὴ ς΄. Ἄβυσσος ἁμαρτημάτων.
Ὄμβροις με δακρύων πλύνον, καὶ κατανύξεως ῥείθροις· μέθυσον τὰς αὔλακας Ἁγνή, τὰς τῆς καρδίας μου , καὶ πλήθυνον τὰ γεννήματα ταύτης

Λῦσον μου τὰς πολυπλόκους σειρὰς τῶν πλημμελημάτων· ῥῆξον τὰ χειρόγραφα σεμνή, πάντα γὰρ δύνασαι, γεννήσασα τὸν δεσπόζοντα πάντων.

Ἵσταμαι ἐν μεταιχμίῳ δύο παθῶν ἀντιῤῥόπων· ὥσπερ ἐν τρυτάνῃ καὶ ζυγῶ, πλὴν μὴ νικήσειν ἀπόγνωσις τὴν ἐλπίδα μου Κόρη.

Βάσανοι καὶ τιμωρίαι, πικραί κολάσεις, δριμεῖαι μάστιγες, καὶ στρέβλαι καὶ δεσμά, ἄλυτα μένουσι τὴν ψυχήν μου· ὧν με ῥῦσαι Παρθένε.

Κοντάκιον. Εὐσπλαγχνίας ὑπάρχουσα πηγή.
Τίς εἶδε, τίς ἤκουσε Μητέρα, τίκτουσαν τὸν ἑαυτῆς δημιουργόν· ἀπειράνδρως θηλάσασαν, τὸν διδόντα τροφὴν πάσῃ σαρκί; ὦ τοῦ θαύματος, Θρόνος Χερουβικός ἐδείχθη ἡ γαστήρ σου Θεοτόκε, Κεχαριτωμένῃ πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ ζ΄. Τὰ Χερουβὶμ μιμούμενοι.
Ἀνομιῶν κλυδώνιον, ζάλη πλημμελημάτων, χειμῶν ἁμαρτημάτων, παραπτωμάτων καταιγίς, τὴν ταπεινήν ψυχὴν μου, ταράττουσι Δέσποινα, καὶ ὠθοῦσιν εἰς ἀπογνώσεως με βυθόν, λιμένι γαληνῷ τῷ τῆς μετανοίας, προσόρμισόν με Κόρη.

Συντετριμμένην Δέσποινα καὶ τεταπεινωμένην· καρδίαν δώρησαί μοι, ὡς ἄν ἡμέρας καὶ νυχτός, περιπαθῶς θρηνήσας, Θεὸν ἰλέωσωμαι· ἕως ἔτι τῆς μετανοίας ἔχω καιρόν, πρὶν ἡ φοβερᾷ τοῦ θανάτου ὤρα ἐπέλθει μοι ὡς κλέπτης.

Θρηνεῖ ψυχὴ καὶ στέναζε· σκυθρώπαζε καὶ πένθει· ἵνα πένθος φύγῃς τὸ ἀπαράκλητον ἐκεῖ· ἰδοὺ γὰρ σοὶ προλέγω· καὶ διαμαρτύρομαι, ὅτι ἄνπερ μή μεταγνῷς ἐνταῦθα καλῶς, εἰς γέενναν πυρός, μέλλεις ἐμβληθῆναι, ἐν ᾖ πικρῶς θρηνήσεις.

Ἀκανθοφόρος ἄρουρα, χώρα τριβολοτρόφος, καὶ γῆ κεχερσωμένη ἐξ ἐπομβρίας τῶν παθῶν, ὤφθη μου ἡ καρδίᾳ, διὸ καὶ ἀπέπνιξεν ὅνπερ εἶχε σπόρον τῶν ἀρετῶν· ἐκ Θεοῦ, κατάρας παλαιᾶς, ἀλλ’ οὐκ εὐλογίας βλαστήσασα βοτάνην.

ᾨδὴ η΄. Ἰνδάλματος χρυσοῦ.
Ἡ ἔξοδος ἐγγύς, διοῤῦξαι τὴν οἰκίαν ὁ κλέπτης σπεύδει· εἰς χεῖρας εἴληφε τὸ δρέπανον ὁ θερίζων· καὶ ἀναμένει ἄνωθεν λαβεῖν τὸ σύνθημα, δεῦρο πρὸ τοῦ τέλους στενάξωμεν, κλαύσωμεν ὧ ψυχή μου, καὶ τῇ Θεοτόκῳ προσδράμωμεν ἐν πίστει.

Νεφέλῃ φωτεινῇ, ἀνεσπέρου καὶ ἀδύτου Ἡλίου δόξης, πολυχαρίτωτον παλάτιον τοῦ Δεσπότου· παστὰς ὡραίου Νυμφίου Νύμφη Δέσποινα, ὅτε νεφέλαις ὀχούμενος ἥξει ποιῆσαι κρίσην, ὁ κοινός Δεσπότης, μνήσθητι τῆς ψυχῆς μου.

Ὁ νέος Οὐρανὸς ὁ μυρίπνοος Παράδεισος καὶ εὐώδης· ἐν ᾦ ἐβλάστησε τὸ ξύλον τῆς ἀφθαρσίας, τοῦ Οὐρανίου Δείπνου κοινωνόν καὶ μέτοχον δεῖξον με Παρθένε· καὶ τῆς γλυκερᾶς καὶ εὐωδεστάτης, καὶ ἀδιαῤἑύστου τρυφῆς τοῦ Παραδείσου.

Συνέχει μου σεμνῇ, τὴν ψυχὴν ἀμηχανία καὶἀπορίᾳ· εἰς τὸ παγκόσμιον Κριτήριον ὅταν ἴδω, καὶ τὸ φρικῶδες Βῆμα καὶ νοῦν λογίσωμαι, ἀλλ’ ἠ συλλαβοῦσα τῆς Κτίσεως τὸν Κτίστην καὶ συνοχέα, ῥῦσαι τῆς ἐν ᾄδου συνοχῇς τὴν ψυχήν μου.

ᾨδὴ θ΄. Τῶν γηγενῶν τίς ἤκουσε.
Ἰδοὺ καιρὸς ψυχῆς μου μετανοίας· καὶ δεῦρο κλαύσωμεν θερμῶς, ἐν γὰρ τῷ ᾄδῃ οὐκ ἔστιν ἐξομολόγησις, παροδικὸς γὰρ ὁ βίος καὶ βραχύδρομος, λυόμενος ὡς ὄναρ καὶ ὡς σκιᾷ· ἡ ὡς καπνός εἰς ἀέρα σκεδαννύμενος.

Νῦν πρὸς ἑσπέραν ἐστὶν ἡ ἡμέρα· καὶ πρὸς δυσμάς ἡλιακάς, ἡ ἑνδεκάτῃ γὰρ ὤρα ἤδη παρέδραμε, πρὶν ὁ Ἥλιος δύσῃ ψυχὴ τοῦ βίου, καὶ πρὶν σε καταλάβῃ θανάτου νύξ, ἑτοίμαζε σου τὰ ἔργα εἰς τὴν ἔξοδον.

Ὀ ποταμός ὁ πύρινος ἐλέγχειν, μέλλει τὰ ἔργα σου ψυχή, πόσων οὐκ χρῄζεις δακρύων πολυαμάρτητε, ὡς ἀφλέκτως διελθῇς τὸ πῦρ ἐκεῖνο· διὸ λουτρῷ δακρύων λοῦσον σαυτήν, καὶ κατανύξεως ῥείθροις καθαρίθητι.

Ὑποχώρει πᾶς ἔπαινός σοι Κόρη· καὶ πᾶν ἐγκώμιον βροτῶν, σὺ γὰρ ἐγκώμιον μᾶλλον ἡμῶν καὶ ἔπαινος, ἀντὶ παντὸς οὖν ἐπαίνου καὶ ἐγκωμίου, οἱ δοῦλοι σου Παρθένε, πόθῳ πολλῷ σε Θεοτόκον κυρίως ὀνομάζομεν.

Στιχηρά Προσόμοια. Ὅτε ἐκ ξύλου σε νεκρόν.
Τρέμω τὸ Κριτήριον Ἁγνή, καὶ τὴν τοῦ πυρός τιμωρίαν τὴν αἰωνίζουσαν· καὶ τὴν ἀπαραίτητον ὁ τάλας γέενναν, τὸν βρυγμόν τῶν ὀδόντων τε, καὶ τοῦ ἀκοιμήτου, σκώληκος Πανάμωμε, τὴν ἀγριότητα, ὅθεν ἐν ὀδύνῃ καρδίας σε καθικετεύω Παρθένε, τῆς φρικτῆς με ῥῦσαι κατακρίσεως.

Ὥσπερ ἐν λιμένι προσδραμών, ὑπὸ τὴν ἁγίαν σου σκέπην, Παρθενομῆτορ Ἁγνή, δέομαι σπλαχνίθητι μὴ ἀποῤῥίψῃς με· ἀλλά ῥῦσαι τοῦ κλύδωνος, καὶ ζάλης τοῦ βίου, ἔχεις γὰρ τὸ δύνασθαι καὶ συμπαθές ὡς Χριστόν, ὄντως καὶ ἀῤῥήτως τεκοῦσα, πάντοτε πρεσβεύειν κα σῴζειν, πάσης περιστάσεως τοὺς δούλους σου.

Ὄντως ὑπερῆραν ἀληθῶς, τῶν ἁμαρτιῶν μου τὰ πλήθη, τὴν κεφαλὴν μου Ἁγνή, καὶ οἱ ἀνομίαι μου ὐπερεπλήθηναν· καὶ φορτία δυσβάστακτα, καὶ ἄμετρα λίαν, κέκτημαι ὁ δείλαιος καὶ ἀδιόρθωτος· σὺ οὖν τῇ θερμή σου πρεσβείᾳ, πρόφθασον, καὶ σῶσόν με μόνη, τῶν ἁμαρτανόντων ἡ διόρθωσις.

Δός μοι μετανοίας λογισμόν, δός καὶ κατανύξεως πόθον, τῇ ταπεινῇ μου ψυχή, ἔγειρον ἐξ ὕπνου με, δεινῆς πωρώσεως· καὶ τὸ σκότος ἀπέλασον, Πανάμωμε Κόρη, τὸ τῆς ἀπογνώσεως λῦσον τὴν ζόφωσιν· ὅπως τὸν ἐκ σου σαρκωθέντα, διὰ σοῦ τυχών σωτηρίας, κατάχρεος Κόρη μεγαλύνω σε.

ΑΡΧΗ ΤΟΥ Γ΄. ΗΧΟΥ

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΑΝΥΜΝΗΤΟΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Τὸν Σωτῆρα μου Λόγον, ἡ διὰ λόγου κυήσασα, σαρκικῶς ὑπὲρ λόγον, λογικόν ὄντα με καὶ ταῖς ἀλόγοις ὁρμαῖς, ἀλόγως ὑπείκοντα τῶν σαρκικῶν θελημάτων, λόγῳ σου σωφρόνησον, ἵνα δοξάζω σε.

Ἁγιάσματος οἶκε, σκήνωμα δόξης Κυρίου, θυμιατήριον θεῖον, τοῦ σεπτοῦ Ἄχραντε, ἀΰλου ἄνθρακος, πᾶσαν εὐωδίασον, ψυχῆς ἐμῆς δυσωδίαν, καὶ τὸν νοῦν ἁγίασον καὶ τὴν καρδίᾳ μου.

Πορνικαῖς ἀσελγείαις, καί μυσαραῖς ἐργασίαις, καταμιάνας τὴν σάρκα, τὸν ναὸν ἔφθειρα τοῦ σώματος μου αἰσχρῶς, ναὲ καθαρώτατε θείας οὐσίας τὸν νοῦν μου, ῥαντισμῷ καθάρισον ὑσσώπου κρείττονος.

Βεβήλωσας ἀφρόνως τὸ κατ’εἰκόνα, τοῖς πάθεσι τῆς σαρκός μου Παρθένε, τοῦ Θεοῦ δέδοικα τὴν ἀγανάκτησινμ καὶ τὸ φρικωδέστατον τῆς τοῦ πυρός τιμωρίας· ἀλλ’ αὐτή ἐλέησον τὸν προσφυγόντα σοι.

ᾨδή γ΄. Ὁ ἐκ μὴ ὄντων.
Νυκτομαχοῦσαν τὴν τάλαιναν μου ψυχήν, νυκτί φαύλων πράξεων· ζοφερῶν ἐνθυμήσεων, ἡ τεκοῦσα Ἥλιον, δικαιοσύνης καταύγασον φωτί σου.

Μεμολυσμένον τῷ λύθρῳ τῶν ἡδονῶν, ἀμόλυντε Δέσποινα, ῥαντισμῷ τοῦ ἐλέους σου, ὡς ὑσσώπῳ κάθαρον, καὶ μολυσμοῦ τῶν παθῶν ἀπόπλυνόν με.

Ἐν τῇ ἐτάσει σὴς Κρίσεως τῆς φρικτῆς, ἐν ἡ παραστήσομαι καὶ γυμνὸς καὶ κατάκριτος, τῷ σῷ Χριστέ Βήματι, ταῖς τῆς Μητρός σου λιταῖς, πυρός με ῥῦσαι.

Λελαμπρυσμένῃ Θεότητος καλλοναῖς, ὡς Νύμφῃ Πανάμωμος, ὡς ὡραία Βασίλισσα, σῷ Υἱῷ παρίσταται, τῷ ἀληθεῖ Βασιλεῖ ἄφθορε Κόρη.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Ἔχουσα καιρόν, μετανοίας καὶ διορθώσεως, λάβε λογισμὸν ἐπιστροφῆς, καὶ σε αὑτὴν ψυχή μου βελτίωσον, μήπως καταλάβῃ σε, ὀργή Κυρίου ὡς ἀμετανόητον.

Ἄρματι φρικτῷ, Χερουβίμ Θεὸν τὸν ὀχούμενον, ὄχημα Θεότευκτον σεμνή, σωματικῶς ὡς βρέφος ἐβάστασας, καὶ γάλακτι ἔθρεψας, ὧ μυστηρίου, ὧ φρικτοῦ ἀκούσματος.

Μόνος ἐν βροτοῖς τὰ σεπτά σου σπλάγχνα παρώργισα, μόνος γὰρ ἐπίκρανα Χριστέ, τὴν ὑπερβάλλουσαν χρηστότητα· δι’ τήν με ἐλέησον, ταῖς ἱκεσίαις τῆς ἀγνῶς τεκούσης σε.

Ὅταν ἐν νυκτί, ὁ Νυμφίος ἔλθῃ τοῦ κρῖναι με, τότε εἰς ἀπάντησιν αὐτοῦ· μετὰ λαμπρᾶς λαμπάδος εὐδόκησον, ἐξελθεῖν με Πάναγνε, καὶ προσκυνῆσαι τούτου τὴν ἐπέλευσιν.

ᾨδὴ ε΄. Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθη.
Ἰλιγγιῶ εἰς πέλαγος βλέπων τὸ ἀχανές, τῶν ἐμῶν ἐγκλημάτων Θεογεννήτρια· διὸ πρὸς τὴν ἄβυσσον, καταφεύγω τοῦ ἐλέους σου.

Ἀνομιῶν συνταράσει με κλύδων, ἁμαρτιῶν περιστρέφει με ζάλη, καὶ καταιγίς τῶν παθῶν, πρὸς λιμένα Δέσποινα, μετανοίας κυβέρνησον.

Πρὸ τῶν πυλῶν ἡ τομὴ τοῦ θανάτου ἰδοὺ ψυχή ἐγγίζει· τί βραδύνεις, τάχος ἀνάνηψον, καὶ καρπούς προσάγαγε, μετανοίας τῷ Δεσπότῃ σου.

Πέτραν στερεὰν ἀῤῥαγῆ σκληράντε καὶ ἄνικμον, τὴν πεπωρωμένην μου ψυχήν, τῇ κατανύξει Κόρη ἁπαλῦνον, καὶ δεῖξον ἀκρότομον βλύζουσαν πέτραν, δάκρυα ὡς ὕδατα.

Ἴδε Ἁγνή τήν ἀσθένειαν, ἴδε τῆς ταπεινῆς καὶ ἀθλίας ψυχῆς μου, καὶ ἀοράτων ἐχθρῶν τῆς ἐπαναστάσεως, καὶ τῆς τούτων βλάβης ῥῦσαι με.

ᾨδὴ ς΄. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.
Τῇ ἐν παρθένοις παιδοτόκον, καὶ Παρθένον ἐν μητράσιν Ἁγνή, τὸ θαυμαστόν ἐν Οὐρανῶ καὶ φρικτόν ἐν γῆ μυστήριον, τὴν ὄντως Θεοτόκον καὶ ἀληθῶς Κυριότοκον ἀνυμνῶ σε Παρθένε.

Νενεκρωμένην περιφέρω, ὡς ἐν σήματι τῷ σώματι, τὴν παναθλίαν μου ψυχήν, τὴν ζωὴν τὴν ἐνυπόστατον, βοῶ σοι τῇ τεκούσῃ, σπεῦσον Ἁγνή ζῶωσαι με, καὶ φωτίσαι καὶ σῶσαι.

Τὸν εἰς κατώτατον κακίας, πεπτωκότα Κόρη βάραθρον, τῇ συμπαθεῖ σου δεξιᾷ, φιλανθρώπως με ἀνάγαγε, φιλάνθρωπον Δεσπότην καὶ δεξιὰν ἡ τέξασα, τοῦ Θεοῦ τοῦ Ὑψίστου.

Ὡς τὸν ὑψαύχενα ζηλώσας, Φαρισαῖον καὶ μεγάλαυχον, τῇ διανοίᾳ ἐπαρθείς, κατηνέχθην εἰς ἀπόνοιαν, κάμοι τὴν τοῦ τελώνου ὑψοποιὸν ταπείνωσιν Θεοτόκε παράσχου.

Θρηνῶ καὶ κλαίω καὶ ὀδύρομαι, ὁπηνίκα τὸ Κριτήριον τὸ φοβερὸν ἐνθυμηθῶ πονηρᾷ γὰρ ἔργα κέκτημαι, ἀπείρανδρε Μαρίᾳ Μήτηρ Χριστοῦ, ἐν ὤρα τῇ φοβερᾷ πρόστηθί μοι.

Κάθισμα. Θείας πίστεως.
Θρηνῶν ἄξια, ψυχὴ τελοῦσα, θρήνει στέναζε, δάκρυε πένθει, πρὶν κλαυθμός σε καταλάβῃ πικρότατος, καὶ ἀπαράκλητον πένθος ἐκδέξεται, καὶ αἱ τοῦ ᾄδου κολάσεις καθέξουσι, πρὸς μετάνοιαν θερμήν, συνεργὸν γὰρ κέκτησαι Παρθένον τὴν Ἁγνή καὶ Θεομήτορα.

ᾨδὴ ζ΄. Τρεῖς παῖδες ἐν καμίνῳ.
Τρυγήσας ἁμαρτίας τοὺς καρπούς τεθανάτωμαι, καὶ προσφέρων τὴν ψυχὴν ἄκαρπον κράζω σοι, καρποφόρον με δεῖξον, ἡ τῷ καρπῷ σου τὴν φθοράν ἐξαφανίσασα.

Ἐξ ἔργων σωτηρία, οὐχ ὑπάρχει μοι Δέσποινα, ἁμαρτίας γὰρ προστίθω ἁμαρτήμασι, καὶ τῇ κακία κακίαν, τῇ οὖν πρεσβείᾳ σου Ἁγνὴ πρόφθασον σῶσόν με.

Ἡ Κρίσης ἐπὶ θύραις, τὸ Κριτήριον ἕτοιμον, ἑτοιμάζου ταπεινῇ ψυχή, καὶ βόησον ἐν τῷ κρίνειν σε Λόγε, μὴ κατακρίνῃς με εὐχαῖς τῆς κυησάσης σε.

Ὧ ξένου μυστηρίου, ὧ φρικτῆς ἐννοήσεως, πως Θεός ἐπὶ τῆς γῆς ὤφθη ὡς ἄνθρωπος, πως ὡς οἴδον, ὡς θέλει, ὡς εὐδόκει, καὶ ἐνεργεῖ καθὰ καὶ βούλεται.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ὁ φόβος ἁγνὸς τοῦ Κυρίου, καὶ εἰς αἰῶνα τοῦ αἰῶνος διαμηνύων, ὄν ὁ λάγνος ἐγὼ μισήσας, ἄναγνος γεγένημαι· ἐναγῶς γὰρ πάσῃ λαγνείᾳ συνέζησα, δεῖξον οὖν ἁγνόν με Ὑπέραγνε Μαρίᾳ.

Λυχνία φωτός τοῦ ἀΰλου, πάγχρυσε παστάς, ἡγλαισμένη θείᾳ κλίνῃ, καὶ πυρίμορφε θρόνε δόξης, ἔμψυχον παλάτιον, καὶ ταμεῖον πλῆρες πάσης καθαρότητος καὶ ἁγιωσύνης, ἁγίασον τὸν νοῦν μου.

Ζηλώσας τὸν ἄσωτον ὄντως, καὶ τὸν βίον ὅλον μου τελέσας ἁμαρτίαις, νῦν κραυγάζῳ ἡμάρτηκα σοι, ποίησόν με Δέσποτα, ὡς ἔνα τῶν μισθίων σου, καὶ σῶσον με ὡς εὔσπλαγχνος, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Ὁ πεποικιλμένος κακίᾳ, περιβεβλημένος ἀσωτεῖα δυσωπῶ σε, τὴν ἐν δόξῃ πεποικιλμένην, περιβεβλημένην τε, διαχρύσῳ Κόρη ἐσθῆτι Θεότητος, στολὴν ἀπαθείας, λαμπρὰν περιβαλεῖν με.

ᾨδή θ΄. Ἐν Σιναίω ὄρει.
Νοερῶς παρεστάναι τῷ Βήματι, τῷ ἀστέκτῳ καὶ φρικτῷ, τοῦ ἀχράντου σου τόκου Πανάχραντε, ὁ κατάκριτος δοκῶν, περιηγκωνισμένος, ἔντρομος περίφοβος, ἀναπολόγητος καὶ γεγυμνωμένος, καλῶ σε βοήθειαν.

Ἡ παστάς ἡ χρυσῆ καὶ θεόπλοκος, φαίδρυνόν μου τὴν ψυχήν, ἡ Οὐράνιος πύλη τὴν εἴσοδον, ἄνοιξόν μοι τῆς ζωῆς, ἡ Ἁγία Ἁγίων, τὸν νοῦν μου ἁγίασον, γῆ ἀνήροτος δεῖξον με τῆς γῆς πραέων οἰκήτορα.

Σὺ μου στόρεσον ἅπαν κλυδώνιον, πολυτρόπων συμφορῶν, σὺ χαρᾶς τὴν καρδίαν μου πλήρωσον, πᾶσαν λύπην ἀπ’ἐμοῦ, ἐκδιώκουσα Κόρη, τὰς νόσους ἀπέλασον, τὰ δάκρυα κόπασον, ἡ χαρὰν πηγάζουσα τοῖς ἀνυμνοῦσι σε.

Δεῦτε πάντες οἱ πιστοί προσπέσωμεν τῇ Μητρί τοῦ Ἰησοῦ, καὶ πρὸ τέλους στενάξωμεν, κλαύσωμεν καὶ θρηνήσωμεν, πικρῶς, ἐν θερμή κατανύξει, ταύτης κατενώπιον, Δέσποινα κράζοντες, σπεῦσον μὴ ἐάσῃς ἡμᾶς ἀπολέσθαι πυρί.

Στιχηρά Προσόμοια. Μεγάλη τοῦ Σταυροῦ σου.
Κινδύνων τὰ πελάγει νῦν κλυδωνιζόμενον, τὸν δοῦλον σου Παρθένε, καὶ συμφορῶν ἐν πλήθει, ῤιπιζόμενον, οἰκτείρησον καὶ σῶσον, τῶν οἰκτιρμῶν ἡ τέξασα πέλαγος τὸ ἀμέτρητον Κόρη.

Ἡ μόνη προστασίᾳ καὶ πιστῶν βοήθεια, κακίας με τὸν μόνον εἰς βυθὸν ἐμπεσόντα ἐξανάστησον σαῖς ἱκεσίαις Κόρη, καὶ πρὸς ζωήν εὔθυνον, ἵνα δοξάζω σε εἰς αἰῶνας αἰώνων.

Οὐκ ἔχω παῤῥησίαν ὅλως ὁ ἀκατάκριτος, εἰς ὕψος ἀτενίσαι, τοῦ Οὐρανοῦ καὶ βλέψαι, ὑπὸ πλῆθος καθελκόμενος πταισμάτων, λοιπὸν ὡς ὁ Τελώνης, βοῷ ἱλάσθητι, τῷ ἀθλίῳ μοι Σῶτερ.

Τὰ πάθη τῆς ἀθλίας μου ψυχῆς καὶ σώματος, δεινῶς ἐπαναστάντα, βυθίζουσι με ἄμφω, καὶ πρὸς βάθος ἀπογνώσεως ἕλκουσιν· ἀλλὰ σὺ Πανύμνητε, ταῦτα κατεύνασον, καὶ γαλήνην με δίδου.

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Χρυσοπόρφυρε κλίνη, σκήνωμα δόξης Κυρίου, θυμιατήριον θεῖον, τοῦ σεπτοῦ Ἄχραντε ἀΰλου ἄνθρακος, πᾶσαν ευωδίασον, ψυχῆς ἐμῆς δυσωδίαν, καὶ τὸν νοῦν ἁγίασον καὶ τὴν καρδίαν μου.

Πορνικαῖς ἀσελγείαις καὶ μυσαραῖς ἐργασίαις, καταμιάνας μου τὸν ναὸν ἔφθειρα τοῦ σώματος μου αἰσχρῶς, ναὲ καθαρώτατε θείας, οὐσίας τὸν νοῦν μου, ῥαντισμῷ καθάρισον ὑσσώπῳ κρείτονος.

Σωματώσεως θείας, ὑπερουσίου οὐσίας, ὄργανον σκευασμένον, Παντουργῷ Πνεύματι, καὶ ἐργαστήριον, φρικτοῦ συναλλάγματος, Θεογενῆτορ ἐδείχθεις, ὄχημα λαμπρότερο ναύλων πράξεων.

Ἀπινής ἀδηφάγος, πλούσιος νέος, πορφύραν ἐνδεδυμένος καὶ βύσσον, ἐρυθρῷ χρώματι πεφοινιγμένην παθῶν, στολήν ἐγὼ πέφηνα, τὴν δε ψυχὴν παρορῷ μου, Λάζαρον ὡς πένητα λιμῷ παλαίουσαν.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Ὁ τὰ μὴ ὄντα εἰς ὄντα μετενεγκών, καὶ τούτοις ἐνθέμενος, τοῦ εἷναι φύσιν ὑπερφυῶς Παναγίᾳ Δέσποινα, ἐκ σου λαμβάνει ἀρχὴν σαρκί τοῦ εἶναι.

Νομὴν θανάτου τὴν ἄσχετον καὶ φθοράν, ὡς ἔστησας τέξασα ζωὴν τὴν ἐνυπόστατον, τὴν μόνη ἀνάστειλον, τῶν ἐλκοβρύτων τραυμάτων ψυχῆς μου.

Ἀπεγνωσμένος ἐκ πλήθους ἁμαρτιῶν, πρὸς τὴν ἀκαταίσχυντον σε προστάτιν κατέφυγον, ἐναρέτου βίου μοι, χειραγωγίᾳ γενοῦ καὶ ὁδηγίᾳ.

Γεγυμνωμένος τῆς θείας περιβολῆς, ἔρημος παρέῤῥιμαι, βοηθείας ὀ δείλαιος, Θεοτόκε σκέπασον, τήν γύμνωσίν μου τῇ σή Ἀγίᾳ σκέπη.

ᾨδή δ΄. Ἔθου πρός ἡμᾶς.
Τρόμος ἐπ’ἐμέ, καὶ παλμὸς καὶ κλόνος ἐλήλυθε· τοῦ μονογενοῦς γὰρ σου Υἱοῦ, τῆς φοβερᾶς δευτέρας ἐλεύσεως ἐμνήσθην Πανάχραντε, καὶ τῶν ἀξίων τῆς συναπαντήσεως.

Ῥῆμα γοερόν, ἐν κλαυθμό καὶ πένθει καί δάκρυσι, τεταπεινωμένης ἐκ ψυχῆς· ὥσπερ εὐῶδες θῦμα Πανάμωμε, τὸ σοὶ προσφερόμενον, προσδεδεγμένῃ ῥῦσαι κολάσεως.

Τὸν ἐκ τοῦ Πατρός, γεννηθέντα πρώτην ἀμήτορα· ὕστερον ἀπάτορα σαρκί, φιλανθρωπίας πλούτῳ πτωχεύσαντα, Θεοτόκε τέτοκας ὑπὲρ αἰτίαν καὶ ὑπὲρ κατάληψιν.

Τρέμω ἐννοῶν τῶν ἁμαρτιῶν μου τὸ πέλαγος· αὖθις δὲ θαῤῥῶν κατανοῶ τῶν οἰκτιρμῶν σου Κόρη τὴν ἄβυσσον, ἐν ἡ με κατάδυσον, καὶ σωτηρίας ὅρμῳ με προσόρμισον.

ᾨδὴ ε΄. Πρὸς σὲ ὀρθρίζω.
Ἀσώτου δίκην ἀποσκιρτήσας ἐκ Θεοῦ διὰ φαυλότητα· γνώμης ἀκολάστου φρενοβλαβώς· πονηροῖς πολίταις, αἰσχροῖς δουλεύω πάθεσιν.

Ὀδύνην πόνον, καὶ τὴν ἐσχάτην συνοχὴν πρὸ ὀφθαλμῶν ψυχή, τοῦ βιαίου χωρισμοῦ, διὰ παντός κεκτημένῃ· θρηνεῖ σαυτὴν πρὸ τῆς ἐξόδου σου.

‘Υπεξεδύθην, τὸν τῆς ἁγνείας στολισμόν, καὶ τὸν πενθήρη χιτῶνα ἐν ὀδύναις περικληθείς, Σε αἰτοῦμαι Δέσποινα, ἐνδύσασθε τὴν ἴασιν.

Ὧς τῶν Μαρτύρων, καί Ἀποστόλων ἱερῶν οὖσαν εὐπρέπειαν Θεοτόκε, καί τῶν πιστῶν προστασίαν ἅπαντες ἀξίως σε δοξάζομεν.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Ἔμφοβον τὸν χρόνον δεῖσε διατελεῖν, ψυχὴ ἀθλία τῆς παροικίας σου, οὐ χρυσῷ ἀργυρῶτε φθαρτοῖς, τιμήσασιν ἐῤῥύθης, Παναχράντῳ δὲ Χριστοῦ τιμίῳ Αἵματι.

Πᾶσα σάρξ ὡς χόρτος ἐπὶ τῆς γῆς· καὶ πᾶσα δόξα ἀνθρωπίνῃ, ὡς ἄνθος ἀγροῦ· διὸ μαραίνεται, ὥσπερ ῥόδον ὠκύμορον, καὶ παρέρχεται ὡς ὄναρ ἀνυπόστατον.

Ὕπερθεν ἀνήλθοσαν ἀληθῶς, τῆς κεφαλῆς μου αἱ πολλαί ἀνομίαι μου ὡς βαρὺ φορτίον δὲ ἐπ’ ἐμὲ ἐβαρύνθησαν· ἀλλ’ ἐλάφρυνον τὸν κλοιόν μου Πανύμνητε.

Μόνην σε πασῶν ἀπὸ γενεῶν, Θεὸς ὁ μόνος εἰς μόνην ἐξελέξατε, Θεομῆτορ μόνη γάρ, τὴν πασῶν ἐπερέχουσαν ἁγιότητα, πλουτεῖς καὶ καθαρότητα.

Κάθισμα. Θείας Πίστεως.
Φῶς ἀνέσπερον, ἄδυτον φέγγος, μέγα Ἥλιον δικαιοσύνης, Θεογενῆτορ ἀνέτειλασα Δέσποινα, τῆς μετανοίας φωτί καταλάμπρυνον, τὴν σκοτισθεῖσαν ψυχὴν μου τοῖς πάθεσι, καὶ ἀνάδειξον φωτὸς κοινωνὸν καὶ μέτοχον, ἡμέρας τε υἰόν καὶ κληρονόμον με.

ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.
Ναμάτων ζωοποιῶν, διψῶντα με κόρεσον, ζωαρχικοῦ ὕδατος πηγή, ὡς μὴ δεηθῶ τοῦ πυρός ἐν τῇ φλογί δακτύλου δροσίζοντος, ἀκροβαφοῦς ἐν ὕδατι καιομένην μου τὴν γλῶσσαν.

Ὁ βίος μου πονηρός, γεένης ὑπόδικος, καὶ ποταμοῦ τοῦ πυριφλεγοῦς, ἡ δε ῥυπαρὰ καὶ ἀθλίᾳ μου ψυχή, σαρκικῆς ἀνάπλεως ἀκαθαρσίας, Δέσποινα, με καθάρισον ἐν τάχει.

Σαλεύει με λογισμῶν, ἀτάκτων κλυδώνιον, καὶ καταιγίς διαβολικῇ, τῶν φθοροποιῶν συνταράσει ἐννοιῶν, εἰς βυθόν καθέλκουσα τῆς ἁμαρτίας, σῶσον με κυβέρνησον Θεοτόκε Δέσποινα.

Σπλαγχνίσθητι ἐπ’ἐμοί, παρθένε Θεόνυμφε, εἰς ἀπογνώσεως γὰρ βυθὸν κατωλισθηκώς, σὲ γαλήνην αἰτοῦμαι, γενέσθαι μοι Ἄχραντε, τῆς σωτηρίας πέφυκας λιμὴν γὰρ τῶν ἐν ἀνάγκαις ἀεί.

ᾨδὴ η΄. Τὸν ὐπ’ Ἀγγέλων δόξης.
Ὧ πόσα μέλλεις ἀνοήτως, ἐν ὑστέρῳ σὺ τὴν μέμφεσθαι ψυχή, πῶς ταλανίζειν ἀκέρδως, καὶ ἀθλίως μεταμέλεσθαι ἐφ’ οἷς νῦν οὐκ αἰσθάνῃ δρῶσα κακῶς, ἀκαίρως καὶ μάταια λυπουμένῃ.

Ἄγγελος ἥξει γὰρ βιαίως, κατηφῆ καὶ σκυθρωπάζουσαν δεινῶς, σύρων ἀπάγων σε σειραῖς δεδεμένην, αἷς περ ἔπλεξας ἰδίοις σου δακτύλοις, ὅτε οὐδὲν συμφέρον μεταβουλεύσαθαι σχοίης.

Νυμφῶνος θείου μοι τὴν θύραν, Νύμφη Πάναγνε τῆς δόξης Θεοῦ, μὴ ἀποκλείσῃς, ἀλλὰ δὸς τῶν δικαίων τῆς φαιδρότητος, κἀμὲ καταπολαῦσαι, ἁμαρτωλῶν τῆς σκυθρωπῆς κατηφείας ῥυσθέντα.

Ἡ Κοσμοσώστου Θεοῦ Μήτηρ, καὶ τοῦ Κόσμου ἡ ἀντίληψις, τῶν κοσμικῶν με ἡδονῶν, Παναμώμητε διάσωσον, ᾠδαῖς σε παγκοσμίοις ἵνα ὑμνῶ, ἀκαταπαύστως καὶ μεγαλύνω σε.

ᾨδὴ θ΄. Καινὸν τὸ θαῦμα.
Νηχόμενον με, βάθος συμφορῶν, καὶ κλυδονιζόμενον ἀβύσσῳ ἁμαρτιῶν Θεοτόκε Δέσποινα, λιμὴν τῶν ἐν ζάλη, πρὸς σωτηρίας ὅρμον τὸν ἀκύμαντον, ὁδήγησον ἴθυνον, καὶ στῆσον ἐπὶ τὴν πέτραν, τῆς ἀληθοῦς μετανοίας με ἄσειστον.

Δακρύω στένω, κλαίω καὶ θρηνῶ, καί τῶν ὀδυρμῶν κόρον ὅλως οὐ θέλω λαβεῖν, ἀναλογιζόμενος τὴν θλῖψιν ἐκείνην, τὴν ἀθυμίαν τὴν ἀπαραμύθητον, τῶν φίλων ὁμοῦ καὶ βοηθούντων τὴν ἐρημίαν, καὶ ἀπορίαν τὴν ἀπαράκλητον.

Θεράπευσόν με Μήτηρ τοῦ Θεοῦ, ὥσπερ τὸν Παράλυτον ὁ σὸς Υἱός, τὸν πολλοῖς χρόνοις κατακείμενον, ἐν κλίνη κακίας, καὶ ὥσπερ κράββατον τὸ σῶμα, ἄραι κἀμὲ μετέωρον ἔργοις ἐναρέτοις, καὶ πορευθῆναι εἰς Οὐρανῶν κατοικίαν ἐπίταξον.

Λυτῆρα νόσων, τέξασα Θεόν, ἰατῆρα πόνων τε καὶ ὀλετῆρα παθῶν, πονηρῶν πνευμάτων δὲ σφοδρὸν ἐλατῆρα, καί τῶν ψυχῶν Σωτῆρα καὶ Πατέρα κοινόν, τὸ ἄλγος τῆς ψυχῆς μου, καὶ τὴν ὀδύνην, καὶ τὴν ταλαιπωρίαν θεράπευσον.

Στιχηρά Προσόμοια. Μεγάλη τοῦ Σταυροῦ σου.
Σὺ μόνη προστασίᾳ πέλλεις ἀκαταίσχυντος, καὶ καύχημα καὶ σκέπη, Χριστιανῶν καὶ δόξα, σὺ μου στέρησον τοὺς πόνος καὶ τὰ νέφη, τῶν συμφορῶν Ἄχραντε, μετάστρεψον θυμηδίας πρὸς φέγγος.

Μὴ λίπῃς ἐκτενῶς Παρθένε ἱκετεύουσα, τὸν σὸν Υἱόν οἰκτεῖραι, ἡμᾶς τοὺς σοὺς οἰκέτας, τοὺς προστρέχοντας ἐν πίστει τῷ Ναῷ σου, καὶ ἐν αὑτῷ πάντοτε, σε ἱκετεύοντας τὴν πηγὴ τοῦ ἐλέους.

Τὸν μόσχον ἡ τεκοῦσα, δάμαλις τὸν ἄμωμον, χαῖρε εὐλογημένῃ, χαῖρε δεδοξασμένῃ, χαῖρε τίμιον ἀγλάϊσμα Ἀγγέλων, χαῖρε ζωῆς πρόξενε ἀνύμφευτε Θεοτόκε Μαρία.

Μὴ παύσῃ ἱκετεύουσα, ὑπὲρ τῆς ποίμνης σου, ἀλλὰ ταῖς σαῖς πρεσβείαις, μελλούσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἐνεστώσης βλάβης, καὶ ὀργῆς Κυρίου, πάντας ἐξάρπασον Θεοτόκε σοὺς δούλους.

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΊΑΝ ΘΕΟΤΟΚΟΝ.

ᾨδὴ α΄. Ἦχος γ΄. Χέρσον ἀβυσσοτόκον.
Τὴν Κεχαριτωμένη Δέσποινα, τὴν καλήν ἐν γυναιξί, τὴν ἑπτάφωτον λυχνίαν, τὴν πανάμωμον Νύμφην, τὸ ἔμψυχον Θεοῦ σκήνωμα, τὴν κιβωτὸν τήν πάγχρυσον ἅπαντες, τὴν Ἁγίαν Παρθένον μακαρίσωμεν.

Ῥεύσασαν τὴν βροτείαν φύσιν ἄνωθεν, τῆς ἀμείνονος ζωῆς, καὶ χωρίου χλοηφόρου, ζωηροῦ Παραδείσου, ἀτίμως ἐκβληθεῖσαν Κόρη, καὶ ἐκπεσοῦσαν δόξης Θεοῦ, μείζονα ἐπὶ δόξαν ἀνήγαγες Πανύμνητε.

Ἱλαστήριον θεῖον, ζῶσα τράπεζα, καὶ χρυσόπλοκε παστάς, πορφυρόμορφε νεφέλη, Οὐρανῶν Πλατυτέρᾳ, ὑπέρτατε Θεοῦ θρόνε, πυριφλεγές παλάτιον, ἔμψυχε Θεοῦ Πόλις, ἐλέησόν με Δέσποινα.

Ὄρπηξ ἐκ Βασιλίδος ῥίζης ἤνθησας καὶ φυλῆς Βασιλικῆς, ἡ Χριστὸν τὸν Βασιλέα τὸ ἀμάραντον ἄνθος ἀνθήσασα, περιβεβλημένον Βασιλικήν πορφύραν λαμπράν, Δέσποινα βεβαμμένην ἐξ ἁλουργῶν αἱμάτων σου.

ᾨδὴ γ΄. Στεῖρα ψυχὴ καὶ ἄγονε.
Εὕροιμι σε βοήθειαν, ἐν ὤρα τῇ φοβερᾷ, τοῦ ἐξωτέρου σκότους με, καὶ τῆς γεέννης ἀφαρπάζουσαν, βρυγμοῦ καὶ σκώληκος, καὶ πάσης κολάσεως Κόρη Δέσποινα.

Ῥυπτήριον μοι δάκρυον, δίδου σαρκός μολυσμῶν, καὶ τοῦ πυρὸς σβεστήριον, καὶ τῶν πταισμάτων μου λυτήριον, ψυχῆς καθαρτήριον, νόος φυλακτήριον πάντων Δέσποινα.

Ἅγιον οὖσα Τέμενος, ὡς κυήσασα Θεόν, Ὑπεραγία Δέσποινα, σπλαγχνίσθητι ἐφ’ ἡμῖν τοῖς δούλοις σου, καὶ ἁγίασον ἡμῶν τὸν νοῦν καὶ διάνοιαν ὄρος Ἅγιον.

Γρήγορον δός μοι Δέσποινα, καὶ ἄγρυπνον λογισμόν, διηνεκῆ τε μεριμνᾶν, τῆς ἐν τῇ Κρίσει ἐξετάσεως, ἐν ἡ ἀκατάκριτον, τὸν αὐτακατάκριτον ὄντα δεῖξον με.

ᾨδὴ δ΄. Ἐκάλυψον Οὐρανούς.
Ἡνίκα σου τὸ φρικῶδες Βῆμα Λόγε Θεοῦ, καὶ τὴν δικαίαν ἀπειλήν, τῆς ἀδεκάστου ψήφου τε τὸ ἔμφοβον, ἐν τῷ νοῖ προσλήψομαι ὅλος ἐκπλήξεως καὶ θορύβου γίνομαι, ταῖς τῆς Μητρός σου πρεσβείαις σῶσόν με.

Συνήθεια φαυλοτάτῃ συλλαβοῦσα με, καὶ διαστήματι πολλοῦ παγιωθεῖσα χρόνου, καὶ εἰς ἕξιν τινά καί φυσικήν ἐγγύτητα ἤδη, ἐλθοῦσα τυραννικῶς βιάζει με, τῆς τυρανίδος με ταύτης ἐξελοῦ Δέσποινα.

Ἐν ὤρα μοι, καὶ ἡμέρα τῆς ἐτάσεως, εἰσπρατουμένω τῶν ἐμῶν, πλημμελημάτων δίκας καὶ εὐθυνίας πικράς, συναῤῥωγός παράστηθι Κόρη, καὶ ῥῦσαι δικαίας καταδίκης με, καὶ τοῦ πυρὸς τῆς γεέννης ἐξάρπασον.

Ξενώσασα τοῦ Θεοῦ ἡ ἁμαρτία με, καὶ ἀποῤῥίψαι τὸν αυτόῦ σωτηριώδη φόβον παραπείσασα, ἐπιθυμίαν πᾶσαν τελέσαι, καὶ ἄθεσμον ἡδονήν ἰνάγκασε, διὸ πρὸ δίκης ὑπάρχω αὐτοκατάκριτος.

ᾨδὴ ε΄. Ὠς εἴδον Ἠσαΐας συμβολικῶς.
Λουτρῷ τῆς μετανοίας καὶ τῶν δακρύων ὕδασι λουσθῆναι θερμοῖς, καὶ ἐκαθαρθήναι ψυχή μου σπούδασον, ὡς ἔχεις καιρὸν ἀθλίᾳ, τὰς κηλῖδας ἀποσμήξασθαι τὰς σάς, ἐν κλαυθμῷ, καὶ πένθει, καὶ θρήνων ἐπιδόσεσι.

Μετάνοιαν γνησίαν, ἐπιστροφήν ἀξίαν οὐκ ἐνδείκνυμαι, τῶν ἀμπλακημάτων ὧν ἐπλημμέλησα, διὸ σε ἱκετεύω, ἐπίστρεψαί με πρὸ τέλους ἀγαθή, καὶ ἀχρόνως ἐκ τοῦ Πατρός, πρὸ χρόνων γενηθέντα Θεόν, ὑπὲρ νοῦν καὶ λόγον σαρκί γεγέννηκας, Παρθένε, καιρῶν καὶ χρόνων, καὶ αἰώνων τὸν σοφόν δημιουργόν, λύοντα τῷ λόγῳ τὰ χρόνια μου πταίσματα.

ᾨδὴ ς΄. Ἐβόησέ σοι.
Παγίδας βρόχους, καὶ τὰς ἐνέδρας, τῶν θηρευόντων δαιμόνων με, ὡς ἀράχνης μίτους, Παναμώμητε Κόρη δεῖξον.

Ῥυθμίζουσα με, καὶ ὁδηγοῦσα, πρὸς θειοτέραν κατάστασιν, συνετίζουσα τε, καὶ φωτίζουσα μὴ ἐλλίπῃς.

Θανάτου μνήμην ἀνεξαλείπτως, ἐν τὴν ψυχήν μου, καὶ μέριμναν, τῆς ἐξόδου δίδου, δι’ αὐτῶν συστέλλουσα ταύτην.

Ἐν πνεύματί σε, Ἠσαΐας, τόμον Ἁγνὴ ἐθεάσατο, ἐν σοὶ γὰρ ἐγράφη τῶν βροτῶν ἡ ἐλευθερίᾳ.

Κάθισμα. Θείας Πίστεως.
Ποίοις ὄμμασιν ἴδω σε Σῶτερ, πῶς ἁφθήσομαι σου τῷ προσώπῳ; ὁ συγχώσας τὴν εἰκόνα σου πάθεσι, καὶ βεβηλώσας τὸ θεῖον σου σκήνωμα, καὶ τὸν ναόν σου μιάνας τὸν ἅγιον, ὅθεν δέομαι, θερμοῖς με καθάρας δάκρυσιν, ἐλέησον πρεσβείαις τῆς Τεκούσης σε.

ᾨδὴ ζ΄. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα.
Μόνη παρθενίαν ἄφθορον, καὶ τόκον ἔσχες ἄσπορον, μόνη ὡς πρὸ τοῦ τόκου μετὰ γέννησιν Ἁγνή, παρθενεύουσα Μήτηρ, γαλουχοῦσα Παρθένος, ὄντως φρικτὰ καὶ θαυμαστά τὰ μεγαλείᾳ σου.

Ῥέουσι κρουνοί χρηστότητος ἐκ σου Θεοχαρίτωτε, τὴν πηγὴν τῶν ἀγαθῶν γὰρ ἐκύησας, ἐξ ἧς βλύζουσι κόσμῳ τῆς ἀφέσεως ῥεῖθρα, καὶ συμπαθείας ὀχετοῖ ἀφθόνως ῥέουσιν.

Ἔμφοβος ὁμοῦ καὶ ἔντρομος γίνομαι, ἐνθυμούμενος τὴν ἡμέραν καὶ τὴν ὤραν τῆς ἐτάσεως, βοηθὸς καὶ προστάτις, ἀντιλήπωρ καὶ ῥύστις γενοῦ μοι τότε ἀγαθή, τῷ ἀχρείῳ δούλῳ σου.

Νύξ ἁμαρτιῶν συνέχει με, νέφος παθῶν καλύπτει με, καὶ ζοφώδης ἐγκλημάτων κύκλοι θύελλα, καὶ βαθύτατος γνόφος ἀπογνώσεως κρύπτει, τῆς μετανοίας φωτί λάμπρυνον Δέσποινα.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρὶ ἑνωθέντες.
Σοῦ ὡς ὑετός ἐπὶ πόκον, καὶ ὡσεί σταγών ἡ ἐν γῆ στάζουσα κατέβη, ἐν νηδύϊ ὁ θεῖος ὄμβρος, ὄμβροις οὖν δακρύων με, ἐν ἡμέρᾳ Κόρη καὶ νυκτί ἀξίωσον λούειν τε καὶ βρέχει τήν κλίνην τῆς στρωμνῆς μου.

Ἤγγικεν ἰδοὺ πλησιάζει ἡ τῶν Οὐρανῶν ἡτοιμασμένη Βασιλείᾳ, τοῖς δικαίοις πρὸ τοῦ αἰῶνος ψυχὴ μετανόησον, ὅπως φύγῃς κόλασιν ἀποκειμένῳ σοι, καὶ τῆς ἀπεράντου μετάσχῃς Βασιλείας.

Λυχνία φωτός τοῦ ἀΰλου, πάγχρυσε παστὰς ἠγλαισμένη θείᾳ κλίνη, καὶ πυρίμορφε θρόνε δόξης, ἔμψυχον παλάτιον, καὶ ταμεῖον πλῆρες πάσης καθαρότητος, καὶ ἁγιωσύνης, ἁγίασον τὸν νοῦν μου.

Ἐπλήθη κακῶν ἡ ψυχή μου, ἤγγισε τῷ ᾄδῃ ἡ ζωή μου ἐλογίσθην, ὡσεί ἄνθρωπος τοῖς ἐχθροῖς μου μόνος ἀβοήθητος, ἀλλὰ δεῖξον, Κόσμου κραταιᾷ ἀντίληψις, ὡς ἀβοηθήτων βοήθεια ὑπάρχεις.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ καὶ γράμματι.
Ὀνείρου δίκην ἐξέλιπον, ἀτμίδος καὶ καπνοῦ καί σκιᾶς, αἱ πᾶσαι μου ἡμέραι, καὶ τὰ ἔτη μου σπουδῆς, καὶ ἡ ἀξίνη πρός ῥίζαν τοῦ δένδρου κεῖται λοιπόν, καὶ ἑτοιμάζει τὴν τομήν ὁ θερίζων πάντας θάνατος.

Χωρίον χαρᾶς εὐρύχωρον, ἐν τόπῳ με σκηνῆς θαυμαστής, γλυκύς ἑορταζόντων ὅπου ἐστίν ἦχος ἐν φωνή, ἀγαλλιάσεως τε καὶ ἐξομολογήσεως, ἐῷς τοῦ οἴκου τοῦ Θεοῦ Παναμώμητε εἰσάγαγε.

Στενάζων καὶ ὀδυρόμενος, Κόρη προσπίπτω σοι, ἐν κλαυθμῷ ἐλέησον καὶ σῶσον τὴν ψυχήν μου τὴν ἐλεηνήν, τὸν θελητὴν τοῦ ἐλέους Θεόν ἡ τέξασα, καὶ ἐν ἡμέρᾳ τῆς δίκης, καταδίκης πάσης ῥῦσαι με

Ἀνθ’ ὧν μετ’ ἐμοῦ ἐποίησας, μύρια ἀγαθὰ ἀγαθή, ἐν πάσῃ τῇ ζωῇ μου εὐλογήσω σε, καὶ ἐν παντί καιρῶ δοξάσω τὴν δόξαν σου, καὶ διὰ παντός, ἔσται ἡ αἴνεσις ἡ σή, ἐν τῷ στόμματι μου Δέσποινα.

Στιχηρά Προσόμοια. Μεγάλη τοῦ Σταυροῦ σου.
Μεγάλης διὰ σου, εὐεργεσίας Ἄχραντε, τυχόντες σὴν Ἀγγέλοις, τὸν τόκον σου γεραίρωμεν, τὸν καταξιώσαντα ἡμῖν ὁμοιωθῆναι, δι’ ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα τὴν ἡμετέραν φύσιν.

Ἐν κλίνη κατακείμενος τῆς ἀμελείας μου τὸν τῆς ζωῆς μου χρόνον, ῥᾳθύμως ἐξετέλεσα, καὶ πτοοῦμαι τῆς ἐξόδου μου τὴν ὤραν, ἀλλά τῇ σῇ πρεσβείᾳ, ἔγειρον σῶσον με πρὸς μετάνοιαν Κόρη.

Ἀπόθου ταπεινῇ, ψυχή μου τά δυσβάσταχτα, φορτία τῆς κακίας, καὶ πρόσελθε δακρύουσα, καὶ βοῶσα τὸν ζυγόν Παρθένε, τὸν ἐλαφρὸν βαστάζειν με , Χριστοῦ ἀξίωσον, τοῦ Υἱοῦ καὶ Θεοῦ σου.

Τὸ ἄλγος τῆς καρδίας μου, σεμνὴ θεράπευσον, καὶ στῆσον τοῦ νόος μου, τὴν πλάνην καὶ ἀξίωσον, καθαρᾷ σε ἀνυμνεῖν ἐν καρδίᾳ, καὶ ἐξαιτεῖσθαι χάριν, εὑρεῖν καὶ ἔλεος, ἐν ἡμέρᾳ τῆς δίκης.

ΤΗ ΤΕΡΤΑΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΟΛΥΥΜΝΗΤΟΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Ἡ Θεόν καὶ Δεσπότην, πάντων αἰώνων τεκοῦσα, ἀπειρογάμως Παρθένε, τῶν παθῶν ῥῦσαι με, τῆς δεσποτείας Ἁγνή, ὅπως εὐχαρίστως σε ἀξιοχρέως δοξάζω, τὴν ἀειμακάριστον καὶ μεγαλύνω σε.

Ἡ Σωτήριος πύλη, τοῦ Βασιλέως τῆς δόξης, Θεοκυῆτορ Παρθένε, πρὸς ζωῆς Πάναγνε πύλην εἰσάγαγε, σου ταῖς παρακλήσεσι, τοὺς εἰσιόντας ἐν πύλαις τοῦ Ναοῦ σου Δέσποινα, καὶ σε γεραίροντας.

Συμπαθής Θεοτόκε, τῶν Ἀποστόλων τὸ κλέος, καὶ Ἀθλοφόρων ἡ δόξα, καὶ πιστῶν στήριγμα, στήριξον δέομαι, τὸν περιτρεπόμενον ταῖς ἐπηρείαις τοῦ πλάνου, νοῦν μου καὶ σκοτούμενον ταῖς παραβάσεσιν.

Ἡ πρὸ πάντων αἰώνων, προοριθεῖσα ῥύεσθαι τῆς εὐσπλαγχνίας Μητέρα, σύ με ἀξίωσον θείου ἐλέους τυχεῖν, ὅπως μέλπω πάντοτε ὁ σὸς ἀχρεῖος οἰκέτης, εὐφροσύνως Πάναγνε τὰ μεγαλείᾳ σου.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων τὰ πάντα.
Σὲ προστασίαν, καὶ τεῖχος ἁμαρτωλοί, σωτήριον ἔχομεν Θεοτόκε Πανύμνητε, μὴ παρίδῃς Δέσποινα, μὴ καταισχύνης ἡμῶν τὰς ἱκεσίαις.

Δακρύων ὄμβρους παράσχου μοι ἀγαθή, καὶ τούτοις κατάσβεσον, τῶν παθῶν μου τὴν κάμινον, καὶ πάσας ἀπόπλυνον τὰς ψυχικάς μου κηλῖδας Θεοτόκε.

Ἐν ἀνομίαις τὸ εὐγρυές τῆς ψυχῆς , ἐμόλυνα Πάναγνε, καὶ φρίττω τὴν ἐξέτασιν, ὅτε ἀπαιτήση με τὸ τῆς εἰκόνος ἀξίωμα ὁ Λόγος.

Ταῖς τοῦ Τελώνου φωναῖς ὁ τάλας ἐγώ, χρώμενος κραυγάζῳ σοι, ἱλάσθητι μοι Δέσποινα, καὶ πταισμάτων τὴν ἄφεσιν, τῇ σῇ πρεσβείᾳ παράσχου τῷ σῶ δούλῳ.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Ἤλθοσαν Ἁγνή, τῶν ἀτόπων πράξεων ὕδατα ἕως τῆς ἀθλίας μου ψυχῆς, καὶ τῶν παθών ἰλύϊ κρατούμενος, βοῷ ὀδυνόμενος, μὴ με παρίδῃς Δέσποινα τὸν δοῦλον σου.

Θῆρες νοητοί, νῦν ἀνηλεῶς με κυκλώσαντες, σπεύδουσιν ἀρπάσαι ἀφειδῶς τὴν ταπεινήν ψυχή μου Πανάμωμε, ἀλλὰ τούτων σύντριψον, τὰς ψυχοφθόρους μύλας Παντοδύναμε.

Ἵλεως γενοῦ, τοῖς σοῖς δούλοις, Κόρη δεόμεθα, καὶ προσδοκωμένης ἀπειλῆς τὸν σὸν Λαόν ἐκλύτρωσαι τάχιον, ἵνα σοι κραυγάζομεν εὐχαριστοῦντες, δόξα σοι Παντάννασα.

Τράπεζα χρυσῆ, ἡ τὸν θεῖον Ἄρτον βαστάσασα, ἔμπλησον πεινῶντα με τροφῆς σωτηριώδους καὶ χειμαζόμενον, καὶ καταφθειρόμενον ἐπιμελείας Κόρη με ἀξίωσον.

ᾨδὴ ε΄. Ἐπὶ τῆς γῆς ὁ ἀόρατος ὤφθη.
Λύτρον ἡμῖν, γεγονώς ὁ Υἱός σου, πάντας φθορᾶς ἐῤῥύσατο Παρθένε, διὸ με λύτρωσαι σαρκικοῦ φρονήματος, καὶ παθῶν ἐπαναστάσεως.

Δαιμονικαῖς ἐπηρείαις τὸν νοῦν μου, διηνεκῶς εἰς ἀτόπους ἐννοίας ὐπεξελκομένον, μὴ ἐάσῃς Δέσποινα, ἀλλὰ στῆσον ἀπερίτρεπτον.

Ἁμαρτωλοῖς καὶ τελώναις ἐφάνη, ὁ σὸς Υἱός διὰ σπλάχνα ἐλέους, ὄν μιμουμένῃ Ἁγνή, νῦν ἐμὲ οἰκτείρησον ὑπὲρ πάντας ἀμαρτήσαντα.

Κύνες πολλοί, περιέσχον με ὄντως, συναγωγῇ πονηρῶν με πνευμάτων περιεκύκλωσαν, ἀλλὰ τούτων Ἄχραντε τὰς ἐνέδρας διασκέδασον.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν.
Κύμασι τοῦ βίου φρενοβλαβῶς, ἐγώ ὁ τάλας συνεχῶς βυθιζόμενος, καὶ ταῖς αὔραις πάντοτε τοῦ ἐχθροῦ ῤιπιζόμενος, νῦν κραυγάζῳ σοι, Θεοτόκε βοήθει μοι.

Ῥεῖθρα μοι δακρύων πνευματικῶν, παράσχου Κόρη ἵνα πλύνω τὸν βόρβορον, τῶν πλημμελημάτων μου· καὶ πρὸς τό ὕδωρ ἴθυνον, τῆς ἀνέσεως, ἐν ἡμέρα τῆς κρίσεως.

