Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Παρθένιο Λαμψάκου τον Θαυματουργό

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

† Ψαλλόμενος τήν 7ην Φεβρουάριου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἱεράρχης τοῦ Χριστοῦ θεοφόρος, πλουσίαν χάριν παρ’ αὐτοῦ ἐκομίσω, τοῦ ἐνεργεῖν παράδοξα Παρθένιε, ὅθεν ταῖς πρεσβείαις σου, πολυτρόπων κινδύνων, καὶ παντοίων θλίψεων, καὶ δαιμόνων μανίας, φύλαττε Πάτερ ἅπαντας ἡμᾶς, τοὺς σε μεσίτην, πρὸς Κύριον ἔχοντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Παθῶν Παρθένιε ἡμᾶς ῥῦσαι. Γερασίμου.

Εἴς ἔκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν,
τα δύο τελευταία
Δόξα και Νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν ἀνηκέστων ταῖς προσβολαῖς, θλιβόμενος Πάτερ, τῇ θερμῇ σου ἐπισκοπῇ, προστρέχω δεόμενος ῥυσθῆναι, τῆς χαλεπῆς με Παρθένιε θλίψεως.

Ἀγγέλων συνόμιλος γεγονώς, δαιμόνων κακίας, καὶ ἀπᾴσῃς ἐπιβουλῆς, ἡμᾶς ἀνωτέρους διατηρεῖ, ταῖς σαῖς πρεσβείαις Παρθένιε Ὅσιε.

Θεράπευσον Πάτερ ὡς συμπαθής, ἡμῶν τὴν ὀδύνην, τὴν συνέχουσαν τὴν ζωήν, ἡμῶν Ἱεράρχα καὶ εἰρήνην, αἰτεῖ ἡμῖν καὶ πταισμάτων συγχώρησιν.

Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ πάντων Δημιουργοῦ, καὶ πάντων προστάτις, Θεοτόκε Χριστιανῶν, προστάτευε πάντοτε Παρθένε, τῶν ἀδιστάκτῳ ψυχὴ προσιόντων σοι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοσημάτων ποικίλων, καὶ χαλεπῶν θλίψεων, ὥσπερ ἐλυτρώσω θεόφρον, τοὺς προσιόντας σοι, οὕτως ἀπάλλαξον, πάσης ἀνάγκης καὶ λύπης, Ἅγιε Παρθένιε, τοὺς σε γεραίνοντας.

Πῦρ ὁ λόγος σου ὤφθη, ὡς ἀληθῶς Ὅσιε, φλέγων τῶν δαιμόνων τὰ σμήνη, δυνάμει κρείττονι ὅθεν κατάφλεξον,τήν τῶν παθῶν ἡμῶν ὕλην, ἄνθραξι Παρθένιε, τῆς προστασίας σου.

Ἀπερίτρεπτον τεῖχος, καὶ ἀῤῥαγὲς ἔρεισμα, καὶ καταφυγῇ ἐν ἀνάγκαις, καὶ περιστάσεσι, γενοῦ Παρθένιε, τοῖς ὁλοτρόπω καρδίᾳ σπεύδουσιν ἑκάστοτε, τῇ ἀντιλήψει σου.

Θεοτοκίον.
Ῥάβδος ὤφθης ἅγια, ἄνθος Χριστὸν φέρουσα, ὥσπερ Ἠσαΐας προέφη, Ἁγίῳ Πνεύματι, κόρη Πανύμνητε διό τῇ σῇ εὐωδίᾳ, τὸ δυσῶδες σκέδασον, τῆς διανοίας μου.

Διάσωσον θαυματουργὲ Ἱεράρχα πάσης ἀνάγκης, καὶ μανίας τοῦ πονηροῦ πολεμήτορος, τοὺς σὲ τιμῶντας Παρθένιε θεοφόρε.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καί τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμῇ.
Λαμψάκου ποιμήν, ἐδείχθης ἐνθεώτατος, καὶ πάντας σοφέ, ἐξέπληξας τοῖς θαύμασι καὶ νῦν Πάτερ προΐστασο, τῶν θερμῶς προσιόντων τῇ σκέπη σου, καί τὸν Σωτῆρα δυσώπει ἀεί, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θείαν χάριν δεξάμενος, οἵᾳπερ θεράπων Χριστοῦ θερμότατος, ἀπαλλάττειν τὴν ζωὴν ἡμῶν, Πάτερ μὴ ἐλλιπὴς πάσης θλίψεως.

Ἐπωδύνων κακώσεων, λύτρωσαι Παρθένιε τῇ πρεσβείᾳ σου, τοὺς προστάτην καὶ μεσίτην σε, κεκτημένους Πάτερ πρός τὸν Κύριον.

Νεκρωθέντας ὡς ἤγειρας, τῇ ζωοποιῷ ἐντεύξει σου Ὅσιε, οὕτω ζώωσον Παρθένιε, νεκρωθεῖσαν πάτερ τὴν καρδίαν μου.

Θεοτοκίον.
Ἰησοῦν τὸν πανάγαθον, ὂν ἀκαταλήπτως Κόρη ἐκύησας, καθικέτευε δωρήσασθαι, τῶν πλημμελημάτων ἡμῖν ἄφεσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔχοντες τὴν σήν, προστασίαν οὗ πτοούμεθα, τῶν δαιμόνων καθ’ ἡμῶν τὰς προσβολὰς διὰ τοῦτο σοι προστρέχομεν Παρθένιε.