Ὕπνωσα εἰς θάνατον ψυχικόν, καὶ ἐν τῷ τάφῳ κεῖμαι τῆς ἀπογνώσεως, ἀλλὰ δίδου χεῖρα μοι, καὶ ἀνάστησον δέομαι πρὸς μετάνοιαν καὶ ζωὴν ὁδηγοῦσα με.

Ναοῦ σὴν ἀείῤῥυτοι ποταμοί, οἱ τῶν θαυμάτων ἐκ σου Θεοχαρίτωτε, καὶ γῆς τό πρόσωπον ἀπᾴσῃς καταρδεύουσι, καὶ πιαίνουσι νοητῶς τὰς ψυχᾶς ἡμῶν.

Κάθισμα. Τὴν ὡραιότητα.
Αἱ ἀνομίαι μου ψάμμον θαλάσσιον, ὑπερνικήσασαι τὴν ταπεινήν ψυχήν, κατακαλύπτουσιν Ἁγνὴ τῷ πλήθει τῶν οἰκτιρμῶν σου, πάντα μου τὰ πταίσματα, διὰ τάχους ἐξάλειψον, καὶ τῆς κατεχούσης με, ἀθυμίας ἀπάλλαξον, καὶ πάσης χαρᾶς καὶ εὐφροσύνης, πλήρωσον Κόρη τὴν καρδίαν μου.

ᾨδὴ ζ΄. Τῇ πρὶν εἰκόνι.
Θανάτου ὤραν δεδοικώς, διὰ τὴν ἀθάνατον καὶ αἰωνίαν κόλασιν, σοι προσπίπτω διάσωσόν με τότε, ἐκ παγίδος θηρευτῶν Θεογεννῆτορ.

Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρί χωρήσασα, πολλαῖς στεναχωρούμενον, πλημμελείας τὸν νοῦν μου Θεοτόκε, ἐλευθέρωσον τῆς τούτου τυραννίδος.

Τὸ κατ’εἰκόνα σου Χριστέ, ὁ δεινὸς ἐμόλυνα, ταῖς ἀτόποις πράξεσι, τῆς σε τεκούσης πρεσβείαις σύ μοι δίδου, δάκρυον καθαρτικόν τῶν ἐγκλημάτων.

Ἐπὶ τοῦ Βήματος Χριστοῦ, ὅταν μέλλω κρίνεσθαι, ὡς ὑπεύθυνος Ἄχραντε, φάνηθι μοι ἐκ πάσης με βασάνου, ῥυομένη τῇ θερμή σου προστασία.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ζηλώσας τὸν ἄσωτον ὄντως, πάντα μου τὸν βίον ἀναλώσας ἁμαρτίαις, νῦν κραυγάζω ἡμάρτηκα σοι, ποίησον ὡς ἕνα με τῶν μισθίων, Κόρη τοῦ Υἱοῦ καὶ Κτίστου σου, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Ὅτε τοῦ Θεοῦ τῇ προστάξει, μέλλει ἡ ψυχή μου ἐκ τοῦ βίου ἐκδημήσαι, τῆς παγίδος τῶν θηρευόντων, ἐξάρπασον Ἄχραντε σοι βοῶσαν, πάντα τὰ ἔργα ὑμνοῦμεν σε, καὶ μακαριοῦμεν εἰς πάντας.

Ὑπνώσας εἰς θάνατον κεῖμαι, τάφῳ ἀπογνώσεως Παρθένε, ἀλλὰ σύ με ἐξανάστησον καὶ ἀγρύπνως, μέλπειν καταξίωσον, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου.

Δέσποινα Ἁγνή Θεοτόκε, ῥῦσαι με φθορᾶς ἁμαρτημάτων καὶ δαιμόνων, ἐπηρείας καὶ κακουργίας παῦσον καὶ τὸν τάραχον τῶν παθῶν μου, καὶ τῶν ἡδονῶν κατάσβεσον τὴν ἄστεκτον φλόγα, τῆς χάριτος σου δρόσῳ.

ᾨδὴ θ΄ . Ἐν νόμῳ σκιᾷ καὶ γράμματι.
Ἐγγίζει ψυχὴ τό τέλος, ἐπὶ θύραις τό Κριτήριον, ἀπόστηθι τῶν ἔργων τῆς αἰσχύνης, καὶ ἐπιλαβοῦ τῆς ἀγαθῆς πολιτείας, ἔχεις γὰρ σύμμαχον, τὴν Θεοτόκον ἐκ πάσης ῥυομένη σε κακώσεως.

Σὺ τὸ ἀσθενές ἐπίστασαι τοῦ ταπεινοῦ μου σώματος Πανάμωμε Μαρίᾳ, τῆς καρδίας μου τὸν στεναγμόν, καὶ τοῦ νόος μου τὴν πλάνην καὶ τὰ ἰνδάλματα, διὸ τῇ σῇ συμπαθείᾳ, ἑκατέροις δὸς διόρθωσιν.

Τοὺς νόμους τοὺς σοὺς ἠθέτησα, καὶ τὰς σωτηρίους ἐντολάς, παρέβην σου οἰκτιρμῶν, καὶ πτοοῦμαι σου τὸ φοβερὸν Βῆμα, ἐν ᾧπερ καθίσας κρίνεις τὰ σύμπαντα, διὸ βοῶ δωρεαί με, σῶσον Λόγε, σὴς Μητρός δεήσεσι.

Γένος τῶν βροτῶν Πανάμωμε, τὴν σὴν ἀκαταμάχητον πλουτήσαντες πρεσβείαν, βοῶμεν ἡμέρας καὶ νυκτός, μὴ διαλίπῃς ἀπαύστως καθικετεύουσα, τὸν ποιητήν σου καὶ Υἱόν, οἰκτειρῆσαι τοὺς ὑμνοῦντας σε.

Στιχηρά Προσόμοια. Μεγάλη τοῦ Σταυροῦ σου.
Τοὺς πάντας ὑπερέβην Δέσποινα τοῖς πταίσμασιν, ἀλλὰ τὰ πλήθη τούτων, λιταῖς σου ἐξαλείψασα, καταξίωσον τυχεῖν με συμπαθείας, ἐν τῇ μελλούσῃ Κρίσει, φρικτῆς ἐλεύσεως τοῦ Υἱοῦ καὶ Θεοῦ σου.

Τὸ οὖς σου κλῖνον πρός με Δέσποινα, καὶ σῶσον με, ὅτι πτωχὸς καὶ πένης, ὑπάρχω ὁ ταλαίπωρος, διὸ πάσης ἐξελοῦ με, ἐπηρείας τῶν πονηρῶν δαιμόνων, καὶ σῶσον δέομαι τὴν ἀθλίαν ψυχή μου.

Ταῖς αὔραις τοῦ ἐχθροῦ, ὡς κάλαμος ῤιπίζομαι, διηνεκῶς Παρθένε, ἀλλ’ οἴκτειρον τὸν δοῦλον σου, καὶ ταῖς τούτου καταιγίσι μὴ εἰς τέλος, ἐάσῃς με κλονεῖσθαι, ἀλλὰ στερέωσον ἐν τῇ πίστει Κυρίου.

Παρθένε τὸν ἐκ σου, τεχθέντα καθικέτευε, τὴν ποίμνην σου φυλάττειν, ἀλώβητον ἐκ πάσης, ἐπηρείας τοῦ ἀντικειμένου διαβόλου, καὶ ἐκπληροῦν ἅπαντας, αὐτοῦ τὸ θέλημα, ἐνδυνάμωσον Κόρη.

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ᾨδὴ α΄. Ἦχος γ΄. Χέρσον ἀβυσσοτόκον.
Σκήνωμα θείας δόξης ὄρος Ἅγιον, καὶ νεφέλην φωτεινῇ, Οὐρανῶν Ὑψηλοτέρᾳ, ἁγίων Ἀγγέλων Ὑπερτέρᾳ, τιμιωτέρᾳ Δέσποινα, πάντων τῶν ποιημάτων ἐλέησον καὶ σῶσόν με.

Τέμενος τοῦ Δεσπότου ὄρος Ἅγιον, καὶ σκηνή ὑπερνεφής, ἡ νεᾶνις καὶ Παρθένος, ἡ καλή καὶ ὡραία, ἡ μόνη εὐλογημένῃ, ἡ καλλονῇ τοῦ Ἰακώβ, ἄφθορε Θεοῦ Μῆτερ, ἐλέησον με Δέσποινα.

Σύνθημα σωτηρίας πυρσός ἄδυτος, καὶ ἀχείμαστος λιμήν, ἐν πελάγει τῷ τοῦ βίου, θαλαττεύοντι Κόρη, γενοῦ μοι, πνευμάτων καταιγίδα, παθῶν κυμάτων κλύδωνα λύουσα, καὶ τὸ σκάφος τῆς ψυχῆς περισῴζουσα.

Ῥεύσασαν τὴν βροτείαν φύσιν ἄνωθεν, τῆς ἀμείνονος ζωῆς, καὶ χωρίου χλοηφόρου, ζωηροῦ Παραδείσου, ἀτίμως ἐκβληθήσαν Κόρη, καὶ ἐκπεσοῦσαν δόξης Θεοῦ, μείζονα ἐπὶ δόξαν, ἀνήγαγες Πανύμνητε.

ᾨδὴ γ΄. Τὸ στερέωμα.
Εὐλογοῦμεν σε, δι’ ἧς ἡ πρώτην κατάρα, ἐλύθη καὶ ἄνθησεν ἡ εὐλογία, ἡ ἐπάρατος τε φύσις ἠυλόγηται.

Σὺ μου πρόστηθι, ἐν ἡμέρα τῆς δίκης, καὶ ῥῦσαι με Δέσποινα τῆς καταδίκης, σὺ μοι καὶ ψυχοῤῥαγοῦντι παράστηθι.

Μεγαλύνομεν τὸν μεγαλείᾳ πολλά σοι, ποιήσαντα Δέσποινα, καθώς προέφης, σε τὴν Παμμακάριστον μακαρίζοντες.

Χαῖρε πάμφωτε καὶ χρυσαυγέστατε θρόνε, τοῦ πάντων δεσπόζοντος Θεοῦ τοῦ Λόγου, χαῖρε Κόρη Ἀποστόλων κήρυγμα.

ᾨδὴ δ΄. Ἐκάλυψαν Οὐρανούς.
Τὸ Χαῖρε Γαβριήλ, ἐν Ναζαρέτ ἐπιστάς, χαίρων ἐκόμισε σαφῶς, τῇ καθαρᾷ καὶ πανασπίλω, διὸ σὴν τούτῳ ἀναβοῷμεν καὶ ἡμεῖς οἱ ἀχρεῖοι δοῦλοι σου, χαῖρε Πανθαύμαστε Κόρη καὶ πολυύμνητε.

Ὡς ἔσωσας Μανασσῆν, μετανοήσαντα πρίν, κἀμὲ τὸν πταίσαντα πολλά, καὶ παραβλέψαντα τὰς σὰς ἐντολάς, μετανοοῦντα πρόσδεξαι Σῶτερ, ταῖς μητρικαῖς σου παρακλήσεσι, καὶ τῶν κολάσεων ῥῦσαι ὡς μόνος εὔσπλαγχνος.

Ἐλέησον τοῦ ἐλέους πηγή Δέσποινα, ἡ ἐλεήμων ἀληθῶς, καί συμπαθής κυρίως καί φιλάγαθος, ἐλεεῖ νῦν ψυχὴν νυχομένην πελάγει τῷ τῆς ἀπογνώσεως, καὶ ἐπὶ σοι τὰς ἐλπίδας μόνη κατέχουσαν.

Ξενώσασα τοῦ Θεοῦ ἡ ἁμαρτία με, καὶ ἀποῤῥίψαι τὸν αὐτοῦ ἀπὸ καρδίας φόβον παραπείσασα, ἐπιθυμίαν πᾶσαν τελέσαι, καὶ ἄθεσμον ἡδονήν ἠνάγκασε, διὸ πρό δίκης ὑπάρχω αὐτοκατάδικος.

ᾨδὴ ε΄. Ὡς εἶδον Ἠσαΐας.
‘Υπέρκαυμα γεέννης καὶ τοῦ πυρός ἐκείνου παρανάλωμα τοῦ μὴ σβεννυμένου, μὴ δείξῃς Δέσποινα, μηδὲ με σκωλήκων σμῆνος, ἰοβόλον ὑποδέξεται βοράν, μὴ βρυγμός ὀδόντων, μὴ τάρταρος συλλάβῃ με.

Ἁγία τῶν Ἁγίων ὑπάρχουσα, Ἄχραντε Θεοτόκε Ἁγνή, τὸν ἐν τοῖς Ἁγίοις ἀναπαυόμενον, ἁγίως Ἅγιον Λόγον, ἀπεγέννησας δωρούμενον ἡμῖν, φωτισμόν καὶ χάριν, ἁγιασμόν καὶ λύτρωσιν.

Ἀξίως γεραίρειν, οὐδὲ Ἀγγέλων γλῶσσαι ἐξίσχουσι, ποῖον γὰρ ἐγκώμιον σοι κατάλληλον, Παρθένε τῇ γεννησάσῃ τῶν Ἀγγέλων καὶ ἀνθρώπων ποιητήν, ὅθεν τοὺς ἐν πίστει τιμῶντας σε ἐλέησον.

Ὑπέραγνε Μαρίᾳ, τὸ τῆς ἐμῆς καρδίας ἀγαλλίαμα, καὶ ἡ θυμηδίᾳ καὶ ἡ παράκλησις, ἐν ὤρα τῆς ἐκδημίας, παραστάτις καὶ προστάτις μου γενοῦ, ὁδὸν εἰς εὐθεῖαν τὴν ψυχήν μου εὐθυνοῦσα.

ᾨδὴ ς΄. Ἐβόησέ σοι.
Ἡ θεία κλῖμαξ, Παρθένε χαῖρε, δι’ ἧς κατέβη ὁ Ὕψιστος· τοὺς βροτούς ἀνάγων, πρὸς ἀνόλεθρον εὐφροσύνην.

Ὑπὸ παντοίων κολαστηρίων ἐξάρπασόν με τὸν δοῦλον σου· ἐκ βρυγμοῦ ὀδόντων, ποταμοῦ πυρός γεέννης.

Χριστέ Σωτήρ μου, πηγὰς δακρύων· τῷ σῶ ἐλέει παράσχου μοι· ὅπως μου τὰ πλήθει τῶν ἀμπλακημάτων θρηνήσω.

Τὸ ὄρος χαῖρε, ἐξ οὐ ὁ λίθος, ἐναπετμήθη τῆς χάριτος· ὁ συντρίψας πάντα τὰ ἰνδάλματα τῆς ἀπάτης.

Κοντάκιον. Τὴν ὡραιότητα.
Σύλληψιν ἄσπορον, καὶ τόκον ἄφθορον· σὺ μόνη ἔσχηκας, ὡς ὑπερέχουσα, φύσεως πάσης λογικῆς, φανεῖσα τιμιωτέρᾳ· ἀΰλων Δυνάμεων, Σεραφίμ ὐπερεφέρουσα· ὄχημα πυρίμορφον, Χερουβίμ ἁγιώτερον· διὸ ὡς τοῦ Κυρίου μου Μήτηρ· σῶσον με Κόρη παντοδύναμε.

ᾨδὴ ζ΄. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα.
Ἄνανδρον Μητέρα πάντες σε, Θεόνυμφε γινώσκωμεν· καὶ Παρθένον βρεφοτόκον ὀνομάζομεν· ἐπὶ σοι γὰρ ἀῤῥήτως, παρθενίᾳ καὶ τόκος, τὰ διεστῶτα φυσικῶς, εἰς ὃν συνέδραμον.

Καιρῶν καὶ χρόνων τὸν αἴτιον, Θεόν τὸν προαιώνιον, ἡ τεκοῦσα Θεοτόκε μοι παράστηθι, ἐν καιρῶ τῆς ἐξόδου συμμαχίᾳ ὀξείᾳ· καὶ ἀκαταίσχυντος ἐλπίς, καὶ κραταιᾷ προσφυγῇ.

Ὄντως ἐπὶ σοι τῆς φύσεως οἱ νόμοι καταλέλυται· τὸν Δεσπότην γὰρ τῆς Κτίσεως συνέλαβες ὑπὲρ φύσιν Παρθένε· διὰ σπλάγχνα ἐλέους ἄνευ σπορᾶς ὑπερφυῶς ἐκ σοῦ γενόμενον.

Σῶσον με Ἁγία Δέσποινα· σῶσον με προστασίᾳ μου· ἵνα πάντες αἰσχυνθῶσιν οἱ μισοῦντες με, καὶ καυχήσονται πάντες σοι Θεοτόκε, οἱ ἀγαπῶντες τὸ θεῖον σου ὄνομα.

ᾨδὴ ἠ΄. Ἀστέκτῳ πυρί.
Οὐ χεῖρας καὶ ὄμματα μόνον ἀλλὰ καὶ τὸν νοῦν καὶ τὴν ψυχὴ καὶ τὴν καρδίαν ἀνατείνω πρὸς σε Παρθένε, ὅλον με καταύγασον τῷ φωτί σου, ὅλον ἀπόπλυνον δάκρυσιν, ὅλον κατανύξει θερμῇ ἀπόλουσόν με.

Μένει με δεινή καταδίκη, μέλλω κατακρίνεσθαι ἐνώπιον Ἀγγέλων, καὶ θεάτρου μυριανθρώπου, μεγάλης ἀνάγκης με ῥῦσαι τότε, μέγα καὶ πλούσιον ἔλεος, ἔχεις γὰρ τεκοῦσα τὸν μέγαν Βασιλέα.

Χριστοῦ καθαρώτατον τόμον, καὶ ἐσφραγισμένην καὶ θεόγραφον σε Βίβλον, ἐπισθάμενος ἱκετεύω, βίβλῳ καταγράψαι με σῳζομένων Κόρη, καὶ τὰ τῶν πταισμάτων μου ῥήξαι γραμματεῖα τῇ λόγχη τοῦ Υἱοῦ σου.

Πρὸς τοῦ ἀσβέστου με ῥῦσαι, συνειληφυῖα πῦρ τό ἄυλον Παρθένε, καὶ πυρὶ τῷ τοῦ θείου φόβου, ὅλον ἀποκάθαρον, τῆς ψυχικῆς μου ἔνδον τὸ πῦρ ὑπανάπτουσα, ὁ βαλεῖν ἐν κόσμῳ κατῆλθεν ὁ Υἱός σου.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ καὶ γράμματι.
Ὁδὸν τῶν βρυγμοῦ με λύτρωσαι, καὶ ἰοβόλου σκώληκος, ταρτάρου πικροτάτου, ἐξωτέρου σκότους καὶ πυρός, καὶ τῶν λοιπῶν ἀνωνύμων, πασῶν κολάσεων, Θεογεννήτρια Κόρη προσφυγόντα τῷ ἐλέει σου.

Ἰσχύς μου ἐλπίς καὶ ὕμνησις, κράτος καὶ σωτηρία μου Παρθένε Θεοτόκε, ὁρατῶν με λύτρωσαι ἐχθρῶν, καὶ δυσμενῶν ἀοράτων ἐπιζητούντων με θηριωδῶς διασπάσαι, καὶ εἰς τέλος ἀπολέσαι με.

Υἱὸν τοῦ Θεοῦ γεννήσασα, καὶ πάντων οὖσα Δέσποινα, Παρθένε Παναγίᾳ, τὴν ἐμήν ἐλέησον ψυχήν, καὶ ἐν ἡμέρᾳ τῆς δίκης, καταδίκης ῥῦσαι με, καὶ μὴ ἐάσῃς βασάνοις τῆς γεέννης ὑπαχθῆναι με.

Ναός τοῦ Θεοῦ καὶ ἔμψυχον παλάτιον ἐδείχθης Ἁγνή, διὸ σοι καὶ τὸ χαῖρε χαρμοσύνως πάντες οἱ πιστοί, τὴν τῶν Ἀγγέλων ἐκβοῷμεν, χαῖρε ἀμίαντε, χαῖρε ἡ μόνη τὴν ζωήν προξενήσασα Θεόνυμφε.

Προσόμοια. Σταυροφανῶς.
Ἡ τοῦ φωτός, τοῦ ἀδύτου Νεφέλῃ Θεοχαρίτωτε Κόρη, εὐλογημένῃ Μαρίᾳ, λάμψον μοι τὸ φῶς μετανοίας, ἐν σκότει τῆς ἁμαρτίας ἀφρόνως συνεχομένῳ, καὶ ῥῦσαι ταῖς δεήσεσι ταῖς σαῖς πυρός γεέννης καὶ σκότους ἀφεγγοῦς, καὶ ἡμέρα δεῖξον τῆς ἀνεσπέρου με κοινωνόν, προσφυγόντα τῇ σκέπη σου Πανάχραντε.

Τὸν θελητήν τοῦ ἐλέους τεκοῦσα, παντελεῆμον Παρθένε, αὐτὸν ἐκδυσώπει, τὴν ταπεινήν ἐλεῆσαι ψυχήν μου, τὴν εἰς βυθὸν ἀπωλείας κατολισθήσασαν, ἐκ τῆς ἐπηρείας τοῦ ἐχθροῦ, μὴ οὖν βδελύξῃ τὴν δέησιν μου, μηδὲ ἀποστρέψῃς ἀπὸ τοῦ δούλου σου, τοὺς ἀμέτρους Κόρη οἰκτιρμούς σου δι’ οἶκτον ἀμέτρητον.

Δευτέρωσον τὸ α΄. ἡ τὸ γ΄.
Ὁ ἐν Ἐδέμ τὸν Ἀδάμ ἀπατήσας, ἵνα Θεοῦ παρακούσῃ, οὗτος κἀμὲ δελεάσας, ἐκ τῆς ὁδοῦ τῆς εὐθείας ἐκκλίνας εἰς ἀνοδίας ἔῤῥιψε, βόθρον πολλῶν ἀματιῶν, καὶ κομπάζει ὁ δεινός, καταπτωθέντα ἰδών με, πρεσβειῶν σου ξίφει, τοῦτον οὖν πάταξον Παρθένε, καὶ ῥῦσαι τῶν αὐτοῦ με παγίδων ὡς εὔσπλαγχνος.

ΑΡΧΗ ΤΟΥ Δ’. ΗΧΟΥ

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾩδὴ α΄. Ἦχος δ΄. Θαλάσης τὸ ἐρυθραῖον πέλαγος.
Δακρύων ἐπιῤῥοάς, παράσχου μοι, Θεογεννήτρια, δι’ ὧν δακρύων πεῖραν ἐν πυρί, τῆς γεένννης ἐκφεύξομαι, Σὺ γὰρ Ἁγνή πᾶν δάκρυον ἀπὸ προσώπου τῆς γῆς ἔπαυσας.

Ἀφθάρτου καὶ ζηροῦ χωρίου με, πολίτην τέθηκεν, ὁ Πλαστουργός μου ἄρχειν κατ’ ἀρχάς, τῶν ἐν γῆ πάντων τάξας με· ἀλλ’ ὀ ἐχθρὸς φθονήσας μοι, πόθῳ θεώσεως κατέλαβε.

Κρατῆρα θανατηφόρον πάλαι μοι, Εύα κεκέρακε· σὺ δε Ἁγνὴ τεκοῦσα τῆς ζωῆς, βότρυν γλεῦκος μοι ἔβλυσας, ἀθανασίας οἶνον τε, πιστῶν καρδίας τὸν εὐφραίνοντα.

Ὑπέρτερον Οὐρανοῦ σε σκήνωμα, καὶ γῆς πλατύτερον, ὁ Οὐρανοῦ καὶ γῆς δημιουργός Θεοτόκε εἰργάσατο, καὶ λογικὸν καὶ ἔμψυχον, ἐν γῆ Παράδεισον ἀνέδειξε.

ᾩδὴ γ΄. Τόξον δυνατῶν.
Ἴδε τὴν ἐμὴν ἀσθένειαν, ἴδε μου τὴν θλῖψιν, Μῆτερ Θεοῦ καὶ ἐξάλειψον, τὰς ἀπείρους μου ἁμαρτίας, καὶ τὰ χρέη μου διάλυσον.

Ὕμνος Θεοτόκε ἄξιος, οὐδείς ἀπὸ στόματος ἀνθρωπίνου προέρχεται, σου συμφώνως, τὴν ἀνυμνοῦσιν, Οὐρανῶν θεία στρατεύματα.

Ὅπλον ἀῤῥαγές καί τεῖχος σε, κεκτημένος τρέπω, τῶν ἐναντίων τὰς φάλαγγας, καὶ ὑμνῶ σου τὰ μεγαλείᾳ Θεοτόκε ἀπειρόγαμε.

Πρόσχες τῇ κραυγή τοῦ δούλου σου, τῆς σῆς δεομένου ἐπικουρίας Μητρόθεε· ἡ ἐλπίς μου εἰσάκουσον μου, καὶ κατάσπευσον τοῦ σῶσαι με.

ᾩδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὄμβρους δίδου μοι δακρύων, καὶ πηγὴν κατανύξεως, ἀποκλύζουσαι μου, πάντα τῶν πταισμάτων τὸν βόρβορον, καὶ ἀναβλύζει ἐκ βάθους ῥεῖθρα ζέοντα, τὴν καρδίαν μου τὴν ἐψυγμένου ἀξίωσον.

Κλαίων ἄμα καὶ δακρύων, Θεοτόκε προσπίπτω σοι, βοηθός γενοῦ μοι ἐν τῷ τὴν ψυχήν μου χωρίζεσθαι, ἐκ σου δυστήνου σαρκίου καὶ καταίσχυνον, τοὺς ζητοῦντας με , δαίμονας τότε χειρώσασθαι.

Ἀπειρόγαμε Μαρίᾳ, τὸ γλυκύτατον ὄνομα· καὶ ὑπὲρ χρυσίον, λίθων τε πολὺ τιμιώτερον· ὁ πολυτίμητος πλοῦτος, καὶ ὑπέρτιμον, χρῆμα σῶσον με, τὸν ἐπὶ σε καταφεύγοντα.

Ἀνατείνω μου τὰς χεῖρας, ἐπὶ σε καὶ τὰ ὄμματα· καὶ ῥυπῶντα χείλη, Δέσποινα κινῶ πρὸς τὴν δέησιν, μὴ οὖν βδελύξῃ με, ὅτι τὴν ἐλπίδα μου, ἐν σοι κέκτημαι, μετὰ Θεὸν ὁ οἰκέτης σου.

ᾩδὴ ε΄. Ἀσεβεῖς οὐκ ὄψονται.
Ῥαθυμίας ὕπνος με, κατέλαβε βαρύς, καί νωθρόν με πρὸς τὰ καλά, ὅλον καὶ δυσκίνητον πάντη πεποίηκε, πρὸς τὰ φαῦλα πρόθυμον, σὺ δε Κόρη με διόρθωσον.

Ίερᾶς ἐκπέπτωκα καὶ κρείτονος ζωῆς, ὑποκύψας ταῖς ἡδοναῖς, καὶ ἀλόγοις κτήνεσι παρασυμβέβλημαι, ἐν τιμῇ γὰρ ἄνθρωπος, οὐ συνῆκα ὢν ὁ δείλαιος.

Ἀμελῶς ὁ χρόνος μου πληροῦται τῆς ζωῆς, ὑποῤῥέων ἡδυπαθῶς ὥσπερ ὕδωρ ἄστατον· καὶ δαπανώμενος τὴν τομήν ἐγγίζουσαν, τοῦ θανάτου προαγγελεῖ μοι.

Νοητῶς προσπίπτω σοι, Ἄγνή καί αἰσθητῶς, νοητῶν με καὶ αἰσθητῶν ἐπιβουλῶν λύτρωσαι ἐπεμβαινόντων μοι, ῥυομένῃ βλάβης τε ὁρατῆς καὶ ἀοράτου με.

ᾩδὴ ς΄. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.
Ἔντρομος γενοῦ ψυχὴ καί φρῖξον, ἐννοουμένῃ ὄλῃ τὸ Κριτήριον, ὧ παραστήσῃ, τὸ φοβερόν, ὄντως καὶ ἀδέκαστον, καὶ πρὸ τέλους μετανόησον.

Νόησον ψυχὴ τὴν ἀτιμίαν, τὴν σεαυτῇ προσάπτεις, ἀντιστρέφουσα τὴν εὐταξίαν, πρὸς γὰρ Θεοῦ, σοι τὸ ἄρχειν δέδοται, τῷ δὲ σώματι τὸ ἄρχεσθαι.

Μώλωπας καὶ τραύματα ψυχῆς μου, μὴ θριαμβεύσῃς Λόγε, μηδ’ αισχύνης με πολλῶν ἐν μέσῳ, ὅτε ποιῇς, φοβεράν ἐξέτασιν, ἱκεσίαις τῆς τεκούσης σε.

Φρίττει Οὐρανός καὶ γῆ κλονεῖται· σὴν τοῖς ὑποχθονίοις ἐκπληττόμενοι πῶς ἀμφοτέρων, ὁ Ποιητής, ἐν ἀγκάλαις φέρεται τῆς Παρθένου βρέφος ἄσπορον.

Κάθισμα. Ὁ ὑψωθῇς.
Τὸν ἐλεήμονα Θεὸν ἡ τεκοῦσα, τῆς εὐσπλαγχνίας ὡς πηγὴ πεφυκυῖα, ἐλεήμων Κόρη καὶ φιλάγαθε, δώρησαι κατάνυξιν τῇ ψυχῇ μου πρὸ τέλους, χάρισαι χαρμόσυνον τῇ καρδίᾳ μου πένθος, ὡς ἄν πενθήσας τύχῳ διὰ σου, τῆς τῶν δικαίων ἐκεῖ παρακλήσεως.

ᾩδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Ὧ μυστηρίου φοβεροῦ, ὧ φρικωδέστατον σημείου, ὧ τερατώδους ἀκοῆς, ὅτι Κόρη Παρθένος ἀπείρανδρος, καὶ τροφὸς καὶ λοχεύτρια ἐχρημάτισε τοῦ πάντων Θεοῦ καὶ Κτίστου.

Ὅταν τὰ πλήθη τῶν ἐμῶν, κακῶν ἐπὶ νοῦν ἀναλάβω, ἰλιγγιῶ καὶ ἐμαυτόν, κατακρίνω πρὸ Κρίσεως ἔνδοθεν· κατακρῖνον γὰρ κέκτημαι, τὸ Κριτήριον τὸ μέγα τοῦ συνειδότος.

Ὤφθης πανάγιος Ναός, τῆς ὑπερουσίου οὐσίας, Κόρη καὶ ἅγιον Θεόν, ὡς Ἀγίᾳ αγίως ἀπέτεκες, Παναγίου Πνεύματος· ἐν μιᾷ τῇ ὑποστάσει, διπλῇ δε φύσει.

Ἰδοὺ τὰ ἔσχατα σεμνή, πάντα καὶ ἀρχαία μου πάθη· καὶ τὰ ποικίλα μου δεινά, ἐν κλαυθμῷ καὶ ὀδύνη καὶ δάκρυσιν, ἐξαγόρευσα κράζων σοι, μὴ ἐάσῃς ἔρημόν με σῆς βοηθείας.

ᾩδὴ η΄. Παῖδας εὐαγεῖς.
Νῦν σεαυτῇ ἀναλογίζου, ψυχή μου που μετ’ ολίγον μέλλεις αἴρεσθαι, οἵῳ παραστήσεσθαι Βήματι καὶ Ἄρχοντι· τῷ τὰ κρυπτὰ γινώσκοντι, σου διαβούλια· καὶ στέναξον ἐκ μέσης καρδίας· σῶσον με πρεσβείαις, Χριστέ τῆς σε τεκούσης.

Ἄρον πρὸς τήν ἄνω Σιὼν πόλιν, καὶ τὴν Ἱερουσαλήμ ψυχῆ τὸ ὄμμα σου· ὕψωσον τὴν ἔφεσιν, τρέψον σου τὴν ὄρεξιν, καὶ τὴν ἐπιθυμίαν σου εἰς τὰ Οὐράνια· ἐκεῖ γὰρ τὸ Πολίτευμα πέλει, πάντων τῶν Ἁγίων, ἡ ὄντως εὐφροσύνῃ.

Οἱ δάκρυσι σπείροντες ἐνταῦθα, καὶ σπέρματα ἀρετῶν προκαταβαλόντες, οὔτοι καὶ θερίζουσιν· ὄντως ἀγαλλόμενοι· ἐν Οὐρανοῖς ἀείζωον, πολυκαρπίαν χαρᾶς· αὐτῆς με καταξίωσον Κόρη, ὅπως σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Ὑπάρχων ὑπόδικος μυρίαις, εὐθυνίαις τι διαπράξομαι ὁ ἄθλιος, ὅτε παραστήσομαι, τῷ φρικώδει Βήματι, τοῦ σοῦ Υιἰοῦ καὶ εὔλογον, ἀπολογίαν εἰπεῖν, ὦν ἔπραξα κακῶν ἀπαιτοῦμαι, σύ Θεογενῆτορ, βοήθησόν μοι τότε.

ᾩδὴ θ΄. Εὖα μέν τῷ τῆς παρακοῆς.
Νῦν ὡς ἐν τῇ κρίσει παρεστώς, γυμνὸς τετραχηλισμένος αἰσχυνόμενος, τρόμῳ ποδῶν σου τῶν ἀχράντων, ἐφάπτομαι καὶ βρέχω τοῖς δάκρυσιν, ὡς πρότερων ἡ πόρνη καὶ κράζω σοι, σῶσον με Σῶτερ τῆς Μητρός σου εὐχαῖς.

Υἱὸν τὸν ἀμήτορα τὸ πρὶν, ἀπάτορα ἐπ’ ἐσχάτων Κόρη τέτοκας, ἶσον Πατρί καὶ βροτοῖς ἶσον, ἁπλοῦν τε καὶ διπλοῦν τὸν ἀσύνθετον, ἀθάνατον θνητὸν τὸν ἀσώματον, διττὸν τὴν φύσιν καὶ τὴν θέλησιν.

Ἀνθρώπων ἐνώπιον Χριστέ, καὶ πάσης Ἐπουρανίου Ἐκκλησίας με, μὴ κατακρίνῃς ἐν τῷ κρίνειν, πρεσβείαις τῆς ἀγνώς κυησάσης σε, χιλίων χιλιάδων, μυρίων τε παρισταμένων μυριάδων σοι.

Ὧ Μῆτερ τοῦ πάντων Ποιητοῦ, ὁλόφωτε λυπουμένων παραμύθιον, κινδυνευόντων προστασίᾳ, καὶ καταπονουμένων ἀντίληψις, τῶν ἀσθενούντων ἡ ἐπίσκεψις, σῶσόν με σῶσον τὸν ἀνάξιον.

Στιχηρά Προσόμοια. Ὁ ἐξ ὑψίστου κληθείς.
Ἐξαγορεύω Ἁγνή σοι Θεοτόκε, τὰ δεινά μου πταίσματα, εἰ γὰρ καὶ κρύψω αὑτά, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, ἀνοιγομένων τῶν βίβλων πάντων φανερωθήσονται, ὄμματα ἐῤῥύπωσα βλέπων τὰ ἄτοπα, χεῖρας ἐμόλυνα ἅπαν μου, ταῖς αἰσχρουργίαις, σῶμα ἠχρείωσα ὁ ταλαίπωρος, τὴν δὲ ψυχήν μου ἐτραυμάτισσα, ἁμαρτίαις ἐλέησον οἴκτειρον, καὶ μερίδος με δεῖξον, σῳζομένων ταῖς πρεσβείαις σου.

Ὅτι εἰς βάθη πολλῶν παραπτωμάτων, ἀθλίως καντύτησα ἐξ ἀσελγείας μου, καὶ ῥαθυμίας ὁ δείλαιος, καὶ ἀπορία καὶ ἀπογνώσει νυνὶ συνέχομαι, γενοῦ μοι βοήθεια καὶ ἱλαστήριον, καὶ σωτηρίᾳ Πανάχραντε, παραμυθίαν, εὐμενεστάτην παρεχομένῃ μοι, σε ἱκετεύω καὶ σου δέομαι, καὶ προσπίπτω καὶ πίστει κραυγάζῳ σοι, μὴ δειχθείν εἰς τέλος, τῷ ἀλάστορι ἐπίχαρμα.

Τὰς τῶν δακρύων ῥοάς μου Θεοτόκε, ὡς μύρα προσάγαγε τῷ ποητῆ καὶ Θεῶ, τοὺς στεναγμούς τῆς καρδίας μου· ὡς θείᾳ δῶρα, τὴν προσευχήν ὡς τερπνόν θυμίαμα, γονάτων κλίσιν τε θῦμα ὡς ἄμωμον· καὶ τῶν χειρῶν μου τὴν ἔκτασιν· Παρθενομῆτορ, ὡς ὁλοκάρπωμα ἱερώτατον, τὴν συντριβή τῆς ψυχῆς μου, καὶ στέρνων τύψιν ὡς λάφυρα τίμια, εὐμενῇ μοι ποιοῦσα, ταῖς σαῖς τοῦτον παρακλήσεσι.

Διὰ τὸ σῶσαι τὸ γένος τῶν άνθρῶπων, Υἱός ὁ συνάναρχος Πατρί καὶ Πνεύματι, Θεός ὑπάρχων ἀόρατος, σάρξ καθωράθη, ἀναλοιώτως ἐκ σου Πανάμωμε, τούτῳ οὖν μεσίτευσον, τοῦτο οικείωσιν, αὐτοῦ τῷ πόθῳ με πρόσδησον, καί φόβῳ θείῳ, τὰς ἐμὰς σάρκας Κόρη καθήλωσον, ἐκ τούτου τρέφειν καὶ πιαίνειν, ψυχὴν καὶ σῶμα εἰς τέλος με ποίησον, καὶ ἐκεῖθεν τῆς τούτου, ἀπολαύσεως ἀξίωσον.

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδή α΄. Ἦχος δ΄. Ἀνοίξω τό στόμα μου.
Σὺ μόνη ἀντίληψις, καταφυγῇ καὶ συντήρησις, τῶν δούλων σου πέφυκας, Θεογεννῆτορ Ἁγνή, διὰ τοῦτο σοι προσπίπτω καὶ κραυγάζῳ, σῶσον με τὸν ἄθλιον, τῇ συμπαθείᾳ σου.

Αἱ πράξεις αἱ κρύφιαι, τὸ συνειδός μου μαστίζουσι, πρὸ προσώπου φέρουσαι, τοῦτο τὸν ἔλεγχον, σπεῦσον Δέσποινα, βοήθεια γενοῦ μοι· πρὸ τῆς τελειώσεως, ῥῦσαι καὶ σῶσὸν με.

Ἁγίασον Δέσποινα, τὴν μολυνθεῖσαν καρδίαν μου, ἡ τὸν ὑπεράγιον, Λόγον κυήσασα, καὶ ὑπάρχουσα, πασῶν ἁγιωτέρᾳ, τῶν ἄνῳ Δυνάμεων, μόνη Πανύμνητε.

Ἐν σοὶ τὰς ἐλπίδας μου, τῆς σωτηρίας ἀνέθηκα, καὶ πρὸς σε τὴν εὔσπλαγχνον, πίστει κατέφυγον, μὴ παρίδῃς με, ἐλπίς ἀπηλπησμένων· ἀλλ’ ὠς Πανταδύναμος, πρόφθασον καὶ σῶσόν με.

ᾩδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Τὴν δρόσον τῆς σῆς μοι εὐσπλαγχνίας, παράσχου Πανάμωμε Ἁγνή, τῆς ἁμαρτίας καύσωνι, τηκομένῳ καὶ θλίψεων, ψυχήν ἐπαναψύχουσα, καὶ τὴν καρδίαν μου εὐφραίνουσα.

Νόος μου τὸ σκότος Θεοτόκε, φωτί τῷ ἐν σοὶ ὡς ἀγαθή, ἐκδυσωπῶ διάλυσον, καὶ μετανοίας, δάκρυσι, ῥυφθῆναι με ἀξίωσον, ὡς συμπαθής καὶ πολυέλεος.

Ῥανίσιν ἐλέους σου Παρθένε, τοὺς ἄνθρακας σβέσον τῶν ἐμῶν, παθῶν Θεοχαρίτωτε, καὶ ἐσβεσμένον ἄναψον, τὸν λύχνον τῆς καρδίας μου, χρυσῆ λυχνίᾳ ὑπάρχουσα.

Χειμάζει με κλύδων ἁμαρτίας, καὶ σάλος ἀτόπων λογισμῶν, σπλαχνίθιτι Πανάμωμε, καὶ χεῖρα βοηθείας μοι, ὡς ἐλεῆμον ἔκτεινον, ὅπως σῳζόμενος γεραίρω σε.

ᾩδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ἡ Πανυπερθαύμαστος Μήτηρ Θεοῦ, λάμψον μετανοίας ἀκτῖνα μοι· λῦσον τὸν ζόφον τῆς ἀθλίας μου ψυχῆς, καὶ πονηρούς ἀφάνισον, διαλογισμούς τῆς καρδίας μου.

Σὲ τὸ ἱλαστήριον πάντων βροτῶν, πίστει ἱκετεύω καὶ δέομαι, ὡς ἐλεήμων ἴλεών μοι τόν Κριτήν, καὶ σὸν Υἱὸν ἀπέργασαι, ὅπως ἐν αἴνεσι δοξάσω σε.

Τὴν τεταπεινωμένην μόνη Ἁγνή, καὶ λελεπρωμένην καρδίαν μου· ταῖς ἀκαθάρτοις, τῶν παθῶν ἐπαγωγαῖς, ὡς ἰατρός θεράπευσον, καὶ χειρὸς δαιμόνων ἐξάρπασον.

Σκέπη καὶ ἀντίληψις, καταφυγή, γενοῦ μοι Παρθένε τῷ δούλῳ σου, καὶ λύτρωσαι με, τῆς γεέννης τοῦ πυρός, τὸν καταδίκης ἄξιον, ὅπως αἰωνίως δοξάζω σε.

ᾩδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νεκρούμενος πάθεσι, καὶ λογισμοῖς Πανάμωμε, πρὸς τοὺς οἰκτιρμούς σου καταφεύγω, πρὸς τὴν θερμήν σου προστρέχω Δέσποινα, σκέπην καὶ βοήθειαν, ζωήν, μόνη ἡ κυήσασα, τὴν καρδίαν μου ζώωσον.

Ῥομφαίᾳ τρωθέντα με, τῆς ἁμαρτίας ἴασαι, τῷ δραστικωτάτῳ σου φαρμάκῳ, ἡ τὸν Σωτῆρα τεκοῦσα Κύριον, λόγχη τὸν τρωθέντα δι’ ἐμέ, Ἄχραντε καὶ τρώσαντα τὴν καρδίαν τοῦ ὄφεως.

Νόος μου, θεράπευσον, τὰς ἐντροπάς Πανάμωμε, ἴασαι τὰ πάθη τῆς ψυχῆς μου, τῆς ῥαθυμίας σκότος ἀπέλασον, ὅπως εὐχαρίστως ἀνυμνῶ πόθῳ καὶ γεραίρω σε, τὴν θερμήν μου ἀντίληψιν.

Ἰάσεων νάμματα, ὀμβρίζεις Ἀειπάρθενε, πᾶσι τοῖς νοσοῦσιν ὡς νεφέλη, ἔμψυχος ὄντως τοῦ Βασιλέως Χριστοῦ· ὅθεν δυσωπῶ σε ἐκτενῶς, δρόσον ἰαμμάτων μοι, ἀσθενοῦντι κατάπεμψον.

ᾩδὴ ς΄. Τὴν θείαν ταὐτήν.
Ἡ μόνη πάντων βοήθεια, βοήθησον ἡμῖν κινδυνεύουσι, καὶ χεῖρα ὄρεξον, καὶ πρὸς λιμένα κατεύθυνον, τῆς σωτηρίας μόνη Θεοωχαρίτωτε.

Λογοθεσίου με Πάναγνε, ἐν ὤρα τῇ φρικτή σὺ ἐξάρπασον, τῆς τῶν δαιμόνων τε, δεινῆς ἀπάτης καὶ κρίσεως, πυρός με ῥυομένῃ τοῦ αἰωνίζοντος.

Ὑμνολογῶ σε Πανύμνητε, δοξάζω τὰ σεπτὰ μεγαλείᾳ σου, τῶν ἀκαθάρτων με, διὸ παθῶν ἐλευθέρωσον, καὶ τῆς ἀφράστου δόξης με καταξίωσον.

Ὑμνεῖν σε χρέος ὀφειλόμενη, ἀλλ’ ὄντως πρὸς ἀξίαν οὐ σθένομεν, διὸ θαυμαάζοντες, σιγῇ τιμῶμεν τὸ ἄφραστον, φρικτῶς ἐν σοι Παρθένε πραχθέν μυστήριον.

Κάθισμα. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὁ περιβάλλων Οὐρανὸν ἐν νεφέλαις, ὁ σπαργάνων πᾶσαν τὴν γῆν ἐν ὀμίχλῃ, καὶ περιγράφων ψάμμῳ τε τὴν θάλασσαν, οὗτος ἀπερίγραπτος, τῇ Θεότητι πέλων, θέλων περιγράφεται, καὶ σπαργάνοις εἰλεῖται, περιβολῇ σαρκός ἐκ σου σεμνή, ἐνανθρωπίσας καὶ σώσας τὸν ἄνθρωπον.

ᾩδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἀναλλοίωτον τεκοῦσα μόνη Κύριον, Θεοχαρίτωτε, τῇ πανευκλεεί δεξιᾷ, τὸν νοῦν ἀλλοιῶσαι μου αὑτὸν ἱκέτευε, πρὸς τὰ κρείττονα, δεινῶς περιτρεπόμενον, τῶν δαιμόνων ἐπηρείας.

Ἡ Βασίλισσα Παρθένος ἡ κυήσασα, τὸν Βασιλέα Χριστόν, οἰκτέιρησον σῶσόν με, κλονούμενον πάθεσι, πίστει στερέωσον, καὶ ὁδήγησον, πρὸς σωτηρίας τρίβον με, τῶν πιστῶν ἡ σωτηρίᾳ.

Ἱλαστήριόν μοι φάνηθι, Πανάμωμε· πρὸς τὸν τεχθέντα ἐκ σου, ἀποκοπάς χαλεπῶν, χρεῶν προξενεύουσα μοι· καὶ Βασιλείας Θεοῦ, θείαν εἴσοδον· καὶ τῆς τρυφῆς ἀπόλαυσιν, καὶ φωτός τὴν μετουσίαν.

Παναμώμητε Μαρίᾳ, καὶ ἀσύγκριτε τῇ ἁγιότητι· ἡ τὸν Θεὸν ἐν σαρκί, Παρθένε κυήσασα, ἀπειρογάμως Ἁγνή, αὑτῷ πρέσβευε παντοίας με κακώσεως, καὶ κολάσεως ῥυσθῆναι.

ᾩδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἀσώτως τὸν βίον διανύσας, καὶ πᾶσαν ἀκαθαρσίαν ἐργασάμενος, τρέμω τὸ Κριτήριον, τὴν φρικτήν ἐξέτασιν, καὶ τὴν δεινὴν ἀπόφασιν τῆς καταδίκης μου· ἐλέησον Κόρη τὴν ψυχήν μου, καὶ πρὸ τοῦ θανάτου, συγχώρησιν παράσχου.

Ἐν σοι πᾶσαν ἐλπίδα σωτηρίας, ἀνέθηκα Θεομῆτορ ἀπειρόγαμε, καὶ σε εἰς βοήθειαν, προσκαλοῦμαι πάντοτε, διάσωσον με θλίψεων καὶ πειρασμῶν τοῦ ἐχθροῦ, καὶ λῦσον τὰς σειρᾶς τῶν κακῶν μου, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασόν με.

Ὡράθης Ἀγγέλων ὑπερτέρα, Θεὸν ἀποῤῥήτως σωματώσασα, τοῦτον οὖν ἱκέτευε, Δέσποινα Πανάμωμε, τῶν σαρκικῶν ἀνώτερον, γενέσθαι με πειρασμῶν, καὶ Κρίσεως μελλούσης ῥυσθῆναι, καὶ τῆς αἰωνίου ζωῆς ἀξιωθῆναι.

Ναμάτων με πλήρωσον Παρθένε, ἐνθέον ἡ τὴν πηγὴν κυοφορήσασα, λύτρωσον τοῦ καύσωνος τῶν ἁμαρτημάτων με, πρὸς ζωὴν ὁδήγησον καὶ σωτηρίαν Ἁγνή, ὅπως ᾄδω, πᾶσι τὰ θαυμάσια, καὶ γεραίρω σου πόθῳ τὴν δύναμην.

ᾩδὴ θ΄. Ἅπας γηγενής.
Στῆσον τὴν νομήν, τὸν τῆς ἁμαρτίας μου Θεοχαρίτωτε, τὴν λυμαινομένην μου ψυχὴν καὶ σῶμα καὶ τὴν διάνοιαν, τῇ πανσθενεῖ πρεσβείᾳ τε καὶ προστασίᾳ σου, θεραπείαν, διδοῦσα σωτήριον, τοῦ Δεσπότου τὸν φόβον τὸν ἄχραντον.

Σὺ μου φωτισμός, σὺ μου ἀπολύτρωσις καὶ συμμαχίᾳ μου, σὺ δόξα καὶ καύχημα, καὶ προσδοκία καὶ σωτηρία μου, ὑπάρχεις Παντευλόγητε καὶ σε πιστῶς προσκυνῶ, καὶ βοῷ σοι, σῶσον με τὸν ἄθλιον, τὸν ἀφρόνως Θεοῦ μακρυνόμενον.

Σῶσον με Ἁγνή, Σωτῆρα κυήσασα, καὶ πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλον σου, πρὸς μετανοίας τρίβους ὁδήγησον, τοῦ πονηροῦ τὰ σκάνδαλα ἐκ μέσου ποίησον, τῆς αὐτοῦ δὲ λύτρωσαι ἐνέδρας με, καὶ πυρὸς αἰωνίου ἐξάρπασον.

Νοῦς ἀδυνατεῖ, καὶ πᾶσα διάνοια ἰλιγγιᾷ γηγενῶν, σε τὴν ὑπεραίρουσαν καὶ τοὺς Ἀγγέλους ἐν ἁγιότητι, καὶ Σεραφίμ ἐπέκεινα καὶ Χερουβίμ ἀνυμνεῖν, Παναγίᾳ ὅθεν εὐφημοῦντες σε, τοῦ Ἀγγέλου τὸ Χαῖρε κραυγάζομεν.

Στιχηρά Προσόμοια. Ἔδωκας σημείωσιν.
Μόνος ὑπὲρ ἄνθρωπον, ὁ ἐμπαθής ἐπλημμέλησα, μόνος ὤφθην ὁ ἄθλιος, ἐγὼ πάσης πράξεως, ἀρετῆς ἐνθεοῦ, γυμνὸς ὄντων ὅλος, τίς οὖν μὴ κλαύσῃ ἐπ’ἐμοί; Τίς μὴ θρηνήσῃ μου τὴν ἀπώλειαν; Διὸ πρὸ τέλους κράζω σοι· ἥμαρτον Δέσποινα σῶσόν με, τὸν ἀσώτως τὸν βίον μου, καὶ αἰσχρῶς ἀναλώσαντα.

Χαῖρε καταφύγιον, Χριστιανῶν τὸ ἀπόρθητον, χαῖρε Κόσμου διάσωσμα, χαῖρε τὸ κραταίωμα τῶν Βασιλευόντων, χαῖρε θανάτου νέκρωσις, χαῖρε ζωῆς πᾶσι πρόξενος, χαῖρε Πάναγνε Δέσποινα, τὸ ἐμὸν καταφύγιον.

Ὄμβρησόν μοι Δέσποινα, τοῦ σοῦ ἐλέους τὰ νάμματα, καὶ φλεχθεῖσαν τῷ καύσωνι, παθῶν τὴν καρδίαν μου, ὡς συμπαθεστάτη, κατάρδευσον Κόρη, καὶ κατανύξεως κρουνούς, φέρειν ἀπαύστως, ποίησον δέομαι, δι’ ὠν τῆς παρακλήσεως, τῶν σῳζομένων καὶ τέρψεως, τῆς ἀεὶ ἐπιτύχοιμι, ὁ ἀχρεῖος οἰκέτης σου.

Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως Παλάτιον, δυσωπῶ Πολυύμνητε, τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ τὸν ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ᾩδὴ α΄. Ἦχος δ΄. Τριστάτας κραταιούς.
Δοχεῖον ἱερόν, ἱερά Θεοτόκε, γεγονυῖᾳ τοῦ σεπτοῦ, καὶ ὄντως ἱεροῦ, Παναγίου τε Πνεύματος, τὴν καρδίαν μου δοχεῖον, ἐναγὲς χρηματίζουσαν, ἀκαθάρτων πνευμάτων ἁγίασον.

Σβεστήριον μοι δὸς δάκρυον Παναγίᾳ, τῆς γεέννης τοῦ πυρός, καὶ λούειν με νυκτί καὶ ἡμέρᾳ ἀξίωσον, κλίνην τε τὴν στρωμνήν μου, κατανύξεως ῥεύμασιν, ἵνα μὴ ἀφυπνώσω εἰς θάνατον.

Ποικίλων ἡδονῶν, ἐκταράττει με σμῆνος, καὶ συστρέφει καταιγίς, παθῶν πολυειδῶν, εἰς ἀπόγνωσιν κλώθουσα, ἀλλὰ σοῦ τῇ ζωηφόρῳ, δεξιᾷ με κυβέρνησον, μετανοίας πρὸς ὅρμον Πανύμνητε.

Ὁ Λόγος τοῦ Πατρός, ὁ τὸ πᾶν οὐσιώσας· ἐκ μὴ ὄντων ὡς Θεός, ὁ πάσης ὁρατής ἀοράτου τε Κτίσεως, αἴτιος, ὑπὲρ αἰτίαν, σε αἰτίαν σαρκούμενος, ὡς ἠθέλησε ἔσχηκε Δέσποινα.

ᾩδὴ γ΄. Οὐκ ἐν σοφία.
Τιμιωτέρᾳ, Σεραφιμ ἀσυγκρίτως ὑπάρχουσα, τὸν τιμῶντα σε ἀεί, ἐξ ἀτιμίας ἀτίμων παθῶν, ὑπέρτιμε Δέσποινα, ῥῦσαι καὶ σῶσόν με.

Σὲ ἐν ἡμέρα, τῆς φρικτῆς ἐξετάσεως εὕροιμι, προστασίαν ἀψευδῇ, καὶ ἐν καιρῶ τῆς ἐξόδου μου, ὀξεῖαν ἀντίληψιν Θεογενήτρια.

Νώτοις ἀχράντοις, Χερουβίμ ὁ ὀχούμενος Δέσποινα, φλογοφόρον ἐπὶ γῆς, σε κατεσκεύασον ὄχημα, ἐν ὧ ἐποχούμενος ἡμῖν ὠμίλησον.

Ἁγιωτέρα τῶν Ἁγίων ὡς οὖσα Δυνάμεων, Παναγία τὸν Θεόν, τὸν ἐν ἁγίαις ψυχαῖς, ἐπαναπαυόμενον ἀγίως τέτοκας.

ᾩδὴ δ΄. Ὀ καθήμενος ἐν δόξῃ.
Κλαίων ἄμα καὶ δακρύων, Θεοτόκε προσπίπτω σοι, βοηθός γενοῦ μοι, ἐν τῷ τὴν ψυχήν μου χωρίζεσθαι, ἐκ τοῦ δυστήνου σαρκίου, καὶ καταίσχυνον, τοὺς ζητοῦντας με δαίμονας τότε χειρώσασθαι.

Ἀνατείνω μου τὰς χεῖρας, ἐπὶ σε καὶ τὰ ὄμματα, καὶ ῥυπῶν τὰ χείλη, Δέσποινα κινῶ πρὸς τὴν δέησιν, μὴ οὖν βδελύξῃ με ὅτι, τὰς ἐλπίδας μου, ἐν σοι κέκτημαι, Θεὸν ὁ οἰκέτης σου.

Μυριώνυμε Παρθένε, πολυύμνητε Δέσποινα, Παναγίᾳ Κόρη, πάγχρυσε παστὰς ἀχειρόπλοκε, ἄσπιλε, ἄφθορε Νύμφη, Πανακήρατε, Ἀπειρόγαμε Μήτηρ Θεοῦ σύ με οἴκτειρον.

Ἰησοῦν τὸν ζωοδότην, ὄν ἐγέννησας Δέσποινα, ὑπὲρ νοῦν καὶ λόγον, ἄνθρωπον ἐκ σοῦ χρηματίσαντα, διὰ παντὸς ἐκδυσώπει τῆς μερίδος με, καὶ τῆς στάσεως, τῶν ἐκλεκτῶν δεῖξαι μέτοχον.

ᾩδὴ ε΄. Νῦν ἀναστήσομαι.
Θρόνε πυρίμορφε, Χερουβικόν ὄχημα Θεοῦ, πάντιμε θάλαμε, κλῖμαξ Οὐράνιε, κιβωτὲ περικαλλής κερχεσωμένη, λογικῇ περιστέρα, Παναγίᾳ Παρθένε σῶσόν με.

Ὄμβρους δακρύων μοι, καθαρτικῶν ὄμβρησον Ἁγνή, πένθος χαρμόσυνον, λύπην εὐφρόσυνον, κατανύξεως πηγὴν δακρυφόρον, καὶ μετάνοια θερμήν, καὶ συγχώρεσιν δὸς μοι Δέσποινα.

Ἔμψυχον Τέμενος χωρητικόν δόξης τοῦ Θεοῦ, ἅγιον σκήνωμα, θεῖον Ἀνάκτορον, καθαρόν καὶ ἱερόν, Χριστοῦ ταμεῖον, πορφυρόχρυσε παστάς, Παναγίᾳ Παρθένε σῶσόν με.

Στέναξον πένθησον, λοῦσον τὸ σὸν πρόσωπον, ψυχὴ δάκρυσι ῥέουσι, πλύνον τὰς χεῖρας σου, κατανύξεως ῥοαῖς, καὶ ὡς ἡ πόρνη, νοερῶς ἅψαι ποδῶν, τῆς Πανάγνου καὶ λάβῃς ἄφεσιν.

ᾩδὴ ς΄. Ἐβόησε.
Σταλάζειν με, δακρυῤῥόους λιβάδας ἐνίσχυσον, Θεοτόκε, ἐφ’ τὴν δρόσος Οὐρανίοις ἔσταξε, δροσοβόλος πόκος, τὸν σὸν τόκον γὰρ Κόρη ἐδήλωσε.

Νῦν ἄκουσον, στεναγμοῦ μου Παρθένε καί τάχυνον, ἐξελέσθαι, τόν σόν δοῦλον ἐκ στόματος λέοντος, ὅπως ἀνυμνῶ σε, τήν Πανύμνητον καί Παναμώμητον.

Ἐβόησα, πειρατηρίοις πολλοῖς συνεχόμενος, πλεονάκις, καὶ ἐκ πάντων ἐῤῥύσω με ἄτρωτον, καὶ νῦν σοι κραυγάζῳ, τὴν ψυχήν μου διάσωσον Δέσποινα.

Φιλάνθρωπον, καὶ οἰκτίρμονα Λόγον κυήσασα, καὶ ἐλέους θελητήν, Θεοτόκε ἐλέησον, τὴν ψυχήν μου ὅτι, ἐπὶ σοὶ τὰς ἐλπίδας ἀνέθετο.

Κάθισμα. Ὀ ὐψωθείς ἐν τῷ Σταυρῷ.
Φιλαμαρτήμων πεφυκώς δυσωπῶ σε, τὸν ἀναμάρτητον Θεὸν τὴν τεκοῦσαν, τὸν ἁμαρτίας αἴροντα τοῦ κόσμου σεμνή, τὴν πολυαμάρτητον οἰκτειρῆσαι ψυχήν μου, καὶ τὰς ἀνομίας μου τὰς πολλὰς ἐξαλεῖψαι, ἁμαρτωλῶν αὐτὴ γὰρ ἱλασμός, καὶ σωτηρίᾳ πιστῶν καὶ ἀντίληψις.

ᾩδὴ ζ΄. Ὀ διασώσας ἐν πυρί.
Ῥανίδα μίαν ἐξαιτῶν ὕδατος ἐμψύξαι τὴν γλῶσσαν, ὀδυνωμένῃ ἐν φλογί, τῆς γεέννης ὁ πρὶν εἰς ἀπόλαυσιν, καὶ τρυφήν πολύς πλούσιος, οὐκ ἐπέτυχε ψυχή μου φοβοῦ τὸ δράμμα.

Ὤραν τῆς Κρίσεως εἰς νοῦν, Δέσποινα βαλλόμενος τρέμω, καὶ ἀγωνία συσχεθείς, ἐπὶ σε καταφεύγω σὺν δάκρυσιν, ἡ ἐλπίς ἡ βεβαίᾳ μου, ἀπροστάτευτον με τότε μὴ καταλίπῃς.

Ὁ τὴν ψυχὴν ἀναισθητῶν, καὶ πεπωρωμένος ὡς λίθος, σε Παναγίᾳ δυσωπῶ, τὴν θεόγραφον πλάκα, τὴν ἄφεσιν, ἐν ἡ πάντων ὐπέγραψον ὁ Θεός, κἀμὲ τῇ Βίβλῳ τῶν ζώντων γράψαι.

Ἡνίκα μέλλω τῷ φρικτῷ, Βήματι Χριστοῦ παραστῆναι γεγυμνομένος ὁ πολλαῖς, ἁμαρτίαις κατάστικτος Δέσποινα, συμπαράστηθι τότε μοι, ῥυομένῃ με ἀνάγκης καὶ πάσης βλάβης.

ᾩδὴ η΄. Παῖδας εὐαγεῖς.
Χαῖρε θεοβάδιστον χωρίον, Παράδεισε λογικὲ Θεοβλαστούργητε, χαῖρε πόλις ἔμψυχε, χαῖρε θρόνε πύρινε, χαῖρε χαρᾶς Ἀνάκτορον καὶ ἐνδιαίτημα, λαβίς ἀνθρακοφόρς λυχνίᾳ, πάγχρυσε καὶ πλήρης ἀσβέστου θείου φάους.

Στάξον γλυκασμὸν ἐν τῇ ψυχή μου, πικρίᾳ συνεχομένῃ παραπτώσεων, θείας παρακλήσεως, Κόρη ἀπειρόγαμε, ὁ γλυκασμὸς Ἀγγέλων γάρ, σὺ καὶ ἀνθρώπων πιστῶν, καὶ δὸς τοῦ Οὐρανίου με Δείπνου, καὶ τρυφῆς γλυκείας τυχεῖν τοῦ Παραδείσου.

Λυχνίᾳ φωτός τοῦ τρισηλίου, ὑπάρξασα πανυπέρλαμπρος τῷ φέγγει σου, τὸν ζόφον ἀπέλασον, τῶν πλημμελημάτων μου, Θεοκυῆτορ λύτρωσιν τῶν δυσχερῶν ὀδυνῶν, βραβεύουσα τῷ πίστει ὑμνοῦντι, καὶ ὑπερυψοῦντι τὸν ἄχραντον σου τόκον.

Ἐν ὤρα Παρθένε τελευτῆς μου, χειρὸς τῶν δαιμόνων με ἐξάρπασον, καὶ τῆς κατακρίσεως, καὶ λογοθεσίου με, τῆς φοβερᾶς ἐτάσεως, καὶ τελωνίων πικρῶν, καὶ ἄρχοντος δεινοῦ Θεομῆτορ, καὶ τοῦ αἰωνίου πυρὸς τῆς καταδίκης.

ᾩδὴ θ΄. Ἅπας γηγενής.
Ἴδε τὴν ἐμήν, ἰλεῷ σου ὄμματι ἐσχάτην κάκωσιν, τῇ μοι προξένησον, ἡ ἀμετρία τῶν ἐπταισμένων μοι, καὶ πρὸς τὸ πλῆθος Δέσποινα τῶν ὀδυνῶν μου αἱ σαί, παρακλήσεις νῦν ἐν τῇ καρδία μου, τὴν ψυχήν μου ταχύ εὐφρανάτωσαν.

Στόματι πλατεῖ, καὶ γλώση συντόνῳ σε, καὶ γηθοσύνῳ ψυχή, οὔποτε πεπαύσομαι, γεραίρειν Δέσποινα πολυύμνητε· ἐν γὰρ τῷ σῶ ὀνόματι ἀρῶ τὰς χεῖρας μου, καὶ ἐν πάσῃ χαίρων εὐλογήσω σε, τῇ ζωή μου ζωὴ τῶν ποθούντων σε.

Ἄβυσσον Θεόν, ἐλέους κυήσασα, καὶ μέγα πέλαγος, ξήρανον, ἀνάστειλον, τὰς ἐπιῤῥοίας καὶ τὴν ἀνάβλυσιν, ἐν τῇ ῥοή Πανάμωμε τῆς συμπαθείας σου, τῶν κακῶν μου, ῥεῖθρον κατανύξεως, ἀπόπλυνον με Κόρη διδοῦσα μοι.

Στέλεχος σαπρόν, καρπὸν οὐ βλαστήσειν ὑγιῆ πώποτε, πηγὴ πικρογόνος δε, γλυκάζον ὕδωρ οὐκ ἀναβλύσειν, ὀρθούς δὲ πῶς ποιήσεται λόγους καρδίᾳ σκαμβή, διὸ τρέμω, Δέσποινα γεραίρων σε, πλὴν εἰδῦα τὴν πίστιν μου σῶσοόν με.

Στιχηρά Προσόμοια. Ὡς γύναιον ἐν Μάρτυσι.
Θεοτόκε βοήθει μοι, ὅταν μέλλω παρίστασθαι, γυμνὸς ἐπὶ Βήματος καὶ ἐτάζεσθαι, τοῦ σοῦ Υἱοῦ καί Θεοῦ ἡμῶν, τότε με διάσωσον, ἐκ πυρός τε καὶ βρυγμοῦ, καὶ ἐκ σκότους καὶ σκώληκος, μὴ παρίδῃς με, ἐπὶ σοι τὰς ἐλπίδας ἀναθέμην, ὅτι δύνασαι μεγάλως, μετὰ Θεὸν βοηθῆσαι μοι.

Χαρισμάτων τοῦ Πνεύματος, τοῦ ἁγίου με πλήρωσον, καὶ ἀγάπην δώρησον τὴν σωτήριον, πρὸς τὸν Θεὸν καὶ πρὸς ἅπαντας, σαφῶς τοὺς πλησίον μου, καὶ εἰρήνη ἐμαυτῷ, καὶ πραότητα βράβευσον, πίστιν ἄμωμον, καὶ τὴν πάντα τὰ Θεῖα συντηροῦσαι, καὶ πρὸς πάντα συνεργοῦσαν, τὴν παθοκτόνον ἐγκράτειαν.

Ἐν νυκτί καὶ ἡμέρα σε, δυσωπῶ Παναμώμητε, καὶ αἰτοῦμαι λύσιν τῶν ἐγκλημάτων μου, σὺ δε μοι πρόσχες ὡς εὐσπλαχνος, καὶ τάχος ἐπάκουσον, τῆς οἰκτρᾶς τοῦ εὐτελοῦς, σοῦ οἰκέτου δεήσεως, ῥυομένῃ με, τῶν ἀπείρων κακῶν μου ὧν ἐκ βρέφους, εἰργασάμενη βορβορώσας, ψυχὴν καὶ σῶμα ὁ ἄθλιος.

Μυριάκις Πανάμωμε, ὑπεσχόμην μετάνοιαν, τῶν ἐμῶν ποιήσασθαι παραπτώσεων, ἀλλ’ οὐκ ἐᾶμε ἡ φαύλῃ μου, τῶν κακῶν συνήθεια, διὰ τοῦτο σοι βοῷ, καὶ προσπίπτω σὺν δάκρυσι, καὶ σου δέομαι, ἐξελοῦ με τοιαύτης τυραννίδος, ὁδηγοῦσα πρὸς τά κρείττω, καὶ σωτηρίας ἐχόμεθα.

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾩδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Κυρίως καὶ ἀληθῶς γεγέννηκας, Θεὸν καὶ Κύριον, καὶ Θεοτόκος μόνη ἀληθῶς· καὶ κυρίως ἐκλήθης ἁγνή, διὸ πιστῶς γεραίρωμεν, καὶ κατάχρεος σε δοξάζομεν.

Νυμφῶνα τῆς τοῦ Θεοῦ σαρκώσεως, ἁγνὴ πανάχραντον, καὶ λογικὸν γινώσκων σε σαφῶς, ἱκετεύω ῥυσθῆναι με, παθῶν σαρκὸς καὶ Πνεύματος, καὶ πειρασμῶν καὶ περιστάσεων.

Ὡς κλῖμαξ τῆς πρὸς ἡμᾶς ἀφίξεως, τοῦ Παντοκράτορος, δι’ ᾖς Θεὸς κατῆλθεν ἐπὶ γῆς, ἐκ γηίνων παθῶν τῆς σαρκός, πρὸς Οὐρανὸν ἀνύψωσον, καὶ πρὸς Θεόν με χειραγώγησον.

Φωτί με τῶν πρεσβειῶν σου φώτισον, νυκτί καθεύδοντα, ἡ γενομένη Μήτηρ τοῦ Φωτός, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, καὶ πρὸς ζωὴν αἰώνιον, σῇ εὐσπλαγχνίᾳ καθοδήγησον.

ᾩδὴ γ΄. Οὐκ ἐν σοφία.
Νάουσα κρήνη, θλιβομένοις παράκλησιν πέφηνας, διὸ Δέσποινα κἀμοί, πρεσβευτικῶν σου ναμμάτων ῥοήν, βλύσον καὶ κατάσβεσον παθῶν τὴν κάμινον.

Τραυματισθέντα, λογισμῶν ἐξ ἀτόπων θεράπευσον, ἡ τῆς φύσεως ἡμῶν, ἰασαμένη πληγὴν χαλεπήν, τὸν ταύτης γὰρ τέτοκας πλάστην καὶ Κύριον.

Ἐν τῷ πελάγει τῶν πολλῶν μου πταισμάτων Πανάμωμε, καὶ παθῶν καὶ πειρασμῶν, κλυδονιζόμενον τάχει πολλῷ, λιμήν καθόρμισον σῆς ἀντιλήψεως.

Τὴν Πλατυτέραν Οὐρανοῦ καὶ τῆς γῆς Ὑπερτέραν σε, συμπτωθείς καὶ στενωθείς, ταῖς τῶν ἐχθρῶν ἐπιθέσεσιν, ἐν θλίψει πλάτυναί με, δέομαι Δέσποινα.

ᾩδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἰατῆρα καὶ Σωτῆρα, καὶ λυτῆρα τῶν θλίψεων, ἡ τεκοῦσα Κόρη, πάντων με δεινῶν ἐλευθέρωσον, καὶ εὐφροσύνης ἀῤῥήτου τὴν καρδίαν μου, Κόρη πλήρωσον, ὅπως ἀεὶ μακαρίζω σε.

Ἀγλαόκαρπον σε δένδρον, καὶ φυτὸν εὐσκιόφυλλον, οἱ Πιστοί καλοῦμεν, ὡς ἀθανασίας ἐκφύσασαν, καρπὸν ὡραῖον τῷ κάλει καὶ σωτήριον, ὄν ἱκέτευε ὑπὲρ τῶν πίστει τιμώντων σε.

Ὧ καινῆς καὶ παραδόξου, μίξεως τε καὶ κράσεως, παρθενίᾳ τόκον, ἥνωσε τεχθείς ὁ Θεάνθρωπος, καὶ τὴν τεκοῦσα ἀφράστως καταλέλοιπε, πάλιν πάναγνον ὡς πρὸ τοῦ τόκου καὶ ἄφθορον.

Ὁ ταῖς ἄνω στρατηγίαις φοβερὸς καὶ ἀπρόσιτος, προσιτός τοῖς κάτω, ὤφθει ἐξ ἀνύδρου νεάνιδος, ἤν εὐσεβῶς Θεοτόκον ὀνομάζομεν, καταλλήλως τῷ τόκῳ τὴν κλῆσιν πλουτήσασαν.

ᾩδὴ ε΄. Σὺ Κύριε μου φῶς.
Παράδεισος ζωῆς, Θεοτόκε ὑπάρχουσα, θανάτου τῆς ἁμαρτίας, καὶ παθῶν πολυτρόπων, ἐκλύτρωσαι τοὺς δούλους σου.

Ἀλάβαστρον ἁγνή, νοητὸν σὺ ὑπάρχουσα, τοῦ μύρου τοῦ κενωθέντος, ἐπὶ γῆς Οὐρανόθεν· κἀμὲ νῦν εὐωδίασον.

Ῥεύσαντα πρὸς φθοράν, ἀνεκτήσω τὸν ἄνθρωπον, διὰ τοῦ θείου σου τόκου, καὶ τῆς πρὶν ἀφθαρσίας, Παρθένε κατηξίωσας.

Ὡς οὖσα Χερουβίμ, Σεραφίμ Ὑπερτέρατε, Πανάχραντε Θεοτόκε, τὴν ψυχήν μου φωτί σου, τῷ θείῳ καταλάμπρυνον.

ᾩδὴ ς΄. Θύσω σοι.
Οἴκτειρον, ὡς συμπαθής ἐμὲ τὸν ἀκάθαρτον, καθαρωτέρα ὡς οὖσα, λαμπηδόνων Ἄχραντε τοῦ Ἡλίου, καὶ φωτός μου, τὴν καρδίαν ἐνθέου σου πλήρωσον.

Ἔστησας, τὴν φθορὰν νεμόμδυνην τῆς φύσεως, δι’ ακραιφνούς ἀφθορίας, ἀλλὰ στῆσον Ἄχραντε τῶν παθῶν μου, τοὺς χειμάῤῥους, καὶ σαρκικοῦ φρονήματος ῥύακας.

Ὑμνῶ σε, τὴν Θεὸν ὑπερύμνητον τέξασαν, καὶ ἱκετεύω σε πόθῳ, φοβερᾶς με δίκης καί αἰωνίου, Θεοτόκε κατακρίσεως ῥῦσαι καί σῶσον με.

Μόνην σε τιμιωτέραν ἔγνωμεν Πάναγνε, τῶν Χερουβίμ τεκοῦσαν. τὸν αὑτούς ποιήσαντα ἐκ μὴ ὄντων, ὄν δυσώπει, οἰκτειρῆσαι ἡμᾶς ἀνυμνοῦντας σε.

Κοντάκιον. Ἐπεφάνης σήμερον.
Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ πρεσβείᾳ ἕτοιμος τῶν πεποιθόντων ἐπὶ σοι, ἐκ τῶν σκανδάλων με λύτρωσαι, καὶ μὴ παρίδῃς δεινῶς κινδυνεύοντα.

ᾩδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Ἡ θείᾳ κρήνη, τῆς εὐσπλαγχνίας καὶ ἀγαθότητος, βλύσον δαψιλῶς μοι πλοῦτον σῶν οἰκτιρμῶν, καὶ τὸν ῥύπον τῶν πταισμάτων μου, ἐναποπλύνουσα, τὴν τῆς σαρκός κατάσβεσον πύρωσιν.

Τὸν ἐκ Θεοῦ χορηγηθέντα πλοῦτον πνευματικόν, πρώην ζῶν ἀσώτως πάνυα ταῖς ἡδοναῖς, κατηνάλωσα τοῦ σώματος, ἀλλ’ ὠς τὸν ἄσωτον, ταῖς σαῖς λιταῖς Παρθένε δικαίωσον.

Χοροί Ἀγγέλων, χοροί Μαρτύρων καὶ Ἀποστόλων σου, Λόγε δυσωποῦσι πάντοτε τὴν πολλὴν εὐσπλαγχνίαν σου φιλάνθρωπε, πάντας οἰκτείρησον, διὰ τῆς Θεοτόκου ὡς εὔσπλαγχνος.

Θεοκυῆτορ, ἡ ἐλπίς μου καὶ μόνη καταφυγῇ, ῥῦσαι τῆς ἐπικρατείας τῶν ἡδονῶν, καὶ παθῶν τῶν τυρανούντων με, παρεχομένῃ μοι ὀφλημάτων τὴν λύσιν πρεσβείαις σου.

ᾩδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Ἐν γαστρί σου σκηνώσας ὁ Ὕψιστος, Οὐρανῶν πλατυτέραν σε ἔδειξε, καὶ προστασίαν ἄμαχον, τῶν βοώντων Παρθένε, πάντα τὰ ἔργα.

Ὑποκύψας ἀλόγως τοῖς πάθεσιν, εἰς βυθὸν ἀπωλείας καντύντησα, καὶ τῆς φλογὸς ὑπέκκαυμα, ἐμαυτὸν εἰργασάμην Μῆτερ Κυρίου, ἐπιβλέψασα οἴκτειρον σῶσον με.

Παροδεύων τοῦ βίου τὸ ἄστατον, λῃστρικοῖς λογισμοῖς περιέπεσα, καὶ πληγωθείς προσώζεσα, ἰατρὲ τῶν νοσούντων, δίδου μοι χεῖρα, τῆς ἀφθόρου Μητρός σου δεήσεσι.

Τὴν ψυχήν μου νοσοῦσαν θεράπευσον, καὶ τὸν νοῦν σκοτιζόμενον φώτισον, καὶ τοῦ μέλλοντος, Θεοτόκε Παρθένε, καὶ αἰωνίων ἀφορήτων βασάνων με λύτρωσαι.

ᾩδὴ θ΄. Εὖα μὲν τῷ τῆς παρακοῆς.
Ταλαίπωρε στέναξον ψυχή, σκυθρώπασον, μετανοίας τρόπους ἔνδειξον, νῦν ἐπὶ θύραις ἡ ἡμέρα, ὁ κρίνων ἀπότομος καθέζεται, ἑκάστῳ ἀπονέμων τὰ ἄξια, τῶν πεπραγμένων, καθώς γέγραπται.

Μαρίᾳ Κυρίᾳ τοῦ παντός, παντοίας με δουλωθέντα ἁμαρτήμασι, σὺ ἐλευθέρωσον Παρθένε, τὸν ἐλευθερωτήν τῶν ψυχῶν ἡμῶν, αὐτὴ γὰρ ὑπὲρ λόγον ἐκύησας, τὴν οὐσιώδη ἀγαθότητα.

Οὔ κέκτημαι πράξεις ἀγαθάς, ἐσπίλωσα τὸν χιτῶνα ὅνπερ εἴληφα, θείου Βαπτίσματος ἐνδύσει, ἐν σκότει ἀγνωσίας πορεύομαι, πρεσβείαις τῆς τεκούσης σε Κύριε, ἀπεγνωσμένον με διόρθωσον.

Φιλάγαθον τέξασα Θεόν, φιλάγαθε Θεοτόκε, τῆς φιλίας με τῆς πρὸς τὴν σάρκα τῆς δολίας, ἐν τάχει ἐλευθέρωσον δέομαι, καὶ δούλωσον τῷ θείῳ θελήματι, τὸν ἀμελείᾳ ἀπολλύμενον.

Στιχηρά Προσόμοια. Ὁ ἐξ ὑψίστου κληθείς.
Χαῖρε φωτὸς καθαρώτατον δοχεῖον, χαῖρε στῦλε πύρινε τὸν νοητὸν Ἰσραήλ, ἔνδον εἰς θείαν κατάπαυσιν, εἰσάγων μόνη, χαῖρε νεφέλῃ τὸν μέγα Ἥλιον, κόσμῳ διαυγάσασα καὶ πρὸς τὸ ἄδυτον, φῶς τοὺς ἐν σκότει καθεύδοντας, τῆς ἀγνωσίας, μεταρυθμίσασα Παναμώμητε χαῖρε Παρθένε, χαῖρε Πάνσεμνε, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ὃν ἱκέτευε σῶσαι με.

Χαῖρε φαιδρὸν ἐνδιαίτημα Κυρίου, χαῖρε θρόνε πύρινε, χαῖρε λυχνίᾳ χρυσῆ, χαῖρε κογχύλη ἡ βάψασα, ἐκ σῶν αἱμάτων, τῷ Βασιλεῖ πορφύραν θεότευκτον, χαῖρε πόλις ἔμψυχε, τίμιε στέφανε, καὶ κραταιὸν περιτείχισμα, Βασιλευόντων, ἐν εὐσεβείᾳ χαῖρε ἀνίκητον, στρατευομένων θάρσος Πάναγνε, χαῖρε πύλη Θεοῦ ἀδιόδευτε, ὃν ἱκέτευε σῶσαι.

Φύσεως ὄρους καὶ νόμους ὑπερβᾶσα, τὸν Κτίστην τῆς φύσεως, ἀδιαφθόρως Ἁγνή, ἐν τῇ γαστρί σου συνέλαβες, μὴ γνοῦσα πεῖραν, ὅλως ἀνδρὸς Παρθένε ἀμόλυντε, καὶ τοῦτον ἐκύησας, εἰς σωτηρίαν βροτῶν, καὶ μετὰ τόκον διέμεινας, ὡς πρὸ τοῦ τόκου, τῆς παρθενίας σῶα τὰ σήμαντρα, διατηροῦσα, ὄντως μέγιστον σοῦ τὸ θαῦμα καὶ ἄφραστον, καταπλῆττον Ἀγγέλους, καὶ βροτῶν πᾶσαν διάνοιαν.

Ἵνα σοῦ πᾶσι τὸ πλῆθος τοῦ ἐλέους, καὶ τῆς ἀγαθότητος ἀνακαλύψῃς ἡμῖν, τὸ ἀδιόριστον πέλαγος, τὰς ἁμαρτίας, τῶν οἰκέτην σου πάσας ἐξάλειψον, ἔχεις γὰρ Παντάνασσα, ὡς Μήτηρ οὖσα Θεοῦ, τὴν ἐξουσίαν τῆς Κτίσεως, καί διεξάγεις, πάντα ὡς θέλεις τῇ δυναστείᾳ σου, καὶ γὰρ ἡ χάρις ἡ τοῦ Πνεύματος, τοῦ Ἁγίου σαφῶς ἐνοικοῦσα ἐν σοὶ συνεργεῖ σοι ἐν πᾶσιν, ἀεννάως Παμμακάριστε.

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾩδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀπᾴσῃς γυμνούμενοι, τῆς ἐκ τῶν ἔργων Πανάχραντε, βοηθείας ἅπαντες ἐν περιστάσεσιν, εἰς βοήθειαν τὴν ὄντως ἀσφαλῆ σε, ἀεὶ καταφεύγοντες διασῳζόμεθα.

Γαλήνην ἐν κλύδωνι, τῶν πειρασμῶν σε παρέθετο, καὶ θείαν κυβέρνησιν ἐν τρικυμίαις παθῶν, ὁ δοξασάσας σε, διὸ πρὸς εὐφροσύνης, λιμένας τοὺς δούλους σου, ἐγκαθορμίζεις Ἁγνή.

Ἐπλήγω ὁ δείλαιος, τῆς ἁμαρτίας τοῖς βέλεσι, καὶ νῦν κατακέκλιμαι ἐν κλίνη Δέσποινα, ἀπογνώσεως, εἰς θάνατον φερούσης, καὶ ᾄδην ψυχόλεθρον, ὦν με ἐξάρπασον.

Ἐκόμισε Πάναγνε, ὁ Γαβριήλ σοι ἀντίθετον, ἀρᾶς τῆς προμήτορος ἐξ οὐρανοῦ ἀσπασμόν, σὺ γὰρ ἔτεκες, ἡμῖν τὴν εὐλογίαν, καὶ πᾶσιν ἐπήγασας, χαρὰν αἰώνιον.

ᾩδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Σπλαγχνίθητι μόνη Θεομήτωρ, ἐλέησον οἴκτειρον ψυχήν, ἐν σάλῳ κινδυνεύουσαν, παθῶν σαρκός καὶ πνεύματος, καὶ ὡς φιλόπαις πρόφθασον, ῤύουσα ταύτην ἰσχύουσα.

Ἡ τῶν φαινομένων με ἀπάτῃ, τῆς τῶν ἀφανῶν καὶ ἀπλανῶν ἀγάπης ὑπεξάγουσα, εἰς λυπηρᾷ συνέκλεισον, ὦν τὴν ζωήν μου Πάναγνε, ταῖς σαῖς πρεσβείαις ἐξάρπασον.

Τῇ παρατροπή τῶν ἐντολῶν σου, εἰς βάθη κατέπεσα δεινῶς, καὶ χαλεπαὶ συνεχούσιν ὀδύναι με τῶν θλίψεων, ἐξ ὧν με ῥῦσαι Κύριε, ταῖς τῆς Μητρός σου δεήσεσι.

Ῥημάτων Παρθένε μεμνημένοι, τοῦ θείου Ἀγγέλου ἐν χαρᾷ, χαῖρε σεμνῇ βοῷμεν σοι, χαῖρε Ἀδάμ ἀνόρθωσις, χαῖρε τῆς Εὔας λύτρωσις, χαῖρε πιστῶν διάσωσμα.

ᾩδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ῥώμην ἀσθενοῦσι σε ὁ δυνατός, καὶ ἀπεγνωσμένων παράκλησιν, τοῖς ἀθυμοῦσιν, εὐθυμίαν καὶ χαράν, τοῖς θλιβομένοις δέδωκε, καὶ πλοῦτον πτωχοῖς Θεονύμφευτε.

Σκέπη καὶ ἀντίληψις καὶ προσφυγῇ, γενοῦ μοι Παρθένε τῷ δούλῳ σου, καὶ λύτρωσαι με, τῶν ἀμέτρων κακῶν, ὅπως σου τὰ θαυμάσια, κυρήξω πᾶσι τοῖς πέρασιν.

Ἀπορῶν δακρύων τε καὶ στεναγμῶν, ἐκ τῆς τῶν παθῶν μου πωρώσεως, σε ἱκετεύω, τοῦ ἐλέους τὴν πηγήν, τῶν ὀδυνῶν με λύτρωσαι, ἄγουσα πρὸς θείαν κατάνυξιν.

Σὲ τὸ ἱλαστήριον πάντων βροτῶν, πίστει ἱκετεύω καὶ δέομαι, εὐλογημένῃ, ἴλεών μοι τὸν Κριτήν, ἐν ἡμέρα τῆς Κρίσεως, ποίησον ταῖς σαῖς παρακλήσεσιν.

ᾩδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ῥείθροις κατανύξεως, τοὺς ῤύους τῆς καρδίας μου, Ἄχραντε ἀπόπλυνον Παρθένε, καὶ μετανοίας τρόπους μοι δώρησαι, σαῖς πρὸς τὸν οἰκτίρμονα Θεόν, ἱεραῖς δεήσεσιν, ὃν ἀῤῥήτως ἐκύησας.

Μὴ παύσῃ πρεσβεύουσα, Θεόν, ὃν ἐσωμάτωσας, Κόρη ὡς Σωτῆρα καὶ Δεσπότην, λύσιν δωρῆσαι τῶν ἐπταισμένων μοι, καὶ πρὸς τὴν ἀρχαίαν ἀγαγεῖν, αὖθις εὐφροσύνη με, ἢν ἀφρόνως ἀπώλεσα.

Σοφίαν ἐκύησας, Θεοῦ τὴν ἐνυπόστατον, σαρκί καθ’ ὐπόστασιν Παρθένε, τὸν ἑνωθέντα Λόγον προάναρχον, ἐπ’ ἐσχάτων τούτων ἡμερῶν, ἐξ ἁγνῶν αἱμάτων σου, εἰς τὸ σῶσαι τὸν ἄνθρωπον.

Γνωρίσαι τὴν ἄφατον, Ἁγνή αὐτοῦ χρηστότητα, θέλων ὁ ἐκ σοῦ σεσαρκώμενος, σε μεσιτείαν ἡμῖν παρέχετο, ἀεὶ καταλλάτουσαν αὑτῷ, διὰ τῆς πρεσβείας σου, τοὺς αὑτὸν παροργίζοντας.

ᾩδὴ ς΄. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Γενοῦ μοι Πάναγνε Δέσποινα, γαλήνη καὶ λιμὴν παρακλήσεως, διαβιβάζουσα, πρὸς θεῖον ὅρμον ἀκύμαντον, τὴν ζάλην τῶν παθῶν μου καταπραύνουσα.

Ἐν σοι Παρθένε καυχώμεθα, ἐν σοι τῶν δυσχερῶν ἐκλυτρούμεθα, τῇ πεποιθήσει σου, ἐπιδρομὰς οὐ πτοούμεθα, τῶν δυσμενῶν βαρβάρων οἱ ἀνυμνοῦντες σε.

Τὴν σὴν παράσχου βοήθειαν, καὶ ῥῦσαι με κινδύνων καὶ θλίψεων, ἐκλυτρουμένη με, τῶν ὀδυνῶν καὶ πταισμάτων μου, ἡ τοῦ παντός τεκοῦσα τὴν ἀπολύτρωσιν.

Ἰδεῖν τήν δόξα τοῦ τόκου σου, οἱ νῦν ἀξιωθέντες Πανάχραντε, ἀξιωθείημεν ἀπολαύειν ἐκτυπώτερον, αὐτοῦ τῆς μεσιτείας ταῖς ἱκεσίαις σου.

Κάθισμα. Ταχὺ προκατάλαβε.
Δακρύων δώρησαι, τῆς μετανοίας πηγάς, δι’ ὧν τοὺς τοῦ σώματος, καὶ τῆς ψυχῆς λογισμούς, ἐκπλύνω Πανάμωμε· καὶ τῆς ἐπιθυμίας, τῆς ἀτόπου τὴν φλόγα, τέλεον ἀποσβέσω, καὶ φλογὸς τῆς γεέννης, λυτρωθῶ ὁ παντλήμων ταῖς ἱκεσίαις σου.

ᾩδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ῥῶσιν ἄνοσον, Παρθένε σε παρέχετο, τοῖς ἀσθενοῦσι ἡμῖν, ὁ ἰατρὸς τῶν ψυχῶν, καὶ σωμάτων Κύριος ὡς θεραπεύουσαν, τοὺς κραυγάζοντας, εὐλογημένος Πάναγνε ὁ καρπὸς τῆς σῆς κοιλίας.

Μετενήνεκται, τοῖς ἔργοις τοῖς ἀτόποις μου, καὶ τοῖς βουλεύμασιν, ἡ τῆς παρούσης ζωῆς, χαρᾷ εἰς κατήφειαν καὶ ταπεινότητα, ἀλλ’ ἡ πρόξενος, τῆς ἀληθοῦς χαρᾶς Ἁγνή, τὴν σὴν δός μοι εὐφροσύνη.

Ξενωθέντας τοῦ Θεοῦ ἀπάτῃ ὄφεως, βροτούς Θεόνυμφε, ἀνεκαλέσω, Θεόν, βροτωθέντα τέξασα ἐκ τῶν αἱμάτων σου, ὁ τὴν μείναντα, καὶ ὁ οὐκ τῷ γευόμενον, διὸ πάντες σε ὑμνοῦμεν.

Ἰαμάτων σε πηγὴν οἱ ξηραινόμενοι, παθῶν νοσήμασι, γινώσκοντες ἀληθῶς, ἀντλοῦμεν σωτήρια καὶ θεῖα νάματα, καὶ δοξάζομεν, τὸν Κύριον γεραίροντες, τὰ πολλά σου μεγαλεῖα.

ᾩδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὑπὸ τῆς αὐτοῦ φιλανθρωπίας, καὶ μόνης ὑπεραπείρου ἀγαθότητος, ὁ Κτίστης καμπτόμενος, διὰ σοῦ ἐπέφανε, τοῖς ἐπὶ γῆς Πανύμνητε, σάρκα λαβόμενος, καὶ πάλιν διὰ σου οἰκειοῦται, πάντας τοὺς ὑμνοῦντας ἀεὶ σε Θεοτόκον.

Χεῖρας ἐκτενῶς ἐπανατείνω, καὶ ὄμματα τῆς ψυχῆς μου πρός σε Δέσποινα, ὅλος συνεχόμενος, ταῖς ποικίλαις θλίψεσι, καὶ τὴν θερμὴν ἀντίληψιν σου προσκαλούμενος, διὸ ἐν ἀμηχάνοις τὸν πλοῦτον, δεῖξον, Θεοτόκε τῆς σῆς φιλανθρωπίας.

Νόμους εὐαγεῖς σου παραβάντες, ἀνόμως τοῖς πολεμίοις παρεδόθημεν, ψυχή τε καὶ σώματι, ἀλλ’ὠς ἀγαθώτατος, καὶ ἰσχυρὸς κατάβαλε τούτους φιλάνθρωπε, πρεσβείαις τῆς ἀφθόρου Μητρός σου, καὶ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων.

Ἁγίων εἰς Ἅγια τραφεῖσα, Ἁγίων τὸν Ὑπεράγιον γεγένηκας, Ἀγίᾳ Θεόνυμφε, ὅθεν ἐν ἁγίαις σοι, φωναῖς πάντες κραυγάζομεν, χαῖρε Μητρόθεε, Ἀγίᾳ Θεοτόκε Παρθένε, χαῖρε τῶν Ἁγίων Ἀγγέλων χαρμοσύνῃ.

ᾩδὴ θ΄. Ἅπας γηγενής.
Φώτισον Ἁγνή, ψυχῆς μου τὰ ὄμματα καὶ τὰ νοήματα, μὴ καταλαβέτω με, τῆς ἁμαρτίας σκότος βαθύτατον, μηδὲ βυθὸς καλύψῃ με τῆς ἀπογνώσεως, ἀλλ’ αὐτὴ μέστωσον καὶ κυβέρνησον, προστασίᾳ πιστῶν ἀκαταίσχυντε.

Ὅλος γεγονώς, δι’ ὄλου κατάστικτος ταῖς παραβάσεσιν, ἐν ἀῤῥήτοις πράξεσι, καὶ βδελυρίαις, σου τήὴν βοήθειαν, ἐπικαλοῦμαι Δέσποινα, καὶ τὴν ἀντίληψιν, τὴν παράσχου, πάντων λυτρουμένῃ με, τῶν δεινῶν πειρασμῶν καὶ τῶν θλίψεων.

Ῥύσασθαι Χριστέ, ἡμᾶς παραγέγονας δι’ ἀγαθότητα, οὐκ ἐξ ἔργων ἔχοντας, δικαιοσύνης τὴν παῤῥησίαν πρός σε, ἀλλ’ ἐκ τῆς μόνης Κύριε φιλανθρωπίας σου, διὰ τοῦτο, δωρεὰν αἰτούμεθα, ταῖς λιταῖς τῆς Μητρός σου τὴν ἄφεσιν.

Σῶσον με Ἁγνή, τὸν ἀχρεῖον δοῦλον σου πίστει κράζοντα, χαῖρε οἰκητήριον τοῦ Βασιλέως Χριστοῦ Πανάμωμε, χαῖρε ἡ θείᾳ Τράπεζα Ἄρτον βαστάσασα, ζωῆς Κόρη, χαῖρε Βάτε ἄφλεκτε, χαῖρε πύλη Θεοῦ ἀδιόδευτε.

Στιχηρά Προσόμοια. Ἔδωκας σημείωσιν.
Ὄρθρος φαεινότατος, χαῖρε πιστοῖς τὸν ἀνέσπερον, ἀνατείλασα Ἥλιον, χαῖρε βάθος ἄμετρον, ἀπόῤῥητον ὕψος, φρικτοῦ μυστηρίου, χαῖρε Ἀγγέλων χαρμονῇ, χαῖρε φλογμόν ἀπάτης ἡ σβέσασα, τοῦ ᾄδου χαῖρε νέκρωσις τῶν προπατόρων ἀνόρθωσις, τοῦ Ἀδάμ ἡ ἀνάκλησις, καὶ τῆς Εὔας ἡ λύτρωσις.

Κλαίω καὶ ὀδύρομαι, τῶν πειρασμῶν ἀγριαίνουσαν κατ’ ἐμοῦ δεινὴν κάμινον, ὀρῶν ὁ πανάθλιος, ἀλλὰ σὺ Παρθένε, τῇ σῇ εὐσπλαγχνίᾳ, μή με παρίδῃς ἀγαθή, μὴ ἀποῤῥίψῃς με τὸν ἀνάξιον, χαρᾶς δὲ τὴν καρδίαν μου, πλῆσον χαρὰν ἡ κυήσασα, μὴ βυθός με τῶν θλίψεων καταπίει τὸν δείλαιον.

Πᾶσαν τὴν ἐλπίδα μου, ὁ δυστυχής καὶ πανάθλιος, ἐπὶ σὲ ἀνατήθημι, Πανάχραντε Δέσποινα, ὁλοψύχῳ νεύσει, μή με ἀποῤῥίψῃς ἀπὸ προσώπου σου Ἁγνή, μὴ δὲ βδελύξῃ με τὸν ἀνάξιον, μὴ σπλάγχνα σου φιλάνθρωπα κλείσῃς μοι Μήτηρ ἀπείρανδρε, ὅτι ἄλλην οὐ κέκτημαι, προστασίαν ὁ δοῦλος σου.

Χαῖρε τιμαλφέστατον, τοῦ Βασιλέως παλάτιον, χαῖρε Νύμφη ἀκήρατε, χαῖρε βάτε ἄφλεκτε, χαῖρε θείᾳ κλίνη, χαῖρε προστασία, τῶν πεποιθότων ἐπὶ σοί, χαῖρε Κυρίᾳ πάσης τῆς Κτίσεως· χρυσοῦν θυμιατήριον, χαῖρε Πανθαύμαστε Δέσποινα, χαῖρε θεῖε Παράδεισε, ζωῆς ξύλον βαστάσασα.

ΑΡΧΗ ΤΟΥ πλ. ά’. ΗΧΟΥ

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾩδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καί ἀναβάτην.
Στόματί τε καὶ γλώση, καὶ λογισμῷ καὶ ψυχῆ, καὶ ὄλῃ καρδίᾳ, καὶ πάσῃ διανοίᾳ μου, Θεοῦ τε λοχεύτριαν καὶ Παρθένον ἄμωμον, Παναγίᾳ ἀνακηρύττω σε.

Σῶμα καθιγνισμένον, καὶ παναγίαν ψυχήν, κεκτημένῃ Παρθένε, ἀγίως τὸν Πανάγιον, Θεὸν ὑποδέξασθαι, Πνεύματος ἐπελεύσει, καὶ εὐδοκίᾳ Πατρὸς ἠξίωσαι.

Ὅλος κατεγνωσμένος, τοῖς πταίσμασιν ὁ δεινός, καὶ τῇ κρίσει ὑπάρχων ὑπόδικος, σου δέομαι Παρθένε Πανάμωμε, θείαις με ἀξίωσον σωτηρίας ταῖς ἱκεσίαις σου.

Ὅλος γεγυμνομένος, ὑπάρχων ἔργων χρηστῶν, ἐνεδύθυν κακίας καὶ ἀσωτίας ἔνδυμα, ὅπερ με ἀπόδυσον Θεοτόκε, τὴν εὐσπλαγχνίαν σου ἀμφιάσασα.

ᾩδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Μεγάλῃ ἡ συντριβῇ, καὶ ἀπαραμύθητος, ἡ στενοχωρίᾳ ἀνεκδιήγητος, θλῖψις καὶ ἀνάγκη φοβερά, ψυχῆς χωριζομένης, τῆς συναφείας τῆς τοῦ σώματος, ἀνελεημόνως, βιαίως τε.

Ἐν τρόμῳ παρισταμένων, ἀύλων τάξεων, καθεζομένου Χριστοῦ Κριτοῦ φοβεροῦ θρόνῳ ἐπηρμένῳ καὶ φρικτῷ, χειμάῤῥου δὲ πυρίνου, ῥιζηδόν κάτωθεν ὑφέρποντος, τίς οὐκ ἐκπλαγείη καὶ πτήξειον;

Στενάζω καὶ ὀδυρμοῖς, καὶ θρήνοις συγκόπτομαι, καὶ ῥομφαίᾳ λύπης κατασπαράσομαι, κλαίω καὶ δακρύῳ καὶ πενθῶ, τὴν φλόγα τῆς γεέννης, σκιαγραφῶν ἐν τῇ καρδίᾳ μου, ἧς τὴν πεῖραν φύγοιμι Δέσποινα.

Ὡραία τῶν ἀρετῶν τὰ κάλλει, γεγένησαι, καὶ ψυχήν καὶ σῶμα Θεογενήτρια, διὸ καὶ ἐγένησας Υἱόν, ὡραῖον παρὰ πάντας υἱούς βροτῶν, τὸν τοῖς ἄνθεσι, τὴν γῆν θαυμαστῶς ὠραίσαντα.

ᾩδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου κένωσιν.
Ἐλέησον, συμπάθησον οἴκτειρον, τὴν παναθλίαν μου ψυχήν, Θεὸν ἐλέους ἡ τέξασα, πηγὴν ἐλεημοσύνης, καὶ θείας συμπαθείας τὴν ἄβυσσον.

Ἰδοῦσα με ἰλέω σου ὄμματι, σπλαχνίθητι καὶ ἱλασμόν, ἁμαρτημάτων μοι δώρησαι, τὸν ἱλασμόν τῶν ψυχῶν γάρ, τὸν ἵλεων Δεσπότην ἐκύησας.

Συνάφειαν ἀνδρός ἀγνοήσασα, ὡς καθαρᾷ τὸν καθαρόν Χριστὸν Παρθένε ἐκύησας, ὥσπερ με σῇ εὐπροσδέκτῳ ἱκεσία εὔσπλαγχνος κατάλλαξον.

Ἀσπίδων ψυχόλεθρον καὶ ὄφεων, ὀδόντας σύντριψον Ἁγνή, ἠκονημένους εἰς θάνατον· καὶ τῶν λεόντων τὰς μύλας ζητούντων καταβρῶσαι με σύνθλασον.

ᾩδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Κλαίειν καὶ δακρύειν με , Δέσποινα δίδαξον· πενθεῖν καὶ στένειν ἀπὸ καρδίας, καὶ κλαυθμῶν με λύτρωσαι τῶν ἀνωφελῶν καὶ ἀπαρακλήτων ὕστερον.

Ὁ πυριφλεγέθων σε, σοφρονιζέτω ψυχή, παφλάζων ῥύαξ καὶ τῶν ὀδόντων, ὁ βρυγμὸς φοβείτω σε· καὶ ὁ ἀφεγγὴς πυθμὴν ᾄδου συστελλέτω σε.

Ὁ Χριστός ὑπέσχετο, ψυχὴ ἐλθεῖν σὺν Πατρί, ἐν σοὶ τοῦ μεῖναι καὶ ἐνοικῆσαι, τοίνυν διορθώθητι, ἑτοιμάσαι τούτοις ἄξιον καταγώγιον.

Ἦλθον εἰς ἀπόγνωσιν ἐξ ἀθυμίας πολλῆς, κατανοῶν μου τὰ τῶν πταισμάτων πλήθη τὰ ἀμέτρητα, Δέσποινα τοῦ κόσμου Σὺ μου γενοῦ βοήθεια.

ᾩδὴ ς΄. Μαινομένην κλύδωνι.
Ἐπὶ τῆς ἐτάσεως, τῆς φρικώδους καὶ ὀδυνηρᾶς, μὴ ἐγκαταλίπῃς ἀπροστάτευτον, ἀλλὰ με σαῖς, εὐχαῖς διάσωσον Δέσποινα.

Στεναγμοῖς καὶ δάκρυσι, σοι προσπίπτω κράζων ἐκτενῶς, Παναγίᾳ Δέσποινα βοήθει μοι, μὴ παντελής ἀπωλείᾳ καταλάβῃ με.

Ἀθεμίτοις πράξεσι, κατεχράνθην σῶμα, καὶ ψυχήν, καὶ τοῖς πᾶσιν ὤφθην ἀποτρόπαιος, Θεοτόκε σὺ με ἐλέησον τὸν πανάθλιον.

Ὡς ἀκαταμάχητος, συμμαχία τῶν Χριστιανῶν· καὶ ἐλπὶς καὶ σκέπη καὶ ἀντίληψις, καὶ προσφυγῇ, σὺ προσφυγόντα με σκέπασον.

Κοντάκιον. Τὸν συνάναρχον Λόγον.
Ἐν πελάγει τοῦ βίου κλυδονιζόμενος, καὶ μερίμναις γηίναις περιαντλούμενος, καὶ συμπνιγόμενος τὸν νοῦν τὴν σὴν βοήθειαν, ἐπικαλοῦμαι ἐκ ψυχῆς, ἐπιταχύνασα λοιπόν, κυβέρνησον καὶ πρὸς ὅρμον, εἰσάγαγε μετανοίας, ἵνα ὑμνῶ σε Παρθένε Ἄχραντε.

ᾩδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Εὔριμοι σε Δέσποινα κραταιὰν βοήθειαν, ἐν ὤρα τῆς Κρίσεως· καὶ πρέσβυν εὐπρόσδεκτον, ἀντίληψιν ἑτοίμην, λυτρουμένην με βασάνων.

Ῥεῖθρα μοι ἀφέσεως, τῶν πταισμάτων ὄμβρησον, πηγὴ ζῶντος ὕδατος, νεφέλῃ Θεόδροσε, κρήνη ἀθανασίας ἀκενώτως κενουμένη.

Ὁ Ἀπειροδύναμος τῶν άπάντων Κύριος, ἡμέραν ἐτάσεως, καὶ Κρίσεως ἔστησον, ἐν ᾖ κρινεῖ τὰ πάντα· μετανόησον ψυχῆς μου.

Ὕψιστον στεγάζοντα, ὑπερῷα ὕδασι, γεννήσασα δίδου μοι, ἑκάστοτε Δέσποινα, νιφάδας ὑετίζειν, συνεχῶν θερμῶν δακρύων.

ᾩδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ὤραν τὴν φρικτήν, καὶ φοβεράν ἡμέραν, ἀναλογιζόμενος Ἁγνὴ τῆς Κρίσεως, φρίκης ἐμπίπλαμαι καὶ σκοτοδινίας, καὶ ἰλιγγιᾷ μου τὸ πνεῦμα πρὸ τῆς ὤρας.

Αἴρω τὴν φωνήν, μετὰ κλαυθμοῦ σοι κράζων, οἶνον κατανύξεως, Ἁγνή με πότισον, ἄρτον δακρύων ἐνταῦθα ἔμπλησον με· ἵνα μὴ ἐκεῖ σε πεινάσω καὶ διψήσω.

Δάκρυα μοι δὸς Παρθένε Θεοτόκε, ἵνα μου τὸν βόρβορον καὶ τὰ μιάσματα, πάντα ἐκπλύνω τῶν δεινῶν ἐγκλημάτων, καὶ ἐξιλεώσω τὸν εὔσπλαγχνον Δεσπότην.

Ὧ Χριστιανῶν, βεβαία προστασία, ὧ πάντων διάσωσμα τῶν προστρεχόντων σοι, σὺ με καὶ ζῶντα φρούρησον Θεοτόκε, καὶ μετὰ τὸ τέλος ἀνάπαυσιν παράσχου.

ᾩδὴ θ΄. Ἠσαΐᾳ χόρευε.
Ναὸν τὸν τοῦ σώματος, διαθεῖρας ἄξιος φθορᾶς, κατέστην ὡς τὸν ναὸν φθεῖρας τοῦ Θεοῦ, καὶ τούτου τὰ Ἅγια πεποιηκώς, μέλη καὶ σεπτά, πόρνης ὁ δείλαιος, ἀκολάστου μέλη βέβηλα.

Διχοτυμηθῆναι με, μὴ ἐάσῃς τὸν ὑποκριτὴν ἡ τέξασα Κριτὴν πάντων καὶ Θεόν, πάσης ὑποκρίσεως καὶ συστροφῆς ὑποκριτικῆς, ῥῦσαι καὶ δεῖξον με ἐν τῇ Κρίσει ἀκατάκριτον.

Ὁλικῶς ἀνέθηκα, σοὶ Παρθένε ὅλον ἐναυτόν· ἐπίβλεψον ἐπ’ ἐμὲ τὸν ἀμαρτωλό, ἐλέησον οἴκτειρον, δοῦλον τὸν σόν, τὸν ἀπὸ ψυχῆς, σοῦ τὸ πανάγιον ἀγαπῶντα θεῖον ὄνομα.

Νοερῶς προσπίπτω σοι· Παναμώμητε ὁ ἐναγής· καὶ τρόμῳ σου τῶν ἁγνῶν ἅπτομαι ποδῶν, συγκάμπτων τὰ γόνατα τὰ τῆς ψυχῆς, καὶ ἀναβοῶν, Δέσποινα Δέσποινα, οἴκτειρον με τὸν κατάκριτον.

Στιχηρά Προσόμοια. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Ῥᾶνον τῆς ἀπαθείας ἡδύ, καὶ διειδές μοι θεῖον ὕδωρ Πανάχραντε, ἐξ οὗ με πότισον νᾶμα, τῆς ἀφθαρσίας Ἁγνή, τὸν αὐχμῷ τακέντα θείων πράξεων, πρὸς σε τῆς ζωῆς μου γάρ, ἀνεθέμην τὴν πρόνοιαν, καὶ τῆς μελλούσης σωτηρίας ἀνάρτησαι, τὰς ἐλπίδας μου, τῇ πανσέπτῳ σου χάρητι· πλῦνον με κατανύξεως, τοῖς δάκρυσιν ὅπως μοι, τῶν ἐγκλημάτων τὴν λύσιν, ὁ ἐλεήμων δωρήσεται, καὶ τῆς ἀνεκφράστου, εὐφροσύνης ἀξιώσῃ τῇ μεσιτείᾳ σου.

Ὄντως Θεοῦ τάς χεῖρας φυγεῖν, οὐδείς ἀνθρώπων ἐξιχύσει ὡς γέγραπται, οὐ πόρνος, οὐ βέβηλος τις, μοιχὸς οὐ κλέπτης λῃστής, ἀλαζών οὐκ ἄλλος τις παράνομος· οὐ μήν ἀλλ’ ουδέτις, ἐν ἀμελείᾳ διέζησεν, ἡ μῖσος ἔχε πρὸς τὸν ἔγγιστα ἄδικος, ἡ ἐλάλησε, καὶ ψυχὴν τίνος ἔπληξε, τούτοις πᾶσι τοῖς κρίμασιν, ἐγὼ ὑποκείμενος, καὶ ἄλλοις πλείστοις ὑπάρχων, ὁ ἐναγής καὶ παμμίαρος, πρός σε καταφεύγω, Θεοτόκε σὺ με σῶσον ἐξαπορούμενον.

Λόγους οὕς περ προσφέρω σοι νῦν, οἷς τὴν ζωὴν μου ταλανίζω σὴν δάκρυσι, τὴν πάσης ἀξίαν οὖσαν, καί θρηνῳδίας Σωτήρ, καὶ τῆς παρά πάντων κατακρίσεως· ψυχροῦ ὡς ποτήριον, εὐμενέστατον πρόσδεξαι· ὡς τοῦ τελώνου, στεναγμὸν τὸν βραχύτατον· καὶ τὰ δάκρυα, τὰ τῆς πόρνης ὡς εὔσπλαγχνος· ὥσπερ λῃστοῦ τὴν δέησιν, καὶ τὴν ἐξαγόρευσιν, τοῦ Μανασσῆ καί ἀσώτου, ἐπιστροφήν τὴν σωτήριον· καλῶς ὁδηγῶν με, καὶ ἀεὶ δωρούμενός μοι τὸ μέγα ἔλεος.

Χαίροις ἡ κεκλυσμένην ἡμῖν, Παρθενομήτωρ τὴν Ἐδέμ διανοίξασα, λυχνίᾳ ἡ φωτοφόρος, καὶ θεοφόρος σκηνή, τῶν μητέρων χαῖρε τὸ κειμήλιον, σεμνὴ καὶ παρθένων, τὸ ἐξοχώτατον ἄκουσμα, χαῖρε Παρθένε, δι’ ἧς ᾄδης νενέκρωται, καὶ ὁ θάνατος ἠφανίσθη καὶ σέσωσται, Εὔα κατακρισεως, καὶ πάσης κακώσεως, χαῖρε χαρᾶς αἰτία, χαῖρε τοῦ πένθους ἀναίρεσις, Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾩδὴ α΄. Ἦχος πλ.α΄. Τῷ Σωτῆρι Θεῷ.
Ὁ Σωτήρ μου Χριστός, ὁ δι’ ἐμὲ κατ’ ἐμὲ, δι’ εὐσπλαχνίαν ἀδιήγητον, καταδεξάμενος γενέσθαι ἐκ Παρθένου Μητρός, αὑτῆς ταῖς πρεσβείαις ἐλέησον καὶ σῶσον με.

Ἱερᾶς ἐκπεσῶν, διαγωγῆς καὶ ζωῆς, καὶ μακαρίας ἀπολαύσεως· καὶ Παραδείσου τῆς τρυφῆς, ῥιφείς κατήντησα, ζωῆς πρὸς ἐπώδυνον καὶ πολυστένακτον.

Κεκυφότα πρὸς γῆν, τῷ δυσαχθεῖ καὶ βαρεῖ τῶν ἐγκλημάτων μου κλοιῷ Δέσποτα, καὶ τῷ ζυγῷ τῆς ἁμαρτίας κεκμηκόταμε, λιταῖς τῆς Μητρός σου κούφισον καὶ σῶσον με.

Ῥυπαροῖς λογισμοῖς, καὶ ἐμπαθέσιν ὁρμαῖς, μεμολυσμένην τὴν καρδίαν μου, ἡ καθαρά, καὶ ἱερά καὶ παναμόλυντος, ἁγίασον, ἅγνισον, καθαρόν Δέσποινα.

ᾩδὴ γ΄. Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ.
Αἱ πράξεις ἅς εἰργάσω ψυχή, καταβοᾶν σου πικρῶς μέλλουσιν, ὥσπερ κατήγοροι ἄσπονδοι, διὸ σπεῦσον μετανόησον.

Δακρύων τοῖς ἐμοῖς ὀφθαλμοῖς, πηγὰς παράσχου Πανάχραντε, ἵνα θρηνήσω ὁ δείλαιος, τὴν πληθήν τῶν ἐγκλημάτων μου.

Ἐλέησον ἀθλίαν ψυχήν μου ἀπορουμένην καὶ προσφεύγουσαν ἐν τῷ ἐλέει σου Δέσποτα, ἱκεσίαις τῆς τεκούσης σε.

Ἡνίκα τοῦ δεσμοῦ τῆς σαρκός ἡ ψυχὴ βιαίως χωρίζεται, νεύσει Θεοῦ τοῦ σκυδήσαντος, βοηθός μου Κόρη πάρεσο.

ᾩδὴ δ΄. Εἰσακήκοα τὴν ἀκοήν.
Ποίαν εὕρω ὁ τάλας ἀπολογίαν ἐν ὤρα τῆς ἐτάσεως ἡνίκα τῷ Κριτή παριστάμεθα· τότε σῶσον με σαῖς παρακλήσεσιν.

Ὡς ὀμβρήσασα τῶν οἰκτιρμῶν τὴν ἀδαπάνητον πηγήν, τὴν αὐχμῶσαν μου καρδίαν, ξηράν Ὑπεράμωμε, δάκρυσιν ὡς ὕδασιν ἄρδευσον.

Μετανοίας ὁ παρών καιρός, καὶ ἐργασίας ἀρετῶν, ὁ δὲ μέλλων ἀμείβων καὶ δωρεῶν καὶ κολάσεων, ῥῦσαι τῶν ἐσχάτων με Δέσποινα.

Συντριβέντα με ὡς κεραμέως Ἁγνὴ σκεῦος χοϊκόν, πλαστουργὸν καὶ κεραμέα τῶν βροτῶν, ὡς γεννήσασα, καίνισον, ἀνάπλασον σῶσον με.

ᾩδὴ ε΄. Ὀρθρίζοντες βοῶμεν σοι Κύριε.
Ῥυπτήριον παράσχου μοι δάκρυον, Θεοτόκε γεέννης σβεστήριον· καὶ τῶν χρεῶν μου λυτήριον.

Ψυχὴ πολυαμάρτητε θρήνησον, πρὸ τέλους σε αὐτὴν καὶ πένθησον, ἵνα εὕρησις παράκλησιν.

Ὁ φύσει ἀγαθός καὶ φιλάνθρωπος, ὁ Σωτήρ μου σῶσον με τὸν ἄσωτον, τῆς Θεοτόκου δεήσεσιν.

Ὑπέκκαυμα πυρός γεγονέναι με, μὴ ἐάσῃς, τὸ πῦρ τῆς Θεότητος ἀκατάφλεκτος ἡ τέξασα.

ᾩδὴ ς΄. Ἐκύκλωσέ με ἄβυσσος.
Ἐν ὤρα τῆς ἐτάσεως, τῆς φρικτῆς καὶ ἀνταποδόσεως, ἐν ἡ μέλλω κρίνεσθαι, ὁ αὐτοκατάκριτος, συντήρησόν με Παρθένε ἀκατάκριτον.

Ῥανίδα τοῦ ἐλέους σου σταγόνα τῆς φιλανθρωπίας σου, καὶ τῆς εὐσπλαγχνίας σου, ψεκάδα δροσίζουσαν, ἐπιστάξον μοι, καὶ σῶσον με Πανύμνητε.

Ἱλάσθητι φιλάνθρωπε, πρεσβείαις τῆς ἀγνώς τεκούσης σε, καὶ ῥῦσαι τὸν δοῦλον σου, ἀπὸ πάσης θλίψεως, καὶ αἰωνίου με δόξης καταξίωσον.

Ἐκύκλωσε με ἄβυσσος, πταισμάτων εἰς βυθόν καθέλκουσα, Ἁγνὴ ἀπογνώσεως, δέομαι ἀνάγαγε, ἐκ κατωτάτου ᾄδου τὸν σε δοξάσαντα.

Κάθισμα. Τὸν συνάναρχον Λόγον.
Ἵνα τί ῥαθυμοῦσα ψυχὴ ταλαίπωρε, ἐπελάβου Δεσπότου τοῦ ἐλεοῦντος σε, καὶ τῶν προστάξεων αὐτοῦ καταφρονήσασα, ἐν ἀσωτία τὴν ζωήν, διατελεῖς φρενοβλαβῶς, ἀπόστηθι τῆς κακίας· τῇ Θεοτόκῳ βοῶσα, ἀπεγνωσμένην ψυχὴν ἐλέησον.

ᾩδὴ ζ΄. Ὀἐν καμίνῳ πυρός.
Θρηνῶ καὶ κλαίω πικρῶς, ὅτι ἐκ φαύλης συνηθείας, ἑκών τε καὶ ἄκων ἁμαρτάνω ὁ δείλαιος.

Ναματοφόρε πηγή, τῆς νεκταρώδους ἀμβροσίας, τὴν τῶν παθῶν μου πολλὴν πικρίαν γλύκανον.

Ὑπὸ πολλῶν οἰκτιρμῶν, ἐπικαμφείς ὁ πλαστουργός μου, λιταῖς τῆς Μητρός σου, συγχώρησιν μοι δώρησαι.

Τῶν ψυχικῶν μου παθῶν, τὰς ἀλγηδόνας Θεοτόκε, σῶν πρεσβειῶν τῷ φαρμάκῳ νῦν θεράπευσον.

Τὸ φοβερὸν καὶ φρικῶδες, ἐννοῶν Ἁγνὴ Κριτήριον, τοῦ σοῦ Υἱοῦ, καὶ τὸ Βῆμα τὸ ἀπρόσιτον καὶ ἄστεκτον· ἐν κλαυθμῷ καὶ πόνῳ, πρὸς σε τὴν τοῦ Κριτοῦ μου Μητέρα καταφεύγω.

Ὧ πῶς ὑποίσεις ψυχή μου, τὸν πικρώτατον Χριστοῦ χωρισμόν, τῆς Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων τὴν διάζευξιν, πῶς δε τοῦ νυμφῶνος ῥιφήσῃ θρηνῳδοῦσα ὡς αἱ μωραί παρθένοι.

Ὅπου τερπνὴ μελῳδία, καὶ φωνὴ ἀγαλλιάσεως, ὅπου γλυκύτατος ἦχος, καὶ χαρὰ ἑορταζόντων φαιδρῶς, Ἀβραάμ ἐν κόλποις πρεσβείαις τῆς Μητρός σου, Χριστὲ τάξον σοὺς δούλους.

Χαρᾶς αἰτία Παρθένε, καὶ ἀναίρεσις ἀρχαίας ἀρᾶς, δός μοι χαρμόσυνον πένθος, καὶ κατάνυξιν εὐφρόσυνον, δι’ ὧν ἐπιτύχω, τῆς ἐν τῷ Παραδείσῳ χαρᾶς καὶ εὐφροσύνης.

ᾩδὴ θ΄. Σὲ τὴν ὑπὲρ νοῦν.
Νίψον σου ψυχή, τὸ πρόσωπον δάκρυσι, καὶ ῥοαῖς κατανύξεως, ὅπως φανῆς τῷ νυμφίῳ Χριστῷ, ὡραιοτάτῃ καὶ ἐπίχαρις.

Ἄσπορος ἀνήροτος, ἀγεώργητος γῆ, σιτοφόρος ὡς ἄρουρα, καὶ χώρα πολυφόρος, θεῖον ἔφυσε στάχυν Χριστὸν ἡ Πάναγνος.

Ὅλην τῆς ἐμῆς ψυχῆς τὴν ἀπόγνωσιν, εἰς τὸ ἄπειρον πέλαγος, τῆς σῆς ἀγαθότητος ἐπιῤῥίπτω Χριστέ μου, διὸ σῶσον με.

Ὕμνον τῇ σῇ δόξῃ κατάλληλον Δέσποινα, οὐδὲ στόμα πυρίπνοον, ἢ γλῶσσα πυρίφθογγος, πυριμόρφων Ἀγγέλων πλέκειν δύναται.

Στιχηρά Προσόμοια. Χαίροις ἀσκητικῶν.
Ὕμνος σοι καὶ ἐγκώμιον πᾶν, παρὰ τῆς Κτίσεως Ἁγνὴ ἐποφείλεται, ἀξίως καὶ γὰρ ἁπάντων, τὸν συνοχέα φρικτῶς ἀποῤῥήτῳ λόγῳ ἐσωμάτωσας, διὸ ὡς προέφης, σε μακαρίζομεν ἅπασαι, αἱ γενεαί τε καὶ φυλαί πάσης Κτίσεως, καὶ δοξάζομεν, τὴν δοξάσασαν ἅπαντας· ὅθεν καμοῦ τὴν δέησιν, ἐν ὕμνοις Πανύμνητε, προσαγομένην σοι δέξαι, μεμολυσμένην ἐκ στόματος, καὶ με με βδελύξῃ, ἀλλ’ ἀντίδος μοι τὴν χάριν, καὶ μέγα ἔλεος.

Χαίροις περιστερᾷ ἐκλεκτῇ, κεχρυσωμένην διανοίας ταῖς πτέρυξι, τρυγών ἡ ὡραιοτάτῃ, καὶ χελιδών νοητή, ἡ τὸ ὄντως ἔαρ ἀνατείλασα, ἀμνάς ἡ κυήσασα, τὸν ἀμνόν τοῦ Θεοῦ ἡμῶν, δάμαλις θείᾳ, ἡ τὸν μόσχον βαστάσασα, τὸν βαστάζοντα τὰ ἡμῶν ἁμαρτήματα, ἄμπελος ἡ κατάκαρπος, τὸν βότρυν βλαστήσασα, τῆς σωτηρίας τὸν οἶνον, καὶ εὐσπλαχνίας πηγάζοντα· αὐτὸν ἐκδυσώπει, τοῖς οἰκέταις σου δώρησαι, τὸ μέγα ἔλεος.

Οἴμοι τῷ παροργίσαντι σε, τὸν ἐλεήμονα Θεόν μου καὶ Κύριον, ποσάκις ἐπηγγειλάμην, μετανοῆσαι Χριστὲ καὶ ψευδής εὑρέθην ὁ ἀνόητος· τὸ πρὶν τοῦ Βαπτίσματος, κατεῤῥύπωσα ἔνδυμα, τῶν συνθηκῶν τε, τῶν πρός σε μου ἡλόγησα, καὶ τὸ δεύτερον πάλιν τοῦτο ἐπάγγελμα, ὅσοι καθωμολόγησα, Ἀγγέλων ἐνώπιον, καὶ τῶν ἀνθρώπων τὸ σχῆμα, τό πενθηρὸν ἐνδυνομενος, ἠθέτησα Σῶτερ, ἀλλ’εὐχαῖς τῆς σε τεκούσης, μὴ ἀπολέσῃς με.

Χεῖρας ἐπανατείνω πρός σε, ἀνοίγω χείλη ῥυπαρά τε, πρὸς δέησιν· καὶ κάμπτω καρδίας γόνυ, καὶ νοητῶς τῶν ποδῶν, σοῦ τῶν Παναχράντων νῦν ἐφάπτομαι, Ἁγνὴ καὶ προσπίπτω σοι, τὰς ὀδύνας μου ἴασαι, τὰ χρόνια μου, τὰ πολλά καὶ ἀνίατα, ἀγαθότητι, σοῦ θεράπευσον τραύματα, ῥῦσαι ἐξ ὁρώμενον με, ἐχθρῶν ἀοράτων τε, κούφισον Κόρη τὸ βάρος, τῆς ῥαθυμίας μου ὅπως σε, ὑμνῶ καὶ δοξάζω, δι’ ᾖς εὔρατο ὁ Κόσμος, τὸ μέγα ἔλεος.

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΑΝΑΜΩΜΟΝ ΘΕΟΤΟΚΟΝ

ᾩδὴ α΄. Ἦχος α΄. Ἵππον καὶ ἀναβάτην.
Πνεῦμα συντετριμένον παράσχου μοι Ἀγαθή, ταπεινῶ τε καρδίαν, νόος τε καθορότητα, καὶ βίου διόρθωσιν, πταισμάτων συγχώρησιν, καὶ δακρύων πηγὰς ἀμόλυντε.

Ἐμαυτόν ἀποκλαίω πρὸ τῆς ἐξόδου μου, ἐννοῶν τῶν κακῶν μου τὴν ἄβυσσον Πανάμωμε, διὸ ἱκετεύω σε, τὸν Υἱόν σου αἴτησαι, λυτρωθῆναι με τῆς κολάσεως.

Ἔχουσα μετανοίας καιρὸν ἀπόστηθι ἀπὸ πάσης κακίας ψυχή μου· καὶ τῷ πλάστῃ σου, ἐν δάκρυσι βόησον, ὁ Θεός μου σῶσον με, ἱκεσίαις τῆς κυησάσης σε.

Ἄβυσσος με ἐσχάτη περιεκύκλωσε, τῶν ἀμέτρων πταισμάτων· καὶ εἰς βυθὸν καθέλκει με, δεινῆς ἀπογνώσεως, ἡ τεκοῦσα ἄβυσσον, εὐσπλαγχνίας σπεῦσον καὶ σῶσον με.

ᾩδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Ταράσει ἁμαρτιῶν δεινόν με κλυδώνιον, εἰς βυθόν πταισμάτων καθέλκον Ἄχραντε, ζάλη ἐναντίων λογισμῶν, χειμάζει τὴν ψυχήν μου, τὸν κυβερνήτην ἡ κυήσασα, σπεῦσον ἐξελέσθαι τὸν δοῦλον σου.

Δολίως ὁ ἐχθρός με, θηρεῦσαι ἐπείγεται, τῆς αἰωνιζούσης φλογὸς ὑπέκκαυμα, δεῖξαι με βουλόμενος Ἁγνή, τὰς τούτου μεθοδείας, καὶ τὰ βουλεύματα διάλυσον, ἵνα σε δοξάζω γηθόμενος.

Νοσοῦντες καὶ πειρασμοῖς δεινοῖς συνεχόμενοι, Παντουργέ οἰκτίρμων καὶ πολυεύσπλαχνε, τὴν Ὑπεραγίαν σου σκηνήν, προσφέρομεν σοι πάντες, εἰς ἱκεσίαν καὶ βοῷμεν σοι, λῦσον περιστάσεις τῶν δούλων σου.

Ἐτέχθη ἐκ σοῦ Θεός, Ἁγνὴ σωματούμενος, καὶ σαρκὶ ωράθη ὁ πρὶν ἀόρατος, τοῦτον οὖν δυσώπει ἐκτενῶς, ἐξ’ ὀρατῶν ἐχθρῶν με, καὶ ἀοράτων Κόρη ῥύεσθαι, τὸν εἰλικρινῶς δοξάζοντα.

ᾩδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου κένωσιν.
Ἀσώτως διεσκόρπισα Πάναγνε, τὸν πλοῦτον ὅνπερ μοι Χριστός, ὡς ἀγαθός ἐδωρήσατο, μὴ οὖν παρίδῃς με Κόρη, λιμῷ τῶν ἀρετῶν ἀπολλύμενον.

Ὁ βίος μου πταισμάτων πεπλήρωται, ὁ λογισμός δὲ ἐμπαθής, καὶ ἡ ψυχή μου κατάκριτος· διὸ τῇ σῇ εὐσπλαγχνίᾳ, ἐλέησον καὶ σῶσον με Δέσποινα.

Ἐλέησον, συμπάθησον, οἴκτειρον, τὴν παναθλίαν μου ψυχήν, ὡς ἐλεήμων καὶ εὔσπλαγχνος, καὶ δός μοι Κύριε δάκρυα, ὅπως θρηνήσω μου τὰ ἐγκλήματα.

Ψυχή μου ταπεινῇ καὶ ταλαίπωρε, τι τῆς σαρκός ταῖς ἡδοναῖς, καθυποκύπτεις λυποῦσα Θεόν; προσπεσόν τῇ Θεοτόκῳ, αἰτοῦσα σωτηρίαν καὶ λύτρωσιν.

ᾩδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Ἥλιος νενίκηται, τῇ σῇ λαμπρότητι, Μαρίᾳ σὺ γὰρ τὸν τοῖς φωστῆρσιν, Οὐρανόν κοσμήσαντα, χερσί περιέσχες, καὶ ἐκ μαζῶν ἐθήλασας.

Χαίροις ἡ γεννήσασα, Θεὸν ἐν σώματι, τὸν πρὸ αἰώνων γεγενημένον, ἐκ Πατρός ἀσώματον, καὶ τὴν προπατόρων, ἀρᾶν ἐξαφανίσασα.

Μὴ καταδικάσῃ με, εἰς πῦρ τὸ ἄσβεστον, Χριστὲ Σωτήρ μου ταῖς ἱκεσίαις, τῆς ἀγνώς Τεκούσης σε, καὶ τῶν Ἀποστόλων καὶ πάντων τῶν Ἁγίων σου.

Ἱλασμόν μοι δώρησαι, ταῖς σαῖς δεήσεσιν, ἁμαρτημάτων Ἁγνὴ Παρθένε, ἡ τὸ ἱλαστήριον, τὸ θεῖον τεκοῦσα, Χριστὸν τὸν μόνον εὔσπλαγχνον.

ᾩδὴ ς΄. Μαινομένην κλύδωνι.
Εἰς βυθὸν ἀπέῤῥιμαι, ἐγκλημάτων καταποντισθείς, ἔκτεινον τὴν χεῖρα σου Πανάμωμε, καὶ ἐξ ᾄδου ἀνάγαγε ἀπογνώσεως.

Ἐν ἡμέρα θλίψεως, ὅταν μέλλω τῶν σωματικῶν, δεσμῶν ἀπολύεσθαι, παράστηθι, ἐπιδρομῇς τῆς τῶν δαιμόνων με ῥῦσαι.

Φεῖσαι μου τοῦ δούλου σοῦ, ἱκεσίαις Δέσποτα Χριστέ, τῆς ἀγνώς τεκούσης σε, ὅταν μέλλῃς κρῖναι τὸν Κόσμον ὄν ἔπλασας.

Ὡς ἀκαταμάχητος συμμαχία τῶν Χριστιανῶν, καὶ ἐλπὶς καὶ σκέπη καὶ ἀντίληψις, καὶ προσφυγή σοι προσφυγόντα με σκέπασον.

Κάθισμα. Τὸν συνάναρχον Λόγον.
Ὁ καιρὸς μετανοίας ψυχὴ ἀνάστηθι, ἐκ τῆς νῦν ῥαθυμίας τῆς κατεχούσης σε, καὶ τῷ νυμφίῳ σου Χριστῷ μετὰ λαμπάδος φωτεινῆς, καὶ συμπαθείας δαψιλοῦς, σὺν τοῖς φρονίμοις παρθένοις, ὑπάντησον ἴν’εἰσελθής, εἰς τὸν νυμφῶνα τὸν Οὐράνιον.

ᾩδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Φρίττουσι καὶ φεύγουσι, τήν σήν κλῆσιν Δέσποινα, δαιμόνων αἱ φάλαγγες, ἐξ’ὤν λυτρουμένῃ με, διάσῳζε καί φρούρει κατ’ἀμφοῖν ἐκ πάσης βλάβης.

Ἄρρητος ἡ δόξα σου, τὸν γὰρ δόξης Κύριον, Παρθένε γεγένηκας, διὸ με ἀξίωσον, τῆς Οὐρανίᾳ δόξης, τῶν πιστῶς σε ἀνυμνοῦντα.

Σκότους ἐξωτέρου με, καὶ φρικτῆς κολάσεως, τὸν δοῦλον σου λύτρωσαι, λιταῖς τῆς τεκούσης σε, βοῶντα σοι Χριστέ μου ὁ Θεὸς εὐλογητός εἶ.

Σάρκα μου ἐμόλυνα, ταῖς βεβήλοις πράξεσι, τὸν νοῦν δὲ ἠχρείωσα αἰσχραῖς ἐνθυμήσεσιν, ἀλλ’ οἴκτειρον καὶ σῶσον τὸν ἀχρεῖον σου οἰκέτην.

ᾩδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ἡ τὸν θελητήν, τεκοῦσα τοῦ ἐλέους, ἐλέησον ἅπαντας τοὺς πίστει ψάλλοντας, πάντα τὰ ἔργα.

Ῥῦσαι τοῦ πικροῦ, καὶ ἐξωτέρου σκότους, καὶ τοῦ ἀκοιμήτου με Παρθένε σκώληκος· ὡς γὰρ τεκοῦσα τὸν ποιητήν τοῦ Κόσμου· πάντα ὅσα θέλεις ποιεῖς ταῖς σαῖς πρεσβείαις.

Ἵλεως γενοῦ, τοῖς σοῖς οἰκέταις Λόγε, εὐχαῖς τῆς Τεκούσης σε, καὶ σῶσον ψάλλοντας, πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε.

Δέχου τὴν ᾠδήν, ἐξ εὐτελῶν στομάτων, Παρθένε πανύμνητε τῶν ἐκβοώντων σοι, χαίροις νοσούντων σωμάτων ἰατρεῖον, καὶ ἀπεγνωσμένων ψυχῶν ἡ σωτηρία.

ᾩδὴ θ΄. Ἠσαΐᾳ χόρευε.
Χοϊκὴν συγγένειαν, μὴ παρίδῃς Δέσποινα Ἁγνή, ἀλλ’ ἔσο μοι βοηθὸς ἐν ταῖς συμφοραῖς, ῥωννύουσα σκέπουσα, ῥυομένῃ πάντων τῶν δεινῶν, ἐν σοι γὰρ πέποιθα, τὴν ἑτοίμη πρὸς τὸ σῴζειν με.

Ἐπὶ σοὶ ἐκχέομεν, τὴν ἐκ πόνου δέησιν Ἁγνή, ἐλέησον ἡμᾶς τοὺς ἁμαρτωλούς, μὴ καταισχυνθείημεν, ἐν ἡμέρα τῇ τῶν ἀναγκῶν, σε τὴν πανεύσπλαχνον Θεοτόκον προσκαλούμενοι.

Ὁ Θεός εἰσάκουσον, τοῦ λαοῦ σου νῦν τῆς προσφυγῆς, καὶ λύτρωσαι ἡμᾶς, βλάβης τοῦ ἐχθροῦ, ἰδοῦ σοι προσάγομεν, εἰλικρινῶς εἰς ἐξιλασμόν, σε τὴν κυήσασα· τὴν ἐκ πόθου μακαρίζομεν.

Ἱλασμόν καὶ ἄφεσιν, τῶν πταισμάτων αἴτησαι ἡμῖν, καὶ πάντων τῶν δυσχερῶν τὴν ἀπαλλαγήν, καὶ βίου διόρθωσιν, νοῦν καθαρὸν καὶ φωτοειδῆ, ἵνα δοξάζομεν, τὴν πολλήν σου ἀγαθότητα.

Στιχηρά Προσόμοια. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ λογικός Οὐρανός, ἐμψυχόμενον τοῦ Δεσπότου παλάτιον, ἡ κλῖμαξ δἰ’ ἧς κατέβη, ὁ τοῦ παντός ποιητής, τοὺς βροτούς ἀνάγων πρὸς οὐράνιον, ζωὴν Παναμώμητε, καὶ ἀκήρατον εὔκλειαν, χαῖρε ἡμέραν, μυστικὴν ἡ αὐγάσασα· καὶ φωτίσασα τοὺς ἐν σκότει καθεύδοντας, χαῖρε χαρᾶς ἡ ἀνάβλυσις, Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ Κόσμῳ τὸ μέγα ἔλεος.

Χαίροις ἡ νοητῇ κιβωτός, δἰ’ ἧς βροτοί κατακλυσμοῦ διεσώθημεν· καὶ ζάλης τῆς ἁμαρτίας, ἀπηλπισμένων μήμην, τὸ θερμὸν τοῦ κόσμου ἱλαστήριον, δἰ’ οὗ τῆς ἀφέσεως, οἱ Πιστοί ἠξιώθημεν, χαῖρε λυχνίᾳ φωταυγής καὶ ὑπέρλαμπρος, ἡ τὸ ἄστεκτον ἐν ἀχράντῳ νηδύϊ σου, φῶς τὸ πανυπερούσιον, άφθόρως βαστάσασα, χαῖρε κατάρας ἡ λύσις, καὶ εὐλογίας ἀντίδοσις, Χριστοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Βίβλων ἀνοιγόμενον Χριστέ, ἐν τῇ ἡμέρα τῆς φρικτῆς παρουσίας σου, καὶ πάντων παρισταμένων τῷ Κριτηρίῳ τῷ σῷ, καὶ ἀποβλεπόντων τὴν ἀπόφασιν, πυρός πρό τοῦ Βήματος, ἑλκομένου καί σάλπιγγος· σφοδρῶς ἠχούσης, τί ποιήσω ὁ ἄθλιος, ἐλεγχόμενος ὑπὸ συνειδήσεως, καὶ καταδικαζόμενος, εἰς φλόγα τὴν ἄσβεστον, δέομαι οὖν πρὸ τοῦ τέλους, λύσιν πταισμάτων παράσχου μοι, Χριστέ τῆς Μητρός σου, ἱκεσίαις ὡς οἰκτίρμων, καὶ πολυέλεος.

Χαίροις ἡ μαργαρίτην Χριστόν, ἐξ ἀστραπῆς τῆς Θειοτάτης κυήσασα, τοὺς σκότει τῆς ἀγνωσίας, καὶ τοὺς ἐν βάθει δεινῶν, συσχεθέντας Κόρη παραπτώσεων, πρὸ φῶς τῷ τῆς γνώσεως, ὁδηγήσασα Δέσποινα· χαῖρε νεφέλη τηλαυγής καὶ ὑπέρφωτε· χαῖρε καύχημα, Ἀποστόλων καὶ κύρηγμα, θέαμα περιβόητον, ἐξαίσιον ἄκουσμα, χαῖρε δοχεῖον τοῦ Κτίστου, καὶ καθαρὸν ἐνδιαίτημα, Χριστοῦ ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ᾨδή α΄. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῶ.
Φωτοφόρε σκηνή, τοῦ Βασιλέως Χριστοῦ, καταύγασόν μου τὴν διάνοιαν ἐσκοτησμένη ἀπάτη τοῦ πολεμήτορος, καὶ ζόφῳ τυφλώττουσαν τῶν παραπτώσεων.

Λογισμῶν πονηρῶν, τὴν ταπεινήν μου ψυχήν, Θεοκυῆτορ ἐλευθέρωσον, καὶ οἰκητήριον Θεοῦ ταύτην ἀπέργασαι, ἵνα καταχρέος σε δοξάζω πάντοτε.

Ἵνα τί ὧ ψυχή, ἐν ῥᾳθυμίᾳ πολλὴ τὸν βίον ὅλον ἐδαπάνησας, σπεῦσον, καὶ βόησον, Χριστῷ, Κύριε σῶσόν με, ταῖς ἱκεσίαις τῆς ἀσπόρως τεκούσης σε.

Τὴν ἐν μητράσιν Ἁγνήν, καὶ ἐν παρθένοις σεμνήν, τὴν κυοφόρον καὶ ἀπείρανδρον, τὴν παιδοτόκον καὶ Παρθένον καὶ θηλάζουσαν, Μαρίαν τὴν Ἄχραντον ἀνευφημήσωμεν.

ᾩδὴ γ΄. Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ.
Σταγόνα μοι δακρύων Ἁγνή, παράσχου ὅπως ἐξαλείψω μου, τῶν ἐγκλημάτων τὴν ἄβυσσον, καὶ γνησίως ἀνυμνήσω σε.

Ηὐλόγηται ἡ φύσις ἡμῶν, τῇ σῇ γενήσει ἀπειρόγαμε, τὴν εὐλογίαν γὰρ τέξασα, τὴν κατάραν ἐξαφανίσας.

Δακρύων ὡς κατακλυσμῷ, πολλῶν ὑδάτων ῥείθροις Δέσποινα, τὰς ἁμαρτίας μου βύθισον, ἱκεσίαις τῆς τεκούσης σε.

Ἐλέησον ἀθλίαν ψυχήν, ἀπορουμένην καὶ προσφεύγουσαν, ἐν τῷ ἐλέει σου Δέσποινα, ἐλεῆμον καὶ φιλάγαθε.

ᾩδὴ δ΄. Εἰσακήκοα τὴν ἀκοήν.
Ἐμαυτόν ἀποκλαίω ὅταν εἰς ἔννοιαν, ἔλθω τῶν πολλῶν μου πταισμάτων, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ δυσωπῶ σε τούτου ῥῦσαι με Ἀειπάρθενε.

Ποία γλῶσσα ἐξείποι, τῶν πεπραγμένων μοι δεινῶν, τὰς ἀπείρους θαλάσσας, καὶ τὸν βυθὸν τῶν πταισμάτων, ἀπεγνωσμένον σῶσόν με Παρθένε Πανάμωμε.

Ἱλαστήριον ἁμαρτωλῶν αἱ καταφυγῇ Πιστῶν, ὧνπερ ἥμαρτον, κἀμοὶ τὸν ἱλασμὸν προσφυγόντι σοι, δώρησαι Πανάμωμε Δέσποινα.

Ὡς ὀμβρήσασα τῶν οἰκτιρμῶν, τὴν ἀδαπάνητον πηγήν, τὴν αὐχμῶσαν μου καρδίαν, ξηρὰν Ὑπεράμωμε, δάκρυσιν ὡς ὕδασιν ἔρδευσον.

ᾩδὴ ε΄. Ὀρθρίζοντες βοῶμεν σοι Κύριε.
Ἐν ὤρα τῆς ἐξόδου μου Δέσποινα, παράστηθι, τοὺς περιεστῶτας με, δεινούς δαίμονας.

Ἐπίβλεψον, εἰσάκουσον Δέσποινα, τῆς φωνῆς μου, καὶ ῥῦσαι με δέομαι, τῆς αἰωνίου κολάσεως.

Ἐλέησον με μόνε φιλάνθρωπε, καὶ οἰκτίρμων, εὐχαῖς τῆς τεκούσης σε, σὺ γὰρ Θεός μου καὶ Κύριος.

Μαρία πολυύμνητε Δέσποινα μνήσθητι μου, ὅτε ἐπὶ Βήματος, τοῦ σοῦ Υἱοῦ παραστήσομαι.

ᾩδὴ ς΄. Ἐκύκλωσέ με ἄβυσσος.
Δεδόξασται τῷ τόκῳ σου, ἀνθρώπων ἡ φύσις ἡ ἄδοξος, ἐνδόξως γὰρ ἔτεκες· Θεὸν ὑπερένδοξον, Μαρίᾳ ἔνδοξε, ὅθεν σε δοξάζομεν.

Ὁ βίος μου πεπλήρωται, ἀμελείας καὶ παραπτώσεων, διὸ πρὸς μετάνοιαν, Δέσποινα ἐπίστρεψον, πρὶν λάβῃ πέρας τοῦ βίου ἡ πανήγυρις.

Ἐκέκραξα ἐν ὄλῃ μου, καρδία ἐλέησον Δέσποτα, ψυχὴν ἀδιόρθωτον, εἰς σὲ μόνον βλέπουσαν, καὶ εἰς τὸ μέγα σου ἔλεος ἐλπίζουσαν.

Ῥαγίναι προσπαθείας με, γηίνου προσήλου τε σχέσεως, ἐν ὄλῃ τὸν ἄυλον, σαρκός ἡ κυήσασα, Μαρία πάναγνε δέομαι παράσχου μοι.

Κάθισμα. Τὸν συνάναρχον Λόγον.
Τὸν ἐκ σοῦ σαρκωθέντα Θεὸν καὶ Κύριον, δἰ’ ἡμᾶς τοὺς φθαρέντας τοῖς ἁμαρτήμασι· τοῦτον ἱκέτευσον θερμῶς, τοῦ οἰκτειρῆσαι ἡμᾶς, καὶ ἀποστρέψαι τὸν θυμόν, καὶ τὴν ὀργὴν αὐτοῦ σεμνή, ἀπὸ τῶν πίστει τιμώντων, καὶ εὐφημούντων ἀπαύστως, τὴν δυναστείαν καὶ τὸ κράτος σου.

ᾩδὴ ζ΄. Ὁ ἐν καμίνῳ πυρός.
Τῶν ψυχικῶν μου παθῶν τὰς ἀλγηδόνας Θεοτόκε, σῶν πρεσβειῶν τῷ φαρμάκῳ νῦν θεράπευσον.

Συντετριμμένην ψυχήν, καὶ λογισμὸν συνεσταλμένον, παράσχου μοι ἀγαθή ὅπως δοξάζω σε.

Τῶν ἀκουσίων παθῶν, καὶ ἑκουσίων τὴν συγνώμην, τῇ σῇ χρηστότητι Δέσποτα παράσχου μοι.

Τίς κατ’ ἀξίαν τὸν σόν, Θεογεννήτορ ξένον τόκον, ὐμνολογήσει ωροτῶν, ἡ ἑρμηνεύσει Νοῶν;

ᾩδὴ η΄. Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων.
Ἐν ἀμελείᾳ τὸν βίον ἐκτελέσας ὁ ταλαίπωρος, καὶ προσεγγίσας τῷ τέλει τῆς ζωῆς μου, σοι κραυγάζω Ἁγνή, τῆς τῶν ἐναντίων ἐξάρπασον παγίδος, τὴν ταπεινήν ψυχήν μου.

Σωματικαῖς ἀῤῥωστίαις, καὶ παθῶν ἐπαναστάσεσι, καὶ ψυχικαῖς ἀλγηδόσι, χαλεπῶς ἐταζόμενω μοι, τῇ σῇ μεσιτεία, παράσχου τὴν ὑγιείαν παρθένε Θεοτόκε.

Μὴ τὸν θυμῶ σου ἐλέγξῃς, τοὺς οἰκέτας σου Χριστὲ ὁ Θεός, μὴ τῇ ὀργή σου παιδεύσῃς τὸν λαόν σου ἀναμάρτητε, τὴν γὰρ σε τεκοῦσαν προσφέρομεν σοὶ πρέσβιν Δέσποτα ἐλεῆμον.

Σεραφικήν σε λαβίδα, καὶ πυράχραν, Ἠσαΐας ὁρᾷ, ἄνθρακα θείας οὐσίας, ἐν τοῖς κόλποις σου βαστάζουσαν, ἐν ὧ τὰς ἀκάνθας, κατάφλεξον Παρθένε τῶν ἐμῶν ἐγκλημάτων.

ᾩδὴ θ΄. Σὲ τὴν ὑπὲρ νοῦν.
Νέκρωσον τὸ σῶμα, καὶ ζώωσον τὴν ψυχήν, τὴν ἐμὴν ἀπειρόγαμε· ζωὴν ἀνυπόστατον ἡ τεκοῦσα ζωοῦσαν, ψυχοῦσαν ἡμᾶς.

Ὅταν ἡ ψυχή μου μέλλῃ χωρίζεσθαι, τοῦ ἀθλίου μου σώματος, τῆς τῶν ἀοράτων ἐχθρῶν, τυραννίδος με ῥῦσαι Θεονύμφευτε.

Ὅταν ἐπὶ θρόνου δόξης καθίσῃς Χριστέ, κρῖναι κόσμον, ὃν ἔπλασας, κἀμὲ τὸν οἰκέτην σου, μετὰ τῶν ἐκλεκτῶν σου συναρίθμησον.

Στρέψον εἰς χαράν, τὸν θρῆνον μου Δέσποινα, καὶ δουλείας ἀπάλλαξον, τῶν νῦν πολεμούντων με, καὶ φωτὸς ἀνεσπέρου καταξίωσον.

Στιχηρά Προσόμοια. Χαίροις Ἀσκητικῶν.
Πᾶσαι ἐπὶ τῆς γῆς αἱ φυλαί, μακαριοῦμεν σε Ἁγνὴ ὡς προέφησας, καὶ χαῖρε σοι προσφωνοῦμεν, μετ’ εὐφροσύνης πιστῶς· χαῖρε θείᾳ στάμνε Μάννα φέρουσα, πηγὴ τὸ ἀείζωον, καὶ ἠδύτατον βρύουσα, νᾶμα καὶ πόμα, ἐξ οὗ πάντες οἱ πιόντες, ἐμπιπλώμεθα εὐφροσύνης καὶ τέρψεως· χαῖρε τῶν ἐφημούντων σε, ἑτοίμη ἀντίληψις, τῶν ἐν ἀνάγκαις προστάτις, κινδυνευόντων βοήθεια, Θεοῦ χαῖρε Μήτηρ τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Στρέψον τὸν κοπετὸν εἰς χαράν, εἰς εὐθυμίαν δὲ τὸ πένθος μετάβαλλε, τὸν θρῆνον εἰς εὐφροσύνην, καὶ ἀγαλλίασιν νῦν, Θεοτόκε μόνη παντευλόγητε· καὶ γὰρ ἐπληθύνθησαν, οἱ μισοῦντες τὸν δοῦλον σου, καὶ ἐκζητοῦσι, τὴν ψυχὴν ἀπολέσαι μου, οἱ αἱμοβόροι, καὶ παντῆ ἀναιδέστατοι, μάτην κατεπαιρόμενοι, δεινῶς ὠρυόμενοι, σκύμνοι καθάπερ λυσσῶντες, ὧν τῆς κακίας με λύτρωσαι, ζωὴν δωρουμένῃ, εὐφροσύνην θυμηδίαν, καὶ μέγα ἔλεος.

Παῦσον τὰς τῶν δαιμόνων ὁρμάς, τὰς κατ’ ἐμοῦ ἐπερχομένας φιλάνθρωπε, ζητούντων τοῦ θανατῶσαι, τὴν ταπεινήν μου ψυχὴν καὶ καταγαγεῖν με εἰς ἀπώλειαν, αὐτῶν τὰς βουλάς τε, καὶ τὰς ἐνέδρας ματαίωσον, ταῖς τῆς Μητρός σου, ἱκεσίαις ὡς εὔσπλαγχνος, καὶ ἐκλύτρωσαι, ἀπὸ τούτων με Δέσποτα, παῦσον τὸ πολυτάραχον, τοῦ βίου κλυδώνιον, ῥῦσαι γεέννης καὶ σκότους, τοῦ αἰωνίζοντος δέομαι, Χριστὲ ὅταν ἔλθῃς, Κρῖναι κόσμον μετὰ δόξης, ὡς ὑπεράγαθος.

Κλαίω καὶ σκυθρωπάζω πικρῶς, κατανοῶν τὸ φοβερὸν λογοθέσιον, ἐξ ἔργων, μὴ κεκτημένος ἀπολογίας μικρᾶς, ἀφορμήν ὁ τάλας, διὸ δέομαι, πρὶν ἡ ἐπιφθάσῃ με, τέλος βίου τὸ ἄδηλον, πρὸ τῆς δρεπάνης, πρὸ θανάτου πρὸ Κρίσεως, πρὸ τοῦ μέλλειν με, τὰς εὐθύνας εἰσπράτεσθαι, ἔνθα τὸ πῦρ τὸ ἄσβεστον, τὸ σκότος ἐξώτερον, ὅπου ὁ σκώληξ ἐκεῖνος, ὁ κατεσθίων τοὺς πταίοντας, Ἁγνὴ τῶν πταισμάτων, ἀπολύτρωσιν μοι δίδου, καὶ μέγα ἔλεος.

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾩδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καί ἀναβάτην.
Πᾶσαι σε τῶν ἀνθρώπων γεραίρουσι γενεαί, καθώς πάλαι Παρθένε, προφιτικῶς προείρηκας, κἀμὲ τοίνυν πρόσδεξαι, μελῳδόν σου Δέσποινα, καὶ συνέτισόν με καὶ φώτισον.

Ἄλλον Παράδεισον σε γινώσκομεν νοητόν, ἀσυγκρίτως νικῶντα τὸν ἐν Ἐδὲμ Παράδεισον, ὑπέρτιμε Μαρίᾳ Θεόνυμφε, σὺ γὰρ ἀφθορίαν βροτοῖς ἐβλάστησας.

Πλοῦτον καὶ θείαν δόξαν, ἐκτήσαντο μὲν πολλαί θυγατέρες προδήλως, ἀλλ’ ἀσυγκρίτως Δέσποινα, σὺ πάσας ὑπέρκεισαι, διό με πλουτήσασα, Οὐρανίων χαρίτων ἔμπλησον.

Τί σοὶ ἀνταποδώσω; Τί δε προσοίσω σοι, περί ὧν μοι Παρθένε, πολλάκις ἀνταπέδωκας; Καὶ ὤν εὐηργέτησας φιλανθρώπως, ὕμνον εὐχαριστίας ἀεὶ προσᾴξω σοι.

ᾩδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Ναμάτων τοῦ Παναγίου Πνεύματος ἔμπλησον, τὴν ἐκτηκομένην ψυχήν μου πνεύματι, καύσωνος ἐμπύρων λογισμῶν, καὶ πότισον τῷ δίψει τὴν φλεγομένην ἀπογνώσεως, ὕδωρ συγχωρήσεως Δέσποινα.

Ῥανίσι τῆς εὐσπλαγχνίας σου με ἀπόσμηξον, καὶ τῶν οἰκτιρμῶν σου περιραντίσασα, θείῳ ἐν ὑσσώπῳ νοητῶς, καθάρισον καὶ δεῖξον, πολλῷ χιόνος με λευκότερον, καὶ δακρύων ὄμβροις με ἔκπλυνον.

Ὁ στήσας φρικτῆς ἐτάσεως ὤραν Δέσποτα, καὶ σοφῶς ὥρισας ἡμέραν Κρίσεως, ἐν ἡ φανερῶς τὰ ἐν κρυφή, πᾶσι πλημμεληθέντα, δημοσιεύσεις ἀκατάκριτον, διὰ τῆς Τεκούσης σε δεῖξον με.

Ὑπάρχεις τῶν γηγενῶν ἐλπὶς καὶ βοήθεια, καὶ χαρὰ καὶ σκέπη καὶ καταφύγιον, Δέσποινα ἡ Μήτηρ τῆς ζωῆς, ὅθεν σε δυσωποῦμεν, τὴν σὴν βοήθειαν κατάπεμψον, τοῖς μετὰ πόθου ἀνυμνοῦσι σε.

ᾩδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου κένωσιν.
Ὡραίαν σε ψυχῆ τε καὶ σώματι, ὡραίαν καὶ τῷ λογισμῷ, τῶν ἀρετῶν ὡραιότησιν, ὁ ὡραιότατος Λόγος, εὑρών σε Θεοτόκε κατῴκησε.

Στενάζω καὶ κακῶν οὐκ ἀφίσταμαι, κλαίω καὶ πάλιν τοῖς αὐτοῖς συμπερφύρομαι πάθεσι, καὶ ἡδονῶν τῷ βορβόρῳ ὁ τίμιος ἀτίμως μολύνομαι.

Ὁ διὰ τοῦ Σταυτοῦ δωρησάμενος, ζωὴν ἀθάνατον βροτοῖς, ἐκ τοῦ δευτέρου θανάτου με Λόγε Θεοῦ ἀφαρπάσας, ζωῆς ἀτελεύτητον ἀξίωσον.

Ἀνήροτος σὺ πέφηνας ἄρουρα, τὸν μὴ σπαρέντα θεϊκόν, ἀναβλαστήσασα ἄσταχυν· διὸ πεινῶντα με θρέψον, ταῖς θείαις δωρεαῖς σου καὶ χάρησι.

ᾩδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Θρήνησον ἀθλία μου ψυχὴ σαυτὴν πρὸ θανῆς, πικρῶς καὶ κλαῦσον ἀπό καρδίας, πρὶν ἡ καταλάβῃ σε, ὁ κλαυθμός τοῦ ᾄδου ὁ λίαν ἀπαράκλητος.

Ἴδοιμι σε Δέσποινα, παρισταμένην μοι, καὶ ἐν ἰλέω τῷ ὄμματι σου, εὐμενῶς ὁρῶσαν με, ὅτε ἡ ψυχή μου τοῦ σώματος χωρίζεται.

Ῥῦσαι πάσης θλίψεως, Χριστὲ τὸν δοῦλον σου, διὰ Μητρός σου τῆς δεήσεως, πάσης κατακρίσεως, καὶ τῶν αἰωνίων κολάσεων ὡς εὔσπλαχνος.

Χαῖρε χρυσαυγέστατον, τοῦ Λόγου σκήνωμα, εὐλογημένῃ Θεοκυῆτωρ, ἀσθενῶν ἐπίσκεψις, καὶ τῶν ἐν ἀνάγκαις προστάτις ἑτοιμότατος.

ᾩδὴ ς΄. Μαινομένην κλύδωνι.
Ὑπὲρ νοῦν τὸν ἄχρονον, ὑπὲρ λόγον τὸν δημιουργόν, Παναγίᾳ τέτοκας λυτρούμενον, πάσης φθορᾶς, τοὺς Θεοτόκον ὑμνοῦντας σε.

Ἀγαθὸν κυήσασα, εὐεργέτην καὶ δημιουργόν, Παναγίᾳ Δέσποινα φιλάγαθε, τὴν ψυχήν μου κεκακωμένην ἀγάθυνον.

Τὴν πληθὺν ἐπίστασαι, τῶν παθῶν μου Δέσποτα Χριστέ, τῶν ἐκταραττόντων καὶ θλιβόντων με, διὸ βοῶ, πρόφθασον καὶ τούτων με λύτρωσαι.

Νεκρωθέντας πάθεσιν ἁμαρτίας Δέσποινα ἡμᾶς, ἀνιστῶσα ζώωσον πρεσβείαις σου, ἡ τῆς φθορᾶς τὸν καθαιρέτην κυήσασα.

Κάθισμα. Τὸν συνάναρχον Λόγον.
Ἐμαυτόν πρὸ τῆς δίκης νῦν ἀποκλαίομαι, ἐννοῶν μου τὰ ἔργα τὰ πονηρότατα, καὶ ἐγκλημάτων τὸν βυθόν, τῶν προσφυγόντων μοι, ἀπὸ νεότητος Ἁγνή, καὶ συμπνιγόντων μου τὸν νοῦν, ἀλλὰ τῇ σῇ προστασίᾳ, τὴν ἄφεσιν μοι παράσχου, καὶ σωτηρίας τυχεῖν ἀξίωσον.

ᾩδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Ἔχων σε βοήθειαν, καὶ ἐλπίδα Πάναγνε, ἐχθρῶν μου ῥυσθήσομαι, καὶ οὐ φοβηθήσομαι ἀπό τῶν μυριάδων, τῶν με περικυκλούντων.

Ἐπὶ σὲ ἐπέβλεψε τὴν Ἁγνὴν ὁ Ὕψιστος, πολλὰ μεγαλείᾳ σοι, ποιήσας ὡς ἔφησας, διὸ αἱ γενεαί σε, πᾶσαι νῦν μακαριοῦμεν.

Ἀχανές εἰς πέλαγος, ἀπεῤῥίφην πράξεων, τῶν φαύλων ὁ δύστηνος, ἀλλ’ οἴκτειρον Δέσποτα, καὶ σῶσον με πρεσβείαις, τῆς Μητρός σου ὡς οἰκτίρμων.

Λύπης ἡ ἀναίρεσις, εὐφροσύνης πρόξενος, χαρμόσυνον πένθος μοι, καὶ λύπην εὐφρόσυνον, διδοῦσα λύτρωσαι με, τοῦ πυρὸς τοῦ αἰωνίου.

ᾩδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ὅταν τῶν ἑμῶν, ἁμαρτιῶν τὸ πλῆθος, Παρθένε τὸ ἄπειρον ἀναλογίσομαι, κλαίω στενάζων, ἐκ βάθους τῆς καρδίας, καὶ τῶν οἰκτιρμῶν σου προστρέχω τῇ ἀβύσσῳ.

Νέον ἐπὶ γῆς, Παρθενομῆτορ βρέφος, Πατρὸς τὸν συνάναρχον Υἱὸν ἐκύησας, οἴκτῳ ἀφάτῳ ἡμῖν ὁμοιωθέντα, τοῖς διαφθαρεῖσιν ἀπὸ τῆς ἁμαρτίας.

Ἔνα ἐξ ἑνός, Θεοῦ Θεὸν τεχθέντα, ἀῤῥεύστως ἀμήτορα, τίκτεις ἀπάτορα, φέροντα μίαν ὑπόστασιν καὶ δύο, φύσεις ἰνώμενας, Παρθένε ἀσυγχήτως.

Νέφος με Ἁγνή, πταισμάτων ἀμετρήτων, συνέχει τὸν δείλαιον οἴμοι τίς γένωμαι; Σὲ προσκαλοῦμαι βοήθησον μοι Κόρη, τῶν ἀπηλπισμένων λιμὴν καὶ προστασίᾳ.

ᾩδὴ θ΄. Ἠσαΐᾳ χόρευε.
Σοὶ προσπίπτω Δέσποινα, καὶ προσφεύγω δέησιν οἰκτράν, παράσχου μοι δωρεάν ἔλεος τὸ σόν· καὶ γὰρ οὐχ ὑπάρχει μοι, ἐργασία ὅλῳ θεϊκῇ, ὅθεν σου δέομαι, δωρεάν με κατοικτείρησον.

Νοεροῖς ἐν ὄμμασι, διανοίας βλέπειν σε δοκῶ, τὸ φῶς τῆς ἐμῆς ψυχῆς καὶ τὸν γλυκασμόν, τὴν μόνην παράκλησιν, καὶ χαρμονὴν καὶ ἀναψυχήν, τὸ τῆς καρδίας μου Θεοτόκε ἀγαλλίαμα.

Ἐμαυτόν ὀδύρομαι, ἐννοῶν μου τῶν ἁμαρτιῶν, τὰ πλήθη, καὶ τῶν παθῶν τὰς ἐπαγωγάς, ψυχῆς μου τὴν πώρωσιν, καὶ τοῦ νόος μου τὰς ἐκτροπάς, ἀπεγνωσμένον με, Χριστὲ σῶσον τῷ ἐλέει σου.

Συνωθεῖ πρὸς στένωσιν, τῶν ἐπαίνων σου ὁ πλατυσμός, τὸν νοῦν μου τὸν ἀσθενῆ καί στενοχωρεῖ, τὸ πλῆθος συμπνίγνον με, καὶ ἀπορεῖν ἐκ τοῦ εὐπορεῖν, ἐπισυμβαίνει μοι, Θεοτόκε πολυύμνητε.

Στιχηρά Προσόμοια. Χαίροις ἀσκητικῶν.
Χαίροις Ἀνατολῇ νοητῇ, ἡ ἐκ λαγόνων τὸν Χριστὸν ἀνατείλασα, πληροῦντα τὴν Οἰκουμένην, φωτός ἀῤῥήτου Ἁγνή· τὸ τῶν Ἀσωμάτων ἀγαλλίαμα, Ἀμνὸν Θεοῦ αἴροντα, ἁμαρτίας ἡ τέξασα· παντὸς τοῦ Κόσμου, τὸν τροφέα καὶ πρύτανιν, ἡ θηλάσασα καὶ ἀγκάλαις κατέχουσα μόνη ἡ ἀδιάφθορος, Ἁγνὴ καὶ ἀμόλυντος· χαῖρε Ἁγία Ἁγίων, τὸν Ὑπεράγιον Κύριον, ἀεὶ δυσωποῦσα, μὴ ἐλλίπης τοῦ πρεσβεύειν, ὑπὲρ τῶν δούλων σου.

Χαίροις τῶν γηγενῶ ἡ ἐλπίς, γῆ ἐκλεκτῇ καὶ καθαρᾷ καὶ ἀμόλυντος, πηγή τε ἐσφραγισμένῃ τοῦ Παρακλήτου σεμνή, σὺ ὑπάρχεις μόνη Ἀειπάρθενε, ἐξ ᾖς οἱ ὑμνοῦντες σε, σωτηρίαν εὑρίσκομεν, γένους βροτείου, ἡ τελείᾳ ἀνάκλησις, γῆ κατάκαρπε, ἡ τόν στάχυν βλαστήσασα, γέφυρα ἡ μετάγουσα, γαλήνην πρὸς εὔδιον, ἡ κυβερνῆτις ἡ θεία, χειμαζομένων ἡ ἄγκυρα, λιμήν σωτηρίας, τῶν ἐκ πόθου σε ζητούνων, ὁ εὐδιώτατος.

Χείλη μεμολυσμένα κινῶ, καὶ ῥυπαρὰς χεῖρας πρός σε Ὑπεράγαθε, καρδίαν συγκεχωσμένην, τοῖς πονηροῖς λογισμοῖς, ὀφθαλμούς τυφλώττων ὁ πανάθλιος, ψυχὴν περιφέρω, ἐσκοτισμένην τοῖς πάθεσι· καὶ ταῖς ἀτόποις, ἡδοναῖς ὁ παμβέβηλος, συγκαλύπτομαι, καὶ οὐκ ἔχω ἀνάνευσιν, ἔκτεινον τὰς ἀχράντους σου, παλάμας φιλάνθρωπε, σῶσον με Σῶτερ βοῶ σοι, καὶ μολυσμοῦ ἀποκάθαρον, πολλῶν ἐγκλημάτων, σὴς Μητρός ταῖς ἱκεσίαις, ὡς πολυεύσπλαγχνος.

Στῆσον τοὺς ποταμούς τῶν παθῶν , τῆς ἁμαρτίας μου τὸ πέλαγος ξήρανον· τῷ ῥείθρῳ τῆς σῆς πρεσβείας, καὶ πρὸς λιμένα Θεοῦ, θείων θελημάτων ἐγκαθόρμισον, ἐχθροὺς καθ’ ἐκάστω, τοὺς τὴν ψυχήν μου ἐκθλίβοντας, καὶ ταῖς ἀτόποις ἡδοναῖς ἐκταράττοντας, καταπότισον, ἀπωλείας εἰς βάραθρα· πλήρωσον τὴν καρδίαν μου, χαρᾶς καὶ ἡδύτητος, λῦσον τὸ νέφος βοῷ σοι, τῆς ἀθυμίας μου Πάναγνε, Χριστὸν δυσωποῦσα, τὴν συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

ΑΡΧΗ ΤΟΥ πλ. β’. ΗΧΟΥ

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΑΝΥΜΝΗΤΟΝ ΘΕΟΤΟΚΟΝ

ᾩδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Πῶς μου θρηνήσω τὸν βίον τὸν ῥυπαρόν, καὶ τὰ πλήθῃ Δέσποινα τῶν ἀμέτρων μου κακῶν; τί δε ἐξαγγείλω σοι Ἁγνή, ἀπορῶ καὶ δειλιῷ, ἀλλὰ βοήθει μοι.

Πόθεν ἁρπάξομαι λέγειν τὰ πονηρᾷ, καὶ δεινά μου πταίσματα ὁ ταλαίπωρος ἐγώ; Οἴμοι τι γενήσομαι λοιπόν; ἀλλὰ Δέσποινα κἀμὲ πρὸ τέλους οἴκτειρον.

Πᾶσαν ὁδὸν παροδεύσας ἁμαρτιῶν, σωτηρίας Ἄχραντε, τρίβον εὗρον οὐδαμῶς, ἀλλὰ σοὶ προστρέχω Ἀγαθή, μὴ παρίδῃς ἐκ ψυχῆς μετανοοῦντα με.

Ὁ διὰ σπλάγχνα ἐλέους σωματωθείς, καὶ βροτὸς γενόμενος εὐδοκίᾳ Πατρικῇ, Μητρηκαῖς δεήσεσι καμφθείς, τῶν πταισμάτων μοι Σωτὴρ ἄφεσιν δώρησαι.

Τοῦ μὲν θανάτου τὴν ὤραν διηνεκῶς, ἐννοῶ Πανάχραντε, καὶ τὸ Βῆμα τὸ φρικτόν, συνηθείᾳ ὅλως δὲ κακῶν, δελεάζομαι δεινῶς ἀλλὰ βοήθει μοι.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Ψυχὴν ἐμόλυνα αἰσχρῶς, Δέσποινα Παναγίᾳ, ἐξ ἀμέτρων πταισμάτων, ὁ ταλαίπωρος ἐγώ, καὶ ποῦ λοιπὸν πορευθῶ; ἀπογνώσει ὅλως συνεχόμενος.

Οὐκ ἔστιν ἄλλος ἐν βροτοῖς, ὁ τὰ ἄθεσμα πράξας, καὶ ἀσώτως βιώσας, ὥσπερ ἐγὼ Ἀγαθή, ἐν ἀσελγείαις δεινῶν, τὸ γὰρ θεῖον Βάπτισμα ἐμόλυνα.

Οὐκ ἔχω πράξεις ἀγαθάς, οὐ κατάνυξιν ὅλως, οὐδὲ δάκρυα Σῶτερ, ἀλλ’ ἐσκοτίσθην τὸν νοῦν, διὸ βοῷ σοι λιταῖς, σῆς Τεκούσης, σῶσον με ὡς εὔσπλαγχνος.

Εἰς πέρα ἔφθασα κακῶν, Παναγίᾳ Παρθένε, σὺ βοήθησον τάχει, Οὐρανὸς γὰρ καὶ ἡ γῆ, καταβοῶσι πικρῶς, τῶν ἀμέτρων πράξεων τὰ ἄτοπα.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ἐξέστη ἅπασα, ἡ γῆ καὶ ἔφριξε, καθορῶσα δεινῶς με καὶ πονηρῶς πράττοντα τὰ ἄτοπα, καὶ τοῦ Υἱοῦ σου τὴν πολλήν, εὐσπλαγχνίαν κατεπλήττετο.

Ναὸν ἐμόλυνα, κακῶς τοῦ σώματος, καὶ Ναὸν τοῦ Κυρίου, ὅνπερ βροτοῖ, τρέμοντες εἰσέρχονται, ἐγὼ δε οἴμοι ἀναιδῶς, εἰσπορεύομαι ὁ ἄσωτος.

Χριστέ μου εὔσπλαγχνε, Χριστὲ φιλάνθρωπε, ἀνεξίκακε μόνε ὁ δι’ ἐμέ, Ἄνθρωπος γενόμενος, ἐξ αμαρτῶντα με δεινῶς, ὑπὲρ ἄνθρωπον ἐλέησον.

Μὴ δείξῃς Δέσποινα, μὴ δείξῃς ξένον με, ξενωθέντα τῆς σκέπης τοῦ σοῦ Υἱοῦ, ὅλως τὸν ἀνάξιον, ἀλλὰ ἀπόπλυνον κἀμέ, ἐκ τοῦ ῥύπου τῶν πταισμάτων μου.

ᾨδὴ ε΄. Τῷ θείω φέγγει σου.
Ἀδὰμ παρέβη μὲν ἐντολήν, μίαν τοῦ Υἱοῦ σου Παρθένε, καὶ ἐξορίᾳ ὑπέπεσε, πῶς δὲ μου θρηνήσω πταισμάτων ἄβυσσον, ἐγὼ ὁ ἀποστάτης καὶ μυριόπτωτος.

Ἡσαῦ ἐζήλωσα τὸν δεινόν, ἐν γαστριμαργίᾳ, καὶ τρυφὴ ψυχὴν καὶ σῶμα ἐμόλυνα· μέθη καὶ λαγνείᾳ ῥυπώσας βίον μου, καὶ τίς λοιπὸν μὴ κλαύσῃ ἐμὲ τὸν ἄθλιον;

Θρηνῶ τῶν ἔργων τῶν πονηρῶν, πάσας τὰς εὐθύνας ἐννοῶν, Χριστέ μου εὔσπλαγχνε Κύριε, καὶ πρὸ τῶν ποδῶν σου πρίνης κατάκειμαι, πρεσβείαις τῆς Μητρός σου, δὸς μοι τὴν ἄφεσιν.

Τῷ θείῳ φέγγει σου Ἀγαθή, πύλη τῆς ζωῆς ἡμῶν ἁγνή, ἐσκοτισμένον ὑπάρχοντα, φώτισον ἐν τάχει καὶ καθοδήγησον, πρὸς τρίβους σωτηρίας ὧ πολυύμνητε.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Ὁ βίος μου ἄσωτος, ἡ ψυχή μου ῥυπαρᾷ, καὶ ἡ ζωὴ πανάθλιος, τὸ δὲ σῶμα μου ὅλον ἐν τοῖς κακοῖς, δεινῶς κατεσπίλωται, διὸ σπεῦσον Παρθένε καὶ βοήθει μοι.

Σεισθεῖσα σπαράχθητι, καὶ κλονήθητι ψυχή, καὶ φρῖξον καὶ συστάληθι, ἐνθυμούμενη ὅπως τὸν φοβερόν, Κριτὴν παροργίζουσα, κατακρίνεσθαι μέλλεις ἀδιόρθωτε.

Εἰς χώραν ὁ ἄθλιος, ἐμακρύνθην ἀπὸ σοῦ, τοῖς δαίμοσι δουλούμενος, καὶ γυμνωθεὶς παντοίων ἐξ ἀγαθῶν, ὧ Πάτερ Πανάγαθε, ἀλλὰ σῶσον με πάλαι ὡς τὸν ἄσωτον.

Νῦν τρόμῳ συνέχομαι, καὶ πτοοῦμαι ἀγαθή, τοῦ πονηροῦ τὰ ἔνεδρα, πρὸ τοῦ τέλους γὰρ τρίζει μοι ὁ φθορεύς, ὀδόντας κατέχειν με, ὡς γυμνὸν ἀρετῶν, ἀλλὰ βοήθει μοι.

Κάθισμα. Πολλά τὰ πλήθη.
Τῆς ἀσθενούσης μου ψυχῆς τὰς πολλὰς ἀῤῥωστίας, καὶ τὰ τοῦ σώματος Ἁγνὴ χαλεπώτατα πάθη, ἐπίσκεψε, καὶ θεραπείας ταχινῆς ἀξίωσον, καὶ τὰς ἁγίας ἐντολὰς ποιεῖν με κατευόδωσον, Θεοῦ τοῦ ἀγαθοῦ, ἵνα σε μεγαλύνω.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἑπταπλάσιον τὴν φλόγα μοι ἐξέκαυσε, τὴν τῶν παθῶν ὁ δόλιος, ταῖς μοιχείαις δὲ τῆς καρδίας ὅλως θανατοῖ· ἀλλ’ ἄρδευσον ῥείθροις τῶν ἐμῶν· δακρύων Μῆτερ τοῦ Θεοῦ, καὶ μὴ ἀπώσῃ με.

Φοβερὸν μὲν τὸ Κριτήριον ταλαίπωρε, ψυχή μου καὶ ἀναίσθητε, καὶ ἡ κόλασις, ἀτελεύτητός τε καὶ φρικτῇ· ἀλλ’ ὄμως νῦν προσπεσὸν Μητρί, τῇ τοῦ Κριτοῦ σου καὶ Θεοῦ, καὶ μὴ σαυτὴν ἀπογνῷς.

Δεῦρο τάλαινα ψυχή μου μετανόησον, ἡ Κρίσις ἐπὶ θύραις ἔστι· τί προσήλωσαι τοῖς ματαίοις καὶ ἀχρήστοις ἀγαθοῖς, ἀνάστηθι πένθησον πικρῶς, βοῶσα ἐν πίστει τῷ Χριστῷ, Κύριε σῶσόν με.

Ἐσκοτίσθην ὁ ταλαίπωρος Πανάχραντε, τῷ πλήθει τῶν ἀμέτρων μου κακῶν, καὶ ἠλλοίωμαι τῆς ψυχῆς τὸ ὄμμα καὶ τὸν νοῦν· διὸ μου φωτός σου ταῖς αὐγαῖς, πρὸς ἀπαθείας γλυκασμὸν θᾶττον εἰσάγαγε.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Παρουσίαν θανάτου φρίττω ὁ δείλαιος, καὶ τὴν Κρίσιν ἐκείνην τὴν ἀπροφάστστον, πράττειν δὲ δεινά, καὶ αἰσχρᾷ οὐκ ἀφίσταμαι, οἴκτειρον με Κόρη, καὶ σῶσον πρὸ τοῦ τέλους.

Στεναγμοὺς ἀσιγήτους Δέσποινα δώρησαι, καὶ δακρύων πηγὴν μοι, ἵνα ἐκπλύνω μου, πταίσματα πολλὰ καὶ ἀνίατα τραύματα, ὅπως ἐπιτύχω, ζωῆς τῆς αἰωνίου.

Τὸ μὲν στόματι κράζω τὸ ἥμαρτον, λογισμῷ δε ἐμμένω πράττων τὰ ἄτοπα, ποίοις οὖν Χριστὲ ὀφθαλμοῖς σε θεάσομαι, ὁ ἀπεγνωσμένος καὶ κατακεκριμμένος.

Τῶν κακῶν μου τὰ πλήθη σοι ἐξηγόρευσα, ὡς οὐδεὶς ἐν τῷ κόσμῳ ἄλλος παρώργισε, Δέσποινα Θεὸν τὸν Υἱόν σου καὶ Κύριον, τούτῳ με ἐν τάχει κατάλλαξον Παρθένε.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ἰδοῦ προσέρχομαι σοι Πανάχραντε, φόβῳ πολλῷ καὶ πόθῳ τὴν ἰσχὺν ἐπιστάμενος, τῆς πολλῆς σου πρεσβείας ὁ δοῦλος σου· μέγιστα γὰρ ἰσχύει δέησις Δέσποινα, Μητρὸς πρὸς Υἱὸν παναληθῆ· σπλάγχνοις γὰρ κάμπτεται.

Χοροὺς παράλαβε Ἀρχαγγέλων τε, καὶ τὴν πληθὺν τῶν ἄνω στρατευμάτων καὶ Πρόδρομον, Ἀποστόλων δήμους τε καὶ τῶν Προφητῶν, Μάρτυρας καὶ Ὁσίους Ἱερομάρτυρας, καὶ ὑπὲρ ἐμοῦ πρὸς σὸν Υἱὸν πρεσβείαν ποίησον.

Ὡς πῶς θεάσομαι τὸν ἀθέατον, πῶς τὴν φρικτὴν ἐκείνην ὑποστήσομαι ὅρασιν, πῶς ἀνοῖξαι τολμήσω τὰ ὄμματα, πῶς τὸν ἐμὸν Δεσπότην ἰδεῖν θαῤῥήσομαι, ὃν οὐκ ἐπαυσάμην ἐκ παιδὸς λυπεῖν ἑκάστοτε.

Κριτὴν οἰκτίρμονα καὶ φιλάνθρωπον, τὸν σὸν Υἱὸν ἐκδέχομαι Ἁγνὴ μὴ παρίδῃς με· ἀλλ’ αὐτόν μοι ποίησον εὐίλατον· στῆσαι ἐκ δεξιῶν με τὸν ἀπροστάτευτον, τοῦ ἀχράντου Βήματος αὐτοῦ, εἰς σε γὰρ ἤλπισα.

Στιχηρὰ Προσόμοια. Ὅλην ἀποθέμενοι.
Ἔχει πᾶς ὁ Κόσμος σε, πρὸς τὸν Θεὸν ἐν ἀῤῥήτως, καὶ φρικτῶς ἐκύησας, σάρκα προσλαβόμενον ἐξ αἱμάτων σου, ἀγαθὴ Δέσποινα, ἀσφαλῆ γέφυρα, καὶ προστάτιν ἀκαταίσχυντον, πρέσβην εὐήκοον, σύμπαθη μεσῖτιν καὶ σύντομον· διόπερ καὶ ὡς ἄνθρωποι ” φύσις ἀσθενὴς” ἁμαρτάνοντες· οὐδέποτε τούτου, ἀπέστημεν τῆς δόξης ἐπὶ σοί, τῆς σωτηρίας Πανάχραντε τὰς ἐλπίδας θέμενοι.

Ὅταν μου τὴν ἔνοιαν, τὸ φοβερὸν ἔλθῃ Βῆμα, τοῦ Υἱοῦ σου Πάναγνε, καὶ τὸ Δηκαστήριον τὸ παγκόσμιον, ἀπορῶ δέδοικα· δειλιῶν καὶ τρέμων, τὴν τῶν ἔργων μου ἐξέτασιν, φαῦλα γὰρ ἅπαντα, καὶ αἰσχύνης πάσης ἀνάπλεα, καὶ σκότους καὶ κολάσεως, καὶ ἀποστροφῆς ὄντως ἄξια, ἴδε μου τὴν θλίψην· ἴδε μου τῆς ψυχῆς τὴν συντριβήν, καὶ ἀνάγκης ἐκείνης με, ῥῦσαι καὶ κολάσεως.

Μόνος ὑπὲρ ἅπαντας, Υἱοὺς ἀνθρώπων ὁ τάλας, μόνος ἐπλημμέλησα, τὰ καὶ λόγῳ ἄφθεγκτα καὶ ἀκούσμασι, μηδαμῶς Δέσποτα, φορητὰ πέλοντα, διὰ τοῦτο σου καὶ δέομαι, σύγνωθι εὔσπλαγχνε, καὶ πρὸ τῆς ἐξόδου μετάνοιαν, δὸς μοι ἐξομολόγησιν, δὸς μοι στεναγμοὺς τε καὶ δάκρυα, ἵνα διὰ τούτων, συντρίβων τὴν καρδίαν μου ἀεί, καὶ κράζων ἥμαρτον ἥμαρτον τύχω συγχωρήσεως.

Μίσησον ταλαίπωρε, πάντα τοῦ βίου ψυχή μου, ἃ Θεὸς βδελύσσεται, καὶ μισεῖ καὶ τέλεον ἀποστρέφεται, καὶ σπουδῇ πρόσελθε, καὶ πιστῶς δεήθητι, τῇ Μητρὶ Θεοῦ κραυγάζουσα· ῥῦσαι με Δέσποινα, πάσης ἀκηδίας, οἰήσεως, κραυγῆς θυμοῦ καὶ ἔριδος, ζήλου τε καὶ φθόνου καὶ μήνιδος, δεινῆς βλασφημίας, παντοίας ὑποκρίσεως Ἁγνή, καὶ τῆς τῶν ἔγγιστα Κρίσεως, καὶ ὡς οἰδᾷς σῶσόν με.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Βοηθὸς καὶ σκεπαστής.
Πῶς προσέλθω σοι Ἁγνή, κατεγνωσμένος ἐγὼ ὁ τάλας, ὅλος ἐμπαθής, ἐναγὴς γεγονώς· ἀλλ’ οἴκτειρον σῶσον, τὴν ἀθλίαν μου ψυχήν, Θεοκυῆτορ Πάναγνε.

Ἀναστᾶσα ταπεινῇ, ψυχὴ τοῦ βάθους τῆς ἀτιμίας, βόησον θερμῶς, πρὸς τὴν μόνην Ἁγνήν, ἐλέησον Κόρη, Παναμώμητε σεμνή, καὶ τῶν παθῶν με λύτρωσαι.

Ἐξιστᾶμε καὶ φοβεῖ, τὸ πῦρ τὸ ἄσβεστον τῆς γεέννης, σκώληξ ὁ πικρός, τῶν ὀδόντων βρυγμὸς ἀλλ’ ἄνες μοι ἄφες, καὶ τῇ στάσει με Χριστέ, τῶν ἐκλεκτῶν σου σύνταξον.

Ναυαγίῳ πειρασμῶν, κατεποντίσθην ταῖς ἁμαρτίαις, ἔκτεινον μοι νῦν, βοηθείας Ἁγνή, τὴν χεῖρα καὶ ῥῦσαι, ἀτιμίας τῶν παθῶν, ὅπως ἀεὶ δοξάζω σε.

ᾨδὴ δ΄. Στερέωσον Κύριε, ἐπὶ τὴν πέτραν.
Γηράσαντα πάθεσιν, ἀτιμωτάτοις τῆς ἁμαρτίας, νεοποίησον Πανάμωμε, τῶν κλοιῶν με, καὶ δεσμῶν βαρέων κουφίζουσα.

Ἀνάνηψον τάλαινα, ψυχὴ τοῦ ὕπνου τῆς ῥαθυμίας, ὀφθαλμοὺς τε ἀναπέτασον, πρὸς τὴν μόνην, σῴζουσαν σε Κόρη Θεόνυμφε.

Ἡμάρτηκα Κύριε, καθάπερ ἄλλος οὐδεὶς ἀνθρώπων, πλημμελήσας ὁ ἀσύνετος, πρὸ τῆς δίκης, ἵλεως γενοῦ μοι φιλάνθρωπε.

Προσέρχομαι Δέσποινα, ἀπεγνωσμένος συντετριμμένος, τῇ πρεσβείᾳ σου θερμότατα, καταφεύγων, σῶσον με Ἁγνή τὸν οἰκέτην σου.

ᾨδὴ δ΄. Ἀκήκοον ὁ Προφήτης.
Ῥημάτων τε καὶ πραγμάτων, εὐθύνας μέλλω κριθῆναι Θεοκυῆτορ, πρὸς τοῦ σοῦ Υἱοῦ Κόρη ὁ ἄθλιος, εὕροιμι σε τότε καταφύγιον, ἀντίληψιν κραταιοτάτην κολαστηρίων, παντοίων ῥυομένην με.

Ὁ βίος μου βορβορώδης, ἀκάθαρτος τε ἡ γνώμη ταῖς ἁμαρτίαις, ὅλος ἐμπαθὴς ἁγνὴ γεγένημαι κάθαρον τοῦ ῥύπου τῶν πταισμάτων με, καὶ λεύκανον Θεοτόκε σῇ μεσιτείᾳ, πρὸς τὸν Θεὸν τὸν εὔσπλαγχνον.

Μὴ ἔλθω εἰς γῆν κλαυθμῶνος, μὴ ἴδω τόπον τοῦ σκότους Χριστέ μου Λόγε, μὴ δεθῶ χεῖρας καὶ πόδας μου, ἔξω τοῦ νυμφῶνος σου ῥιπτόμενος, τὸ ἔνδυμα τῆς ἀφθαρσίας, ῤεῤῥυπωμένον ἔχων ὁ πανάθλιος.

Δεινῶν με κολαστηρίων, καὶ σκότους τοῦ ἐξωτέρου καὶ τῆς γεέννης, ταῖς σαῖς ἱκεσίαις ἐλευθέρωσον, ἔχεις γὰρ τὸ θέλειν καὶ τὸ δύνασθαι, τὸν Κύριον ὡς τετοκυῖα Παρθενομήτωρ, τὸν μόνον ὑπεράγαθον.

ᾨδὴ ε΄. Ἐκ νυκτὸς ὀρθρίζοντα φιλάνθρωπε.
Ξενωθέντα Δέσποινα τῆς σκέπης σου, ὁ ἐχθρὸς βλέπων με, κατεκρήμνισε βυθῷ, πταισμάτων τὴν ψυχήν μου, καὶ καθορῶν με γελᾷ ἀλλὰ βοήθησόν μοι.

Ἀνανῆψαι ποίησον τὴν τάλαιναν, Ἄχραντε Δέσποινα, καὶ παμβέβηλον ψυχήν, ἐμὴν ἐκδυσωπῶ σε, καὶ ῥῦσαι βάρους αὐτήν, πολλῶν ἁμαρτημάτων.

Ἄνες ἄφες Κύριε καὶ σύγνωθι, ὅσα σοι ἥμαρτον, καὶ μὴ δείξῃς με ἐκεῖ, ἐνώπιον Ἀγγέλων, ὑπόδικον τῷ πυρί, πρεσβείαις τῆς Μητρός σου.

Ἐν ἡμέρα Δέσποινα τῆς Κρίσεως, πρόστηθι φάνηθι, τῶν βασάνων καὶ πυρός, ἐμὲ ἐλευθεροῦσα, ἵνα σωθεὶς ἀνυμνῶ, τὴν ἄμαχον σου χάριν.

ᾨδὴ ς΄. Ἐβόησα ἐν ὄλῃ καρδία μου.
Ὁ σκοτεινός τοῦ ᾄδου συνέχει με, φόβος Πανάχραντε Ἁγνή, καὶ ἡ τῶν ἐρίφων μερὶς με συνταράττει, ᾖς με λύτρωσαι, Θεοτόκε δυσωπῶ σε.

Νεκρώσασα Παναγίᾳ Δέσποινα, τὸ τῆς σαρκός μου ἐμπαθές, ζωοποίησον μου, ψυχὴν τὴν παναθλίαν, καὶ ὁδήγησον ἐν ὁδῷ τῆς μετανοίας.

Τὸν ἄσωτον ἐμὲ καὶ πανάθλιον, πρόσδεξαι Δέσποτα Χριστέ, καὶ βασάνων ῥῦσαι, λιταῖς τῆς σε Τεκούσης, καὶ ἀξίωσον με τρυφῆς τοῦ Παραδείσου.

Ἱκέσιον προσφέρω σοι δέησιν, ὁ ἀσυνείδητος ἐγώ, καὶ τῇ σῇ προστρέχω, εὐσπλάγχνῳ συμπαθείᾳ, μὴ μὲ ἀποστρέψῃς, Ἁγνὴ κατῃσχυμμένον.

Κάθισμα. Πολλά τὰ πλήθη τῶν.
Τὴν μολυνθήσαν μου ψυχήν, τῶν πταισμάτων τῷ πλήθει, τοῖς τῶν δακρύων ὀχετοῖς, Θεοτόκε καθάρισον, καὶ ποίησον τῶν χαρισμάτων δεκτικῶν, τοῦ Πνεύματος τοῦ Ἁγίου, ἐν σοὶ γὰρ τὰς ἐλπίδας μου ἀνέθηκα, διὸ σῶσόν με τὸν δοῦλον σου.

ᾨδὴ ζ΄. Ἡμάρτομεν ἠνομήσαμεν.
Ὡς συμπαθής, ὡς φιλόψυχον ὡς φιλεύσπλαχνον Παρθενομῆτορ, ὅλην ὡς καθαρὰν σε γινώσκων, καταφεύγω σοι ἐγὼ ὁ πανάθλιος, ἀλλὰ μὴ ἀποστρέψεις με τὸν δείλαιον, κατῃσχυμμένον ἐκ σου.

Ἀνάνηψον ὧ ταλαίπωρε· καὶ ἀνάστηθι ψυχὴ ἀθλία τύψον τὸ στῆθος πικρῶς στέναξον, καὶ κατάγαγε δακρύων πηγάς, ἵνα σε ἐλεήσῃ τὴν τάλαιναν ἡ εὐσπλάγχνῳ Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.

Προσπίπτω σοι καὶ προσάγω σοι, ὥσπερ δάκρυα τὰ ῥήματα μου, ἥμαρτον, ὡς οὐχ ἥμαρτε πόρνη, καὶ ἠνόμησα, ὡς ἄλλος οὐδεὶς ἐπὶ γῆς, ἀλλ’ οἰκτείρησον Δέσποτα καὶ σῶσον με, τῆς σὲ Τεκούσης λιταῖς.

Ναὸς Θεοῦ ὁ γενόμενος, ἐκ Βαπτίσματος τοῦ θείου πάλαι, ὅλος κατεμολύνθην ὁ τάλας, καὶ κατάκειμαι ἐξαίσιον πτῶμα δεινῶς, ἀλλὰ σὺ με ἀνάστησον Πανάμωμε, ἀπεγνωσμένον ἐλπίς.

ᾨδὴ η΄. Ὃν στρατιαὶ Οὐρωνῶν.
Ὁ ποταμός τοῦ πυρὸς ταράττει με, ὁ γνόφος ὁ ἀφεγγὴς ὅλον με δονεῖ σκώληξ με καταπλήττει, ὁ τοῦ βρυγμοῦ Παρθένε, εὕροιμι σε τότε, ἀντίληψιν κραταιοτάτην.

Θείας φωναῖς ἀκοῦσαι με ποίησον καὶ στάσεως ἐκλεκτῶν δεῖξον κοινωνόν, Πάναγνε Θεοτόκε, καὶ τῆς αἰωνιζούσης, ζωῆς ὅπως ὑμνῶ σε, Ἁγνὴ ἀκαταπαύστως.

Ὕλη πυρὸς μὴ γένομαι Κύριε, μηδὲ ἀκούσω φωνῆς σοῦ τῆς ἀπευκτῆς, ἔχων σε λιπαροῦσαν, τὴν σὴν Ἁγνὴ Μητέρα, ἧς ταῖς ἱκεσίαις ἐλέησον με πανοικτίρμων.

Ῥεῖθρα μοι νῦν δακρύων κατάπεμψον, καὶ στεναγμὸν ἐκ ψυχῆς μετὰ συντριβής, ὅπως τὴν φλόγα σβέσω τὴν ἀστέκτων ἐκείνην· καὶ τοῦ Παραδείσου τῆς δόξης ἐπιτύχω.

ᾨδὴ θ΄. Ἀπόρου συλλήψεως.
Ἡμέρα τῆς Κρίσεως, ἡ φοβερᾷ ταράττει με, βρυγμὸς ὀδόντων, τήκτει τὴν καρδίαν μου, ἡ στάσις Πανάμωμε, ἐκπλήττει τῶν ἐρίφων· ἀλλὰ βοήθειαν ἐν δεινοῖς, εὕροιμι σε Θεοτόκε, ὅταν μέλλω κατακρίνεσθαι.

Νῦν φόβος συνέχει με, καὶ τρόμος συνταράττει με, ὁ τῆς γεέννης· καὶ τί διαπράξασθαι, οὐκ οἴδα ὁ ἄθλιος καὶ κατακεκρυμμένος, διὸ προσέρχωμαί σοι θερμή, κατανύξει ἐκβοῶν σοι, μὴ παρίδῃς με Πανάχραντε.

Ὀρῷ τὸ Κριτήριον, καὶ ἐννοῶ τὸ Βῆμα σου, Χριστέ μου τότε, ἐν ὧ μέλλω κρίνεσθαι, εὐθύνας τῶν πρακτέων, ὁ κατακεκριμμένος· ἀλλ’ ἔχω πρέσβυν πρὸς οἰκτιρμούς, τοὺς πολλούς σου δυσωποῦσαν, τὴν Θεόνυμφον Μητέρα σου.

Νοητῶς ἐφάπτομαι, τῶν σῶν ἰχνῶν Πανάμωμε, ἐκδυσωπῶν σε, πρόσδεξαι τὸν θρῆνον μου, τὸν ὕμνον ἐνώτισαι, καὶ τῶν πταισμάτων λύσιν, παρὰ τοῦ πάντων δημιουργοῦ, καὶ Υἱοῦ σου αἴτησον μοι, ἵνα πόθῳ μεγαλύνω σε.

Στιχήρα Προσόμοια. Ὅλην ἀποθέμενοι.
Ὁ γάμος ηὐτρέπισται, τοῦ Οὐρανίου Νυμφίου, οἱ κήρυκες κράζουσι, τι ψυχὴ βραδύνεις σου τὴν διόρθωσιν; ῤύπαρα πάντα σου, ἀληθῶς ὑπάρχει, ἀσελγείας τὰ ἱμάτια, καὶ πῶς ταλαίπωρε, μέλλεις εἰσελθεῖν δεῦρο προσπεσόν, πρὸ τέλους ἐκ καρδίᾳ σου, τῇ Ἀειπαρθένῳ κραυγάζουσα· ὐσώπω πρεσβείας, ῥαντίσασα καθάρισον ἁγνή, καὶ τοῦ νυμφῶνος ἀξίωσον, ὅπως μεγαλύνω σε.

Στῆσον μου Πανάχραντε, τὰς τῶν παθῶν διεκχύσεις, καὶ ῥοὰς ἀνάστειλον, τὰς τῆς ἁμαρτίας μου καὶ χειμάῤῥους μου, τῶν παθῶν ξήρανον· ἱκετεύω γὰρ σε, καὶ προσπίπτω καὶ κραυγάζω σοι, ἴασαι Δέσποινα, τὴν πεπωρωμένην καρδίαν μου, πηγὰς μοι κατανύξεως, καὶ δακρύων ὄμβρους παρέχουσα, ἵνα τὰς τε χεῖρας, καὶ ὅλον μου τὸ σῶμα ῤυπωθέν, τούτοις ἐκπλύνων τὸ ἔλεος, Θεοῦ ἐπισπάσωμαι.

Κλαίω καὶ ὀδύρομαι, ὅταν εἰς αἴσθησιν ἔλθω, τὸ πῦρ τὸ αἰώνιον, σκότος τὸ ἐξώτερον καὶ τὸν τάρταρον, τὸν δεινὸν σκώληκα, τὸν βρυγμὸν αὖθυς τε, τῶν ὀδόντων καὶ τὴν ἄπαυστον, ὀδύνην μέλλουσαν, ἔσεσθαι τοῖς ἄμετρα πταίσασι, καὶ σε τὸν Ὑπεράγαθον, γνώμη πονηρὰ παροργίσασιν, ὧν εἷς τε καὶ πρῶτος, ὑπάρχῳ ὁ ταλαίπωρος ἐγώ, ἀλλὰ λιταῖς τῆς Τεκούσης σε, σῶσόν με ὡς εὔσπλαγχνος.

Δέξαι μου τὴν δέησιν, Θεοκυῆτορ Παρθένε, καὶ μὴ ἀποῤῥίψῃς με, ἀπὸ τοῦ προσώπου σου τὸν ἀνάξιον, οὐδεὶς ἄλλος γάρ, ἐπὶ γῆς ἄγνωστα, ἐν ἀνθρώποις ἐπλημμέλησα, διὸ τὴν θείαν σου, χάριν ἐξαιτῶ ὁ πανάθλιος, προφθάσασα οἰκτείρησον, τὸν ὀδυνηρῶς συνεχόμμενον· καὶ μὴ με εἰς τέλος, ἐάσῃς κινδυνεύειν πλὴν σου γάρ, οὐκ ἔχω ἄλλην βοήθειαν, μετὰ τὸν Σωτῆρα μου.

 

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Φωτὸς δοχεῖον Παρθένε τοῦ ἐκ φωτός, Προάναρχε λάμψαντος, Φωτοδότου Ἰησοῦ, τῇ ζοφώδει πέμψον μου ψυχή, μετανοίας ἀληθοῦς φαιδρὸν ἀμάρυγμα.

Σὺ τῆς ἀθλίας ψυχῆς μου ἀναψυχῇ, σὺ καὶ ἀγαλλίαμα τῆς καρδίας μου Ἁγνή, ῥυομένῃ πάντων με δεινῶν, καὶ φρουρὸς καὶ βοηθὸς καὶ σωτηρίας μου.

Σῶμα ψυχήν τε καὶ πνεῦμα λίαν δεινῶς, ὁ δεινὸς ἐμόλυνα, ὡς ὁ ἄσωτος τὸ πρίν, ἀσωτίας πράξεσιν αἰσχραῖς, ἀλλὰ δέξαι με Χριστὲ μετανοοῦντα σοι.

Νῦν ἐμαυτὸν ἀποκλαίω ὅτε οὐδέν, τῶν δακρύων ὄφελος· τοῦ θανάτου γὰρ τομή, ἐπὶ θύραις ἕστηκεν ἰδοῦ· σὺ δε μόνη μοι ἐλπίς, Ἁγνὴ καὶ σῶσον με.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.
Πηγὴν δακρύων τοῖς ἐμοῖς, ὀφθαλμοῖς Θεοτόκε, ὕδωρ τῇ κεφαλῇ μου ὄμβρους τε καὶ ὀχετούς, παράσχου τοὺς πειρατάς, τῆς ψυχῆς μου τούτοις ἀποπνίγουσα.

Ἡ φλὸξ ἐκείνη τοῦ πυρός, θορυβεῖ τὴν ψυχήν μου, καὶ θροεῖ με τὸ Βῆμα, τὸ φρικῶδες τοῦ Κριτοῦ, ἀλλ’ ὄμως πράττω κακῶς, ὥσπερ εἴτις αἴνους καὶ φρενόληπτος.

Οὐκ ἔστιν ἄνθρωπος ἐν γῆ, ὡς ἐγὼ πλημμελήσας, καὶ ψυχὴν ἀμαυρώσας· καί τὸν μόνον ἀγαθόν, σε παροργίσας Χριστέ, ἀλλ’ὠς μόνος, σῶσον με φιλάνθρωπος.

Δακρύων δὸς μοι δαψιλῶς, προχοὴν Θεοτόκε, καὶ ἀξίωσον βρέχειν ἐν ἡμέρα καὶ νυκτί, τὴν κλήνη μου καὶ στρωμνήν, ὅπως τύχω, διὰ σοῦ ἀφέσεως.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Στολὴν ἐνδέδυμαι, τὴν θεοΰφαντον, καὶ λαμπρὰν ἀφθαρσίας περιβολήν, τῷ θείῳ Βαπτίσματι, τοῖς μολυσμοῖς δὲ τῶν παθῶν, ἐγυμνώθην τοῦ χαρίσματος.

Ἀνόμοις πράξεσιν, οὐκ ἔστιν ἄνθρωπος, ἐπὶ γῆς παναθλίως βεβιωκώς, ὃν οὐχ ὑπερβέβηκα, σὺ δε Πανάγαθε Ἁγνή, σωτηρίας με ἀξίωσον.

Ῥανάτω δάκρυα, πάντα τὰ πέρατα, ἐπ’ ἐμοί τῷ ἀθλίῳ, βροτῶν ἐγώ, μόνος γὰρ ἀπόλλυμαι, ταῖς ἀσωτίαις μολυνθείς, ἀλλ’ ὠς οἰδᾷς Σῶτερ σῶσόν με.

Ἁγία Δέσποινα, ἡμᾶς ἁγίασον, ἐν ἁγίῳ ναῷ σου τὸν σὸν Υἱόν, πίστει ἁγιάζοντας, τὸν ἁγιάσαντα ἡμᾶς, τῇ γεννήσει τῇ Ἁγίᾳ σου.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Δύομαι φόβῳ καὶ δειλιῷ, ὅταν τοῦ θανάτου τὴν φρικτήν, ὤραν ἐκείνην λογίσωμαι, καὶ τὴν τοῦ Υἱοῦ σου Κόρη θείαν ὑπάντησιν, ψήχονται τὴν δικαίαν καὶ τὴν ἀπόφασιν.

Οὐδὲν ἐκτός σου τῶν ἀγαθῶν, οὐ λόγος οὐ πρᾶξις, οὐ βουλή, τοῖς κατορθοῦσι προσγίνεται, διό μοι παράσχου τὴν συνέργειαν τὴν σήν, Θεοῦ πρὸς εὐαρέστησιν Ὑπεράμωμε.

Λόγῳ τῷ θείῳ σου τιμηθείς, ὤφθην τῶν ἀλόγων ὁ τάλας κατὰ πολὺ ἀλογώτερος· ὄρους γὰρ τῆς φύσεως ὑπερβέβηκα, μολύνας τὴν ψυχήν μου τοῖς παραπτώμασιν.

Ἀπὸ καρδίας ὀδυνηράς, καὶ συντετριμμένης ἐκ ψυχῆς, προσφερομένην σοι δέησιν, δέξαι φιλεύσπλαγχνος Μῆτερ εὐσπλάγχνου Θεοῦ, καὶ σῶσον δωρεὰν με τὸν ὄντως εὔσπλαγχνον.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Κριτὴν δικαιότατον, ἡ γεννήσασα σεμνή, δικαιοτάτως δέομαι, τὴν ἐμὴν κρίσην κρῖνον ὡς ἀγαθή, ἀνθ’ ὧν νῦν βλέπω σε, μετὰ τέλος ὁρᾶν σε παρασχοῦσα μοι.

Φιλάγαθε Δέσποινα, τὸν Φιλάγαθον Θεόν, ὑπερφυῶς κυήσασα· τὴν ταπεινὴν ψυχήν μου ἐν ἀγαθαῖς, ἀγάθυνον πράξεσι· καὶ κακίας με ῥῦσαι τοῦ ἀλάστορος.

Κριτήριον μέλλει με, διαδέχεσθαι φρικτόν, καὶ φοβερᾷ ἐξέτασις, οἴμοι Χριστὲ τί πράξω ὁ δυσμενής; Τί ἀπολογήσομαι; ἱκεσίαις Μητρός σου δῶρον σῶσόν με.

Νῦν μόνη μοι Πάναγνε, κατελείφθης σὺ ἐλπίς, τῆς ὅλης σωτηρίας μου, μὴ οὖν κενὸς ἀπέλθω τῆς ἐπὶ σοι, προσδοκίας Δέσποινα, ἀλλὰ τύχω, ἐλέους εὐσπλαγχνίας σου.

Κάθισμα Αὐτόμελον.
Ἐλπίς τοῦ Κόσμου Ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβεράν, προστασίαν αἰτοῦμεν, σπλαγχνίσθητι εἰς ἀπερίστατον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη Εὐλογημένῃ.

ᾨδὴ ζ΄. Δροσοβόλον μέν τὴν κάμινον.
Οὐ τολμῶ διαπετάσαι μολυνθείσας μου, τὰς χεῖρας εἰς τὸ ὕψος Ἁγνή, ἀτιμίας γάρ, καὶ αἰσχύνης γέμουσι πολλῆς, ἐξ ἔργων άτίμων, ἀλλ’ εἰς γῆν ἐπικαλοῦμαι κεκυφώς τὴν σὴν βοήθειαν.

Ῥαντιζόμενον με δάκρυσι Πανάμωμε, καὶ θρήνοις συγκοπτόμενον, οἰκτειρήσασα, τῶν δακρύων ῥῦσαι τῶν πικρῶν, τῶν ἐν τῇ γεέννῃ, καὶ χαρᾶς, τῆς ἐν Παραδείσῳ καὶ τρυφῆς ποίησον μέτοχον.

Μὴ με στήσῃς ἐν ὤρα τῇ τῆς Κρίσεως, σὴν τοῖς ἐρίφοις Δέσποτα Χριστέ, τῆς Τεκούσης σε ἱκεσίαις τὸν ἐλεεινόν, προβάτοις δε τοῖς ἐκ δεξιῶν, συναρηθμήσας τῆς αὐτῶν χαρᾶς ἀξίωσον.

Ἐλεήμονα Θεὸν καὶ ὑπεράγαθον, τεκοῦσα μόνη Δέσποινα, καὶ μιμουμένῃ εἰς ἀεί τὸν ἔλεον αὐτοῦ, τὸν μόνον ἀνάξιον ἐμέ, παντὸς ἐλέους τοῦ ἐν σοι ἐλέους πλήρωσον.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς.
Ὁρατῶς τῇ εἰκόνι σου παριστάμενος, ἀοράτως δοκῷ σοι ζώσῃ παρίστασθαι, Μῆτερ τῆς ζωῆς μετὰ δέους δεόμενος, ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν με ῥῦσαι.

Συμπαθείας ἡ ἄβυσσος ἡ ἀπέραντος, εὐσπλαγχνίας ἡ θάλασσα ἡ ἀμέτρητος, τῶν ἁμαρτωλῶν ἡ ἑτοίμη βοήθεια, σῶσόν με Παρθένε, τὸν σὸν ἀχρεῖον δοῦλον.

Ὡς ἡ πόρνη προχέω θερμῶς τὰ δάκρυα, τὸ ἱλάσθητι κράζω ὡς ὁ τελώνης σοι, ἥμαρτον νοῶ, ὡς Υἱός σου ὁ ἄσωτος, σῶσόν με οἰκτίρμων, ἐλέους σου πελάγει.

Πονηρᾷ μου τὰ ἔργα καὶ τὰ νοήματα· τὸ δὲ ἔλεος μέγα τῆς εὐσπλαγχνίας σου, Ἄχραντε σεμνή, ὅθεν καθικετεύω σε, ταῖς σαῖς ἱκεσίαις κολάσεως με ῥῦσαι.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ἰδοῦ ἐξέβη πικρᾷ ἀπόφασις, ἰδοῦ συκῆ ἡ ἄκαρπος ὡς ἄχρηστος τέμνεται, ἰδοῦ κλῆμα βάλλεται εἰς πῦρ τὸ ξηρόν, νῦν ὁ ἀχρεῖος δοῦλος εἰς τὸ ἐξώτερον, σκότος ἀποπέμπεται οἰκτρῶς, Δέσποινα πρόφθασον.

Ψυχὴ ἀθλία καὶ ἀδιόρθωτε· τί ἀμελλεῖς; τί μάτην τοῖς προσκαίροις προσήλωσαι; τί ῥᾳθύμως τὸν βίον ἀνύεις σου; ἤγγικε τοῦ θανάτου νῦν ἡ ἀπόφασις, κλαῦσον πρὸς τὴν Πάναγνον θερμῶς τοῦ οἰκτηρῆσαι σε.

Λαβῶν τὸν πλοῦτον ἐκ σοῦ τῆς χάριτος, τῆς σῆς Χριστὲ ἀσώτως μὲν αὐτὸν διεσκόρπισα, κολληθεὶς δὲ πολίταις ἐπτώχουσα, φαύλαις φιληδονίαις, λόγοις καὶ πράξεσιν, ἀλλὰ ταῖς λιταῖς τῆς σῆς Μητρὸς οἰκτίρμων σῶσόν με.

Ἰδοῦ Παρθένε Θεοχαρίτωτε, οἱ εὐτελεῖς ἀχρεῖοι καὶ ἀνάξιοι δοῦλοι σου, μακαρίζομεν καὶ μεγαλύνομεν, σε τὴν εὐλογημένην ὑπὸ τῆς Κτίσεως, ὡς τῶν Ἀρχαγγέλων καὶ βροτῶν Κόρη δεσπόζουσαν.

Στιχηρὰ Προσόμοια. Τριήμερος ἀνέστης Χριστέ.
Χαῖρε Βασιλευόντων Ἁγνή, τὸ ἀνίκητος τὸ ἀνίκητον· χαῖρε κλέος τῶν πιστῶς σου τὴν σεπτήν, Εἰκόνα προσκυνούντων· χαῖρε δαιμόνων πτῶσις, καὶ τῶν ἀνθρώπων ἐπανόρθωσις.

Χαῖρε τῆς Ἐκκλησίας σεμνῇ, τὸ θεῖον ἐγκαλλώπισμα· χαῖρε μόνη προστασίᾳ τῶν πιστῶν, ἀγλάισμα Ἀγγέλων, Ὑπερευλογημένῃ, καὶ τῶν βροτῶν τὸ καταφύγιον.

Δοξάζομεν Πατέρα Υἱὸν καὶ Πνεῦμα ὁμοούσιον, ἀνυμνοῦντες τὴν γεννήσασαν Χριστόν, ἀσπόρως ὑπὲρ φύσιν, καὶ μείνασαν Παρθένον, ξενοπρεπῶς μετὰ τὴν κύησιν.

Κινδύνοις συνεχόμενον, καὶ θλίψεσι τὸν δοῦλον σου Θεοτόκε μὴ παρίδῃς ἀγαθή, ἀλλ’ οἴκτειρον καὶ σῶσον, ἐλπὶς ἀπηλπισμένων, καὶ τῶν δεινῶν με ἐλευθέρωσον.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Δέξαι τὴν δέησιν ταύτην ἐκ ῥυπαρῶν, χειλέων καὶ στόματος, ἀναξίου τολμηρῶς, εὐφημεῖν ὁρμήσαντος, καὶ φῶς, μετανοίας Ἀγαθὴ θεῖον μοι δώρησαι.

Ὄμβρους δακρύων μοι δίδου σαῖς προσευχαῖς, Θεομήτωρ Ἄχραντε, ὅπως κλαύσομαι θερμῶς, ἅπερ ἐπλημμέλησα ἐν γῇ, καὶ ῥυσθῶ ἀναμενούσης κολάσεως.

Στέναξον κλαῦσον ψυχή μου καὶ σε αὐτήν, ἀπ’ ἐντεῦθεν πένθησον, ἐκβοῶσα τῷ Χριστῷ, σῆς Μητρὸς Οἰκτίρμων ταῖς λιταῖς, τὴν ὑπεύθυνον φρικτῆς ῥῦσαι γεέννης με.

Μὴ μου τὸν θρῆνον ἀπώσῃ ἡ τὴν πηγήν, τοῦ ἐλέους τέξασα· ἀλλ’ εὐσπλάχνως Ἀγαθή, σῷ ἰλέω ὄμματι ψυχῆς, Θεοτόκε τῆς ἐμῆς, πάθη θεράπευσον.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Στενάζω ὀδυνηρῶς, καὶ πικρῶς ὀλολύζω, καὶ θρηνῶ σκυθρωπάζων, καὶ παθῶν περιπαθῶς, οὐκ ἔχω γὰρ σε ὁρᾶν, Θεοτόκε, τὴν ἐμὴν παράκλησιν.

Κυρίως Κύριον σαρκί, καὶ Θεὸν παναληθῶς, συλλαβοῦσα Παρθένε, Θεοτόκος ἀληθής, Κυριότοκος Ἁγνή, ἀναδειχθῇς, καὶ μακαριοῦμεν σε.

Οὐκ ἔχω πράξεις ἀγαθάς, οὐ κατάνυξιν ὅλως, οὐδὲ δάκρυα Λόγε, ἀλλ’ ἐσκοτίσθην τὸν νοῦν· ἀλλὰ λιταῖς σῆς Μητρός, μὴ με κρίνῃς τὸν αὐτοκατάκριτον.

Ἁγία Δέσποινα ἐμέ, τὸν ὑπεύθυνον πάσης, ἐξελοῦ καταδίκης, παῤῥησίαν πρὸς Θεόν, ὡς ἔχουσα μητρικήν, καὶ νυμφῶνι τούτου με κατάταξον.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ῥοήν μοι δώρησαι, δακρύων Δέσποινα, ὅπως πλύνω τὸν ῥύπον τὸν τῆς ψυχῆς, καὶ εὕρω ὁ ἄθλιος, ὅπερ ἀπώλεσα κάλλος, συμβουλίᾳ τῇ τοῦ ὄφεως.

Ἐμὲ τὸν ἄσωτον, ἐμὲ τὸν δείλαιον, τὸν πολλὰ σοι ἀφρόνως καὶ ἀναιδῶς, πταίσαντα Πανάμωμε, κατοικτειρήσασα σῶσον, καὶ γεέννης ἐλευθέρωσον.

Θεέ μου εὔσπλαγχνε, Χριστὲ φιλάνθρωπε, θελητά τοῦ ἐλέους, νῦν ἐπ’ ἐμοὶ ῥᾶνον σου τὸ ἕλειος, ἐκδυσωπεῖ σε ἡ ἐλπίς, καὶ προστάτις μου καὶ Μήτηρ σου.

Σταγόνας πρόσδεξαι, τὰς τῶν δακρύων μου, καὶ μικρᾶς μοι σταγόνα σῶν οἰκτιρμῶν, Δέσποινα ἐπιστάξον, ὅπως ἐκεῖ μὴ δεηθῶ, ἐν πυρὶ σταγόνος ὕδατος.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Πενθοῦντας πένθος θεοφιλές, καὶ τοὺς ἐν τῷ πνεύματι πτωχούς, Θεὸς ὁ μόνος μακάριος, μακαρίζει· ὅθεν ψυχή μου πένθησον, ὡς ἂν παρακληθήσῃ ἐκεῖ αἰώνια.

Ἁγνὴ καὶ σώμματι καὶ ψυχή, Πάναγνε φανεῖσα, τὴν ἐμὴν ψυχὴν λαγνεύουσαν κάθαρον, ποίησον ἁγνεύειν καὶ καθοδήγησον, τελεῖν με τοῦ Κυρίου τὸ θεῖον θέλημα.

Στήλη τὶς ἄψυχος καὶ νεκρά, τῆς Χριστιανῶν ἀναστροφῆς, μόνῳ τῷ ἔξωθεν πλάσματι, πέφυκα ὁ τάλας ἐνσεμνόμενος· σὺ οὖν μεταβάλων με, Σῶτερ μου ζώωσον.

Σὲ μόνην ἔχω καταφυγήν, καὶ πρὸς τὸν Θεὸν καταλλαγήν, ὁ ἐν πολλοῖς πλημμελήμασιν, ἅπαν τὸ τοῦ βίου ἀνύσας στάδιον· διὸ με Θεοτόκε σὺ κατοικτείρησον.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Κατεύθυνον Δέσποινα, τὸν πικρόν μου στεναγμόν, καὶ τῶν χειρῶν τὴν ἔπαρσιν, ὥσπερ θυσίαν εὔοσμον, καὶ τὴν σήν, ἀξίωσον μόρφωσιν, καθαρῷ συνειδότι ἐνοπτρίζεσθαι.

Ἀδάμας καὶ σίδηρος, καὶ ἡ φύσις τῶν πετρῶν, κἂν ἡ σκληρὰ καὶ ἄστεκτος, ὅμως κοινῶς ὑπείκοντες σταλαγμοῖς, ῥανίσι κοιλαίνονται, ἡ σκληρὰ δὲ ψυχή μου οὐ μαλάσσεται.

Ῥοὴν τῶν δακρύων μου, τὴν μικρὰν καὶ πενιχράν, προσδεξάμενος Δέσποτα, ὡς ἐκλεκτὸν εὐῶδες καὶ καθαρόν, μύρον καὶ θυμίαμα, τῆς δυσώδους με ῥῦσαι παθῶν σχέσεως.

Ὑπέκυψα πάθεσι μακρυνθείς ἀπὸ Θεοῦ ἀσώτως ὁ πανάθλιος, ὃν δυσώπησον σῶσαι με Ἀγαθή, πρὸς σε γὰρ κατέφυγα, καὶ στολαῖς με ταῖς πρώτην καταλάμπρυνον.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἀνομίας ἐργαστήριον γεγένημαι, καὶ πάσης ἐργασίας αἰσχρᾶς καταγώγιον, καὶ δοχεῖον φαύλων ἐννοιῶν· ἀλλ’ ὦ πολυύμνητε Ἁγνή, δοχεῖον ἅγιον Θεοῦ σὺ με ἁγίασον.

Ὀδυρόμενος καὶ θρήνοις συγκοπτόμενος, καὶ δάκρυσι ῥαινόμενος, ἱκετεύω σε Παναγίᾳ ὅταν πυρί, καὶ δόξῃ φρικώδει τοῦ Πατρός, ἔλθῃ ὁ σὸς Υἱὸς ἐν γῆ μὴ ἐπιλαθοῦ μου.

Ἐμαυτὸν ἀποκηρύττω ὁ κατάκριτος· οὐ χρῄζω κατηγόρων Χριστέ, τὴν αἰσχύνην περιφέρω ἔλεγχον πικρόν, καὶ ῥάκει ἐνδέδυμαι δεινῶς, τὰ τῆς κακίας προφανῶς ὁ ἀδιόρθωτος.

Ἡ τὸ φῶς τὸ ἐκ φωτὸς ἀποκυήσασα, νεφέλη Πανυπέρφωτε, φωταγώγησον· σκοτισθεῖσαν πάθεσι πολλοῖς, ψυχήν, καὶ ταῖς σαῖς μαρμαρυγαῖς, καί τοῦ ἐκλάμψαντος ἐκ σοῦ φωτὸς με φαίδρυνον.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Νομοθέτην τεκοῦσα Κόρη φιλάγαθον, διὰ σπλάγχνα ἐλέους νομοθετήσαντα, τῶν ἀνομιῶν τοῖς ἀνόμοις τὴν ἄφεσιν, τὸν παρανομοῦντα ἀεὶ ἐλέησόν με.

Ἀλοχεύτως τὸν Λόγον ἡ σωματώσασα, ὑπὲρ λόγον Παρθένε καὶ ὑπὲρ ἔνοιαν, λόγον ἀγαθὸν ἐν ἡμέρα δὸς Κρίσεως, ὑπὲρ ὧν ἐσφάλην ἐν ἔργω καὶ ἐν λόγῳ.

Τῆς συκῆς τῆς ἀκάρπου εἰκόνα φέρουσα, παναθλίᾳ ψυχή μου ἄκαρπος ἔμεινας, σπεῦσον οὖν καρπὸν ἐνεγκεῖν ἐπιγνώσεως, ὅπως μὴ κοπεῖσα, εἰς πῦρ ἀποπεμφθείσῃ.

Φοβερόν σου τὸ Βῆμα Λόγε Προάναρχε, φοβερᾷ ἡ ὀργή σου καὶ ἀνυπόστατος, τοῖς ἁμαρτωλοῖς καὶ αἰσχρῶς βιοτεύσασιν, ὧν τῆς μοίρας τότε, ῥῦσαι με Πανοικτίρμων.

Νοητὸν τῆς γεέννης πῦρ ἀπεκδέχεται, αἰσθητὴν τῆς σαρκός μου φλόγα καὶ πύρωσιν, ὕλης τῷ πυρί, τῷ ἀύλω τὸ ἔνυλον, ὧν πὲρ ἀμφοτέρων Παρθένε λύτρωσαί με.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Παράστησόν με ἁγνὸν Ὑπέραγνε, τῷ ἐξ ἁγνῶν λαγόνων σου ἀγνὼς ἀνατείλαντι, ἁγνισθέντα καὶ σῶμα νοῦν καὶ ψυχήν, δάκρυσι μετανοίας καὶ χρηματίσαντα, Πνεύματος Υἱοῦ τε καὶ Πατρὸς ναὸν ἀμόλυντον.

Νυμφών τοῦ Λόγου Κόρη ὁλόφωτε, χρυσοφαὴς λυχνίᾳ πυρίμορφε θάλαμε, λογικὲ ἀχειρόπλοκε ζῶσα σκηνή, ἔμψυχε Θεοῦ θρόνε, πύρινον ὄχημα, πάγχρυσε παστὰς περικαλλής, Δέσποινα σῶσόν με.

Φρικτὴ κολάσει εἰμὶ ὑπεύθυνος, ζῶν ἀμελῶς καὶ βίον ἀνύων παμβέβηλον· ἀλλ’ ὁ αἴρων τοῦ Κόσμου τὰ πταίσματα, δέξαι μου τὴν ταχίστην ἐξομολόγησιν, καὶ ταῖς ἱκεσίαις σῆς Μητρὸς πυρὸς με λύτρωσαι.

Ἰδοῦ προσπίπτω σοι Παναμώμητε, πίστει θερμή τὴν ἄκραν τῆς ψυχῆς μου ἀπόγνωσιν, εἰς τὸ μέγα καὶ ἄπειρον πέλαγος, τῆς σῆς ἀγαθοσύνης καὶ τῆς χρηστότητος, ῥίψας καὶ βοῷ σοι ἐν κλαυθμῷ σῶσόν με Δέσποινα.

Στιχηρὰ Προσόμοια. Ἡ ἀπεγνωσμένη.
Τίς ἐμὲ μὴ κλαύσῃ τὸν παραβάντα, ἐντολὴν Δεσπότου δι’ ἀκρασίαν; Τὸν ᾄδην οἰκήσαντα ἀντὶ τοῦ Παραδείσου· βρῶσις γλυκεῖα μοὶ φανεῖσα εἰς χολὴν μετετράπη, ξένος τῆς δόξης σου Οἰκτίρμων, καὶ Ἀγγέλων ἐδείχθην· ἀλλὰ δέξαι με μετανοῦντα, ταῖς ἱκεσίαις τῆς Τεκούσης σε Κύριε, διὰ τὸ μέγα σου ἔλεος.

Ἄνοιξόν μοι θύραν τῆς μετανοίας, δὸς μοι Παναγίᾳ πηγὴν δακρύων· παράσχου κατάνυξιν καὶ σώφρονα καρδίαν· σε γὰρ βεβαίαν προστασίαν, ἐπιγράφομαι μόνην, πᾶσαν ἐπὶ σε τὴν προσδοκίαν καὶ ἐλπίδα μου φέρω, μὴ ἀπώσῃ με κατῃσχυμμένον, ἀλλὰ προσδέχου καὶ διάσωσον Δέσποινα, διὰ τὸ μέγα σου ἔλεος.

Ῥῦσαι με γεέννης ἀποκειμένης, ἐξελοῦ πυρὸς με τοῦ αἰωνίου, Κριτὰ δικαιότατε τὸν κατακεκρυμμένον, δεῖξον ἐκ ζάλης ἐναντίας, ἀνάλωτον με Λόγε, τρέμω ὁ τάλας ἐννοῶν μου, τὸ τῶν πταισμάτων πλῆθος, καὶ προσπίπτω σοι μετὰ δακρύων, καὶ συντριβῇς τῆς καρδίας μου, τὸ σὸν αἰτούμενος ἔλεος.

Τὸν κατεγνωσμένον ταῖς ἁμαρτίαις, καὶ ἐσπιλωμένον ταῖς ἀνομίαις, τὸν καταφρονήσαντα Θεοῦ τῶν προσταγμάτων, ἴδε καὶ μὴ με ἀποῤῥίψῃς, ἀπό τοῦ σοῦ προσώπου· σὺ γὰρ ὑπάρχεις Θεοτόκε, ἐλπίς μου καὶ προστάτις· διὸ πρόσχες μου ταῖς ἱκεσίαις, καὶ ἀπὸ πάσης με κηλῖδος καθάρισον, διὰ τὸ μέγα σου ἔλεος.

 

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΑΝΥΜΝΗΤΟΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Σὲ Παναγίᾳ Παρθένε πρὸς τὸν ἐκ σοῦ, σαρκωθέντα Κύριον, μεσιτείαν εὐμενῆ, καὶ πρεσβείαν ἄμαχον κινῶ, τὴν ἐλπίδα τῶν πιστῶν, τὴν ἀκαταίσχυντον.

Τὸν ἀναλλοίωτον Λόγον δίχα τροπῆς, ὑπὲρ λόγον τέξασα, πεπονθότα με δενήν, ἐκ παθῶν ἀλλοίωσιν Ἁγνή, σὺ ἀλλοίωσον καὶ σῶσον με ὡς εὔσπλαγχνος.

Ὁ δικαιώσας τελώνην καὶ τὸν λῃστήν, καὶ τὴν πόρνην Κύριε, προσελθοῦσαν ἐν κλαυθμῷ, ὥσπερ μύρον πρόσδεξαι κᾀμοῦ, τῶν δακρύων τὴν ῥοὴν ὡς πολυέλεος.

Ὑπὸ πολλῆς εὐσπλαχνίας καὶ τῆς ἐν σοί, ἀπείρου χρηστότητος, καμπτομένῃ φυσικώς, εὐμενές μοι βλέψον Ἀγαθή, καὶ παθῶν με τῆς πικρᾶς δουλείας λύτρωσαι.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Μιάνας σῶμα καὶ ψυχήν, καὶ ῥυπώσας τὸ πνεῦμα, ἡδοναῖς ἀκαθέρτοις, τὴν ἀμίαντον σκηνήν, τοῦ Βασιλέως Χριστοῦ, δυσωπῶ σε, κάθαρόν με Δέσποινα.

Στενάζω μὲν ὀδυνηρῶς, καὶ πικρῶς ὀλολύζω, καὶ δακρύω πολλάκις, ὅμως μὲν τοι τοῖς αὐτοῖς, προσεπιμένω κακοῖς, Θεοτόκε, δωρεάν με οἴκτειρον.

Μυρίοις πάθεσιν ἑκών, ὑπουργήσας ἐκ βρέφους, καὶ τὴν σάρκα μολύνας, ἠχρείωσα τὴν ψυχήν, ἀλλ’ ἴλεώς μοι γενοῦ, ἱκεσίαις Σῶτερ τῆς Τεκούσης σε.

Λιμὴν γενοῦ μοι καὶ φρουρός, ταῖς δειναῖς τρικυμίαις, τῶν παθῶν ἀνενδότως, χειμαζομένῳ ἀεί, ἐν τῇ θαλάσσῃ οἰκτρῶς, τῇ τοῦ βίου, μόνη Ἀειπάρθενε.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Τὴν μόνην Ἄχραντον, τὴν μόνην ἄσπιλον, ἱκετεύω σε Κόρη τῶν ἡδονῶν, σπιλωθέντα πάθεσι, καὶ μολυνθέντα τὴν ψυχήν, σαῖς πρεσβείαις ἀποκάθαρον.

Μαρίᾳ Πάναγνε, παθῶν τὴν σύγχυσιν, τῆς ἐμῆς διανοίας, καὶ πειρασμῶν, ζάλην διασκέδασον, τῆς ἀπαθείας τὴν πηγήν, ἀνεκφράστως ἡ κυήσασα.

Ψυχή μου στέναξον, ψυχή μου δάκρυσον, ταπεινῇ μου καρδίᾳ τῷ ἀγαθῷ ἀνενδότως βόησον, ἱλάσθητι μοι ὁ Θεός, καὶ εἰς πῦρ μὴ κατακρίνεις με.

Πλουσίους δώρησαι, τοὺς οἰκτιρμοὺς μοι, τῶν ἐν πίστει καὶ πόθῳ τῷ σῷ ναῷ, Ἄχραντε προστρέχοντι, καὶ παντοίων πειρασμῶν, καὶ τῶν θλίψεων με λύτρωσαι.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Ψυχήν μου ἴασαι Ἀγαθή, τὴν περιπεσοῦσαν τοῖς λῃσταῖς, τῆς συμπαθείας μοι ἔλαιον, στάζουσα καὶ οἶνον τῆς εὐσπλαγχνίας τῆς σῆς, γνωρίσματα ἀφθόνως παρεχομένῃ μοι.

Ῥανίδα μίαν ἐκ τῶν πηγῶν, τῶν ἀδαπανήτων Παρθένε, τοῦ σοῦ ἐλέους ἐπιστάξον, τῇ πεπωρωμένῃ ψυχή μου δέομαι, καὶ δάκρυα πηγάζειν, αὐτὴν με ἀξίωσον.

Οἴμοι ψυχή μου τι ἀμελεῖς; ἔχουσα καιρὸν ἐπιστροφῆς· τι οὖν καθεύδεις ταλαίπωρε; ἔγειρε καὶ κλαῦσον πικρῶς βοῶσα Θεῶ· ἱλάσθητι μοι Σῶτερ τῇ εὐσπλαγχνίᾳ σου.

Ἡ νὺξ ἀσέλινος ἡ δε ναῦς, μέσον τοῦ πελάγους τῶν παθῶν· ἡ καταιγὶς ἀγριαίνουσα, νοῦς ὁ κυβερνήτης καμὼν ἡτόνησε, πρὶν ἣ βυθὸς καλύψῃ, Δέσποινα σῶσόν με.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Μὴ κῦμα με καλύψῃ με, μὴ ποντίση καταιγίς, μὴ ἀφανίσῃ πέλαγος· μὴ καταδύσῃ θάλασσα καὶ βυθός, πικρᾶς ἀπογνώσεως, ἁλμυρὰς ἀπωλείας Κόρη Πάναγνε.

Ἰλύος με λύτρωσαι, βορβόρου καὶ πηλοῦ, τῶν σαρκικῶν ὀρέξεων, καὶ ἡδονῶν Παρθένε τῶν ἐμπαθῶν, μακρὰν ἐξορίζουσα, τοὺς αἰσχροὺς λογισμούς τῆς διανοίας μου.

Ψυχὴν κατεῤῥύπωσα, παραλόγοις ἡδοναῖς σπιλούμενος ὁ ἄθλιος· καὶ μολύνας τὸ σῶμα ἔργοις αἰσχροῖς, ἀλλ’ ὠς πολυεύσπλαγχνε, μὴ παρίδῃς με ὅλον κινδυνεύοντα.

Ὁ πᾶσιν ἀχώρητος, ὁ ἀόρατος Θεὸς , ὁ ἀναφὴς ὁ ἄναρχος, ἀρχὴν ἐκ σοῦ ὑπέστη, καὶ ὁρατός, ἡμῖν Κόρη γέγονε, σε κοσμήσας ἀπείροις ἀξιώμασιν.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἱλαστήριον κεκτήμεθα σε πάντοτε, πρὸς Κύριον ἐν πᾶσι δεινοῖς, διὸ αἴτησαι, τοῦ ῥυσθῆναι τῶν ἐκεῖ, κολάσεων Ἄχραντε φρικτῶν, τοὺς Θεοτόκον ἀληθῆ ὁμολογοῦντας σε.

Ἱκετεύουσα μὴ παύσῃ τὸν φιλάνθρωπον, Θεὸν ἡμῶν Πανάμωμε· ὅπως λάβομεν παντελῆ συγχώρησιν ἀεί, καὶ τύχωμεν τῶν ἐν Οὐρανοῖς, ἡτοιμασμένων ἀγαθῶν, δι’ εὐσπλαχνίαν αὐτοῦ.

Ἡ εὐκταίᾳ σου φωνὴ ἡ τοὺς Δικαίους σου, καλοῦσα καταλάβοι με, τῇ ἀποφάσει μὴ ὐποβληθεῖν τῶν ἁμαρτωλῶν· καὶ γὰρ εἰ καὶ ἥμαρτον εἰς σε, ἀλλ’οὐκ ἀπέστην ἀπό σοῦ εὔσπλαγχνε Κύριε.

Μὴ ἀφέλῃς ἀπ’ ἐμοῦ Θεογεννήτρια, τὴν σκέπην καὶ ἀντίληψιν σοῦ, ἀλλὰ γένοιο ἐν γῆ ζῶντι μοι χειραγωγός, ἐκλείποντι δέ μοι βοηθὸς μεθιστάμενο ποδηγὸς καὶ κρινομένῳ φρουρός.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς.
Ἡ πηγή τοῦ ἐλέους ἡ ἀδαπάνητος, τῆς χρηστότητος κρήνη ἡ ἀνεξάντλητος, τὸ τῶν οἰκτιρμῶν ἀδιόριστον πέλαγος, σῶσόν με Παρθένε Ἁγία Θεοτόκε.

Ὁ κρατὴρ ὁ προχέων οἶνον σωτήριον, ὁ λουτὴρ ὁ ἐκπλύνων ῥύπον ἐγκάρδιον, ὁ τῆς Θεϊκῆς χορηγὸς ἀγαθότητος, σῶσον με Παρθένε, τὸν πόθῳ σε ὑμνοῦντα.

Τῆς συκῆς τῆς ἀκάρπου εἰκόνα φέρουσα, παναθλίᾳ ψυχὴ μου, ἄκαρπος ἔμεινας, σπεῦσον οὖν καρπὸν ἐνεγκεῖν ἐπιγνώσεως, ὅπως μὴ κοπεῖσα, εἰς πῦρ ἀποπεμφθήσῃ.

Τὰ ἀβαρέα φορτία τῶν ἐγκλημάτων μου, ἐπαυχένιος φέρων κράζω τὸ ἥμαρτον, καὶ ἀναίσθητων ἐπιμένω τοῖς χείροσιν, ἴδε μου τὴν θλῖψιν Χριστὲ καὶ λύτρωσαί με.

Ναὸς Ἅγιος οὖσα καὶ καθαρώτατος, τοῦ Ἁγίου Ἁγία Δέσποινα Πνεύματος, κάθαρον κᾀμοῦ τὸν ναὸν ἁγιάζουσα, τὸν βεβηλωθέντα, ἐννοίας ἐναγέσιν.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Ἡ γῆ πρὸς γῆν με, ὁ χοῦς εἰς βόρβορον, συγκατάσασα ὁ ῥοῦς τῶν ἡδονῶν παρασύρει με, ὁ τοῦ βίου σκοτεινὸς χειμάζει με πλοῦς, ὁ νοῦς ἰλιγγιάσας ἤδη βυθίζεται, κλῖνον μοι Παρθένε τὸ σὸν οὖς, τάχυνον σῶσόν με.

Νοῖ καὶ πνεύματι, καὶ καρδία σε, καὶ τῇ ψυχὴ καὶ στόματι, καὶ γλώσσῃ καὶ χείλεσι, λογισμῷ καὶ ἐννοίας κινήμασι, Λόγου Θεοῦ Μητέρα ἄνανδρον ἄφθορον, καθομολογῶ σε Μαριάμ καὶ μεγαλύνω σε.

Χειρίσου πλάσας με τὸν Παράδεισον, ὥς τι τερπνὸν ἐπέταξας με Λόγε ἀνάκτορον, ἀλλ’ ἐκείθεν ἀθλίως ἐκπέπτωκα, παραβάς σου τὸν λόγον, νῦν δὲ τὸν λόγον μου, δέξαι καὶ πρὸς τοῦτον με Σωτὴρ πάλιν εἰσάγαγε.

Αἰνοῦμεν πάντες καὶ εὐλογοῦμεν σε, οἱ βασιλεῖς ἀρχόμενοι Κριταὶ καὶ οἱ Ἄρχοντες, νεανίσκοι παρθένοι πρεσβύτεροι, μετὰ τῶν νεωτέρων, γῆ καὶ Οὐράνια, Ἄγγελοι καὶ ἄνθρωποι κοινῶς Μαρίᾳ Δέσποινα.

Στιχηρὰ Προσόμοια. Ἡ ἀπεγνωσμένη.
Οἱ ἀπεγνωσμένοι τῇ ἁμαρτία, καὶ συμπεφυρμένοι τῇ διανοίᾳ, προσπίπτομεν Δέσποινα, τῇ σῇ φιλανθρωπία, πρόσχες τὸν θρῆνον τῆς καρδίας, καὶ κλαυθμόν τῶν ὀμμάτων, δέξαι τὰς κλίσεις τῶν γονάτων, καὶ χειρῶν τὰς ἐκτάσεις, ἐλέησον σῇ εὐσπλαγχνίᾳ ὡς ἐλεήμονα τέξασα Θεόν, Θεοκυῆτορ Πανάμωμε.

Ὕμνους τῶν χειλέων μου μὴ βδελύξῃ, στεναγμὸς καρδίας μὴ ἀθετήσῃς, μηδὲ ἀποῤῥίψῃς με ἀπό τοῦ σοῦ προσώπου· ποῦ γὰρ πορεύσομαι ἐκτός σου, σωτηρίαν εὑρέσθαι; τίς δε πυρός τοῦ αἰωνίου ἀφαρπάσῃ με πλήν σου; εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου, προσεφευγότα μὴ ἀποῤῥίψῃς με Δέσποινα, Θεοκυῆτορ ἀμόλυντε.

Θρήνησον ψυχή μου πρὸ τῆς ἐξόδου, προσπεσὸν τῷ Κτίστῃ ἐν μετανοίᾳ, δάκρυα προσάγουσα, ἐξ ὅλης τῆς καρδίας, κρᾶξον Χριστῷ ἐν κατανύξει, σπλαγνίθητι οἰκτίρμων, δέξαι με πολλὰ ἡμαρτηκότα, μή με ἀποβδελύξη, μὴ παρόψη με δικαιοκρῖτα, μηδὲ εἰς πῦρ με ἀποπέμψῃς μακρόθυμε, διὰ τὸ μέγα σου ἔλεος.

Τίς φιλανθρωπίας σου τὰ πελάγη, καὶ τῆς εὐσπλαγχνίας σου τὰς ἀβύσσους, καὶ τῆς ἀγαθότητος οἰκτιρμούς τοὺς ἀπείρους, δεῖξον Πανάχραντε Παρθένε, ἐπ’ ἐμοί τῷ ἀθλίῳ· στῆσον ὁρμὴν τῆς ἁμαρτίας, σωφροσύνην διδοῦσα, καὶ συντήρησον κεκαθαρμένον, σὺν τῇ ψυχὴ καὶ τῷ σώματι, Θεοκυῆτορ Πανάμωμε.

 

ΑΡΧΗ ΗΧΟΣ ΒΑΡΥΣ

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος βαρύς. Νεύσει σου πρὸς γεώδη.
Ἄβυσσον εὐσπλαγχνίας, καὶ χορηγὸν συμπαθείας καὶ πέλαγος ἄπειρον, φιλανθρωπίας τέξασα, Κόρη Φιλάγαθε ψῦξον, τῶν ἀνομιῶν μου πελάγη τὰ ἄπλετα.

Ῥήμασιν εὐφημεῖν σε, καὶ ἐγκωμίοις γεραίρειν, ὁ νοῦς ὁ ἡμέτερος, ἀδυνατεῖ Πανύμνητε, ὅθεν ἀντὶ τῶν ῥημάτων, πίστιν σοι προσφέρων, αἰτῶ τὴν συγχώρεσιν.

Ἔχων τὴν εὐσπλαγχνίαν, ὡς οὐσιῶδες καὶ πρῶτον, καὶ κύριον γνώρισμα, καὶ φυσικὸν ἰδίωμα, μόνε Θεέ τῶν πατέρων, Κύριε ἐλέους ἐλέησον σῶσόν με.

Δεῦρο ψυχὴ ἀθλίᾳ, τῇ Θεοτόκῳ πρὸ τέλους, θερμῶς προσκυνήσωμεν, καὶ ἐκτενῶς προσπέσωμεν, ὅπως ταύτης μεσιτείαις, τύχωμεν ἐλέους ἐν ὤρᾳ τῆς Κρίσεως.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχὰς τοὺς Οὐρανούς.
Ὡς ὁ λῃστὴς ἀπὸ ψυχῆς, τὸ Μνήσθητι μου σοι κράζω, ὡς ἡ πόρνη κλαίω καὶ θρηνῶ, ὡς ὁ Μανασσῆς βοῷ τὸ ἥμαρτον, ὡς ὁ τελώνης συνεχῶς ἀπὸ καρδίας στενάζω, Κύριε Θεέ μου σὺ με οἴκτειρον.

Δόξα τῆς Οἰκουμένῃ, δεδοξασμένῃ Παρθένε, Θεὸν ὑπερένδοξον ἐνδόξως ἡ γεννήσασα, δόξης ἀξίωσον θείας, τοὺς ὡς Θεοτόκον σε δοξάζοντας.

Μετὰ πυρίνων λειτουργῶν, καὶ φλογερῶν δορυφόρων, ὁπηνίκα ἥξεις Ἰησοῦ, Κριτὴς Βασιλεὺς Θεὸς αἰώνιος, τοῦ κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ, ἄξια τῶν ἔργων αὐτοῦ, σῶσόν με.

Μεμολυσμένος ἡδοναῖς, σε τὴν ἀμόλυντον Κόρην, ἱκετεύω ῥῦσαι με παντός, σαρκὸς μολυσμοῦ καὶ καθαρτήριον, πένθος μοι δὸς διηνεκές, καί τῆς φλογὸς τῆς γεέννης, δάκρυον σβεστήριον παράσχου μοι.

ᾨδὴ δ΄. Ὁ Πατρικοὺς κόλπους.
Ἐν τῇ φρικτῇ καὶ δικαστικῇ, σου παρουσίᾳ Ἰησοῦ Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων παρεστώτων σοι, καὶ πάσης τῆς Κτίσεως, δυσωπῶ σε μὴ καταισχύνης με.

Ἐν πειρασμοῖς σε καταφυγήν, ἐν τοῖς κινδύνοις ταχινὴν βοήθειαν, ἐν παντοίαις περιστάσεσιν, ἑτοίμην ἀντίληψιν, καὶ ὀξεῖαν Δέσποινα κέκτημαι.

Σατανικοῖς βρόχοις ἡδονῶν, συμποδισθείς, πτῶμα δεινὸν κατέπεσα, σύ τοὺς ἐπανισταμένους μοι, πάντας Χριστὲ σύντριψον, διὰ τὴν Μητέρα σου δέομαι.

Πολυανθὴς πέφηνας λειμών· κῆπος εὐώδης εὐθαλὴς παράδεισος, ἡδυπνόοις καταπνέουσα, ὀδμαῖς τῶν χαρίτων σου, τὸ δυσῶδες Κόσμου Πανύμνητε.

ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.
Ἔργοις σε παροργίσας, καὶ ἐν λόγοις Λόγε παρεπικράνας, προσπίπτω καὶ κράζω σοι, λόγῳ σου ἐξ ἔργων με τῶν ἀτίμων ῥῦσαι πρὸς ἔργα, τὰ τῆς μετανοίας ἰθυνάς με.

Ὄμβρησόν μοι ῥανίδα, συμπαθείας Θεοκυῆτορ, καὶ τὰς ἁμαρτίας μου τὰς πολλὰς ἐξάλειψον, τῶν πληγῶν οὐλὰς τε καὶ τύπους, ἰατρὸν τεκοῦσα ἀφάνισον.

Στένω καὶ σκυθρωπάζω, τὰς πολυστενάκτους μου ἁμαρτίας ἀναλογιζόμενος, διὸ προσπίπτω σοι μόνε ἀναμάρτητε Σωτήρ, τὸν πολυαμάρτητον σῶσόν με.

Δέσποινα Θεοτόκε, τὴν ἐμὴν ἐλπίδα καὶ προσδοκίαν, τὴν τῆς σωτηρίας μου εἰς σε ἀνατέθηκα, σὺ γενοῦ μοι σκέπη ἐνταῦθα, καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλῳ.
Ὁ τελώνην σώσας, μόνον στεναγμὸν ἐκ καρδίας Χριστὲ σοὶ προσάξαντα, καὶ τὴν πόρνην δακρυῤῥοοῦσαν καθάρας ὁ εὔσπλαγχνος τὰς μικρὰς ῥανίδας τῶν δακρύων, ἐμῶν δεξάμενος κᾀμὲ κάθαρον.

Ὡς καλῶν αἰτία, ὡς τῶν ἀγαθῶν χορηγία, ὡς Λόγον παναίτιον ὑπὲρ λόγον, τῇ ἀλοχεύτῳ λοχείᾳ γεννήσασα, Ἄχραντε καλῶν με ἀϊδίων, καὶ ἐπουρανίων ἀγαθῶν ἀξίωσον.

Νοερῶς ὀρῶσε, ἐπὶ φοβεροῦ καὶ ἀστέκτου, καθήμενον Κύριε, θρόνου δόξης καὶ παρεστῶτα, κυκλόθεν τὰ τάγματα, πάντων τῶν Ἁγίων καὶ Ἀγγέλων, δέδοικα, καὶ τρέμω ἐννοῶν τὰ ἔργα μου.

Ἀκαμάτου θείας, φύσεως δοχεῖον δειχθεῖσα, πολλὰ με κάμνοντα ταῖς ἁμαρτίαις, τῶν τῷ φορτίῳ αὑτῶν κεκμηκότα με κούφισον ἀνάπαυσον, καὶ ῥῦσαι πυρὸς ἀκαμάτου τῆς γεέννης Δέσποινα.

Κάθισμα. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Τίς διηγήσεται Ἄχραντε, τὴν τῶν πταισμάτων μου ἄβυσσον, πέλαγος οὖν εὐσπλαγχνίας ὑπάρχουσα· ἱλάσθητί μοι καὶ σῶσόν με.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Ἄχρηστον δένδρον, κατάξηρον κλῆμα, καὶ καταργοῦσα τὸν τόπον συκῆ, φύλλοις κομῶσα, καρπὸν δε οὐκ ἔχουσα ἐγὼ εἶμι Κύριε· ἀλλὰ τῷ ἐλέει σου εὔκαρπον δεῖξον με.

Ὅτε μοι θλῖψις ἐγγὺς ἡ μεγάλη, ὁ βοηθῶν δὲ οὐ πάρεστι, χρεία μοι δε λυτρουμένῳ καὶ σῴζοντος, ἐν τῷ τῆς ἐξόδου μου, Θεοτόκε καιρῶ φθάσασα σῶσόν με.

Μέγας ὁ πόνος, μεγάλῃ ἡ βίᾳ, καὶ ὁ ἀγῶν ὄντως μέγιστος, ὅτε ψυχὴ διαζεύγνιται σώματος, τότε με φιλάνθρωπε, τὴν τῇ Μητρί σου, δότε μοι βοήθειαν.

Ἄνω τὸ ὄμμα πρός σε τῆς καρδίας, Θεοκυῆτορ ἀνέτεινα, μὴ με παρίδῃς, ἀλλὰ μοι συγχώρησιν, τῶν χρεῶν πρυτάνευσον, σὲ γὰρ μόνην μεσῖτιν ἐπιγράφομαι.

ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Νεύματι τῷ σῶ, τῆς ζωῆς καὶ τοῦ θανάτου ὡς κεκτημένος, τὴν ἐξουσίαν ζώντων καὶ τῶν νεκρῶν, ἡνίκα μέλλεις Κριτῆς ἐπὶ τὴν γῆν, ἐξ Οὐρανοῦ φρικτῶς κατέρχεσθαι τότε οἰκτίρμων, λιταῖς τῆς Παναχράντου Μητρός σου λήθην τῶν κακῶν μου ποίησον ἑκούσιον.

Σέ τὸ καθαρόν, καὶ λαμπρὸν καὶ φωτοφόρον, τοῦ Ἰησοῦ παλάτιον, καὶ λογικόν τοῦ Λόγου σκήνωμα, τὴν ἔμψυχον Κιβωτόν τὴν Πλατυτέρα Οὐρανῶν, καὶ ἀνωτέρᾳ τῆς γῆς, πάντιμε Κόρη Ὑπέραγνε Μαρίᾳ, ἱκετεύω σῶσον τὴν ταπεινὴν ψυχήν μου.

Χεῖρας τῆς ψυχῆς, καὶ τοὺς πόδας δεδεμένος σειραῖς τῶν ἐγκλημάτων μου, καὶ τοῖς σχοινίοις τῶν πολλῶν μου κακῶν, ἐκδέχομαι τὴν φωνὴν τὴν ἀποπέμπουσα εἰς τὸ πῦρ τοὺς οὕτως ἔχοντας, Σῶτερ αὐτὸς με οἰκτείρας, εἰπὲ τοῖς σοῖς Ἀγγέλοις, λύσατε αὐτόν, καὶ ἐάσατε ὑπάγειν.

Νεὸς Οὐρανὸς ἀνεδείχθεις Θεοτόκε, καὶ λογικὸς Παράδεισος, ἔμψυχον τέμενος, σεπτὸν ἱερόν, παλάτιον καθαρόν τοῦ Βασιλέως Ἰησοῦ, ναὸς περίδοξος, τοῦτον γαστρί σου, χωρήσασα ἀστενοχωρήτως, εὐρυχωροτέρα τῶν Οὐρανῶν Παρθένε.

ᾨδὴ θ΄. Μὴ τῆς φθορᾶς.
Ὡς τὸν λῃστὴν διὰ μίαν φωνὴν εὐγνώμονα, τοῦ Παραδείσου ἠξίωσας Ὑπεράγαθε, ὡς ἐδικαίωσας στενάξαντα τελώνην, ὡς ᾤκτειρας τὴν πόρνην δακρύσασαν, ὡσαύτως δωρεὰν κᾀμὲ οἴκτειρον.

Σὲ Παναγίᾳ Παρθένε, φρούριον ἄσυλον, τῆς εὐαλώτου ψυχῆς μου, καὶ τεῖχος ἄῤῥηκτον, καὶ καταφύγιον ἐν πάσῃ τῇ ζωή μου, πλουτήσας μετὰ πόνου, καρδίας δέομαι σου, παραστῆναι καὶ ἐκδημοῦντι μοι.

Ἵνα παθῶν ἀπολύσῃς Χριστέ τὸν ἄνθρωπον, διὰ πολλὴν εὐσπλαγχνίαν ἄνθρωπος γέγονας, καὶ προσωμίλησας πάθεσι παθοκτόνοις, διό μου φιλανθρώπως φιλάνθρωπε τὰ πάθη, σοῖς ἀχράντοις ἴασαι πάθεσι.

Ὡς ἀληθῶς μεγαλεῖα πολλὰ ἐποίησεν ὁ Δυνατὸς σοι Παρθένε Θεογεννήτρια, ὡς προεφήτευσας, ἐκ Πνεύματος Ἁγίου, ἰδοῦ γὰρ γενεαὶ σε, πᾶσαι φυλαὶ καὶ γλῶσσαι, μακαρίζουσι Παμμακάριστε.

Στιχηρὰ Προσόμοια. Σήμερον γρηγορεῖ ὁ Ἰούδας.
Ἄρον σου ὧ ψυχή μου τὸ ὄμμα, καὶ θεοῦ ἐνατένισον, τῇ οἰκονομίᾳ καὶ τῇ εὐσπλαγχνίᾳ, πῶς Οὐρανοὺς κλίνας ἐπὶ τῆς γῆς κατῆλθεν, ἵνα ἀνυψώσῃ σε ἐκ τῆς ταλαιπωρίας σου τῶν παθῶν, καὶ στήσεται ἐν πέτρα τῆς Πίστεως, βαβαὶ φρικτοῦ θαύματος, δόξα τῇ κενώσει Φιλάνθρωπε.

Ὕμνον σοι καταχρέως Παρθένε, προσκομίζοντες κράζομεν, σὺ τῆς πρὸς ἀνθρώπους Θεοῦ ἐνδημίας, γέγονας αἰτία, διά σου δὲ πάλιν δίδοται ἡμῖν, τοῦ Παραδείσου ἡ ἀπόλαυσις, μετοχὴ δε κρείττονος ζωῆς καὶ οὐρανίοις, Βασιλείᾳ Δέσποινα προσθήκη τῷ ὄντι ἡ ἀσύγκριτος

Ἔχοντες ἐπὶ σοι τὰς ἐλπίδας, Παντοδύναμε Κύριε, σε ἐκδυσωποῦμεν παντοίων κινδύνων παθῶν τε τῆς ζάλης, ἡμᾶς ἐκλητροῦσθαι, ὅπως τὴν ζωὴν ἡμῶν, εἰρηνικῶς διάγωμεν, καὶ ἐν καθαρότητι βιώσαντες ἐξῶμεν, ἐν ἡμέρα Κρίσεως, εὐμενῇ σε Δέσποτα καὶ ἵλεων.

Ὕψιστον Θεὸν Λόγον τεκοῦσα Θεοτόκε Πανάχραντε, τῶν τῆς γῆς παθῶν με ὕψωσον ἐν τάχει, καὶ πρὸς ἀπαθείας, ὅρμισον λιμένα, δέξαι τὰς δεήσεις μου, καὶ λόγων μοι κατάνυξιν, ὑπὲρ πάντα χάρισαι, τοῦ Κόσμου τὰ τίμια, γνώσεως τε ῥήματα, ἵνα δι’ αὐτῶν σωθεὶς δοξάζω σε.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος Βαρύς. Νεύσει σου πρὸς γεώδη.
Ἔχουσα τῆς σοφίας, τὸν χορηγὸν πειθαρχοῦντα, ταῖς σαῖς παρακλήσεσιν, ὐοπρεπώς ἐπιστάξον, θείαν ὑψόθεν ῥανίδα, γνώσεως κᾀμοῖ Θεοτόκε ὑμνοῦντι σε.

Νέκρωσον τῆς σαρκός μου τὰς ἐνηδόνους ὀρέξεις, καὶ κοίμισον Πάναγνε τὰς ἐμπαθεῖς κινήσεις μου, καὶ τὴν άπονεκρωθεῖσαν ζώωσον ψυχήν μου, ζωὴν ὡς κυήσασα.

Νὺξ ἡ τῆς ἁμαρτίας, περιλαβοῦσα τὸν νοῦν μου, ζοφώδη καὶ μέλαινα καὶ σκοτεινὸν εἰργάσατο· Λόγε τῆς δικαιοσύνης, Ἥλιε φωτὶ μετανοίας με φώτισον.

Δύναμις τοῦ Ὑψίστου, σοι ἐπεσκίασε Κόρη, καὶ Πνεῦμα ἐπῆλθε σοι, ἐπισκήνωσαν ἅγιον, ὅθεν ἀφράστως τὸν ἕνα, τέτοκας σαρκί τῆς Τριάδος Πανύμνητε.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Σὲ τὴν καλὴν ἐν γυναιξί, σὲ τὴν ὡραίαν Παρθένον, καὶ νεᾶνιν τὴν ὁλολαμπῆ, τὴν περικαλλῆ Κόρην καὶ ἄμωμον, ἐκδυσωπῶ τῶν ἀρετῶν ταῖς ἀρεταῖς με κάλιναι, καὶ καθωραίσαι καὶ λαμπρύναι με.

Συναπτικὴ καινοπρεπῶς, τῶν φυσικῶς διεστώτων, καὶ ἀμίκτων μίξις οὐσιῶν, Θεοῦ καὶ ἀνθρώπου, Θεὸν ἄνθρωπον, τοῦτο κακεῖνο φυσικῶς ὄντα καὶ τέλειον ἄμφω, ὤφθης ὡς γεννήσασα Πανύμνητε.

Ἁμαρτωλοὺς ὁ ἐλεῶν, καὶ ἀγαπῶν τοὺς δικαίους, ὁ χρησίμως καὶ πολυτελῶς τὰ πάντα ποιῶν καὶ ἐργαζόμενος, ὁ τὴν μετάνοιαν ἡμῶν, πραγματευμένος πάντων, δωρήσαι κᾀμοῖ Χριστὲ μετάνοιαν.

Ἐν ἁμαρτίαις τὴν ζωήν, καὶ ἀσωτείας τελέσας, καταδίκης πάσης καὶ ποινῆς, ὑπόδικος γέγονα Πανάχραντε, καὶ τιμωρίας χαλεπῆς· ἀλλά τῇ σῇ μεσιτείᾳ ῥῦσαι κατακρίσεως ἐν κρίσει με.

ᾨδὴ δ΄. Ὁ Πατρικοὺς κόλπους.
Ἁμαρτωλῶν πάντων ἡ ἐλπίς, ἀπηλπισμένων ἡ θερμὴ ἀντίληψις, λυπουμένων παραμύθιον, τὴν ὀδυνωμένην μου τοῖς δεινοῖς ψυχὴν παραμύθησαι.

Ταπεινωθεὶς ὕψει πενιχρᾶς, κενοδοξίας εὐτελοῦς οἰήσεως, ἐπὶ σὲ τὴν ὑψώσασαν, τὴν φύσιν Πανάχραντε, τὴν ταπεινωθεῖσαν προσέφυγον.

Τὸ φοβερὸν Βῆμα σου Χριστέ, καὶ τὴν φρικτὴν κατανοῶν ἀπόφασιν, καταπλήττομαι τῷ δέει πηγνύμενος, οὐκ ἔχω γάρ, τί ἀπολογήσομαι εὔλογον.

Μόνη ἐν σοὶ νόμοι φυσικοὶ καινοτομοῦνται παραδόξως Δέσποινα, μόνη τίκτεις βρέφος ἄσπορον, καὶ θηλάζεις γάλακτι, ἡ Παρθένος Μήτηρ καὶ ἄφθορος.

ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.
Ὤρα τῆς συντελείας, καὶ καιρῷ τοῦ θέρους τοῦ τελευταίου, εἰς πῦρ μὴ ἐμβάλῃς με ὥσπερ τι ζιζάνιον, χερσὶ θεριστῶν τῶν Ἀγγέλων, Χριστὲ τῆς Μητρός σου δεήσεσι.

Δάκρυα μοι παράσχου, ὡς τὴν πόρνη Δέσποινα ὁ Υἱός σου, ὄμβροις κατανύξεως, πηγάζειν ἀξιοῦσα με, ὡς ἐκ προχοῆς ἀενάου ἐκ τῶν ὀφθαλμῶν μου καταῤῥέοντας.

Λάμπρυνον τὴν στολήν μου, μεμελανωμένην τε καὶ ῥυπῶσαν, καὶ ἄρδευσον Κύριε ἐλαίῳ ἐλέους σου, τὴν ἀπεσβεσμένην λαμπάδα, τὴν ἐμῆς ψυχῆς ὡς ἀνέλαιον.

Ἥλιον ἡ τεκοῦσα, τῆς δικαιοσύνης κούφῃ νεφέλη, τὰ νέφη διάλυσον, τὰ τῆς ῥᾳθυμίας μου, καὶ πρὸς μετανοίας αἰθρίαν, διὰ προθυμίας με ἔθυνον.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλῳ.
Ῥᾳθυμίας ὕπνῳ, καί τῆς ἀμελείας τῷ κάρῳ, κρατούμενος Δέσποινα οὐκ ἰσχύω, τὰ τῆς καρδίας διάραι μου ὄμματα, καὶ ἐνατενίσαι τῷ Ἡλίῳ, τῷ ἐκ σοῦ ἀνίσχοντι· διὸ με φώτισον.

Νοητῶν λῃστῶν τε, καὶ ὁδοστατῶν ἀλαστόρων, πικρῶν, φορολόγων κοσμοκρατόρων, λογοθετῶν ἀερίων δυνάμεων ῥῦσαι Θεοτόκε τὴν ψυχήν μου, ὅτε πρὸς συνάντησιν αὑτῆς ἐξέλθωσι.

Προσελθοῦσαν πόρνην, ἐν συντετρημένῃ καρδίᾳ, καὶ ζέουσι δάκρυσιν οὐκ ἀπώσω· ἀλλ’ ὠς Θεὸς ἐλεήμων ἠλέησας, ἐμὲ δὲ τὸν ἄπορον δακρύων, οἴκτειρον καὶ σῶσον δωρεὰν Φιλάνθρωπε.

Ἐμβολαῖς πνευμάτων, καὶ ταῖς προσβολαῖς τῶν κυμάτων, τοῦ βίου χειμάζει με καὶ στροβεῖ με, ἀλλεπαλλήλων ἀνέμων ἀντίπνοια, ῥῦσαι κυβερνήτου Θεοῦ Μῆτερ, ἐκ θανατηφόρου τὴν ψυχήν μου κλύδωνος.

Κάθισμα. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Ὑπὲρ τοῦ κόσμου ἱκέτευε τὸν σὸν Υἱὸν Μητροπάρθενε, ὅπως ἡμᾶς λυτρώσηται, δεινῶν πειρασμῶν ὡς Φιλάνθρωπος.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Ἔντρομος ὅλος, καὶ ἔμφοβος λίαν, κατὰ διάνοιαν γίνομαι, ἀνατυπῶν ἐμαυτῶν τὸ Κριτήριον, τὸ ἀπαραλόγιστον, σοῦ Χριστέ μου καὶ Βῆμα τὸ ἀδέκαστον.

Ῥεῖθρα δακρύων, παράσχου Παρθένε, καὶ ποταμοὺς ἀναβλύζοντας, δι’ ὧν ἀποκλύσωμαι, τῶν παθῶν τὸν βόρβορον, καὶ ἰλύν τῆς ψυχῆς ἀποκαθάρω μου.

Θρόνῳ πυρίνῳ, φλογίζοντι κύκλῳ, πῶς ἀτενίσαι διυνήσομαι; Πῶς ἀδεῶς ἐν αὐτῶν τὸν καθήμενον, ἰδεῖν ἀναιδεύσομαι, τὸ παντέφορον ὄμμα καὶ ἀλάθητον.

Νύκτα καθάπερ παρῆλθον τὸν βίον, ἔργα νυκτὸς ἐργαζόμενος, ὁ σκοτεινός τὴν ψυχήν, ἀλλὰ φώτισον, φωτὶ με πρεσβείας σου, ἡ τεκοῦσα τὸ Θεῖον φῶς Πανύμνητε.

ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Τὶ οὐκ ἐνθυμῇ τῆς ἐξόδου σου τὴν ὤραν; τί οὐ δακρύεις πάντοτε; τί οὐκ ἀδύρη καὶ στενάζει ἀεί; δακρύων καὶ στεναγμῶν, καὶ θρήνων ἄξια πολλῶν, καὶ κλαυθμῶν πράττουσα, ἔργα ψυχή μου, ὑπόδικα γεέννης, οἷς συγκατακαύσῃ, ἂν μὴ μετανοήσῃς.

Ὅταν κατὰ νοῦν, τὴν ἡμέραν καὶ τὴν ὤραν, τὴν φοβερὰν λογίσωμαι, τῆς ἀδεκάστου δίκης Δέσποινα, τὸν πύρινον ποταμὸν καὶ τῶν ὀδόντων τὸν βρυγμόν, σκότος καὶ τάρταρον, σμῆνος σκωλήκων, καὶ πᾶσαν ἑτέραν τιμωρίαν, τρόμου πεπλησμένος, τῇ σῇ προστρέχω σκέπη.

Μίαν τῶν τριῶν ὑποστάσεων τῆς μόνης, καὶ ἀμεροῦς Θεότητος, ἀδιαιρέτου τε Τριάδος ἁπλῆς, ἐγέννησας τὸν Χριστόν, ἐκ σου παχύτητι σαρκός, συντεθύμενον Ἁγνή, ἥπερ ἡνώθη, καθ’ ἔνωσιν ἀῤῥήτου οὐχ ᾖττον, μείνας ἁπλοὺς φύσει, καθ’ ὃ Θεὸς ὁ πρώην.

Σὲ τὸ καθαρὸν ἐνδιαίτημα τοῦ Λόγου, τὸ λογικὸν παλάτιον, τοῦ Βασιλέων Βασιλέως Χριστοῦ, τὸν ἔμψυχον Οὐρανόν, τὴν θεοδόχον κιβωτὸν καὶ θεοφόρον σκηνήν, ἅπας ὁ κόσμος Παρθένε, μετά τῶν ἐγκωμίων, καὶ ὑπερκοσμίων, ὑμνοῦσι παγκοσμίως.

ᾨδὴ θ΄. Μή τῆς φορᾶς διὰ πεῖραν.
Ἡ γεγονυῖα Θεότητος Κόρη σκήνωμα, τὸν γεγονότα λῃστῶν ψυχοφθόρων σπήλαιον, καὶ ἐργαστήριον ἀπᾴσῃς ἀνομίας, λουτῆρι με δακρύων, ἐκπλύνασα τοῦ θείου, καταγώγιον δεῖξον Πνεύματος.

Ἰατρικῆς ἐπιστήμης, ἔντεχνος μέθοδος, πολυειδῶν καταδέσμων ἰσχὺς δραστήριος, ἐπ’ ἐμέ, ἤργησαν, οὐκ ἔστι γάρμοι τόπος, μάλαγμα ἐπιθύναι, καὶ οἶνον ἐπιχέαι, ὁλοσώματον πληγὴν ἔχοντι.

Νεφελοδρόμον πτηνὸν με, ἀεροπόροντε, ὡς ἀετὸν ὑψιπέτην αἰθεροβάμονα, προσυπαντῆσαι σοι, φαιδρᾶς μετὰ λαμπάδος, ἀξίωσον ἡνίκα, νυμφίος ὁ ὡραῖος, Χριστὲ ἐλεύσῃ μεσονύκτιος.

Σὲ τὴν Σίων τὴν ἁγίαν, τὴν ἐξελέξατο, εἰς ἑαυτοῦ κατοικίαν τε ἡρετίσατο, ὁ συναίδιον ἔχων τὸ βασιλεύειν, Θεὸς Υἱὸς καὶ Λόγος, Θεοῦ Πατρὸς ἀνάρχου, ἱκετεύω Δέσποινα σῶσόν με.

Στιχηρὰ Προσόμοια. Σήμερον γρηγορεῖ.
Βλέψον σου τὰ παράνομα ἔργα, ὧ ψυχή μου θαύμασον, πῶς σε γῆ βαστάζει, πῶς οὐ κεραυνοῦσαι, πῶς ἄγριοι θῆρες, οὐκ ἐσθίουσί σε· πῶς δὲ καὶ ὁ Ἥλιος, ὁ ἄδυτος ἐκλάμπων σοι, ἀεὶ οὐκ ἐπαύσατο, ἀνάστα μετανόησον, βόησον πρὸς Κύριον· ἥμαρτον ἐλέησόν με.

Μέριμνας τῆς μελλούσης Παρθένε, ἐξετάσεως δώρησαι, τῇ πεπωρωμένῃ, εἰς τέλος ψυχή μου, καὶ βεβαθυσμένῃ, μερίμναις τοῦ βίου, σὺ με τὸ φρικτὸν Βῆμα τοῦ μέλλοντος, αἰῶνος φαντάζεσθαι, Πανάχραντε ποίησον, ὅπως ἐν χαρᾷ ὑπαντήσω τῷ Κριτὴ καὶ Δεσπότῃ μου.

Γέγονα τῶν δαιμόνων μὲν γέλως, τῶν ἀνθρώπων δὲ ὄνειδος, τῶν Δικαίων θρῆνος, τῶν Ἀγγέλων πένθος, μολυσμὸς ἀέρος, καὶ γῆς καὶ ὑδάτων, σῶμα γὰρ ἐμίανα, ψυχὴν καὶ νοῦν ἐσπίλωσα, παραλόγοις πράξεσι, Θεῷ ἐχθρὸς πέφυκα, οἴμοι Κύριε ἥμαρτον σοι, ἥμαρτον συγχώρησον.

Πλήρωσον τὴν καρδίαν μου Κόρη κατανύξεως δέομαι· δὸς καὶ τῇ ψυχή μου σωτήριον πένθος, τὸν θυμόν μου τρέψον, κατὰ τῶν δαιμόνων· πᾶσαν μου τὴν ἔφεσιν, μετάθες ἐπὶ Κύριον, προσευχαῖς σχολάζειν με, ἐνίσχυσον πάντοτε, ὅπως διὰ σοῦ ζωῆς τύχω, καὶ τῆς θείας λαμπρότητος.

 

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος Βαρύς. Τῷ ἐκτεινάξαντι Θεῷ.
Τὸ τῆς ζωῆς μου προορῶν, ἐφεστηκὸς τέλος Δέσποινα βοῷ, σὺ μοι δίδου ἱλασμόν τῶν πταισμάτων Θεονύμφευτε.

Ἐπὶ τὸ πέλαγος τῆς σῆς, ἀγαθωσύνης προσέδραμον βοῶν· Θεοτόκε ἀγαθή, ῥῦσαι με πάσης κολάσεως.

Μετ’ εὐφροσύνης τὴν ᾠδήν, τοῦ Γαβριήλ ἀναμέλπω σοι Ἁγνή, χαῖρε πάντων ἡ ἐλπίς, Ἄχραντε χαῖρε Θεόνυμφε.

Δέσποινα πρόσδεξαι ἡμᾶς, τοὺς καταφεύγοντας πίστει ἐπὶ σε, καὶ παράσχου πειρασμῶν, καὶ συμφορῶν ἀπολύτρωσιν.

ᾨδὴ γ΄. Ἐστερεώθη τῇ πίστει.
Ἡ τὸν Οὐράνιον ἄρτον,τεκούσα Θεοτόκε, τὸν διατρέφοντα πάντων, πιστῶν τὰς καρδίας, κόρεσον λιμώττουσαν, ψυχήν μου τὴν ταλαίπωρον.

Νενεκρωμένος Παρθένε, ψυχῆς τὰς ἐνεργείας νῦν ἀνενέργητος μένω· νεκρὸς ὥσπερ ἄπνους, ζώωσον με τέξασα ζωήν τὴν ἐνυπόστατον.

Μεμολυσμένην καρδίαν, καὶ νοῦν ἐσπιλωμένον, σὺ ὡς ἀμόλυντος νύμφη, καὶ ἄσπιλος Κόρη, κάθαρόν μου Δέσποινα, ὡς Μήτηρ τοῦ Παντάνακτος.

Ῥεῤῥυπωμένον χιτῶνα, καὶ μεμελανωμένον, φορῶν τοῦ θείου νυμφῶνος, ῤιφήσεσθαι μέλλω· λάμπρυνόν μου Δέσποινα, τὸ ἔνδυμα καὶ σῶσόν με.

ᾨδὴ δ΄. Κατανοῶν ὁ Προφήτης.
Ἰλιγγιῶ τῶν κακῶν μου κατανοῶν τὸ ἀχανές, πέλαγος καὶ φρικῶδες· καὶ τρέμω μὴ κῦμα καλύψῃ με ἀπωλείας· κυβερνῆτις γενοῦ μοι Θεοτόκε καὶ σῶσόν με.

Ἁμαρτιῶν ἀμετρήτων ἐπισυρόμενος, πληθὺν ἄμετρον καὶ βαρέα φορτία, κακῶν περικείμενος, Θεοτόκε δυσωπῶ σε, ἐκ τούτων ἐλαφρῦναι καὶ σῶσαί με.

Πῶς τῷ φρικώδει σου Θρόνῳ, παρασταθήσομαι Χριστέ; Ποίαν ἀπολογίαν ποιήσω, ἐφ’ οἷς ἐπλημμέλησα ἑκουσίως; διὰ τῆς Θεοτόκου δωρεὰν με ἐλέησον.

Ἀναισθησίας ἐξ ἄκρας, καὶ ἐκ πωρώσεως πολλῆς, ἔννοιαν οὐκ ἰσχύω, λαβεῖν τῆς ἡμέρας τῆς Κρίσεως, καὶ πενθῆσαι ἐμαυτὸν πρὸ τοῦ τέλους, Θεοτόκε βοήθει μοι.

ᾨδὴ ε΄. Τὸ διὰ τὸν φόβον σου ληφθέν.
Ῥίμη τῶν παθῶν κατασυρεὶς Δέσποινα, εἰς βυθὸν ἁμαρτιῶν καὶ εἰς πυθμένα κακῶν, κάτωθεν ἐκτείνω, πρὸς τὸν Οὐρανὸν τὰς χεῖρας κράζων ἐν κλαυθμῷ, καὶ ἐν στεναγμοῖς καὶ θρήνοις καὶ δάκρυσι, ῥῦσαι ἐκ βαθέων ὑδάτων Ἁγνὴ τὸν δοῦλον σου.

Θανάτῳ τὸν θάνατον ἐλῶν Δέσποινα, ὁ Υἱὸς σου καὶ Θεός, ἀθανασίας πηγήν, ἔδειξε σε Κόσμῳ, τεθανατωμένον οὖν μου ζώωσον τὸν νοῦν, καὶ τοῦ ψυχικοῦ θανάτου με λύτρωσαι, σὺ γὰρ τὴν τῶν ζώντων αἰτίαν ζωὴν ἐγέννησας.

Ἐπὶ τοῦ φρικώδους σου Χριστὲ Βήματος, χιλιάδων ἀληθῶς, καὶ μυριάδων πολλῶν σοι παριστάμενον μὴ καταισχύνης με, ὅπως διὰ τῆς Θεοτόκου σωθεὶς δοξάζω σε.

Ἔμφοβος καὶ ἔντρομος Ἁγνὴ γίνομαι, ὁπηνίκα κατὰ νοῦν τῆς παρουσίας Χριστοῦ, λάβω τὴν ἡμέραν, καθ’ ἤν Οὐρανόθεν ἥξει κρῖναι τοὺς βροτούς, κατακεκριμένος ὢν καὶ πρὸ Κρίσεως, ὅθεν εἰς τὴν σὴν καταφεύγω θερμὴν ἀντίληψιν.

ᾨδὴ ς΄. Ὁ Ἰωνάς ἐκ κοιλίας ᾄδου.
Ψυχοβλαβῶν ἡδονῶν με ῥῦσαι Παρθένε, ὀρέξεων ἐκ παθῶν λύτρωσαι με, ὀρέγεσθαι ἀπλήστως, τῶν μενόντων ἀγαθῶν ἐνισχύουσα.

Χαροποιὸν χάρισαι μοι πένθος Παρθένε, κατάνυξιν παρακλήσεως θύραν, χαρᾶς Μητέρα λύπην, εὐφροσύνης χορηγὸν θλῖψιν σύμμετρον.

Ὁ Ἰωνᾶν θαλασσίου σώσας ἐκ κήτους, διάσωσον τὴν ἀθλίαν ψυχήν μου, ἐκ κήτους ψυχοφθόρου, ταῖς πρεσβείαις τῆς Ἀγνὼς Κυησάσης σε.

Ὑπομονήν τοῦ Λαζάρου Δέσποινα δὸς μοι, τὸν ἔμπυρον στεναγμόν τοῦ τελώνου, δάκρυα τῆς πόρνης, τὴν θερμήν τοῦ Μανασσῆ ἐξαγόρευσιν.

Κάθισμα. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Ῥῦσαι πυρὸς αἰωνίζοντος, τοὺς προσκυνοῦντας τὸν τόκου σου, σε γὰρ Χριστὸς ἀνέδειξε, προστάτιν ἡμῶν τῶν ὑμνούντων σε.

ᾨδὴ ζ΄. Οἱ ἐν καμίνῳ πυρός.
Ὁ ἐν γεέννῃ πυρὸς βεβλημένος πλούσιος ἄφρων, καὶ νῦν δακτύλου δροσίζοντος, ἀπορῶν καὶ σταγόνος ὑδατοῤῥύτου, ψυχὴ σωφρονισάτω σε, ὡς μὴ πάθης τὰ ὅμοια.

Νεκρῶν καὶ ζώντων τὸν Κριτήν, ἡ γεννήσασα Θεοτόκε, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, ἀκατάκριτον με δεῖξον καὶ στῆσον, ἐκ δεξιῶν τοῦ κρίνοντος, ἵνα θείας ἀκούσω φωνῆς.

Τῆς σῆς ἀμέτρου ἀνοχῆς, καὶ ἀπείρου μακροθυμίας, τοῦ πλούτου τε τῆς χριστότητος, ὁ ἀσύνετος Λόγε καταφρονήσας, ταῖς ἱκεσίαις κράζω σοι, τῆς Τεκούσης σε σῶσόν με.

Νόμοις Μητρῴοις πρὸς Θεόν, παῤῥησίαν ἄπειρον ὄντως Θεογενήτρια, ἔχουσα τοὺς ἐν σοι πεποιθότας, σῷζε κινδύνων καὶ ἐν ἡμέρα Κρίσεως πάσης ῥῦσαι κολάσεως.

ᾨδὴ η΄. Τὸν μόνον ἄναρχον.
Ῥητόρων μὲν ἀδολεσχία σιγησάτω, ἀποστόλων δὲ θείων ἡ σάλπιγξ βοησάτω, σὲ διαπρυσίοις φωναῖς Παρθένε εὐφημοῦσα, καὶ Θεοτόκον ὄντως καταγγελοῦσα.

Νυμφῶνος με τοῦ μυστικοῦ καὶ Οὐρανίου, καταξίωσον Κόρη, νυμφὼν Θεοῦ τοῦ ζῶντος, τοῦ νυμφίου Χριστοῦ θεάσωμαι τὸ κάλλος, ὅπως ἀεὶ ἀπαύστως μεγαλύνω σε.

Ὀδύνης με τῆς ἐν τῷ ᾄδῃ ῥῦσαι Σῶτερ, διὰ τὴν σε τεκοῦσαν, καὶ σκότους ἐξωτέρου, καὶ πικροῦ ταρτάρου, καὶ πάσης ἄλλης τιμωρίας, ἵνα τυν τοῖς Ἀσωμάτοις δοξάζω σε.

Νεκρώσεως τοὺς δερματίνους με χιτῶνας, οὓς ἐνέδυσε φθόνος, ἀπόδυσον Παρθένε, καὶ ἀθανασίας φαιδρόν, περίβαλλε χιτῶνα, ἴν’ αεὶ μετὰ πόθου μεγαλύνω σε.

Στιχηρὰ Προσόμοια. Οὐκέτι κωλυόμεθα.
Χαῖρε χαρὰ τοῦ Κόσμου Θεοκυῆτορ, χαῖρε Δέσποινα Ὑπερένδοξε Θεοτόκε, χαῖρε Πανύμνητε.

Ὑπὸ τὴν θείαν σου σκέπην νῦν προστρέχω, μὴ παρίδῃς με Θεοτόκε, τὸν σὸν οἰκέτην, ἀλλὰ βοήθει μοι.

Τριὰς Ἁγία Πάτερ Υἱὲ καὶ Πνεῦμα, τοὺς εἰς σὲ πιστεύοντας, τῆς σῆς Βασιλείας ἀξίωσον.

Χαῖρε Πατρὸς ἀνάρχου νύμφη Παρθένε· χαῖρε Πάνσεμνε, συνανάρχου Μήτηρ Υἱοῦ Πανύμνητε.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος Βαρύς. Νεύσει σου πρὸς γεώδει.
Τίμιον τοῦ Δεσπότου, Θεοχαρίτωτε σκῆνος, ἐδείχθης τιμήσασα τῶν φύσιν τοῦ Προπάτορος, ὅθεν Ἁγνὴ δυσωπῶ σε, πάσης τῶν παθῶν ἀτιμίας με λύτρωσαι.

Ὕλης ὐπεραρθῦναι, βιωτικῆς καὶ γεώδους τὸν νοῦν μου τὸν ἄχρηστον καὶ ῥυπαρὸν ἀξίωσον, βίον βιοῦντες Παρθένε, αὐλὼν ἀγγέλων ἐνίσχυσον.

Ἔμφυτον κεκτημένος, τὸ ἐλεεῖν καὶ τὸ σῴζειν, ἐλέησον Κύριε καὶ σῶσόν με τὸν ἄσωτον, ὅπως ἅπασι κυρήξω, τὸ φῶς ἐμέ σου ἀνυπέρβλητον ἔλεος.

Πύλην ἐσφραγισμένην, καὶ κεκλεισμένον σε κῆπον, ὄρος τε κατάσκιον, ἀσύλητον Παράδεισον, ξύλον ζωῆς ἀϊδίου, φέρουσαν Χριστόν, Θεοτόκε γινώσκομεν.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχὰς τοὺς Οὐρανούς.
Δίδου τοῖς δούλοις σου Ἁγνή, τὰς σωτηρίους αἰτήσεις, ἐν τῷ θείῳ τοῦτο σου ναῶ, ἐν ὧ τὴν πηγὴν θαυμάτων ἔδειξας, ἀναπηγάζουσαν ἀεὶ ἐπιφοιτήσει σου θείᾳ, καὶ τῆς αἰωνίου ῥῦσαι Κρίσεως.

Ἐλέους ἄβυσσον Χριστόν, ὑπὲρ αἰτίαν καὶ λόγον, τὸν δοτῆρα πάντων τῶν καλῶν, τεκοῦσα Ἁγνή, τὸν θεῖον οἶκον σου, τοῦτον δεικνύεις ἀληθῶς, ἐπισκιάσει σου θείᾳ, τῶν παντοδαπῶν παθῶν καθάρσιον.

Ὁλοσχερῶς μετανοεῖν, καὶ ἐκ καρδίας στενάζειν, ὀλοψύχως πάντοτε θρηνεῖν, καὶ ἐνδιαθέτως μεταμέλεσθαι, ἀξίωσόν με ὁ Θεός, ἐφ’οἷς ἀγνοίᾳ καὶ γνώσει, ἥμαρτον λυπήσας σε τὸν εὔσπλαγχνον.

Ἡ Κιβωτὸς ἡ νοητή, ἡ τὸ ἀκήρατον Μάννα τετοκυῖα Κόσμῳ ἀληθῶς, ἐν μέσῳ ἡμῶν Παρθένε πάρεσο, ἔμπλησον ἄρτου μυστικῶς, ἡμᾶς τοὺς πόθῳ καὶ πίστει, καὶ εἰλικρινῶς σε μακαρίζοντας.

ᾨδὴ δ΄. Ὁ Πατρικούς.
Σωματικοῖς πάθεσιν αἰσχροῖς, καὶ ψυχικοῖς περιπεσὼν πολλοῖς μολυσμοῖς, ὀδυνῶμαι διπλοῖς βέλεσιν, ὅθεν ἱκετεύω σε, ἴασαι με Κόρη ὡς Παντοδύναμος.

Ἁμαρτωλῶν πάντων ἡ ἐλπίς, ἀπηλπισμένων ἡ θερμὴ ἀντίληψις, λυπουμένων παραμύθιον, τὴν ὀδυνομένην μου τοῖς δεινοῖς ψυχὴν παραμύθησαι.

Λοιμαντικῆς καὶ φθοροποιοῦ, βρώσεως πάλαι μετασχών, Ἀδὰμ ἐν Ἐδέμ, πικρῶς πάντες τῆς τρυφῆς πανοικτίρμων ἐξωρίσθημεν, εἰς ἣν ἡμᾶς διὰ τῆς Μητρός σου εἰσήγαγες.

Ταπεινωθεὶς ὕψει πενιχρᾶς, κενοδοξίας εὐτελοῦς οἰήσεως, ἐπὶ σε τὴν ἀνυψώσασαν, τὴν φύσιν Πανάχραντε, τὴν ταπεινωθεῖσαν κατέφυγον.

ᾨδὴ ε΄. Νὺξ ἀφεγγής.
Διὰ παντὸς ἁμαρτάνων ἁγνή, καὶ βεβυθισμένην ἐμὴν προσφέρων τὴν συνείδησιν, ἐγὼ ὁ τάλας ἐναπεγνώθην, σὺ δέ μεοἴκτειρον Πανάμωμε.

Βεβαρυμένους τῷ ὕπνῳ τῆς ἁμαρτίας Ἁγνή, ἐπαγρυπνοῦντας ὅμως δὲ ἐν τῷ πανσέπτῳ οἴκῳ σου, τῇ σῇ ἀγρύπνῳ θείᾳ πρεσβείᾳ, ἡμᾶς οἰκτείρησον Θεόνυμφε.

Ὑπερφερές σου τὸ κλέος, τῶν πρεσβειῶν πανταχοῦ, Παρθενομῆτορ Ἄχραντε, δι’ ὧν καὶ νῦν με παντοίας ῥῦσαι, τῆς ἐν τῷ βίῳ περιστάσεως.

Νοσιλευόμενος σφόδρα, καὶ κατ’ ἀμφοῖν χαλεπῶς κεκακωμένος Πάναγνε, ψυχῆς τὴν ῥῶσιν ἐκ σοῦ δεξαίμην, ταῖς σαῖς πρεσβείαις, καὶ τοῦ σώματος.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλῳ.
Θηρὶ θαλαττίῳ, κήτει νοητῶς ἐναλίῳ ὡς ἐξ ἀφροσύνης μου ναυαγήσας καταποθείς, εἰς βυθὸν κατανένυγμαι, ἀλλ’ ἐκ τοῦ βυθοῦ καὶ τοῦ θηρὸς με ῥῦσαι, Παντοδύναμον Θεὸν ἡ τέξασα.

Μετὰ τόκον ὤφθης, ὥσπερ καὶ πρὸ τόκου ὑπῆρχες, Παρθένε ἀνέπαφος Θεομήτωρ· παραβλαβείσης μηδέν τῆς ἁγνείας σου, εἰ γὰρ καὶ ὁ τόκος ὑπὲρ φύσιν· ἀλλ’ ἠ παρθενίᾳ μετὰ φύσιν ἔμεινεν.

Ὀκνηρὸς ὢν δοῦλος, τὸ πρὸς ἐργασίαν δοθὲν μοι, κατέχωσα τάλαντον καὶ πτοοῦμαι, τὴν φοβεράν σου Σῶτερ μου ἔλευσιν, τί γὰρ προφασίσασθαι οὐκ ἔχω ὅταν ἀπαιτῇς με τὴν αὐτοῦ ἐμπορεύσιν.

Ῥητορεῦον στόμα, λόγοις ἑρμηνεύειν οὐ σθένει, τὸ θαῦμα τοῦ τόκου σου Θεοτόκε, τὸν γὰρ ταῖς ἄνω Δυνάμεσιν ἄληπτον, μόνη ἀποῤῥήτως συλλαβοῦσα, τέτοκας ἐκ Πνεύματος Ἁγίου Πάναγνε.

Κάθισμα.
Ὡς ἔχουσα τὸ συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ βλέπουσα τοὺς ἐπὶ γῆς, ὡς εὐπερίστατον Λαόν, σπλαχνίθητι εὐλογημένη Θεοτόκε, ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολλώμεθα δεινῶς, ἰκετεύουμε ὡς εὔσπλαχνος τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν Παναγία Παρθένε.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Ὡς μυστηρίου φρικώδους καὶ ξένου ὧ καινοτάτου ἀκούσματος· ὅτι Θεὸς γυναικὸς Υἱὸς γέγονε· πράγματι οὐ σχήματι, ἵνα θέσει υἱὸν Θεοῦ ποιήσῃ με.

Σὺ τῶν πιπτόντων ἀνόρθωσις μόνη, καὶ τῶν πταιόντων διόρθωσις, σὺ τῶν τυφλῶν χειραγωγίᾳ πέφηνας, τῶν πενήτων ἔλεος, εὐεκτούντων χαρά, νοσούντων ἴασις.

Ὄμβροις δακρύων, κατάρδευσον Κόρη, τὴν χερσωθεῖσαν καρδίαν μου, καὶ τῆς ψυχῆς μου τὰς αὔλακας μέθυσον διὰ κατανύξεως, ἀρετῶν τὰ γεννήματα πληνθύνουσα.

Τίς ἐξιχῦσει τὰ σὰ μεγαλείᾳ, θεοπρεπῶς ἐξηγήσασθαι; τὰς δυναστείας τὰς σὰς τις λαλήσει δε, ἀκουστὰς ποιήσεται τὰς αἰνέσεις σου, Μῆτερ Ἀπειρόγαμε;

ᾨδὴ η΄. Τὸν μόνον ἄναρχον.
Ἀφθόρως ἄφθορε, τὸν Θεὸν συλλαβοῦσα, τῆς ἀφθαρσίας τὴν πηγήν, ἐφθαρμένον ἀφθάρτισον, ἁμαρτίαις τὸν νοῦν μου, καὶ τὰς φθοροποιοὺς ἐννοίας καὶ βεβήλους ἀπέλασον ἐκ τούτου.

Ναὸν τὸν ἔμψυχον, καὶ Πανάγιον Οἶκον, ὃν ᾠκοδόμησε τοῦ Θεοῦ ἡ σοφία, καὶ ᾤκησεν ὑπὲρ νοῦν τε καὶ λόγον, Ἁγνὴ σε δυσωπῶ, Πνεύματος Ἁγίου τὸν νοῦν μου δεῖξον οἶκον.

Ὁ μόνος ἄναρχος, καὶ Πατρὸς ἐξ ἀνάρχου, γεγεννημένος Θεὸς Λόγος ἀγχρόνως, γεγέννηται σαρκικῶς ὑπὸ χρόνον, ἐκ σοῦ τῆς καθαρᾶς, μόνη εὐλογημένῃ καὶ Κεχαριτωμένῃ.

Κατακοσμούμενον ἀρεταῖς σε ποικίλαις, καὶ φαιδρομένον ναόν τοῦ Ὑψίστου, γινώσκοντες Παναγίᾳ Παρθένε, ὑμνοῦμεν εὐσεβῶς, καὶ σε ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Μήτηρ Θεοῦ καὶ Παρθένος.
Ὑμνολογεῖν ἐν ᾠδαῖς τὸν τόκον σου, καὶ ἑρμηνεύειν τὸν τρόπον, καὶ αὐτοῖς τοῖς Ἀγγέλοις, καὶ ἀνθρώποις ἐστὶν ἀμήχανον, ἄφθορε Μήτηρ, Ἀνύμφευτε Νύμφῃ, Κεχαριτωμένῃ γυναικῶν Ἀειπάρθενε.

Ὅλην ἐν σοί, τὴν ἐλπίδα τίθημι, τῆς ἐμαυτοῦ σωτηρίας, ἀδιστάκτῳ τῇ πίστει, καὶ πόθῳ διαπύρῳ, Πάναγνε σῶσόν με μόνη, ἐλπίς μου ἡ βεβαίᾳ, καὶ ἀῤῥαγεστάτῃ προσφυγῇ προσφευγόντα σοι.

Ἄρτος νυκτὸς καὶ ἡμέρας γένοιτο, κᾀμοῖ τὰ δάκρυα Σῶτερ, ἵνα κλαύσω καὶ πλύνω, τὸν προστρίβοντα τῇ καρδίᾳ μου, ἐξ ἀφροσύνης, δυσέκλειπτον ῥύπον, καὶ ὑπὲρ χιόνα λευκανθῶ μεγαλύνω σε.

Ὡς ἀληθῶς καὶ κυρίως Δέσποινα, Θεὸν γεννήσασα μόνη, ἀληθῶς καὶ ξυρίως, καὶ Θεοτόκος ἀνηγόρευσαι, κλῆσιν τῷ θείω, κατάλληλον τόκον, τὴν Θεωνυμίαν προσηκόντως πλουτήσασα.

Στιχηρὰ Προσόμοια. Σήμερον γρηγορεῖ.
Δέομαι ἐπ’ ἐμοὶ τῷ ἀκάρπῳ, μακροθύμησον Δέσποτα, καὶ μὴ με ἐκκόψῃς, ὡς ἄχρηστον δένδρον, τομὴ τοῦ θανάτου, εἰς πῦρ ἀποπέμπων· ἀλλὰ καρποφόρον με ποιῆσαι παρακλήθητι, εὐχαῖς τῆς Τεκούσης σε, δὸς μοι Χριστέ μου δάκρυα, ὅπως ἀπονίψω μου ἁμαρτιῶν τὸ πέλαγος.

Ὄνομα εὐλαβείας Παρθένε, ἐμαυτῷ ἔξω θέμενος, παίγνιον πορνείας, ἐντὸς χρηματίζω, καὶ ἀλαζονείας γέλως καθορῶμαι, θηρίοις γὰρ δυσίν ὡς ἀντιμάχοις, παραδέδομαι ἐξ ἀπροσεξίας μου· διὸ τούτων ῥῦσαι με, σὺ γὰρ ἀγαλλίαμα πέφυκας ψυχῆς μου καὶ πεποίθησις.

Ὄφελος οὐδαμῶς ἐκ τῆς ὕλης, ὧ ψυχή μου γεννήσεται, περὶ τὴν σπουδάζεις εἰς μάτην τοῦ βίου, περὶ τὴν ἐκτήκεις, σαυτὴν ταῖς φροντίσι, πᾶσαν οὖν τὴν μέριμναν, ἐπίῤῥιψον πρὸς Κύριον, τὸν κρῖναι σε μέλλοντα, καὶ δάκρυσι βόησον, Δέσποτα φιλάνθρωπε, σῶσόν με πρεσβείαις τῆς Τεκούσης σε.

Ἅπαντες ἐν νυκτὶ καὶ ἡμέρᾳ, προστασίαν σε ἔχομεν, καὶ προστρέχομεν σοι πίστει ἀδιστάκτῳ, κλίνοντες τὸ γόνυ καὶ δακρυῤῥοοῦντες, σῶσον οὗν Πανάμωμε τοὺς πόθῳ σε δοξάζοντας, καὶ ὁμολογοῦντας σε Θεοῦ Μητέρα Πάναγνον, ὅπως καταχρέως ἀεὶ σε δοξάζωμεν.

 

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος Βαρύς. Νεύσει σου πρὸς γεώδει.
Ὅλος ἐπιθυμίᾳ, καὶ γλυκασμὸς σωτηρίας, ὁ τόκος σου πέφηνε Θεοκυῆτωρ Δέσποινα, πᾶσαν πικρίαν διώκων, τὴν ἐκ τῶν παθῶν καὶ πταισμάτων τοῖς δούλοις σου.

Στῆσον τὰς καταιγίδας τῶν ἡδονῶν καὶ παθῶν μου, τῇ αὔρα τῆς θείας σου πρεσβείας Παναμώμητε, ὅπως γαλήνῃ καρδίας, σοῦ δοξολογῶ τὴν ἀνείκαστον δύναμιν.

Ἔλεον οὐ θυσίαν, ὡς ἐλεήμων ὁ θέλων, καὶ πάντα τὰ ἔργα σου συνέχων τῷ ἐλέει σου, Σῶτερ μόνε ἐλεῆμον, ἐλέησόν με τὸν ἀνελεήμονα.

Κόπτομαι καὶ στενάζω, κατανοῶν μου τὰ ἔργα, τὰ πάσης κολάσεως καὶ τιμωρίας ἄξια, πλὺν θαῤῥῶν τοῖς οἰκτιρμοῖς σου, εἰς πρεσβείαν σοι προσάγω τὴν τεκοῦσαν σε.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχὰς τοὺς Οὐρανούς.
Ὁ κατ’ ἀρχὰς τοὺς Οὐρανούς, ἐπ’οὐδενός ὡσεὶ δεῤἱν, διατείνας Λόγος τοῦ Θεοῦ, ἐν γῆ λογικὸν Ἁγνὴ καὶ ἔμψυχον, σε Οὐρανὸν θεμελιοῖ, καὶ ὡς ὡραῖος ἀνίσχων Ἥλιος ἐκ σοῦ φωτίζει τοὺς τιμῶντας σε.

Ἐν ἀμελείᾳ τῆς ζωῆς, ἐκδαπανήσας τὸν βίον, καὶ εἰς τέλος φθάσας καὶ δυσμάς, ἐν πίστει σεμνῇ πρὸς σε κατέφυγον, τὴν νοητὴν Ἀνατολήν, τοῦ ἀνεσπέρου Ἡλίου, ἵνα μὴ σκοτίᾳ καταλάβῃ με.

Δικαιοσύνῃ Ἰησοῦ, Ἥλιε ἄδυτε Λόγε, δικαιώσας χάριτι τῇ σῇ ἐν δικαιοσύνῃ δὸς ὀφθῆναι μοι τῷ σῶ προσώπῳ, καὶ τὴν σὴν ἐν τῷ ὀφθῆναι με δόξαν, χόρτασον πρεσβείαις τῆς Τεκούσης σε.

Ἡ ἀνωδίνως τὸν Θεόν, καὶ ἀπαθῶς τετοκυῖα, τὰς ὀδύνας τῆς πολυπαθοῦς, καρδίας μου δέομαι ἐπίσκεψις Κόσμου Δέσποινα, καὶ σκέπη καὶ ἀντίληψις.

ᾨδὴ δ΄. Ὁ Πατρικούς.
Ὁμοφυῆ Λόγον τῷ Πατρί, ἀνερμηνεύτως ὑπὸ χρόνον τέτοκας, τὸν φιλάνθρωπον καὶ ἄχρονον γενόμενον ἄνθρωπον ἵνα σώσῃ Κόρη τὸν ἄνθρωπον.

Τὸ συμπαθές σου καὶ εὐμενές, ἐπὶ τοὺς δούλους σου Ἁγνὴ ἐφάπλωσον, τοὺς ἀεὶ παρακαλοῦντας σε, τῆς φρικτῆς κολάσεως λυτρουμένῃ ταῖς ἱκεσίαις σου.

Ἐν πειρασμοῖς σε καταφυγήν, ἐν τοῖς κινδύνοις ταχινὴν βοήθειαν, ἐν παντοίας περιστάσεσιν, ἑτοίμην ἀντίληψιν καὶ ὀξεῖαν Δέσποινα κέκτημαι.

Εἰλικρινεῖ πίστει καὶ θερμή, πρὸς σε προσφεύγω καὶ βοῷ Πανάμωμε, σὺ γενοῦ μοι ἱλαστήριον, τῶν πολλῶν πταισμάτων με, λυτρουμένῃ καὶ διασῴζουσα.

ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.
Μήτηρ τοῦ φιλανθρώπου καὶ Θεοῦ Πανύμνητε Θεοτόκε, τοῖς πίστει καὶ πόθω σε ἐν ὕμνοις γεραίρουσιν, ἱλασμὸν ταῖς σαῖς ἱκεσίαις, τῶν παραπτωμάτων κατάπεμψον.

Δέσποινα Θεομήτωρ, τῶν ἐμῶν πταισμάτων λύσιν παράσχου, καὶ τὴν νεκρωθεῖσαν δεινῶς ψυχὴν ἀνάστησον, ἡ ζωὴν τεκοῦσα τῷ Κόσμῳ τὴν ἀθάνατον καὶ ἀνυπόστατον.

Μόνος σε παροργίσας ὑπὲρ πάντα ἄνθρωπον Ἐλεήμων, τὴν σὴν ἀγαθότητα πρὸς ὀργὴν ἐκίνησα· ἀλλὰ τῆς ἀφθόρου Μητρός σου, σῶσόν με Ἁγίαις δεήσεσιν.

Ἔντρομος καθορῶμαι, ὅταν ἐπὶ Θρόνου σε θεωρήσω, φρικτῶς καθεζόμενον τῆς δόξης τὸν Κύριον, ἀναθεωροῦντα τὰς πράξεις, καὶ άποδιδοῦντα τὰ ἄξια.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλῳ.
Τοῦ τελώνου Λόγε, τὴν συντετριμμένην καρδίαν, τῆς πόρνης τὰ δάκρυα, Μανασσῆ δὲ τὴν ἐξαγόρευσιν καὶ τὴν μετάνοιαν, τὴν ἐπιστροφήν τὴν θερμοτάτην, τῶν Νινευιτῶν, ὡς ἀγαθὸς παράσχου μοι.

Ἱλασμὸν τεκοῦσα, καὶ ἁμαρτωλῶν εὐεργέτην, Παρθένε Πανάχραντε δυσωπῶ τὰς ἐνοχὰς τῶν ἀμέτρων πταισμάτων μου, λῦσον τῇ Μητρῴᾳ σου πρεσβείᾳ, ἔχεις γὰρ ὡς Μήτηρ πρὸς Υἱὸν τὸ δύνασθαι.

Ἀπωσμένους πάλαι, τῇ δικαιοτάτῃ σου Κρίσει, Χριστὲ σοῦ προσώπου ἀνεκαλέσω θεοπρεπεῖ παρουσίᾳ ὡς εὔσπλαγχνος, καὶ νῦν ἀγαθὲ ἡμαρτηκότας, πρόσδεξαι ἡμᾶς, καὶ τῶν κακῶν ἀπάλλαξον.

Ὡς καλὴν σε μόνην, ἐν ταῖς γυναιξὶ καὶ ὡραίαν, ὡς ὅλην ἀμόλυντον καὶ Ἁγίαν, ὡς ἱερόν, ὡς τιμίαν καὶ ἄσπιλον, ὡς καθαρωτέραν εὑρηκὼς σε, πάσης Κτίσεως, ὁ Κτίστης ἐν σοὶ ἐσκήνωσε.

Κάθισμα. Ὁ δι’ ἐμὲ ἀνασχόμενος.
Ὑπὸ τὴν σκέπην σου ἅπαντες, οἱ γηγενεῖς καταφεύγομεν, ῥῦσαι τοῦ αἰωνίου πυρὸς ἀγαθὴ τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Ἐν ἀπορία καὶ θλίψει ὑπάρχων, καὶ ἐν κινδύνοις Πανάχραντε, σε προσκαλοῦμαι θερμῆς ἐκ καρδιᾷς μου πρόφθασον καὶ ῥῦσαι με, καὶ παράσχου Παρθένε θυμηδίαν μοι.

Νενεκρωμένην ψυχὴν κεκτημένος, ταῖς χαλεπαῖς παραβάσεσι, σε τὴν νεκρώσασαν ᾄδην τῷ τόκῳ σου ἱκετεύω Δέσποινα, μετανοίας τρόποις με ζώωσον.

Τὴν σὴν Μητέρα προσφέρω σοι Σῶτερ, εἰς ἱκεσίαν Φιλάνθρωπε, τὴν προσδεξάμενος ῥῦσαι πταισμάτων με, καὶ μελλούσης Κρίσεως, καὶ αἰωνιζούσης κολάσεως.

Ὕψος καὶ βάθος, καὶ μῆκος καὶ πλάτος, τῆς ὁρατὴς ὕλης Κτίσεως, τὸ μεγαλεῖον τοῦ τόκου σου Δέσποινα, ὑπερβαίνει ταύτης γάρ, ὑπὲρ λόγον τὸν Κτίστην ἐσωμάτωσας.

ᾨδὴ ε΄. Τὸν ὄντως ὄντα Θεόν.
Διάσωσον ἐκ φθορᾶς καὶ κινδύνων, καὶ παθῶν με Πάναγνε, πρὸς σε γὰρ καταφεύγω, τὴν ἐμὴν ἐλπίδα καὶ θείαν σωτηρίαν.

Ἐν ὤρα τῆς τελευτῆς τῶν κατηγόρων τῶν δεινῶν ἐξαίρουσα, πρὸς θείαν κατοικίαν, Δέσποινα Παρθένε, αὐτὴ ὁδήγησον με

Τὴν μόνην ἐν γυναιξὶ εὐλογημένῃ, Παρθένον ὑμνήσωμεν, Χριστὸν ὑπερυψοῦντες, καὶ δοξολογοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Ἀνάνηψον ὧ ψυχή, τῇ Θεοτόκῳ προσπεσοῦσα βόησον, ἐλπὶς καὶ σωτηρίᾳ πάντων, τοῦ πυρὸς με τοῦ αἰωνίου ῥῦσαι.

ᾨδὴ θ΄. Σεσαρκωμένον τὸν Λόγον.
Τὸν ποιητήν μου καὶ Κτίστην ἱκέτευε, τῆς φοβερᾶς ῥύσασθαι με Κρίσεως, Παρθένε καὶ ζωὴν μοι χαρίσασθαι.

Ἡ Παναμώμητος Μήτηρ Παρθένε Ἁγνή, τῶν ψυχικῶν λύτρωσαι, σὴν ποίμνην μολυσμάτων, τὴν σε μεγαλύνουσαν.

Ἡ Θεοτόκος προσφέρει σοι δέησιν, ὑπὲρ ἐμοῦ Δέσποτα Χριστέ, ἣν δεδεγμένος, ῥῦσαι με πάσης κολάσεως.

Διὰ παντὸς ἱκετεύω σε Δέσποινα, τὴν ταπεινὴν λύτρωσαι ψυχήν μου, τῆς μελλούσης καταδίκης καὶ κολάσεως.

Στιχηρὰ Προσόμοια. Σήμερον γρηγορεῖ.
Γέγονα καταγώγιον οἴμοι, τῶν ἡδονῶν ὁ πανάθλιος, γέλως οὖν ὁρῶμαι, ἀεὶ τοῖς ἐχθροῖς μου, ὅθεν σοι προσπίπτω, Ἁγία Παρθένε, ἴδε μου τὴν θλῖψιν, καὶ βοήθειαν μοι ὄρεξον, καὶ δακρύοις κάθαρον, καὶ ῥῦσαι με δέομαι, καὶ καταισχυνθεῖσαν οἱ χαίροντες ἐν τῇ ἀπωλείᾳ μου.

Κλῖνον μοι τὸ φιλάγαθον οὕς σου, δεομένῳ Πανάμωμε, καὶ μὴ ἀποῤῥίψῃς, τοῦ σοῦ με προσώπου, μηδὲ πόῤῥω πέμψῃς τῆς σὴς βοηθείας, δόλῳ γὰρ ὁ δόλιος σπουδάζει ἀπολέσθαι με, παραλόγοις πάθεσι κινῶ τὴν καρδίαν μου, σὺ δὲ με συντήρησον ὅλον τῆς αὐτοῦ βλάβης ἀμέτοχον.

Ἆρον σου ὦ ψυχή μου τὸ ὄμμα, καὶ Θεοῦ ἐνατένεισον, τῇ οἰκονομίᾳ, καὶ τῇ εὐσπλαγχνίᾳ, πῶς Οὐρανοὺς κλίνας, ἦλθεν ἐπὶ γῆς, ἵνα ὑψώσῃ σε, ἐκ τῆς ταλαιπωρίας σου τῶν παθῶν, καὶ δώσῃ σοι δόξαν αἰωνίζουσαν, βαβαὶ φρικτοῦ θαύματος, φεῦ τῆς εὐσπλαγχνίας σου Φιλάνθρωπε.

Τάγματα ὑπερέβης Ἀγγέλων, ὡς Θεὸν σωματώσασα, ἐγὼ δὲ τοὺς πάντας νικήσας ἁμαρτίαις, οἴμοι, δέδοικα καὶ τρέμω, ὅθεν οὐδαμῶς ἀποτολμῶ, παρακαλέσαι σε Θεοτόκε Δέσποινα, Σὺ οὖν μὴ παρίδῃς, ἀλλὰ σπεῦσον σῶσόν με, ὁδὸν εἰς εὐθεῖαν ὁδηγοῦσα με.

 

ΑΡΧΗ ΤΟΥ πλ. δ’. ΗΧΟΥ

ΤΗ ΚΥΡΙΑΚΗ ΕΠΣΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΠΟΛΥΥΜΝΗΤΟΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Χαῖρε κατάρας παλαιὰς ἡ λύτρωσις, καὶ εὐλογίας πηγή, χαῖρε ζωῆς Μήτηρ, ᾄδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις, χαῖρε λύσις τῆς λύπης, χαρὰς χωρίον εὐρύχωρον· χαῖρε Θεοτόκε Πανύμνητε.

Ἅρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε Πανάμωμε, δαβιτικὸν χαῖρε, ἅρμα πολυώνυμον, ἅρμα μυριοπλάσιον, χαῖρε ἡ ἀσυγκρίτως, τῶν Χερουβίμ ὑπερέχουσα, καὶ τῶν Σεραφίμ ὑπερφέρουσα.

Ἱερωτέραν νοερῶν Δυνάμεων, χαῖρε Θεόνυμφε, χαῖρε κτίσῃς πάσης, ἀνωτέρα φύσεως χαῖρε Θεοῦ παλάτιον, χαῖρε πύρινε Θρόνε, χαῖρε λυχνία πολύφωτε· χαῖρε μυριώνυμε Δέσποινα.

Ῥάβδος ἐκ ῥίζης Ἰεσσαῖ βλαστήσασα, χαῖρε ἀμόλυντε, χαῖρε βλαστῷ ῥάβδου, τῆς Ἀαρωνίτιδος, διαγραφεῖσα πρότερον, μυστικῶς καὶ βαθέως, ὡς γὰρ ἐκείνη τὰ κάρυα, οὕτω τὸν Χριστὸν σὺ ἐξύνθησας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσχυρότατον ὅπλον, χαῖρε πιστῶν Δέσποινα, χαῖρε κραταιᾷ προστασίᾳ· χαῖρε ἀντίληψις, χαῖρε βοήθεια, ἁμαρτωλῶν χαῖρε τεῖχος, τῶν προσκαλουμένων σε, χαῖρε τοῦ κόσμου χαρά.

Σωτηρίας ἀνθρώπων, χαῖρε στεῤῥὸν ἔρεισμα, χαῖρε τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἡ ἐπανάκλησις, δι’ ἧς ἀπέλαβον, τὴν παλαιῶν εὐκληρίαν, χαῖρε ἡ ἀνοίξασα πάλιν Παράδεισον.

Χαῖρε ἄφλεκτε βάτε, χαῖρε φωτὸς ὄχημα, χαῖρε τοῦ Ἡλίου νεφέλῃ, χαῖρε περίδοξε, καὶ περιλάλητε, τοῦ Βασιλέως καθέδρᾳ, χαῖρε πόλις ἔμψυχε Χρίστου τοῦ ζῶντος Θεοῦ.

Ἀπειρόγαμε Μῆτερ, χαῖρε Ἁγνὴ Δέσποινα, χαῖρε ἡ ἀνήρωτος χώρα καὶ ἀγεώργητος, ἡ γεωργήσασα τὸν γεωργόν τῶν ἁπάντων, χαῖρε γῆ ἀλήθειαν ἡ ἀνατείλασα.

ᾨδὴ δ΄. Σὺ μου ἰσχὺς Κύριε.
Ἀνατολῇ, τοῦ Πατρικοῦ ἀπαυγάσματος, καὶ Ἡλίου ἐξανατείλατος, πρὸ Ἑωσφόρου ἐκ τοῦ Πατρός, χαῖρε Θεοτόκε, νεφέλῃ κούφῃ καὶ ἔμψυχε, Παρθένε χαῖρε Μῆτερ, χαῖρε εὐλογημένῃ, χαῖρε δεδοξασμένη Πανάμωμε.

Σὺ τὸ χρυσοῦν θυμιατήριον Δέσποινα, τοῦ ἀστέκτου, καὶ ἀύλου ἄνθρακος, ἐν ὧ ἐκαύθη διαῤῥαγέν, τῆς Ἀδαμιαίας παρακοῆς τὸ χειρόγραφον, διὸ σοι χαῖρε κράζω, δι’ ἧς πᾶσιν ἐδόθη, ἡ χαρᾷ καὶ τρυφῇ καὶ ἀπόλαυσις.

Σὺ τῶν βροτῶν, δόξα καὶ κλέος καὶ καύχημα, καὶ Ἀγγέλων, στέφος καὶ διάδημα διὸ ἡ γῆ καὶ ὁ Οὐρανός, μίαν Ἐκκλησίαν στησάμενοι παναρμόνιον, τὸ χαῖρε σοὶ βοῷμεν, χαῖρε Δέσποινα Κόσμου, χαῖρε πάντων ἀνθρώπων βοήθεια.

Κλίνη σεπτή, ἢἣν Σολομῶν προδιέγραψε, κυκλουμένην, τοῦ νοητοῦ ἁγιάσματος, λαβὶς ἡ θεία χαῖρε βάτε πυρφόρε, χαῖρε πύλη καὶ κλῖμαξ καὶ γέφυρα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Νοερὰς σατραπείαν, καὶ τυραννικὴν ἐναέριον φάλαγγα, παρελθεῖν ἀλύπτως, ἐν καιρῶ τῆς ἐξόδου μου πάρεχε, ἵνα σοὶ τὸ χαῖρε χαρμονικῶς Δέσποινα κράζω, χαῖρε πάντων ἐλπὶς ἀκαταίσχυντε.

Ὡς χαρὰν συλλαβοῦσα, χαῖρε Ὑπεράμωμε, χαῖρε Ὑπέραγνε, χαῖρε τῆς ἁγνείας, πορφυρόχρυσον ἄνθος ἡδύπνοον, χαῖρε Παρθενίας, κοκκοβαφὲς ἐρυθρὸν ῥόδον, καὶ Θεοῦ τὸ εὐῶδες ὀσφράδιον.

Μυστικῇ μυροθήκῃ, χαῖρε τὸ ἡδύπνοον μύρον ἡ βρύουσα, χαῖρε ἡ θεία κρίνῃ, ἡ τὸ ὕδωρ τὸ ζῶν ἀναβλύζουσα, χαῖρε ἡ τὸν βότρυν τὸν τῆς ζωῆς καρποφοροῦσα, ἀγεώργητος ἄμπελος Δέσποινα.

Ἀδιόδευτε πύλη, χαῖρε ἣν διόδευσε Χριστὸς ὁ Κύριος, Παρὰδείσου πύλας ἡ ἀνοίξασα χαῖρε τῷ τόκῳ σου, χαῖρε δι’ ἧς χαίρει, ὁ Οὐρανὸς καὶ γῆ χορεύει, ἡ τὰ ἄνω τοῖς κάτω συνάψασα.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Ἡ ἔμψυχος, χαῖρε Δέσποινα κόχλος, ἡ κογχύλῃ σῶν ἀχράντων αἱμάτων, πορφυραυγῆ ἐρυθρὰν ἁλουργίδα, τῷ τοῦ παντὸς Βασιλεῖ πορφυρώσασα, τὴν γύμνωσιν τὴν τοῦ Ἀδάμ, ἡ σκεπάσασα χαῖρε Πανύμνητε.

Στηρίζει μέν, τὰς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη, χριστιανῶν τὰς ψυχὰς δε κρατύνει, τὸ σὸν ᾀδόμενον Ἅγιον ὄνομα, ἐντεῦθεν καὶ χαρμονικῶς, πᾶσα γλῶσσα τὸ Χαῖρε κραυγάζει σοι.

Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε, κιβωτὸς ἡ θεοχώρητος χαῖρε, χαῖρε σκηνή, χαῖρε Ἅγιον Ὄρος, χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε, παλάτιον χαῖρε Χριστοῦ, χαῖρε Τέμενος θεῖον πολύφωτον.

Ὑπέραγνε, Ὑπεράμωμε χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος, χαῖρε κοινὴ τῶν ἀνθρώπων τοῦ γένους, φιλοτιμίᾳ καὶ χάρις θεόσδοτος, τὴν ἄτιμον φύσιν τῶν βροτῶν, ἡ τιμήσασα Χαῖρε τῷ τόκῳ σου.

Κάθισμα. Τὴν Σοφίαν καὶ Λόγον.
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρᾳ Βασιλικῇ, κλίνῃ πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμίς ἀλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον ἄρμα, λυχνία πολύφωτε, χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα, χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ἡ μόνη ἀπείρανδρος, ἡ μόνη ἄφθορος χαῖρε Δέσποινα, ἡ Παρθένος καὶ Μήτηρ, ἡ παιδοτόκος καὶ ἀπειρόγαμος, τὸ ξένον χαῖρε καὶ φρικτὸν μυστήριον, χαῖρε Ἀγγέλων τρυφῇ, χαῖρε ἀνθρώπων χαρά.

Σιὼν πόλις ἔμψυχε, τοῦ Βασιλέως τῶν Βασιλέων Χριστοῦ, περὶ ἧς ἐλαλήθη δεδοξασμένα χαῖρε Θεόνυμφε, χαῖρε ἡ κλῖμαξ δι’ ἧς μεταβαίνομεν, πρὸς Οὐρανὸν ἀπὸ γῆς, καὶ ἐκ φθορᾶς εἰς ζωήν.

Λειμὼν θεοφύτευτος, εὐώδης κῆπος θεοβλαστούργητος, ἀνεδείχθης Παρθένε, ἀθανασίας ἄνθος ἀνθήσασα, διὸ συμφώνως τὸ χαῖρε σοι κράζομεν, χαῖρε χαρᾶς χορηγέ, χαῖρε πηγὴ γλυκασμοῦ.

Ὑπέρτιμε Δέσποινα, ἐξ ἀτιμίας παθῶν με λύτρωσαι, ἵνα σοὶ χαρμοσύνως τὸ Χαῖρε κράζω, χαῖρε ἁγνείας πηγή, χαῖρε ταμεῖον πάσης καθαρότητος, χαῖρε δοχεῖον Θεοῦ, χαῖρε χωρίον Χριστοῦ.

ᾨδὴ η΄. Εὐλογεῖτε παῖδες.
Ἰεσσαῖ ἐκ ῥίζης, χαῖρε ῤάβδος βλαστήσασα, χαῖρε ᾶποτίστως ἀνθηφοροῦσα, ἄνθος τὸν Χριστὸν ὡραῖον· χαῖρε πῖον ὄρος, χαῖρε κατάσκιον, χαῖρε Θεοῦ Ὄρος, ἐκ ᾦ κατοικεῖν ὁ Λόγος, πάντων εὐδόκησε πρὸ τῶν αἰώνων.

Σιδηρᾶ σου ῥάβδῳ, κραταιᾶς ἀντιλήψεως, ὡς ὑλακτοῦντας κύνας, ὡς ὠρυομένους θῆρας, τὰ περικυκλοῦντα τὴν ταπεινήν μου ψυχήν, ἀποσόβει πάθη, δεινῶς με πολιορκοῦντα, ἵνα τὸ χαῖρε σοι Παρθένε κράζω.

Ὠραιώθης ὄλῃ, τὸν ὡραῖον ἐν κάλλεσιν, ὑπὲρ υἱοὺς ἀνθρώπων Χριστὸν τεκοῦσα, ἡ ἐν γυναιξὶ ὡραία, διὸ σοὶ τὸ Χαῖρε κράζομεν χαίροντες, χαῖρε Θεοτόκε Ἁγνὴ Κεχαριτωμένῃ, χαῖρε τῆς Κτίσεως ἐνδοξοτέρᾳ.

Δανιήλ ὃ εἶδον, ὄρος πρὶν ἀλατόμητον, Θεογεννῆτορ χαῖρε ἐξ οὗ ἐτμήθη, ἀκρογωνιαῖος λίθος, χαῖρε θεοδόχε, ἀνθρακοφόρε λαβίς, χαῖρε τῶν ἀΰλων Ἀγγέλων Ἁγιωτέρα, χαῖρε τῆς Κτίσεως τιμιωτέρα.

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Ἰδοὺ σε πᾶσαι γενεαί, μακαρίζουσι τὴν Ἀειμακάριστον, ὡς προεφήτευσας, Θεογεννῆτορ ἐκ θείου Πνεύματος, καὶ ὡς τεκούσῃ τὴν χαράν τὸ Χαῖρε βοῷ σοι, χαῖρε ζωῆς θησαυρέ, χαῖρε κρήνη ψυχικὸν μέλι βρύουσα.

Ὤρθωσας Δέσποινα Ἁγνή, τοῦ προπάτορος Ἀδάμ τὸ ὀλίσθημα, καὶ τῆς προμήτορος Εὔας τὴν λύπην εἰς χαρὰν ἔτρεψας, ὡς οὖν αἰτία τῆς χαρᾶς, τὸ Χαῖρε βοῷμεν σοι, χαῖρε χαρὰ τῶν πιστῶν, χαῖρε τῶν Χριστιανῶν ἀγαλλίαμα.

Ἄξιον χαῖρε σοι βοᾶν, ἐν σοὶ γὰρ οὐσιῶδες ἡ αἰδίος χαρὰ ἐσκήνωσε Παρθένε Κόρη Θεογεννήτρια, χαῖρε Παράδεισε τρυφῆς, χαῖρε ἡ χρυσόρειθρος ἀθανασίας πηγή, χαῖρε νέκταρ ἀληθὲς ἡ προχέουσα.

Νύσσει μου βέλει γλυκερῷ, τὴν καρδίαν ὁ σὸς πόθος Πανύμνητε, καὶ ἐκβιάζει με, χαῖρε σοι κράζειν διὰ παντὸς καὶ βοᾶν, χαῖρε γαλήνιε λιμήν, χαῖρε ἡ ποντίσασα, τὸν νοητὸν Φαραώ, γλυκυτάτῃ ἀδιάβατος θάλασσα.

Στιχηρὰ Προσόμοια. Ὧ τοῦ παραδόξου θαύματος.
Χαῖρε Παρθένε Θεόνυμφε, χαῖρε πιστῶν ἡ ἐλπίς, χαῖρε Κόσμου καθάρσιον, χαῖρε πάσης θλίψεως, ἡ τοὺς δούλους σου σῴζουσα, ἡ τοῦ θανάτου χαῖρε κατάλυσις, ὁ ζωηφόρος χαῖρε Παράδεισος, χαῖρε ἀντίληψις, τῶν προσκαλουμένων σε, χαῖρε Θεοῦ, θεῖον ἐνδιαίτημα καὶ ὄρος Ἅγιον.

Χαῖρε Θεοτόκε Πάναγνε, χαῖρε πηγὴ ζωῆς, χαῖρε κλῖμαξ Οὐράνιε, χαῖρε πάσης Δέσποινα, καὶ Κυρίᾳ τῆς Κτίσεως, εὐλογημένῃ χαῖρε Πανάμωμε, δεδοξασμένῃ χαῖρε ἀμόλυντε, χαῖρε Πανύμνητε, χαῖρε θεῖον σκήνωμα, χαῖρε σεμνή, χαῖρε Μητροπάρθενε, νύμφη Ἀνύμφευτε.

Δέσποτα Κύριε εὔσπλαγχνε, τὸν σὸν οἰκέτην ἐμέ, τὸν πολλὰ παροργίζοντα, τὴν σὴν ἀγαθότητα, ταῖς ἀθέσμοις μου πράξεσι, μὴ ἀποῤῥίψῃς τοῦ σοῦ προσώπου Χριστέ, ταῖς ἱκεσίαις τῆς κυησάσης σε, ἥμαρτον, ἥμαρτον, ὡς οὐδεὶς σοι ἕτερος ὁμολογῶ, ἀλλ’ οἴκτειρον σῶσόν με ὡς πολυέλεος.

Χαῖρε Μητροπάρθενε Δέσποινα, χαῖρε ἡ μόνη ἐλπίς, τῶν βροτῶν καὶ ἀντίληψις, χαῖρε καταφύγιον, χαῖρε λυχνία φωτός, ἠγλαισμένον χαῖρε παλάτιον, τὸ φωτοφόρον χαῖρε λαμπάδιον, χαῖρε ἀμόλυντον, παρθενίας καύχημα, χαῖρε πηγή, βρύουσα ἰάματα τοῖς προσιοῦσι σοι.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγία Παρθένε Μήτηρ Θεοῦ, ἄκουσον φωνῆς μου, ἐν τῷ δέεσθαί με πρός σε, καὶ ἐν τῷ τὰς χεῖρας μου ἐπαίρειν, πρὸς τὴν Εἰκόνα τὴν σὴν Παντευλόγητε.

Γενοῦ μοι Παρθένε καταφυγῇ, καὶ πρὸς ἐργασίαν συνεργίᾳ τῶν ἀγαθῶν, καὶ βιοῦ παντὸς χειραγωγίᾳ, καὶ ὁδηγίᾳ πρὸς θείαν κατάστασιν.

Ῥῦσαι γεέννης τὴν ἐμαυτῷ, δι’ ἔργων ἀτόπων, προξένησα Λυτρωτά, καὶ ταῖς ἱκεσίαις τῆς Μητρός σου, τῆς αἰωνίου τρυφῆς με ἀξίωσον.

Σὺ τῆς ἀσθενείας μου ἰσχύς, τῆς ἀπηλπισμένης διανοίας μου ἐλπίς, τῆς ἐσκοτισμένης καρδίας, σὺ εἶ τὸ φῶς ζωὴ παράκλησις.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοερῶς καθορᾶν σε, διὰ παντὸς δίδου μοι, καὶ τῷ γλυκυτάτῳ φωτί σου, περιαυγάζεσθαι, εἰς ἀνεκλάλητον τῆς ταπεινῆς μου καρδίας, εὐφροσύνην Δέσποινα καὶ ἀγαλλίασιν.

Ἀνεξάλειπτον πένθος, διηνεκὲς δάκρυον, θεῖον ἐνδιάθετον φόβον, θέρμην κατάνυξιν, Ἁγνὴ ταπείνωσιν, καὶ συντριβήν τῆς καρδίας, Θεοτόκε Δέσποινα δὸς μοι καὶ σῶσόν με.

Ἐπὶ γῆς ἁμαρτάνων, τὸν Οὐρανὸν δέδοικα, οὕτως γὰρ μοι ἔσται τῆς δίκης, τούτων κατήγορος, ἀλλὰ ἐνταῦθα με, κόλασον Σῶτερ οἰκτῖρμον, καὶ τότε συγχώρησον τὰ ἐπταισμένα μοι.

Νοερὰν προθυμίαν πόθον ἀεὶ ζέοντα, ἔρωτα θερμὸν μετανοίας, σπουδὴν ἀκμάζουσα, δὸς μοι Πανύμνητε, ὡς ἂν πενθήσας ἐνθάδε, τύχω παρακλήσεως αἰωνιζούσης ἐκεῖ.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
καθαρά, καὶ χρησαυγὴς καὶ ὁλόφωτος, τοῦ Ἡλίου τοῦ ἐξανατείλαντος, πρὸ Ἑωσφόρου ἐκ τοῦ Πατρός, νεφέλῃ Παρθένε, τὸ σκότος μου φωταγώγησον, τὸν πόνον τῆς ψυχῆς μου, τῆς καρδίας τὴν θλίψην, τῷ γλυκεῖ σου φωτὶ παραμύθησαι.

Διὰ παντὸς μὴ διαλίπῃς με σκέπουσα, σε γὰρ ἔχω μόνην καταφύγιον, ἐν πειρασμοῖς ὑπερασπιστήν, ῤῦστιν ἐν κινδύνοις, ἐν συμφοραῖς παραμύθιον, προστάτιν ἐν ἀνάγκαις, εὐθυμίαν ἐν λύπαις, καὶ χαρὰν ἐν ταῖς θλίψεσι Δέσποινα.

Τὸν Μανασσῆν εὔσπλαχνε πρὶν κατηλέησας, καὶ τῷ βίῳ τέθεικας παράδειγμα, τῆς ἀσυγκρίτου σου ἀνοχῆς, καὶ μακροθυμίας, καὶ τῆς πολλῆς ἀγαθότητος, ἐμὲ δε νῦν εὐσπλάγχνως, εἴπερ σώσεις οἰκτίρμων, ὑπερβαίνεις τὸν πρῶτον παράδειγμα.

Ῥεῖθρον ζωῆς, πηγὴν ἀθάνατον βλύσασα, κενουμένην κένωσιν ἀκένωτον, ἐκκενουμένην δὲ μηδαμῶς, ἀλλ’ ἐν τῷ κενοῦσθαι, ὑπερχειλῆ καὶ ἀκένωτον, καὶ πλήρη δεδειγμένον, Ἀπειρόγαμε Κόρη, ἀθανάτου ζωῆς με ἀξίωσον.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὑδατόῤῥυτα νέφη, δεῖξον μου τὰ ὄμματα Θεογεννήτρια, θαλερῶν δακρύων θερμῶν ὑετίζοντα, θαμινὰς λιβάδας, τῷ πιεσμῷ καὶ τῇ ἐκθλίψει, ἀνοιγμένας Ἁγνὴ τῆς καρδίας μου.

Ὡς πολυδάκρυον βίον, καὶ ὡς πολυστένακτον ἀνύων δίαυλον, δυσωπῶ σε Κόρη, εἰς παράκλησιν καὶ εἰς ἀνάψυξιν, τῆς πολυπαθοῦς μου, πολυωδύνου τε καρδίας, ἐναργῆ τὴν σὴν μνήμην παράσχου μοι.

Ἐκ καρδίας στενάζω, καὶ οὐκ ἔχω Δέσποτα τὸν ἐλεοῦντα με, καὶ πικρῶς δακρύων, καὶ οὐδεὶς συμπαθεῖ μοι φιλάγαθε, σῶσον δῆμε μόνος, ὡς ἀγαθὸς καὶ ἐλεήμων, καὶ δυνάμενος πάντα τῷ κράτει σου.

Νοητῆς εὐφροσύνης, καὶ ἀγαλλιάσεως καὶ σωτηρίου με, φωτεινὸν χιτῶνα, καθαρὸν τε ἱμάτιον ἔνδυσον, ὅπως τοῦ νυμφῶνος, μὴ ἐκβληθῶ μὴ ἔχων γάμου, Θεοτόκε ἐπάξιον ἔνδυμα.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Ὀδύρομαι καὶ στενάζω καὶ κλαίω, καὶ θρηνῶ ὀλοφυρόμενος ὅταν, τοῦ σοῦ Υἱοῦ, τὴν φρικτὴν παρουσίαν, ἐνθυμηθῶ, καὶ κατίδω τὰ ἔργα μου, καὶ δέδοικα καὶ δειλιῷ, τὴν ἀλάθητον Κρίσιν Θεόνυμφε.

Ἀμόλυντε Ἀπειρόγαμε Κόρη, μολυνθεῖσαν ἡδοναῖς τὴν ψυχήν μου, διὰ λουτροῦ, κατανύξεως θείας, καθαρτικῶν τε δακρύων ἀπόλουσον, καὶ ῥῦσαι με τῆς φοβερᾶς, τοῦ πυρός τοῦ ἀσβέστου κολάσεως.

Οὐ κέκτημαι παῤῥησίαν εὔσπλαγχνε, ἀτενίσαι καὶ ἰδεῖν ἀμαρτήσας εἰς Οὐρανοῦ, τὸ ἀμέτρητον ὕψος, οὐδὲ κληθῆναι υἱός σου ἄσωτος, ἀλλ’ οίκτειρον με δωρεάν, ἀμετρήτων ἔχω τὸ ἔλεος.

Λαγόνων σου ἐξ ἁγνῶν ὃν ἔτεκες, Θεὸν Λόγον Θεοτόκε δυσώπει, ἁμαρτιῶν, πρυτανεῦσαι μοι λύσιν, καὶ τῆς αὐτοῦ γλυκυτάτης μεθέξεως, καὶ στάσεως τῶν ἐκλεκτῶν, ἀξιῶσαι ἐν ὤρα τῆς Κρίσεως.

Κάθισμα. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν φλογμόν τῆς γεέννης καὶ ἐμπρησμόν, τὸν βρυγμόν τῶν ὀδόντων, καὶ τὸν κλαυθμόν, τὸν ἐλεεινότατον, χωρισμὸν καὶ πικρότατον, τοῦ τῶν Ἁγίων κλήρου καὶ τῆς ὁμηγύρεως, ἐνθυμούμενη φρῖξον, ψυχή μου καὶ στενάξον, καὶ τὰ γραμματεῖα, τῶν μυρίων χρεῶν σου, ἐξαλεῖψαι ἐπείχθητι, κατανύξεως δάκρυσσι, συνεργὸν ἀκαταίσχυντον, ἔχουσα τὴν Ἁγνὴν Θεομήτορα, δι’ αὑτῆς γὰρ ἄφεσις δίδοται, τοῖς αὐτὴν Ὀρθοδόξως Θεοτόκον δοξάζουσιν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Ὕμνον χειλέων ἐξ ἀνάγνων, τῇ Πανάγνῳ σοι προσφέρω Θεοτόκε, ἐναγῶν λογισμῶν, ῥυσθῆναι δυσωπῶν σε, καὶ μολυσμῶν τοῦ σώματος ἀμόλυντε Κυρία.

Ἤνοιξας πύλας Παραδείσου, ἃς ἀπέκλεισον ἀνθρώποις προμῆτορ, Θεομήτωρ διό, κᾀμοῖ τῆς μετανοίας, ἀνοῖξαν πύλας, πύλην μοι ἀνοιγούσας Παραδείσου.

Πάντων ἐνθεώτατε καὶ δαιμόνων, τὸν ἀκάθαρτον ἐμὲ ὑπερβαλλόντως, ἐλεῆμον Χριστέ, δεξάμενος τῷ πλήθει, τοῦ σοῦ ἐλέους κάθαρον· καὶ γεέννης λύτρωσαί με.

Δεῖξον τὴν σὴν φιλανθρωπίαν, κυήσασα φιλάνθρωπον Δεσπότην, ἐπ’ ἐμοὶ τῷ πτωχῷ, καὶ ὄντως ἀπανθρώπῳ, καὶ φιλανθρώπως οἴκτειρον τὴν ἐμὴν μισανθρωπίαν.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ἁμαρτωλῶν προσφύγιον, ταπεινῶν ἱλαστήριον, τὴν ὀδυνωμένην μου, καὶ θλιβομένην Κόρη ψυχήν, καὶ διηνεκεῖ πιεζομένην σκοτίᾳ, φωτὶ σου γλυκυτάτῳ, νοερᾷ παρακλήσει, ἰλάρυνον καὶ δεῖξον γαληνιῶντα ὅλον.

Νενεκρωμένον ζώωσον, τεθαμμένον ἐξέγειρον, καταβεβλημένον μου τὸν νοῦν ἀνάστησον, νεκροὺς ζωώσασα, τῷ ζωηφόρῳ τόκῳ σου, ὡς αὐτοζωήν ἐν ἀληθείᾳ τεκοῦσα, Μαρία Θεοτόκε Ὑπερευλογημένῃ, Ὑπερδεδοξασμένη καὶ Κεχαριτωμένῃ.

Τῆς ἀμετρήτου Δέσποτα, καὶ πολλῆς εὐσπλαγχνίας σου, οἴδαμεν τὸν πλοῦτον οἱ εἰς σε πιστεύοντες· διὸ σοὶ προσπίπτομεν, σὴν τῷ ἀσώτῳ πάντες θερμῶς, δέξαι ἀμαρτήσαντας καὶ σοι προσφυγόντας, οὐκ ἔστι γὰρ οὐκ ἔστιν, ἁμαρτία οἰκτίρμων, τὴν σὴν φιλανθρωπίαν νικῆσαι δυνάμενη.

Τοὺς ἐν πελάγει Δέσποινα, χαλεπῶς κινδυνεύοντας, ὅρμοι καὶ λιμένες, σωστικοὶ προσδέχονται, κάμε κινδυνεύοντα, τοῖς νοουμένοις κύμασι, πρόσδεξαι καὶ σῶσον, λιμήν τῶν ἒν ζάλη, τῶν καταπονουμένων, προσβολαῖς τῶν δαιμόνων, ἀντίληψις καὶ σκέπη, καὶ ξένη προστασίᾳ.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ Οὐρανός.
Ὁλόφωτε λυχνία χρυσοφαής, ἡλιόμορφε Κόρη γλυκύτατε, ὡς φωταυγής, φώτισον ἁγίασον συμπαθῶς, καὶ κατανύξει κάθαρον, πλύνασα τοῦ ῥύπου με τῶν παθῶν, ὡς ἂν κεκαθαρμένος, ὁρῶσα τὴν Εἰκόνα, καὶ προσκυνῶ καὶ κατασπάζωμαι.

Νεφέλῃ χρησαυγής τε καὶ φεραυγής, τῆς δόξης Πατρός τὸ ἀπαύγασμα, τὸ γλυκύ, φῶς τὸ ἐκ φωτός τοῦ ζωαρχικοῦ, τὸν πρὸ Ἡλίου Ἥλιον, ἐξανατείλασα σαρκικῶς, τὸν ζόφον τῆς ψυχῆς μου, τὸ σκότος τοῦ νόος μου, γλυκεῖ φωτί σου καταλάμπρυνον.

Θαυμάσουσιν Ἀγγέλων αἱ στρατιαί, ἐπὶ γῆς τε οἱ ἄνθρωποι Κύριε, αἱ συμπαθῶς, σώσεις τὴν ψυχήν μου ὡς ἀγαθός, καὶ ἀπογνόντα πάντοθεν, τῶν σῶν ἀξιώσεις με οἰκτιρμῶν, καγῶ μεγαλοφώνως, ἐν ἅπαντι τῷ κόσμῳ, ἀνακηρύξω τὰ ἐλέη σου.

Παράδοξον εἰργάσω πρᾶγμα σεμνή, τὸν σὸν πλάστην τεκοῦσα καὶ Κύριον, πρᾶξον καὶ νῦν, ἕτερον τεράστιον ἐν ἐμοί, ἁμαρτωλὸν κατάκριτον, οἴκτειρον ἐλέησον εὐμενῶς, καὶ σῶσον φιλανθρώπως, Μήτηρ φιλανθρώπου, φιλανθρωπίας τὸν ἀνάξιον.

Στιχηρὰ Προσόμοια. τοῦ παραδόξως θαύματος.
Δένδρον ἀκάρπῳ ὁμοιῶμαι, σχῆμα ὡς φύλλα κενά, περικείμενος ἅγιον, καὶ πτοούμαι Δέσποτα, μὴ ἐκκόψας ἐκπέμψῃς με, εἰς πῦρ τὸ ἄσβεστον καὶ αἰώνιον, ἀλλὰ παράσχου ἐπιστροφῆς μοι καιρόν, ὅπως ἐνέγκω σοι, ἐναρέτων πράξεων καρπὸν καλόν, καὶ ἀξιωθήσομαι τῆς Βασιλείας σου.

Ἐσκοτισμένος τοῖς πάθεσι, καὶ ἁμαρτίαις δεινῶς, εἰς καρπὸν ἀπογνώσεως, σπεύδω ταλαίπωρος ἐμπεσεῖν, ἀλλὰ πρόφθασον, εὐλογημένῃ Θεοχαρίτωτε, λάμψον μοι φέγγος τῆς εὐσπλαγχνίας σου, καὶ ἐποδήγησον, εἰς ὀδοὺς εὐθείας με παρακαλῶ, προσκυνῶ καὶ δέομαι, μὴ ὑπερίδῃς με.

Ὅλον τὸν βίον ἡνάλωσα, καὶ τὴν ζωήν μου αἰσχρῶς, καὶ ἀσώτως φιλάνθρωπε, μὴ προσχών τὸ σύνολο, ταῖς ἐκεῖθεν κολάσεσιν, ἀλλὰ θερμῶς με, νῦν ἐπιστρέφοντα, δέξαι Σωτήρ μου ὥσπερ τὸν ἄσωτον, τῶν Ἀποστόλων σου, καὶ πάντων Ἁγίων σου σεπταῖς λιταῖς, καὶ τῆς Κυησάσης σε Χριστὲ καὶ σῶσόν με.

Χαῖρε Θεοτόκε Δέσποινα, χαῖρε Θεοῦ καθαρὸν οἰκητήριον Ἄχραντε, χαῖρε θεῖον ὄχημα, τοῦ Λόγου Θεοχώρητε, τὸ θεότευκτον χαῖρε παλάτιον, χαῖρε θησαύρισμα θεοπάροχον, θάλαμος ἔμψυχος, Θεοῦ θεία τράπεζα καὶ κιβωτέ, καὶ κατοικητήριον τοῦ θείου Πνεύματος.

 

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ὑμνολογίαις ἱεραῖς ὑμνήσωμεν, τὴν Πολυύμνητον, τήν τὸν Θεὸν Λόγον ὑπὲρ λόγον τέξασα, τὸν μόνον Ὑπερύμνητον, ὃν ὑμνεῖ πᾶσα φύσις, ὃν Οὐρανῶν τὰ στρατεύματα, θείαις ὑμνῳδίαις γεραίρουσι.

Τὸ καθαρόν τῆς παρθενίας Τέμενος, τὸν τῆς ἁγνείας ναόν, τὸν ἱερὸν δρόμον, τὸν εὐώδη θάλαμον, τὸ φωταυγές ἀνάκτορον, τῶν χαρίτων τὸν οἶκον, τοῦ Ἰησοῦ τὸ παλάτιον, τὴν εὐλογημένην ὑμνήσωμεν.

Ὁ τοὺς δικαίους ἀγαπῶν φιλάνθρωπε, καὶ συμπαθῶς ἐλεῶν, ἁμαρτωλοὺς πάντας, ὑπὲρ πάντα ἀνθρωπόν, ἀμαρτωλὸν ὐπάρχοντα, καὶ ἐν ἔργῳ καὶ λόγῳ πολλὰ σε παραπικραίνοντα, οἴκτειρον ἐλέησον σῶσόν με.

Ὁ Κατοικῶν ἐν Οὐρανοῖς Θεὸς ἡμῶν, σε λογικὸν Οὐρανόν, ἐπὶ τῆς γῆς ἄλλον, Κόρη κατεσκεύασε, τῶν Οὐρανῶν ἀνώτερον, καὶ λαθὼν Οὐρανίους, Δυνάμεις ἐν σοὶ κατῴκησεν, ὁ ἐν Οὐρανοῖς, μὴ χωρούμενος.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁ πρὸ νεκρώσεως νεκρός, ὁ πρὸ ταφῆς τεθαμμένος, ὁ πρὸ μνήματος ἐν μνήματι μένων, τῆς λιθώδους καὶ σκληρᾶς, ἀναλγησίας Δέσποινα, τὴν τῆς ζωῆς Μητέρα, σε ἱκετεύω ζωῶσαι με.

Ἡ Καλλονῇ τοῦ Ἰακώβ, ἡ ἐκλεκτὴ πρὸ αἰώνων, ἡ καλὴ ἐν γυναιξὶ καὶ ὡραία, ἡ Παρθένος ἐν ταὐτῶ, καὶ Μήτηρ Ἀπειρόγαμος, Θεογεννήτωρ Κόρη, ἡ σωτηρίᾳ μου σῶσόν με.

Ἡ ἀνεξάντλητος πηγή, ἡ ἀδαπάνητος κρήνη, ἡ ἀένναος καὶ ἄφθονος βρύσις, τοῦ ἐλέους ὁ κρατήρ, τῶν οἰκτιρμῶν ἡ ἄβυσσος, τὸ τῆς φιλανθρωπίας, πέλαγος Κύριε σῶσόν με.

Τὸν πονηρὸν ἡ Ἀγαθή, τὸν ἐν πολλὴ εὐσπλαγχνίᾳ, ἡ ἀκένωτος πηγή τοῦ ἐλέους, τὸν αἰσχρόν τὸν ῥυπαρόν, ἡ καθαρᾷ καὶ ἄμωμος, ἐμὲ Παρθένε σῶσον , καὶ πάντων τούτων ἀπάλλαξον.

ᾨδὴ γ΄. Σύ μου ἰσχὺς Κύριε.
Ἴσχυσε πρὶν ὁ φθόνος, Θεοῦ ἐξορίσαι με, καὶ στερῆσαι τρυφῆς Παραδείσου, καὶ παραδοῦναι με τῇ φθορά, ἀλλὰ σὺ Παρθένε, ἐκτὸς φθορᾶς ὠνιδήσασα, Χριστὸν τὸν Ποιητήν μου, ἀφθαρτίσασα πάλιν, Παραδείσου πολίτην με ἔδειξας.

Νέκταρ ἡμῖν, τῆς εὐσπλαγχνίας ἐπήγασας, οἷα κρήνη ῥεῖθρον γλυκὺ βλύζουσα, καὶ καθαρᾷ νάουσα πηγή, νᾶμα ζωηφόρον, καὶ ὕδωρ πότιμον βρύουσα, διὸ με Θεοτόκε, τὸν φλεγόμενον δίψει, τῶν ἐμπύρων παθῶν καταδρόσισον.

Ἡθετικώς, τὰ πατρικά σου ἐντάλματα, καὶ τὸν πλοῦτον, ὃν μοι ἐνεχείρησας, ἐν ἡδοναῖς δεδαπανικώς, γέγονα τῶν θείων, χαρίτων πένης ὁ ἄθλιος, διὸ μετανοοῦντα, σὴν ἐξομολογήσει, μὴ βδελύξῃ με εὔσπλαγχνε Κύριε.

Ἐπὶ τῆς γῆς, οὐδεὶς Παρθένε ἀμόλυντε, ἐμολύνθη, ὡς ἐγὼ ὁ βέβηλος, καὶ κατεχράνθη ταῖς ἡδοναῖς, Ἄχραντε· διὸ σοὶ προσπίπτω δέξαι καὶ σῶσόν με, πρεσβείαις σου πανάγνοις, ὡς Θεοῦ Λόγου Μήτηρ, ὡς τὰ πάντα ῥᾳδίως ἀνύουσα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἀπορία καλύπτει, τὸν ἀπερινόητον τόκον σου Δέσποινα, πῶς καὶ τίκτεις βρέφος, καὶ ἁγνεύεις Παρθένος ὑπάρχουσα, ἀληθῶς καὶ φύσις, ἐν σοι κανῶς καινοτομεῖται, καὶ οἱ νόμοι αὐτῆς καταλύονται.

Παῤῥησίαν μεγίστην, πρὸς τὸν ἐκ λαγόνων σου τεχθέντα Κύριον, κεκτημένῃ Κόρη, ὅσα θέλεις ἀνύεις ἑκάστοτε, καὶ ἰσχύεις πάντα, Παντοδυνάμου Θεοῦ Μῆτερ, διὸ θέλησον μόνον καὶ σώσεις με.

Μὴ βραδύνῃς ψυχή μου, ἐπὶ τὴν μακρὰν ξενιτείαν ἐμμένουσα, ἀλλὰ δράμε τάχος, τῷ Θεῶ καὶ Πατρὶ ἐξαγγελοῦσα, ἵνα λάβῃς λύσιν, ὧνπερ κακῶς ἐπολιτεύσω, ἀσωτία τὸν βίον ἀνύσασα.

Ὡς ἐν κλύδωνι σκάφος, ἔγωγε βυθίζομαι, παθῶν τοῖς κύμασιν, ἀπαθείας ὅρμε, τοῦ χειμῶνος μοι λῦσον τὸν κίνδυνον, τὴν ἐπίσκεψιν σου, ὡς ἱερὰν ἄγκυραν δοῦσα, κυβερνήτου Θεοῦ Μῆτερ Ἄχραντε.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Εὐρύχωρον, τοῦ Δεσπότου σκήνωμα, καὶ παλατίον εὐῶδες τοῦ Λόγου, καὶ λογικόν, τοῦ τῷ λόγῳ τὰ πάντα, πεποιηκότος Χριστοῦ ἐνδιαίτημα, Πανύμνητε Μῆτερ Θεοῦ, τὴν ἀθλίαν ψυχήν μου ἐλέησον.

Συνέχει με, ἐγκλημάτων θάλασσα, καὶ χειμάζει τρικυμίᾳ πταισμάτων, καὶ πρὸς βυθόν, ἀπωλείας καθέλκει, ἀλλεπαλλήλων παθῶν ἢ ἀντίπνοια, τὴν ἄβυσσον τῶν οἰκτιρμῶν ἡ τεκοῦσα, τὸν κλύδωνα κόπασον.

Νεώτερος ὑπάρχων φιλάνθρωπε, ὡς υἱός σου δαπανήσας τὸν πλοῦτον, ἐν ῥυπαραῖς, πράξεσιν ἀσωτείας, καὶ ἀγαθῶν σου λιμώττων ὁ ἄθλιος, προσέρχομαι σοὶ νῦν οἰκτρῶς, ὡς εὐσπλάγχνῳ αἰτῶν τὴν συγχώρησιν.

Ῥεῤῥύπωται ἡ στολή μου Πάναγνε, καὶ ἐσβέστη ἡ λαμπάς τῆς ψυχῆς μου, καὶ ταῖς σειραῖς, τῶν πολλῶν μου πταισμάτων, χεῖρας καὶ πόδας δεθεὶς ἔξω ἐῤῥιμαι, ὁ ἔμψυχος Θεοῦ νυμφών, εἰς νυμφῶνα με θεῖον εἰσάγαγε.

Κάθισμα. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀθανάτους λειμῶνας περινοστεῖν, Οὐρανίους θαλάμους περιπολεῖν, Δέσποινα παράσχου μοι, ὁ Θεοῦ θεῖος θάλαμος, ἐπιτυχεῖντε θείου νυμφῶνος ἀξίωσον, καὶ μετασχεῖν τῆς δόξης Χριστοῦ καὶ πληθήναι με, τῆς ἀποῤῥεούσης, γλυκυτάτης ἀκτῖνος, καὶ θεία ἐλλάμψεως, τῆς αὐτοῦ ὡραιότητος, ὅπως ψάλλω γηθόμενος, σὺν Ἀγγέλοις αἰώνια, δοξάζων Πατέρα Υἱόν, καὶ Πνεῦμα ὁμοούσιον, Τριάδα ἀμέριστον, τὴν ἐκ μὴ ὄντος Πανσόφως τὸ πᾶν οὐσιώσασαν.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ὑμνεῖν σε Πανύμνητε, καὶ εὐλογεῖν σε εὐλογημένῃ Ἁγνή, καὶ βροτῶν καὶ Ἀγγέλων, ἐπὶ σὴς φύσις, ἀδυνατεῖ ὡς εἰκός, δημιουργὸν γὰρ ἀμφοτέρων τέτοκας καὶ ποιητήν τοῦ παντὸς Παρθένος μείνασα.

Οὐ κέκτημαι δάκρυα, οὐκ ἔχω πένθος, οὐδὲ μετάνοιαν, Παναγίᾳ Παρθένε, ἡ ἐκ προσώπου ἀφελόμενη τῆς γῆς, δάκρυον ἅπαν δίδου μοι κατάνυξιν, ἵνα δακρύσας πικρῶς ἐκπλύνω μου τὴν ψυχήν.

Τὸ δένδρον τὸ ἄκαρπον, ἐγὼ ὑπάρχω κατάρας ἄξιον, κατανύξεως ὅλως, καρπὸν μὴ φέρων, τομῆς καὶ καύσεως ὑπὸ εὐθηνὴν καὶ κλῆμα κατάξηρον, ἀλλ’ ἐν ἀσβέστῳ πυρὶ μὴ με ἐκμπέψης Χριστέ.

Μεγάλην ἀντίληψιν, καὶ προστασίαν σε ἀκαταίσχυντον, κεκτημένος Παρθένε, πυρὸς ῥυσθείην διαιωνίζοντος, καί τῆς μελλούσης ἀνάγκης καὶ θλίψεως, τοῦ τῶν ὀδόντων βρυγμοῦ, καὶ σκότος τοῦ λυπηροῦ.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Χαῖρε πηγὴ βλυστάνουσα, ψυχικὴν ἀγαλλίασιν, χαῖρε χορηγέ τῆς θεϊκῆς χρηστότητος, χαρᾶς σκήνωμα, χαῖρε χωρίον ἅγιον, ὄχημα σεπτόν τοῦ ἀνεσπέρου Ἡλίου, Μαρία Θεοτόκε, Ὑπερευλογημένῃ, Ὑπερδεδοξασμένη καὶ Κεχαριτωμένῃ.

Ξένα καὶ πέρα πίστεως, τὰ φρικτὰ διηγήματα, τοῦ ξενοπρεποῦς καὶ παραδόξου τόκου σου, Μαρίᾳ Πανύμνητε, τὸν γὰρ τῆς δόξης Κύριον τὸν τοῖς Χερουβίμ καὶ Σεραφίμ ἐφεστῶτα, τὸν ἔνα τῆς Τριάδος, ἀσυγχήτως ἀτρέπτως, ἐγέννησας ἀσπόρως, ἐκ σοῦ σεσαρκωμένον.

Λογοθεσίου λύτρωσαι, φοβεροῦ με φιλάνθρωπε, λόγον γὰρ οὐδ’ ὄλως, τῶν κακῶν ὧν εἴργασμαι, πεποίηκα Δέσποτα, τὰ τῶν ἀλόγων ἔργα δέ, πέπρακα ἀλόγως, ἀλογίας συζήσας, ἀλλὰ με Θεοῦ Λόγε σῆς Μητρὸς ἱκεσίαις, οἰκτείρησον εὐσπλάγχνως, τὸν σὸν ἀχρεῖον δοῦλον.

Σοῦ τὴν θερμὴν βοήθειαν, καὶ ὀξεῖαν ἀντίληψιν, τὴν γεγεννημένην εἰς ἐμὲ Πανάμωμε, ἐκπλήττομαι Δέσποινα, καὶ γεγηθὼς κραυγάζῳ σοι· χαῖρε σωτηρίᾳ τῆς ψυχῆς μου, καὶ σκέπη, χαρά τοῦ Κόσμου χαῖρε, καὶ ἐλπίς μου βεβαίᾳ, ζωῆς τῆς αἰωνίου ἡ πρόξενος μοι χαῖρε.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός.
Ἰάτρευσον τὰ τραύματα τῆς ἐμῆς, ταλαιπώρου καρδίας καὶ ἴασαι, τά τῆς ψυχῆς, ἕλκη τὰ δυσίατα καὶ πολλά, καὶ τῆς σαρκός μου Δέσποινα, θεία ἐπισκέψει σου τὰς δεινάς, θεραπεύουσα ὀδύνας, καὶ λῦσον μου τὰς νόσους, τὰς ψυχικὰς τε καὶ τοῦ σώματος.

Οὐ κέκτημαι μεσῖτιν πρὸς τὸν Θεόν, ἡ προστάτιν, οὐδὲ ἀντιλήπτορα, μετὰ Θεόν, ἕτερον ἐκτὸς σου ἐπὶ τῆς γῆς, Ὑπεραγίᾳ Δέσποινα, ὅθεν σοὶ προσπίπτω μετὰ θερμῶν, δακρύων μετὰ πόνου, καρδίας δυσωπῶ σε, ἀντιλαβοῦ τῆς ἀσθενείας μου.

Ψυχαὶ μεμακρυμέναι ἀπὸ Θεοῦ, καὶ τῶν θείων χαρίτων στεροῦμαι, δεῦτε θερμῶς, καί τήν τοῦ ἀσώτου ἐπιστροφήν, ἀναλαβοῦσαι κράξωμεν, Πάτερ ἀγαθέ, ὁ ἐν Οὐρανοῖς, ἡμάρτομεν σοι πάντες, ἱλάσθητι καὶ σῶσον, τοὺς προσφυγόντας τῷ ἐλέει σου.

Τίς γένωμαι, τί πράξω ὁ ταπεινός; τίνα ἔξω ἐκεῖσε συνήγορον, ἁμαρτιῶν πλήθη περικείμενος χαλεπά; καὶ ῥαθυμίας πέλαγος, καὶ ἀναισθησίας ὑπερβολήν; Ἁγία Θεοτόκε, ἐλπὶς ἀπηλπησμένων, μὴ καταισχύνης με τὸν δοῦλον σου.

Στιχηρὰ Προσόμοια. Ὧ τοῦ παραδόξου θαύματος.
Οἴμοι τί πράξω ὁ ἄθλιος, ποίαν ἀρχήν τῆς ἐμῆς, σωτηρίας ποιήσομαι, ὁ ἀσώτως ἅπαντα, διανύων τὸν βίον μου; Οἰκτείρησόν με, καὶ μὴ παρίδῃς με, πεπλανημένον καὶ ἀπολλύμενον, καὶ μετανοίας μοι, τρόπους καθυπόδειξον Μῆτερ Θεοῦ, ὅπως ἐν αἰνέσει σε, δοξάζω πάντοτε.

Ὅλος αἰσχρός, ὅλος ἔμπλεως, πορνείας πάσης Ἁγνή, καὶ μοιχείας γεγένημαι, ἀσελγὴς ἀκάθαρτος, βδελυρὸς καὶ ἀκόλαστος, φθόρος φευκτός τε καὶ ἀποτρόπαιος, ἀσυμπαθὴς τε, σκληρὸς καὶ ἄσπονδος, φεῦ μοι τῆς ὕβρεως, φειδωλὸς φιλάργυρος, ἁμαρτωλῶν, πρῶτος ἀλλὰ Δέσποινα, ἴλαθι σῶσόν με.

Οἴμοι ψυχή μου ταλαίπωρε, ὅσα θρηνήσεις ἐκεῖ, τὴν δεινὴν ῥαθυμίαν σου; ὅταν εἰς αἰώνιον Βασιλείαν οἱ δίκαιοι, καλῶνται, σὺ δὲ εἰς πῦρ τὸ ἄσβεστον, κατακριθήσῃ διὰ παντὸς τὰς πράξεις σου; στέναξον δάκρυσον, ἀπ’ ἐντεῦθεν πρόσδραμε τῷ Λυτρωτῇ, Χριστῷ καὶ ἀπόνιψον, τὰς ἁμαρτίας σου.

Τίνι θαῤῥήσω τὰ ἕλκη μου; τίνι ψυχῆς τὰς πληγάς, ἐκκαλύψω καὶ μώλωπας; τίνι τῆς καρδίας μου, τὰ ἀνίατα τραύματα, ποιήσω δῆλα; τίνι Πανάχραντε, ἐξαγορεύσω τὰς ἁμαρτίας μου; εἰμή σοὶ Πάναγνε, τῇ Μητρί τοῦ πλάστου μου, ὅπως τῇ σῇ, μεσιτείᾳ σώσης με, τὸν ἀπροστάτευτον.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Δίδου μοι λόγον τῷ Πατρὶ Συνάναρχε, Λόγε καὶ Σύνθρονε, λόγοις ἀεὶ μέλπειν, τὴν τὸν ἐνυπόστατον Λόγον σε καὶ ἀίδιον, διὰ λόγου Τεκοῦσαν, Παρθένον Κόρην ἀπείρανδρον, ὑπὲρ νοῦν καὶ λόγον ἔννοιαν.

Χαρᾶς χωρίον τῇ ψυχή μου χάρισαι, χαροποιὸν καὶ παθῶν, καθαρτικὸν πένθος· εὶς χαρὰν μοι στρέφουσα, τὸν κοπετὸν καὶ ῥῆξον μοι, τὸν τραχύτατον σάκκον, τῆς ἁμαρτίας καὶ θείαν με, Κόρη εὐφροσύνην περίζωσον.

Ὡς ἀμαρτήσας ὑπὲρ πᾶσαν βρότειον, φύσιν Χριστὲ Βασίλευε, ἐν λογισμοῖς οἴμοι, λόγοις ἐνθυμήσεσι, καὶ πράξεσιν ὁ δείλαιος, σοι προσέσρχομαι Σῶτερ, καὶ ἐκβοῷ σοι τὸ ἥμαρτον, σῶσόν με λιταῖς τῆς Τεκούσης σε.

Δεῦρο ψυχή μου ταπεινῇ καὶ βόησον, τῇ Θεομήτορι, Χριστιανῶν σκέπη, μὴ ἐγκαταλίπῃς με, ἀντιλαβοῦ καὶ σῶσόν με, καὶ τῆς αἰωνιζούσης, κολάσεως ἐλευθέρωσον, ἡ τῶν ἀνελπίστων ἀντίληψις.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπὲρ μέλι γλυκάζον τὸν αἰσθητὸν φάρυγγα, καὶ ὑπὲρ κηρίον, ὑδήνον γλῶσσαν καὶ λάρυγγα, καὶ ἀμβροσίας αὐτῆς, ὄντως γλυκύτερον Κόρη, σοῦ τὸ θεῖον ὄνομα ἐν τῇ καρδίᾳ μου.

Ἀμελῶς καὶ ῥᾳθύμως ἐκδαπανῶν Δέσποινα, τὸν τῆς παροικίας μου χρόνον, φρίττω καὶ δέδοικα, ἀνατυπῶν ἐμαυτῷ, τὸ φοβερὸν καὶ φρικῶδες, καὶ ἀπροσωπόληπτον Βῆμα τοῦ Τόκου σοῦ.

Ἀκατάπαυστον θρῆνον καὶ στεναγμὸν ἄληκτον καὶ συντετριμμένην καρδίαν πρόσδεξαι Κύριε, καὶ ὡς φιλάνθρωπος, σῶ ἀμετρήτῳ ἐλέει, δίδου μοι τὴν ἄφεσιν ὧν ἐπλημμέλησα.

Ὀμβροτόκους νεφέλας, τοὺς ἀφθαλμούς δεῖξον μου, ἔμψυχε νεφέλῃ τοῦ ζῶντος ὕδατος Δέσποινα, καὶ καταξίωσον, θερμὰς δακρύων λιβάδας, ὑετίζειν πάντοτε καὶ καταρδεύει με.

ᾨδὴ δ΄. Σύ μου Χριστὲ Κύριος.
Κλαίειν πικρῶς, καὶ καταραίνεσθαι δάκρυσι, καὶ στενάζει ἐκ βάθους καρδίας μου, καὶ ἐν ἡμέρα καὶ ἐν νυκτί, λούειν μου τὴν κλίνην, καὶ διαβρέχειν άξίωσον, ἡ ὀμβρήσασα Κόσμῳ, τὸ ἁλλόμενον ὕδωρ, τὸ ποτίζον τακέντας τῷ καύσωνι.

Αἱ πονηραί, πράξεις ὡς δήμιοι ἵστανται, ἐπιμόνως νῦν κατηγοροῦσαι μου, καὶ καταπλήττουσαι ἀπεινῶς, τὴν νενεκρωμένην, ψυχήν μου τοῖς παραπτώμασι, λοιπὸν ἀπεγνωσμένος, σοὶ προσπίπτω Παρθένε, δωρεὰν οἴκτειρον με τὸν δείλαιον.

Σὺ με Χριστέ, ἐκ γῆς μορφώσας ἐζώωσας, σὺ με λόγῳ θείῳ κατεκόσμησας, σὺ μοὶ ψυχήν, δέδωκας καὶ νοῦν, μὴ οὖν ὁ ἐχθρὸς με, κερδήσῃ τὸ σὸν πλαστούργημα, μὴ ᾄδῃς μὴ τὸ σκότος, μὴ τὸ πῦρ τῆς γεέννης, ἀλλ’ ὡς φύσει φιλάνθρωπος σῶσόν με.

Πλήν σου Ἁγνή, ἄλλην οὐκ ἔχω βοήθειαν, καὶ ἐκτός σου, σκέπην οὐκ ἐπίσταμαι, σύ μου ἐλπίς, σὺ καταφυγῇ, σύ μου εὐεργέτις, σύ μου ἑτοίμη ἀντίληψις, καὶ σὲ ἐπικαλοῦμαι, ἀπὸ πάσης ἀνάγκης, ἐξελοῦ με καὶ σῶσον τὸν δοῦλον σου.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἐμαυτὸν κατακρίνω, καὶ πρ]]ο τῆς ἐτάσεως Θεοχαρίτωτε, τῆς αἰσχύνης ἔργα, περιφέρων ὁ μόνος κατάκριτος, ἀλλὰ πρόστηθι μοι, ὡς προστασίᾳ οὖσα πάντων, καὶ δεινῆς κατακρίσεως ῥῦσαι με.

Ἐπὶ σοι τὰς ἐλπίδας, πάσας ἀνατίθημι τῆς σωτηρίας μου, Θεομήτωρ Κόρη, μὴ παρίδῃς δεινῶς με ποντούμενον, συμφορῶν πελάγει, ἀλλὰ τὴν σὴν δίδου μοι χεῖρα, ὡς ὁ Χριστὸς τῷ Πέτρῳ καὶ σῶσόν με.

Καὶ τὸ σκότος καλύπτει, καὶ τὸ πῦρ φλογίζει με Σῶτερ τῶν ἔργων μου, ὁ βρυγμὸς ὀδόντων, καὶ τὸ ψῦχος ταρτάρου ταράττει με, τῶν δαιμόνων πλέον, αἱ σκυθρωπαὶ φοβοῦσιν ὄψεις, ὧν με ῥῦσαι λιταῖς τῆς Τεκούσης σε.

Τοῦ θανάτου ἡ πύλη, κλείει μοι Πανάμωμε τὴν ἐξαγόρευσιν, οἱ μοχλοί τοῦ ᾄδου, ὡς κατάκριτον ἤδη λαμβάνουσιν· ἀλλὰ σὺ μοι πύλη, πρὸς τὴν ζωὴν γενοῦ Παρθένε, καὶ τὰ κλεῖθρα τοῦ ᾄδου διάῤῥηξον.

ᾨδὴ ς΄. ἱλάσθητι μοι Σωτήρ.
Νενεκρωμένον πολλαῖς, Παρθένε με παραβάσεσιν, ἡ τὴν ζωὴν τοῖς βροτοῖς, ἀῤῥήτως κυήσασα, Θεοτόκε ζώωσον, καὶ ποιεῖν Κυρίου, τὰ θελήματα ἐνίσχυσον.

Σὲ προστασίαν οἱ πιστοί, καὶ τεῖχος πάντες κεκτῄμεθα, οἱ ἐν βυθῷ τῶν κακῶν, καὶ σαλῷ τῶν θλίψεων, ἀεὶ κινδυνεύοντες, Θεοτόκε μόνη, τῶν πιστῶν καταφύγιον.

Ὁ Μανασσῆς ἐν τῇ γῆ, στήλη τῆς σῆς ἀγαθότητος, ἐγὼ δὲ μεῖζον Χριστέ, τῆς φιλανθρωπίας σου ἔσομαι διήγημα· ὅτι θαῦμα μέγα νεκρωθέντα με ἐζώωσας.

Ἀμήτωρ πρὸ τῆς σαρκός, Ἀπάτωρ μετὰ τὴν σάρκωσιν, Υἱὸς Πατρὸς καὶ Μητρός, ὁ ταῦτα καλούμενος, ὑπὲρ νοῦν ἀμφότερα, τῷ Θεῷ γὰρ πρέπει, τῶν θαυμάτων τὰ παράδοξα.

Κάθισμα. Τὴν Σοφίαν Λόγον.
Τοῦ πυρός τοῦ ἀσβέστου τὸν ποταμόν, ἐννοοῦσα ψυχή μου τὸν φοβερόν, φρῖξον καὶ συστάληθι, τῆς κακίας ἀπόστηθι, καὶ ἐν κλαυθμῷ καὶ πένθει, πικρῶς ὀλολύζουσα· ἐν συντριβὴ καρδίας, μετὰ ταπεινώσεως, πρόσδραμε πρὸ τέλους, τῇ Μητρί τοῦ Κυρίου, καὶ ταύτης δεήθητι, ἐξ αὐτοῦ σε λυτρώσασθαι, Θεοτόκε κραυγάζουσα, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναι μοι, σε γὰρ ἔχω ἐλπίδα ὁ δοῦλος σου.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Οἴκτειρον σῶσον με Παρθένε, τὸν οἰκτίρμονα Τεκοῦσα Θεὸν Λόγον, καὶ φωτὶ τῷ ἐν σοί, καταύγασον ψυχήν μου, καὶ τῶν δαιμόνων ῥῦσαι με, τῆς δεινῆς μηχανουργίας.

Ῥῦσαι με Μῆτερ τοῦ Σωτῆρος, συνεχόμενον δεινὴ αἰχμαλωσίᾳ, λογισμῶν πονηρῶν, παθῶν τε ψυχοφθόρων, ὅπως ἀεὶ σῳζόμενος καταχρέως σε δοξάζω.

Παῦσον τὸν πόνον τῆς ψυχῆς μου, καί τὴν ἄῤῥητον ὀδύνην καὶ τὸ πένθος, εἰς χαρὰν ἀληθῆ μετάβαλλε οἰκτίρμων, πρεσβείαις τῆς Τεκούσης σε, ὡς Σωτὴρ καὶ ἐλεήμων.

Σῶσον με σῶσον Θεοτόκε, ἡ τὸν εὔσπλαγχνον Θεὸν ἀποτεκοῦσα, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, τῇ κραταιᾷ δυνάμει σου, ἐξελοῦ Θεοκυῆτορ.

ᾨδὴ η΄. Ὁ στεγάζων ἐν ὕδασι.
Ὁ ποιήσας τὴν θάλασσαν, τὸν Οὐρανὸν καὶ τὴν γῆν, ὁ ἀμείβων φύσεις, τρέπων στοιχεῖα, μεταπλάττων τὸ πᾶν, ὁ ζωῆς Κύριος, ὁ θανάτου κρατῶν, ὁ πάντα φέρων, λόγῳ μόνῳ Λόγος, ἐκ Παρθένου Κόρης προῆλθες σαρκοφόρος.

Συνωθεῖ με πρὸς αἴνεσιν, ἐνδομυχοῦν τὸ γλυκύ, τοῦ ἀχράντου πόθου σου Θεοτόκε, περικάρδιον πῦρ, καὶ τολμᾶν πείθει με, ἐξ ἀκάρπων χειλέων, σοὶ προσάγειν ὕμνους καὶ δεήσεις, καὶ χαριστηρίους εὐχὰς καὶ ἱκεσίαις.

Μὴ λιπῶν τὸν Γεννήτορα, μὴ χωρισθείς τοῦ παντός, ἀλλ’ ἐν τοῖς ὑψίστοις συνεδριάζων, ὡς Υἱὸς τῷ Πατρὶ θείῳ τε Πνεύματι, ἐχωρήθης ἐν μήτρα τῆς Παρθένου, Λόγε ὑπὲρ λόγον, μείνας Θεὸς ὅλος, κἂν ἐσαρκώθης ὅλως.

Ὑπὸ πάσης τῆς Κτίσεως, καὶ ὑπὸ πάσης πνοῆς, λογικῆς ἀλόγου, φθαρτῆς ἀφθάρτου, αἰσθητής, νοητῆς, ὧ φρικτοῦ θαύματος, ὢ ἀκούσματος ξένου καὶ ἀρρήτου, ὃς ὐμνολογεῖται, ὡς Θεὸς ὁρᾶται, βρέφος Μητρὸς Παρθένου.

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Δεῦρο τάλαινα ψυχή, ἑαυτὴν πρὸ τῆς ἐξόδου σου πένθησον· θρήνησον στέναξον, ἀπὸ βαθέων τῶν τῆς καρδίας σου, καὶ ἐν κλαυθμῷ καὶ ὀδυρμῷ προσπεσὸν καὶ βόησον, τῇ τοῦ Κριτοῦ σου Μητρί, ἐν τῇ Κρίσει σύ μου πρόστηθι Δέσποινα.

Ὅλην μου σοὶ μετὰ Θεόν, σωτηρίας τὴν ἐλπίδα ὁ δοῦλος σου, προσανατέθεικα, καταφυγὴν σε πλουτήσας ἄμαχον, καὶ προστασίαν ἐν πολλαῖς βίου περιστάσεσει, Θεογεννήττρια· διὸ ῥῦσαι με παντοίας κολάσεως.

Ὀδόντων τρύχει με βρυγμός, καὶ ὁ σκώληξ τὴν ψυχὴν κατεσθίει μου ὁ ἀταλεύτητος, καὶ δαπανᾷ μου τὸ συνειδὸς πρὸ καιροῦ, τοῦ δε πυρὸς ὁ ποταμός, καὶ πόῤῥωθεν φλέγει με, διὸ φιλάνθρωπε, τούτων ῥῦσαι με λιταῖς τῆς Τεκούσης σε.

Σφραγῖδα σημειωτικήν, τῷ μετώπῳ τῆς ψυχῆς μου ἐγχάραξον, σῆς ἀντιλήψεως· ἵνα ὀρῶν με ὁ ἀντικείμενος, φεύγῃ ὡς πρόβατον τῆς σῆς, ποίμνης Παναμώμητε, ὅπως δοξάζω σε αἰτίαν τῆς χαρᾶς τε καὶ σωτηρίας μου.

Στιχηρὰ Προσόμοια. Ὧ τοῦ παραδόξου θαύματος.
Χαῖρε Μαρτύρων ἀγλάϊσμα, ἡ τῷ Ἀγγέλων χαρά, Ἱερέων τὸ καύχημα, Ἀποστόλων Δέσποινα, τὸ ἀσίγητον κήρυγμα, καταπιπτόντων, χαῖρε ἀνόρθωσις, καὶ πτωχευόντων, πλοῦτος ὁ ἄσυλος, χαῖρε παράκλησις, τῶν πενθούντων Ἄχραντε, χαῖρε κᾀμοῦ, εὐφροσύνῃ ἄληκτος καὶ θυμηδίᾳ μου.

Ὧ τοῦ παραδόξου θαύματος, πῶς τὸν τῶν ὅλων Θεόν, ἐν γαστρί σου ἐχώρησας, πῶς βρέφος ἐβάστασας, τὸν ποιητήν τοῦ παντὸς ὄντως ἐκπλήττει, νοῦν καὶ διάνοιαν, ἡ ὑπὲρ λόγον, κυοφορίᾳ σου, ὧ Παμμακάριστε, Θεοτόκε Ἄχραντε, διὸ αὐτόν , πάντοτε ἱκέτευε, ὑπὲρ τῷ δούλων σου.

Ὅταν καθίσῃς ἐν δόξῃ σου, ὡς Βασιλεύς τοῦ παντός, ἐπὶ Θρόνου τῆς Κρίσεως, παρεστώτων φόβῳ σοί, τῶν Ἁγίων Ἀγγέλων σου, καὶ παραστῇ σοὶ ἡ φύσις ἅπασα, κριθησομένη τῆς ἀνθρωπότητος, τότε δεήσεσι, τῆς Μητρός σου Κύριε καί τῶν σεπτῶν, Ἀποστόλων ῥῦσαι με, πάσης κολάσεως.

Χαῖρε Παρθένε Πανάμωμε, χαῖρε ζωῆς θησαυρέ, χαῖρε Ὄρος κατάσκιον, χαῖρε στῦλε πύρινε, καὶ νεφέλῃ Ὑπέρφωτε, παντὸς ῥυπώδους χαῖρε καθάρσιον, ἡ τῶν πενθούντων χαῖρε παράκλησις, χαῖρε Ἀνύμφευτε, χαῖρε Μήτηρ Ἄχραντε, χαῖρε ἡμῶν, πάντων τῶν ὑμνούντων σε, ἡ ἀγαλλίασις.

 

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἄσωμεν τῷ Κυρίῳ.
Φώτισον τὴν ψυχήν μου, ἔμψυχε λυχνίᾳ χρυσαυγίζουσα, τοῦ φωτός τοῦ ἀύλου, καὶ παθῶν μου τὸν ζόφον ἀπέλασον.

Ὥθησεν ὁ ἐχθρὸς με, εἰς ἁμαρτιῶν ἐσχάτην χάρυβδιν, εἰς πυθμένα, κακίας καὶ εἰς ᾄδου κατώτατον πέταυρον.

Νύμφη τοῦ Πατρὸς ἀνάρχου, Μῆτερ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, ναὲ Πνεύματος θείου, τὴν ἀθλίαν ψυχήν μου ἐλέησον.

Ἤμβλυνας τοῦ θανάτου, Κόρη τὴν πικρίαν ἀποστάξασα, νέκταρ ἀθανασίας, καὶ ζωῆς γλυκασμὸν ἀναβλύσασα.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Κόρος οὐ προσγίνεται, τοῖς ἀνυμνοῦσι σε Δέσποινα, Σὺ γὰρ ἡμῶν, φῶς καὶ θυμηδίᾳ, καὶ ζωὴ καὶ ἀντίληψις.

Ὕμους ἀνυμνοῦμεν σε, τὸν Ὑπέρτιμον Κύριον, ἐν ἀνυμνοῖ, τάγματα Ἀγγέλων, ὡς Τεκοῦσαν Πανύμνητε.

Σκότους ἐξωτέρου με, πυριφλεγοῦς πικροῦ σκώληκος, ῥῦσαι Χριστέ, λιταῖς τῆς Μητρός σου, πάσης ἄλλης τε θλίψεως.

ᾌδην ἡ νεκρώσασα, τῷ θείῳ τόκῳ σου ῥῦσαι με, τῶν σκοτεινῶν, ᾄδου σκηνωμάτων, καὶ πυρὸς αἰωνίζοντος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀδυρμόν τὸν πικρότατον, καί τὸν ἀπαράκλητον καὶ βαρύτατον, στεναγμὸν ψυχὴ ἐννόησον, καὶ πικρῶς ἐντεῦθεν σαυτὴν θρήνησον.

Νεκρωθεὶς πρὸ νεκρώσεως, καὶ πρὸ ταφῆς ταφεὶς ὁ νεκρόζωος, δυσωδίας εἰμὶ ἔμπλεως, καὶ τῆς ἐν τῷ τάφω διαλύσεως.

Τὸ φρικτὸν λογοθέσιον, καί τὸ φοβερόν σου Κριτὰ Κριτήριον, καί τὸν νοῦν λαμβάνων δέδοικα, καὶ πικρῶς δακρύω ὡς κατάκριτος.

Ὑπερβαίνει τὸ θαῦμα σου, ἅπασαν διάνοιαν τὸν γὰρ Κύριον, τὸν ἀόρατον καὶ Ἄχρονον, ὁρατὸν ἐν χρόνῳ ἀπεκύησας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θρήνησον ψυχὴ ἑαυτὴν πρὸ τῆς ἐξόδου σου, πένθος ἀνάλαβε καὶ κλαῦσον πικρῶς, πρὶν καταλάβῃ κλαυθμὸς σε ὁ ἀπαράκλητος.

Ὕδατι σεμνή, κατανύξεως με ῥάντισον, καὶ ταῖς λιβάσι τοῦ ἐλέους σου, σταγόνας δίδου τῶν δακρύων ὑετίζειν με.

Ὅταν σου Χριστέ, τοῦ φρικώδους μνησθῶ Βήματος, τῆς φοβερᾶς τε τοῦ θανάτου τομῆς, φόβῳ καὶ τρόμῳ τὴν καρδίαν πικρῶς βάλλομαι.

Τόμον σε Ἁγνή, ὁ Προφήτης ἐθεάσατο, ἐν ὧ Πατρὸς ἐγράφη Λόγος ἡμᾶς, Θεογεννήτορ, ἀλογίας ὁ ῥυσάμενος.

ᾨδὴ ς΄. Ἄβυσσος ἁμαρτιῶν.
Ἥμερον μοι τὸν Κριτήν, καὶ εὐίλατον γενέσθαι ἐν Κρίσει, Μήτηρ Θεοῦ δυσώπει, καὶ εὐσπλάγχνῳ τῷ ὄμματι, ἐπιβλέψαι ἐπ’ ἐμέ, ὅτε καθίσῃ μου ἐρευνῆσαι, λόγους καὶ πράξεις καὶ νοήματα.

Ἥμαρτον ὡς ὁ λῃστής, ἀλλὰ κλαίω ὡς ἡ πόρνη καὶ κράζω, ὡς Χαναναία νέα, τὴν ψυχὴν ὡς θυγάτριον, δαιμονῶσαν τὴν ἐμήν, πάθεσιν ἴασαι Θεοτόκε, τὸν ἰατῆρα ψυχῶν τέξασα.

Φρίττω σου Παμβασιλεῦ, τὴν δευτέραν ἐπὶ γῆς παρουσίαν, καί τὴν φρικτήν σου Κρίσιν, καὶ ἀδέκαστον δέδοικα, σοῦ τὰ θείᾳ καὶ σεπτὰ Λόγε προστάγματα μὴ φυλάξας, καὶ τῶν δεινῶν μὴ ἀμφιστάμενος.

Νέφεσιν ἁμαρτιῶν, καὶ ὀμίχλῃ συσχεθείς ἐγκλημάτων· καί τῶν παθῶν τῷ γνόφῳ, καλυφθείς τὴν διάνοιαν, ἐν νυκτί τὰ τῆς νυκτός, ἔργα ἐτέλεσα καὶ τοῦ σκότους, σὺ δὲ Παρθένε με διάσωσον.

Κάθισμα. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸ πικρόν τῶν βασάνων, καὶ ἀλγεινόν, τὸ δριμύ τῶν μαστίγων καὶ αὐστηρόν, σκότος τὸ ἀφώτιστον, τὸν ἀθέρμαντον τάρταρον, τὸν ἰοβόλον ὄντως καὶ πύρινον σκώληκα, τὸ πολυφάγον στόμα, τὸν ἄπληστον φάρυγγα, καὶ τὰς ἀνωνύμους καὶ ἀγνώστους κολάσεις, ψυχή μου προβλέπουσα, στεναγμοῖς τε καὶ δάκρυσι, τὴν Μητέρα δυσώπησον, τοῦ Κριτοῦ σου κραυγάζουσα, Θεοτόκε παράσχου μοι συγχώρησιν τῶν κακῶν μου, τῷ προστρέχοντι πίστει τῇ σκέπη σου.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Ἐλέους τὴν ἄβυσσον ἡ τετοκυίᾳ, τὸν ἀσυμπάθητον, καὶ πανάσωτον σῶσον, ὡς συμπαθὴς ἐλεήμων καὶ εὔσπλαγχνος, καὶ λύτρωσαί με γεέννης τὸν δείλαιον, ὅπως ὑμνῶ σε ἀεὶ τὴν Πολυύμνητον.

Ἰσχύεις γεννήσασα, τὸν ἐν ἰσχύι δυνατὸν Κύριον, ὅσα βούλει Παρθένε, καὶ ἰαμμάτων πελάγη κέκτησαι, διὸ προστρέχω τῇ σκέπη σου κράζων σοι, τὴν ταπεινήν μου ψυχὴν νοσοῦσαν ἴασαι.

Στενάζοντα δέξαι με, ὡς τὸν τελώνην καὶ μὴ με ἀπώσῃ με, ταῖς λιταῖς τῆς ἀφθόρου Μητρός σου Λόγε ὢν πολυέλεος, ἀλλὰ προθύμως οἰκτείρησον ψάλλοντα, εὐλογητὸς ὁ Θεός.

Ῥανίσι κατάρδευσον, σῆς εὐσπλαγχνίας τῆς διανοίας μου, γῆν τὴν κεχερσωμένην, καὶ μετανοίας ἀρότρῳ νέωσον, τὴν ἀκανθώδη καὶ ὐλωμανήσασαν ἐνδείᾳ θείας βροχῆς, καὶ ἐπομβρίας παθῶν.

ᾨδὴ η΄. Ὁ στεγάζων ἐν ὕδασι.
Ἡ παστὰς ἡ Οὐράνιος, ἡ τῶν Δικαίων χαρά, ὁ νυμφών τῆς δόξης, ἐν τῷ νυμφῶνι ταῦ Υἱοῦ σου κᾀμέ, ἔνδυμα ἄξιον, ἀμφιάσασα γάμου εἰσαγάγοις, μήπως ὡς ἀχρεῖον, χεῖρας με δεθέντα, καὶ πόδας τὸ πῦρ λάβῃ.

Συντιβήν τῆς καρδίας μου, καὶ στεναγμοὺς ἐκ ψυχῆς, σταλαγμοὺς δακρύων τῶν ὀφθαλμῶν μου δεξαμένῃ Σεμνῇ, λύτρωσαι ῥῦσαι με, καλοῖς δάκρυσι, δακρύων ἀνοήτων, τῶν ἐν γεέννῃ, δάκρυον γὰρ ἅπαν, ἤρας ἐκ γῆς προσώπου.

Νοερῶς πρὸ τοῦ Βήματος, τοῦ σοῦ ἑστάναι δοκῷ, Κριτὰ καὶ Θεέ μου, γεγυμνωμένος, ὡς κατάδικος ἔμφοβος ἔντρομος, περηγκωνισμένος, τετραχηλισμένος, σῶσον με οὖν κράζω, μόνε ἐλεῆμον, τὸν κατακεκριμμένον.

Ὡς καινότατον ἄκουσμα, θέαμα φοβερόν, καὶ φρικτὸν καὶ ξένον ἐν σοὶ Παρθένε τὸ τελούμενον, ὁ Θεὸς τίκτεται, ἐξ ἀφθόρου γαστρός σου, καὶ κρατεῖται ἐν ταῖς σαῖς ἀγκάλαις, ὁ διακρατῶν τὰ πάντα θεία δυνάμει.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν Χριστοῦ τὸ κάλλος, ὄντως τὸ ὡραῖον, καὶ τῆς γλυκείας ἀκτῖνος καὶ αἴγλης αὐτοῦ, κατατρυφῆσαι με Δέσποινα καταξίωσον.

Νηχόμενος πελάγει, τῷ τῆς ἁμαρτίας, καὶ τρικυμίας παθῶν χειμαζόμενος, τῷ γαληνῷ σοὶ λιμένι προσφεύγω Δέσποινα.

Λιταῖς τῆς σε τεκούσης, σῶσον ἐλεήμων, καὶ εὐσυμπάθητε μόνε τὸν ἐμπαθέστατον, καὶ ἐν κακοῖς τὸν σὸν πλοῦτον καταναλώσαντα.

Ὕμνον σοι τελευταῖον, πρῶτον τε καὶ μέσον, τοῦ Ἀρχαγγέλου τὸ Χαῖρε προσάγω σεμνή· σοὶ γὰρ κατάλληλον ἄλλον εὑρεῖν οὐ δύναμαι.

Στιχηρὰ Προσόμοια. Ὧ τοῦ παραδόξου θαύματος.
Ἔχοντας βίου προστάτιν σε, σκέπην καὶ τεῖχος Ἁγνή, καὶ λιμένα ἀχείμαστον, προστασίαν ἄμαχον, καὶ ὀξεῖαν ἀντίληψιν, θερμὴν τε πρέσβιν, ταχεῖαν πρόμαχον, προφθάνουσαν με καὶ πρὸ τῆς κλήσεως, δεῖξον με Δέσποινα, πλήρη τῶν ἐλπίδων μου, καί τοὺς ἀεί, μάτην πολεμοῦντας με, πάντας πολέμησον.

Σῶμα ψυχὴν καὶ τὸ πνεῦμα μου, πάσαις δειναῖς ὁ δεινός, ἐργασίαις ἐμόλυνα, τὸ μὲν σῶμα πάθεσι, παραδούς τῆς αἰσχρότητος, ψυχὴν δὲ πᾶσιν ἐπιτηδεύμασι, πονηροτάτοις, οἷς περ συνέζησα, αὖθις τὸ πνεῦμα δέ, ἐπηρμένοις ἤθεσι καὶ σκολιοῖς, Δέσποινα φρονήμασιν, ἐξ ὧν με λύτρωσαι.

Ὧ πῶς διάγω ἀμέριμνος, τὸν τῆς ζωῆς μου καιρόν, μετέωρος παρέρχομαι, μὴ εἰς νοῦν βαλλόμενος, τὰς πολλὰς ἁμαρτίας μου, μὴ τοῦ θανάτου τὸ ἀπαραίτητον, καὶ τῆς ἐτάσεως τὸ ἀδέκαστον, ὧ τις μερύσεται, πυρὸς αἰωνίζοντος, εἰμή Θεὲ μόνε Ὑπεράγαθε, σὺ οἰκτειρήσης με.

Σῶσον τὸν Κόσμον σου Δέσποινα, καί τῆς δικαίας ὀργῆς, τοῦ Υἱοῦ σου ἐκλύτρωσαι, τοὺς πιστῶς ὑμνοῦντας σε, καὶ δεινὰ προσδοκώμενα, πάντα ἀπότρεψον ταῖς πρεσβείαις σου, καὶ ἐν ἡμέρα τῆς Δίκης πρόστηθι, πάντων τῶν δούλων σου, σὺν αὐτοῖς με σῴζουσα, καὶ Οὐρανῶν νέμουσα Παντάνασα τὴν Βασιλείαν μοι.

 

ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Τὸν κάτωθι Κανόνα, καὶ τοὺς Οἲκους λέγε κατά πᾶσαν της Παρασκευῆς Ἐσπέρας.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΣΗΦ ΤΟΥ ΥΜΝΟΓΡΑΦΟΥ.

Ὁὗ ἤ ἆκρὁστιχίς.
Χαράς δοχεῖον σοὶ πρέπει χαίρειν μόνη· Ιωσήφ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, Ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι, Χαῖρε χαρὰς δοχεῖον, δι’ ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.

Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾄδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως. χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος.

Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.

Ἁγνείας θησαύρισμα, χαῖρε δι’ ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον, θυμίαμα εὔοσμον, μύρον πολύτιμον.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.

Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς Κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.

Ὄρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς εκμειώσασα.

Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλούς, καὶ πύλας ᾄδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἐν φωναῖς ἀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε, Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαίνοv, τά τῶν εὐσεβῶν αἰσθητήρια.

Ἱλαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑμνοῦντας σε.

Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Bασιλεί τῶν Δυνάμεων.

Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄῤῥητον, ἀπειρόγαμε, δι’ ἧς ἡμεῖς εθεώθημεν.

Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, αχειρόπλοκον στέφανον, ανυμνολογούμεν, Χαῖρε σοι Παρθένε κραυγάζοντες, τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁδὸν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.

Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ᾄδου, νυμφὼν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.

Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον, οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορὰ ὑποκύψαντας.

Ῥωννύμενοι σθένει σου, πιστῶς ἀναβοῷμεν σοι, Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς, ὄρος ἀλατόμητον, χαῖρε βάθος ἀμέτρητον.

Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τὸν θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγῇ τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.

ᾨδὴ ς΄. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Παστάς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.

Ἐκ σοῦ ἡ δρόσος απέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα, ὅθεν βοῷμεν σοι, Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεών Παρθένε, προεθεάσατο.

Ἰδοὺ σοι Χαῖρε κραυγάζομεν, λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.

Χαρὰς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμόν τοῦ κραυγάζειν σοι, Χαῖρε ἡ ἄφλεκτος βάτος νεφέλη Ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.
Ἀνυμνοῦμεν σε, βοῶντες Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζρντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.

Ἰατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἡ ῥάβδος ἡ μυστικῇ, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, δι’ ἧς χαρὰς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.

Ῥητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὐμνολογήσαί σε, ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ὦ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς δούλους σου, καταγράψαι Θεοτόκε.

Ἱκετεύομεν οἱ δούλοί σου καὶ κλίνομεν γόνυ καρδίας ἡμῶν, κλῖνον τὸ οὖς σου Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν ποίμνην Θεοτόκε.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνὴ ᾦ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μώσης κατενόησεν ἐν βάτῳ, τὸ μέγα μυστήριον τοῦ τόκου σου, παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε, ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Οἱ πρώην ἀπάτη γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορία σου, καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη, ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νεκροὶ διὰ σοῦ ζωοποιούνται, ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ ἄλαλοι, πρώην χρηματίζοντες, λεπροὶ ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτώνη σωτηρίᾳ.

Ἡ κόσμῳ τεκοῦσα σωτηρίαν, δι’ ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα, τῶν μελῳδούντων Ἁγνή· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής, σκιρτάτω τῷ Πνεύματι.
Ἵνα σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαράς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.

Ὤφθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις, ὅθεν βοῷμεν σοι. Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον, χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.

Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρίᾳ, Κυρίᾳ πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.

Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε Ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.

Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσαν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τὸ ἀλλότριον.

Κοντάκιον. Ἦχος πλ. δ΄
Τῇ Ὑπερμάχῳ Στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου, Θεοτόκε. Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ χαῖρε, (ἐκ γ΄) καὶ σὺν τῇ Ἀσωμάτῳ φωνὴ σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·

Χαῖρε, δι’ ᾖς ἡ χαρὰ ἐκλάμψει·
Χαῖρε, δι’ ᾖς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις·
Χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς·
Χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα·
Χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον·
Χαῖρε, γαστὴρ ἐνθεοῦ σαρκώσεως.
Χαῖρε, δι ᾖς νεουργεῖται ἡ κτίσις·
Χαῖρε, δι’ ᾖς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριήλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχὴ φαίνεται, ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων·

Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις·
Χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον·
Χαῖρε, τῶν δογμάτων Αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι’ ἧς κατέβη ὁ Θεός·
Χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν.
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα·
Χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τὸ φῶς ἀῤῥήτως γεννήσασα·
Χαῖρε, τὸ πὼς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν·
Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Δύναμις τοῦ Ὕψιστου, ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτην νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

Ἀλληλούϊα.

Ἔχουσα Θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε· καὶ ἄλμασιν ὡς ἄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα·
Χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον·
Χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν·
Χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις·
Χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα·
Χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία·
Χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσήφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν, Ἄμεμπτε· μαθῶν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη·

Ἀλληλούϊα.

Ἤκουσαν οἱ ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι Τοῦτον ὡς Ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον·

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ·
Χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον·
Χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῆ·
Χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα·
Χαῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στεῤῥόν τῆς πίστεως ἔρεισμα·
Χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι’ ἧς ἐγυμνώθη ὁ ᾅδῃς·
Χαῖρε, δι’ ἧς ἐνεδύθημεν δόξαν.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλη· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες·

Ἀλληλούϊα.

Ἰδὸν παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες Αὐτόν, εἰ καὶ δούλου ἔλαβεν μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ Εὐλογημένη·

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ·
Χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα.
Χαῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς·
Χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας·
Χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα·
Χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης·
Χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν·

Ἀλληλούϊα.

Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχύν, πέπτωκεν· οἱ τούτων δὲ ῥυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε, ἀνόρθωσις τῶν ἀναθρώπων·
Χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα·
Χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραώ τὸν νοητὸν
Χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει·
Χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χαῖρε, τροφή τοῦ Μάννα διάδοχε·
Χαῖρε, τρυφῆς Ἁγίας διάκονε.
Χαῖρε, ἡ Γῆ τῆς Ἐπαγγελίας·
Χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὑτῷ, ἀλλὰ ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου, τὴν ἄῤῥητον σοφίαν, κράζων·

Ἀλληλούϊα.

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ’ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν Αὐτὴν βοῶντες·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας·
Χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα·
Χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί·
Χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὗ σκέπτονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις·
Χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις·
Χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολή τῶν γυμνῶν παῤῥησίας·
Χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρός τὸ ὕψος τοὺς Αὐτῷ βοῶντας·

Ἀλληλούϊα.

Ὅλος ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως, ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ Θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε· καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα·
Χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα·
Χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ·
Χαῖρε, ὄχημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα·
Χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι’ ἧς ἐλύθη παράβασις·
Χαῖρε, δί΄ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλεῖς τῆς Χρίστου Βασιλείας·
Χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

Ῥήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον·
Χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα·
Χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί·
Χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα·
Χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα·
Χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι·
Χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι’ ἡμᾶς ἐφάνη καθ’ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·

Ἀλληλούϊα.

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε Ποιητής, Ἄχραντε, οἰκήσας ἐν τῇ Μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·

Χαῖρε, ἡ στήλη τῆς παρθενίας·
Χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως·
Χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, Σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς·
Χαῖρε, Σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα·
Χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως·
Χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων·
Χαῖρε, ψυχῶν νυμφοστόλε Ἁγίων.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ Ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν·

Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν Ἁγίαν Παρθένον· τὸ γὰρ ἄυλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δε τιμωμένη ταῦτα·

Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου·
Χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα·
Χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατελεῖς φωτισμόν·
Χαῖρε, ὅτι τὸν πολύῤῥυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον·
Χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον.
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν·
Χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας·
Χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλυτῇς ἀνθρώπων, ἐπεδήμησε δι’ Ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς Αὐτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως·

Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας·

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου·
Χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι·
Χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν·
Χαῖρε, καύχημα σεβάσμιον, ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος·
Χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι’ ἧς ἐγείρονται τρόπαια·
Χαῖρε, δι’ ἧς ἐχθροὶ καταπίπτουσιν.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία·
Χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαῖρε Νύμφη Ἀνύμφευτε.

Ὧ Πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τῶν πάντων, Ἁγίων Ἁγιώτατον Λόγον· (ἐκ γ΄)  δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας· καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, τοὺς σοῖ βοῶντας·

Ἀλληλούϊα.

Τὸν ἂνωθεν Κανόνα, καὶ τοὺς Οἲκους λέγε κατά πᾶσαν της Παρασκευῆς Ἐσπέρας.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ὀ κατά πᾶν Σάββατον Ἐσπέρας, ἀναγινώσκουσιν ἐν τω Ἀγιωνύμω Ὂρει τοῦ Ἂθω

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ἦχος πλ. β΄.

ᾨδὴ α΄. Κύματι θαλάσσης.
Χαῖρε τῶν Πατέρων, τὸ εὔφημον κράτος, χαῖρε περίδοξον, κλέος τοῦ γένους ἡμῶν, χαῖρε πηγὴ σωτηρίας, ἡ ἐκβλύζουσα τὸν ἔλεον, τοῖς πιστῶς ὑμνοῦσι σε, τὴν μόνην Ὑπερύμνητον.

Δέχου ἐκ χειλέων, ἀσώτων τὸν αἶνον, ἡ Πολυύμνητος καὶ Ὑπερένδοξος, σὺ γὰρ ὑπάρχεις τοῦ Κόσμου, εὐκοσμία καὶ διάσωσμα, ῤυόμεν ἅπαντας, τοὺς εὐσεβῶς σε μέλποντας.

Χαῖρε φωτοφόρε, σκηνὴ καὶ λυχνία, ναὲ καὶ τράπεζα, καὶ ὄρος Ἅγιον, χαῖρε παλάτιον δόξης, τοῦ Θεοῦ τὸ θεῖον Τέμενος, χαῖρε τεῖχος ἄρρηκτον, ἡμῶν τῶν ἀνυμνούντων σε.

Ἡ τῶν ἀνελπίστων, ἐλπὶς καὶ προστάτις, ἡ ἀκαταίσχυντος, πάντων βοήθεια, τὰς Οὐρανίους μοι πύλας, διανοίξασα προσάγαγε, τῷ Υἱῶ σου Δέσποινα, καὶ σῶσον με τὸν δοῦλον σου.

ᾨδὴ γ΄. Σέ τὸν ἐπὶ ὑδάτων.
Σὲ πᾶσαι Παναγία, δοξάζουσιν αἱ τάξεις τῶν Ἀγγέλων, ἡμεῖς δὲ κατάχρεος ἀκαταπαύστως σὲ μέλπομεν, καὶ εὐχαρίστως ψάλλομεν, χαῖρε ἡ λύτρωσις, τῶν πιστῶς ἐπικαλούντων σε.

Τὶς ἐπαξίως Κόρη, ὑμνήσει σου τὸν τόκον Θεοτόκε; ἡ Κτίσις κατιδοῦσα, τὸ τελεωθὲν σοι μυστήριον, θαμβητικῶς ἐκραύγαζεν, ὄντως οὐ τέτοκε πλήν σου ἄλλη παρθενεύουσα.

Πρόστηθι τοῖς αἰτοῦσι, τὸν ἔλεον ἐκ σοῦ Παρθενομῆτορ, τὴν κραταιάν σου χεῖρα, τοῖς ἐν ἀνάγκαις ἐκτείνουσα, καὶ συμφοραῖς προφθάνουσα, σὲ γὰρ κεκτήμεθα, πάντες λύτρον ἐν ταῖς θλίψεσι.

Δάκρυα μετανοίας , οὐ κέκτημαι ὥσπερ ἡ πάλαι πόρνη, ἀσώτως δὲ τὸν βίον, ἐκδαπανήσας προσπίπτω σοι, ἐν στεναγμοῖς δεόμενος, λιταῖς σου Δέσποινα, πένθος ῥύσιον παράσχου μοι.

ᾨδὴ δ΄. Τὴν ἐν Σταυρῶ σου θείαν κένωσιν.
Σὺ εἶ τοῦ Κόσμου ἡ ἀντίληψις, Θεοτόκε Ἁγνή, καὶ σωτηρία πάντων, ὡς τὸν Θεὸν γεννήσασα, ὅθεν εὐσεβῶς, μεγαλύνομεν πάντες, καὶ εὐφημοῦμέν σε.

Τεῖχος ὑπάρχεις καὶ ἀσφάλεια, καὶ ἐλπίς τῶν πιστῶν, καὶ πύργος σωτηρίας, τοὺς καθ’ἡμῶν κατάβαλλε Ἄχραντε ἐχθρούς· τὰς ἐλπίδας εἰς σὲ γὰρ πάσας ἐθέμεθα.

Τὴν ἀπροσμάχητον ἐλπίδα σου, κεκτημένοι Σέμνη, τῶν δυσμενῶν τὰ θράση, καταβαλοῦμεν Ἄχραντε πίστει τῇ εἰς σέ· τῇ σῇ γὰρ ἐπικλήσει νῦν κραταιούμεθα.

Ἴδε τὴν θλῖψιν, ἰδὲ Πάναγνε, τὸν ἐμὸν στεναγμόν, ἴδε τὴν ἀθυμίαν, καὶ τὴν πολλήν σου ἔνδειξον χάριν ἐν ἐμοί, εὐφροσύνης πληροῦσα τὴν ταπεινήν μου ψυχήν.

ᾨδὴ ε΄. Θεοφανείας σου Χριστέ.
Χαῖρε τὸ τεῖχος τῶν πιστῶν, καὶ κραταιὰ μεσιτεία Ἄχραντε, χαῖρε ὄρος Ἅγιον Πανύμνητε· χαῖρε κλῖμαξ ἔμψυχε Δέσποινα, χαῖρε πάντων ἡ χαρμονὴ καὶ ἡ βοήθεια, τῶν ἀβοηθήτων, καὶ σκέπη τῶν ὀλοψύχως προστρεχόντων σοι.

Μεγαλοφώνως ἐκβοῶν, τῶν Προφητῶν ὁ χορὸς ἐκήρυττε, τὸ φρικτόν τοῦ Τόκου σου μυστήριον, ὅτι μόνη ἀφθόρως τέτοκας, Θεὸν τῶν ἁπάντων, ὃς μετὰ τόκον σέ, συντηρήσας Παρθένον, ὡς πρὸ τοῦ τόκου διεφύλαξε.

Τίς ἐξιχύσει σου Ἁγνή, τὸ ὑπὲρ νοῦν ἐξειπεῖν Μυστήριον, τὸν Θεὸν γὰρ τέτοκας Ὑπέραγνε καὶ ὡς βρέφος τοῦτον ἐγαλούχησας, ὅθεν πᾶσαι αἱ γενεαὶ σε μακαρίζουσιν, ὡς προέφης Κόρη, καὶ πόθῳ τὸν σε δοξάσαντα δοξάζομεν.

Θεοπαρόχους δωρεάς, ὡς συμπαθὴς καὶ φιλάγαθος οὖσα, τοῖς βροτοῖς ἐποχετεύεις πάντοτε Θεοτόκε, Μήτηρ Ἀνύμφευτε, καὶ λύτρωσαι σαῖς προσευχαῖς πάντας κολάσεως, διὸ μὴ παρίδῃς τοὺς σκέπη τῇ κραταιά σου καταφεύγοντας.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Σοὶ προσπίπτω Ἄχραντε, Θεοτόκε Ἀγαθή, ταῖς σαῖς πρεσβείαις αἴτησαι, τὸν πάσης ἀγαθότητος χορηγόν, Υἱόν σου καὶ Κύριον, παρασχεῖν μοι πταισμάτων τὴν συγχώρησιν.

Εἰς βάθη ἀπέῤῥιμαι, καταιγίδος χαλεπῆς, θαλάσσης κυμαινούσης με, ἐξ ἀμέτρων πταισμάτων μου καὶ δεινῶν, τὴν ζάλην κατεύνασον, καὶ γαλήνην παράσχου μοι Πανάχραντε.

Ἡ πάντων δεσπόζουσα, τῶν κτισμάτων ὡς Θεόν, ὑπερφυῶς κυήσασα, τῶν πταισμάτων μου Πάναγνε τὰς οὐλὰς εἰς τέλος ἐξάλειψον, καὶ ζωῆς αἰωνίου με ἀξίωσον.

Σὺ τὸ παραμύθιον, καὶ προσφύγιον Ἁγνή, τῶν οἰκετῶν σου πέφυκας, ἀδιάλειπτον ποίει τὴν πρὸς Θεόν, ἱκέσιον δέησιν, τῶν ἐν πίστει καὶ πόθῳ ἐξαιτούντων σε.

ᾨδὴ ζ΄. Οἱ παῖδες ἐν Βαβυλῶνι.
Μὴ παύσῃ Παρθενομῆτορ, ἐκδυσωποῦσα τὸν Κύριον, τοῦ ῥυσθῆναι ἡμᾶς, ἐκ κινδύνων καὶ θλίψεων Δέπσοινα, ἵνα προθύμως ψάλλομεν, εὐλογημένος Πάναγνε, ὁ καρπός τῆς κοιλίας σου.

Ἁπάντων Ἁγιωτέρα, τῶν Οὐρανίων Δυνάμεων, Χερουβίμ Σεραφίμ, ἀνεδείχθης Μητροπάρθενε Δέσποινα, ὡς τὸν Χριστὸν κυήσασα, ὂν Δεσπότην τῆς Κτίσεως.

Καὶ τίκτεις καὶ παρθενεύεις, καὶ μετὰ τόκον διέμεινας, ὡς πρὸ τόκου Ἁγνή, Θεοτόκε μὴ φλεχθεῖσα τὴν μήτραν σου, ὅθεν πιστῶς δοξάζομεν, μετὰ Θεὸν σε Πάναγνε.

Φοβεῖ με καὶ συνταράττει, τὰ τῶν πταισμάτων μου κύματα, ἀλλὰ σὺ Ἀγαθὴ Παναγία, συμπάθειαν αἴτησαι, ἐν ὤρα τῆς ἐτάσεως, σωτηρίαν βραβεύουσα.

ᾨδὴ η΄. Ἔκστηθι φρίττων Οὐρανέ.
Σὺ τὸ προσφύγιον ἡμῶν, καὶ ἡ παράκλησις πάντων Ἄχραντε Ἁγνή· ἰδοῦ γὰρ ὁ τῶν ὅλων Κύριος τεχθεὶς ἐκ μήτρας τῆς σῆς, Παρθένον συντηρεῖ μετὰ τόκον, ὃν πάντες εὐλογοῦμεν χείλεσιν ἀναξίοις, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Νεῦσον ἑτοίμη τῶν πιστῶν, θερμὴ ἀντίληψις καὶ ἐμῆς, καὶ ῥῦσαι προλήψεως ἀλόγου, φαύλης με συνηθείας, καὶ χαρμόσυνον πένθος, τῇ πεπωρωμένη ψυχή μου δὸς Παρθένε.

Τὰ πεπραγμένα μοι δεινά, ὅταν λογίσωμαι, καὶ τὸ Βῆμα τὸ φρικτόν, Παρθένε δειλιῶ καὶ δέδοικα· ἀλλ’ ὠς φιλάνθρωπος σύ, πρὸ τέλους τὸν Κριτὴν ἰλέωσον μοι, σὺ γὰρ ὑπάρχεις πάντων, πεπτοκότων ἡ βάσις, καὶ ἀπηλπισμένων ἐλπὶς καὶ προστασία.

Ἵλεων αἴτησαι ἡμῖν, καὶ εὐδιάλλακτον τὸν Υἱόν σου καὶ Θεόν, γενέσθαι Ἁγνὴ τοῖς οἰκέταις σου, καὶ συντηρῆσαι ἡμᾶς, ἐκ πάσης προσβολῆς ἐναντίας, καὶ τὸ τῆς ἀγαρ θράσος, καταβαλεῖν ἐν τάχει, ἵνα σε ὑμνῶμεν τὴν Κεχαριτωμένην.

Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Ἔκστηθι φρίττων Οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς ἰδοῦ γὰρ ἐν νεκροῖς λοίζεται ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται, ὃν παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Μὴ ἐποδύρου μου Μῆτερ.
Μὴ ἐπιλάθῃ Παρθένε, Ἀπειρόγαμε Μήτηρ, σῶν οἰκετῶν προσεδρευόντων σοι ἐν τῷ ναῶ· σὺ γὰρ μόνη πέλεις Χριστιανῶν ἡ ἐλπίς, τὸ ὀχύρωμα πάντων προσφύγων σου Ἁγνή, τὰς ἡμῶν ἱκεσίας Δέσποινα πλήρωσον.

Χαῖρε τὸ ἔῤῥηκτον τεῖχος· χαῖρε σκέπη τοῦ Κόσμου· χαῖρε Ναέ, χαῖρε λαμπάς, χαῖρε θρόνε Θεοῦ· χαῖρε πάντων ἡ χαρμονὴ καὶ ἡ βοήθεια, κατ’ ἐχθρῶν ἀοράτων ὑπάρχουσα ἀεί, σωτηρίας τε ὅπλον ἀκαταμάχητον.

Σὲ προστασίαν καὶ σκέπην, καὶ ἐλπίδα καὶ τεῖχος, καὶ προσφυγήν, καὶ ἱλασμὸν καὶ λύσιν τῶν δεινῶν, ἔχοντες σε Ἁγνὴ διασῳζόμεθα· πειρασμῶν καὶ κινδύνων, καὶ νόσων καὶ παθῶν, καὶ ἀπαύστως ὑμνοῦμεν τὰς δυναστείας σου.

Σὺ τῶν Ἀγγέλων ἡ δόξα, Προφητῶν ἡ διόπτρα, Πατριαρχῶν καὶ Ἀποστόλων καύχημα φαιδρόν· σὺ Μαρτύρων Χριστοῦ τὸ ἐγκαλλώπισμα, Ἀσκητῶν καὶ Δικαίων ἁγίασμα τερπνόν, καί τοῦ σύμπαντος Κόσμου ἡ ἀνακαίνησις.

Ὅλην ἀποθέμενοι.
Μόνος ὑπὲρ ἅπαντας, υἱοὺς ἀνθρώπων ὁ τάλας, μόνος ἐπλημμέλησα, τὰ καὶ λόγῳ ἄφθεγκτα καὶ ἀκούσματι, μηδαμῶς Ἄχραντε, φορητὰ πέλοντα, διὰ τοῦτο πόθῳ δέομαι, σύγνωθι Δέσποινα, σύγνωθι καὶ δὸς μοι μετάνοιαν, δὸς μοι ἐξομολόγησιν, καὶ πηγὰς δακρύων τῷ τάλανι, ἵνα διὰ τούτων, ἐκπλύνω τῶν τραυμάτων τὰς οὐλάς, καὶ ἐπιτύχω ἀνέσεως, ὤρα τῆς ἐτάσεως.

Ἀπωθοῦ ταλαίπωρε ψυχή, καὶ μίσησον πάντα, ἂ Θεὸς βδελύττεται, καὶ μισεῖ καὶ τέλεον ἀποστρέφεται, καὶ θερμῶς δάκρυσον, καὶ πιστῶς πρόσελθε, τῇ Ἀειπαρθένῳ κράζουσα· ῥῦσαι με Δέσποινα, πάσης ἀκηδίας καὶ θλίψεως, ὀργῆς θυμοῦ, καὶ ἔριδος, ζηλοῦτε καὶ φθόνου καὶ μίνιδος δεινῆς βλασφημίας, παντοίας ὑποκρίσεως Ἁγνή, καὶ σωτηρίας ἀξίωσον, τὸν παρακαλοῦντα σε.

Ἡ πόρνη κενώσασα, μύρου ἀλάβαστρον πάλαι, τοῖς ποσί σου Δέσποτα, πνατων ἡλευθέρεται, ὧνπερ ἔπραξεν, ὁ Λῃστὴς μόνον σου, μνημονεύσας ὤφθη, καὶ εὐθέως εἰς Παράδεισον, αὐτὸν εἰσήγαγες, ἐγὼ δὲ τί πράξω ὁ ἄθλιος· οὐ μύρον, οὐ κατάνυξιν, ἔχω δωρεὰν με ἐλέησον· οἰκτειρόν με Λόγε, ἡ ἄχραντος σου Μήτηρ δυσωπεῖ, τὴν ἐδωρήσω τῷ Κόσμῳ σου μέγα καταφύγιον.

Πολλοῖς συνεχόμενος, νῦν πειρασμοῖς ὁ παντλήμων, πρὸς σε τὴν Πανάμωμον, καταφύγω σῶσόν με τὸν πανάθλιον, τὸν πολλὰ πταίσαντα, ὡς οὐδεὶς ἄλλος γάρ, ἐξισχύεις βοηθῆσαι μοι, πάντα γὰρ δύνασαι, ὅσα θέλεις Κόρη Πανύμνητε, ὡς Μήτηρ ὑπεράγαθος, τοῦ Παντοδυνάμου Θεοῦ ἡμῶν, Δέσποινα τοῦ Κόσμου, βεβαία προστασία τῶν πιστῶν, μὴ με παρίδῃς δακρύοντα, τὸν ἀχρεῖον δοῦλον σου.

ΤΕΛΟΣ