Ἤστραψας ὡς φῶς, καὶ ἀκτῖσι τῶν θαυμάτων σου, διαλύεις τὴν σκοτόμαιναν ἀεί, τῶν παθῶν ἡμῶν Παρθένιε πανθαύμαστε.

Μέγας ἀρωγός, ἀνεδείχθης ἡμῶν Ἅγιε διὰ τοῦτο σου δεόμεθα θερμῶς, ἐξελοῦ ἡμᾶς στενώσεων καὶ θλίψεων.

Θεοτόκιον.
Ἄχραντε Ἁγνή, Θεοτόκε ἀειπάρθενε, ἐξελοῦ ἡμᾶς παντοίων πειρασμῶν, οἷα Μήτηρ τοῦ Θεοῦ ἡμῶν φιλάγαθος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωμάτων, ἴασαι Πάτερ τοὺς πόνους, τῶν πρὸς σε μετὰ σπουδῆς προσιόντων, καί τῶν ψυχῶν ἀθυμίας τὸ βάρος, τὸ καταθλῖβον ἡμᾶς ἐπικούφισον, Παρθένιε θαυματουργέ, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Ῥυσθῆναι, τῆς τοῦ ἐχθροῦ κακουργίας, καὶ ἀπᾴσῃς ἀπειλῇς καὶ μανίας, καὶ πικροτάτων ἡμᾶς συμπτωμάτων, Χριστὸν δυσώπει παμμάκαρ Παρθένιε ὅτι μεγίστην πρὸς αὐτόν, παῤῥησίαν πλουτεῖς ἱερώτατε.

Ὑπάρχων, θεοειδὴς Ἱεράρχης, ἀνεδείχθης τῶν πασχόντων προστάτης, καὶ θλιβομένων θερμὸς ἀντιλήπτωρ, καὶ ἐλατήρ τῶν δαιμόνων Παρθένιε διό τῆς σῆς δίδου ἡμῖν, ἀρωγῆς καθ’ ἑκάστην τὰς χάριτας.

Θεοτοκίον.
Σὲ πάντες, καταφυγὴν ἐν ἀνάγκαις, καὶ βοήθειαν Παρθένε πλουτοῦντες, πάσης ἀνάγκης ἒν βίῳ καὶ ζάλης, τῇ χάριτι σου ταχέως λυτρούμεθα, Θεοκυήτορ Μαριάμ, διὰ τοῦτο ἀεὶ σὲ δοξάζομεν.

Διάσωσον θαυματουργὲ Ἱεράρχα πάσης ἀνάγκης, καὶ μανίας τοῦ πονηροῦ πολεμήτορος, τοὺς σὲ τιμῶντας Παρθένιε θεοφόρε.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον άνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου Πάτερ πυρσεύμασιν, ἀποδιώκεις παθῶν τὴν σκοτόμαιναν καὶ ῥῶσιν καὶ χάριν οὐράνιον, καὶ εὐφροσύνην παρέχεις Παρθένιε, ἡμῖν τοῖς ἐκ πόθου τιμῶσι σε.

Προκείμενον.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ όσιοί σου άγαλλιάσονται.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.

Τῷ καιρῶ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὑτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτου, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγουσι· Εἰς ὀδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δε μᾶλλον πρός τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες, ὅτι ἤγγικεν, ἡ βασιλείᾳ τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θαύμασιν ἐκόσμησας, τὴν σὴν ζωὴν Ἱεράρχα, καὶ πολλοὺς διέσωσας, λύμης τοῦ ἀλάστορος ὣς φιλάγαθος δαψιλώς πᾶσι γάρ, νέμεις τὰς ἰάσεις διὰ τοῦτο σοῦ δεόμεθα. Ἴασαι Ἅγιε, τῆς ψυχῆς ἡμῶν τὴν κατήφειαν, καὶ ἄχθος τό τῶν θλίψεων, θᾶττον ἀφ’ ἡμῶν διασκέδασον, εἰρήνην παρέχων, ἡμῖν καὶ εὐφροσύνην ἀληθῇ, Πάτερ παμμάκαρ Παρθένιε, ταῖς σαῖς ἀντιλήψεσι.

Σῶσον ὁ Θεός τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἳ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων πνευμάτων, ὡς καθεῖλες παμμάκαρ πᾶσαν τὴν δύναμιν, οὕτω τῆς ἐπηρείας, αὑτῶν τῆς ὀλεθρίου, ἀσινεῖς διαφύλαττε, Παρθένιε θαυμαστέ, τοὺς σε ὑμνολογοῦντας.

Ἱλασμὸν ἡμῖν αἰτεῖ, καὶ δεινῶν συντριμμάτων τὴν ἐπανόρθωσιν, καὶ βίου εὐπραγίαν, καὶ πᾶσαν εὐλογίαν, ἐκ Θεοῦ Πάτερ Ὅσιε, τοῖς προσιοῦσιν άεί,τῇ σῇ σεπτῇ πρεσβείᾳ.

Γεωργεῖν μετανοίας, τοὺς καρποὺς με ἐνίσχυσον Πάτερ Ὅσιε, ὣς ἄν τῆς ἁμαρτίας, ἐκφύγω τὴν ἀπάτην, καὶ ζωῆς τύχῳ κρείττονος, Παρθένιε ἱερέ, διά τῶν πρεσβειῶν σου.

Θεοτοκίον.
Ἐν ἀγκάλαις κρατοῦσα, ὥσπερ νήπιον Κόρη τὸν ἀπερίληπτον, χειρῶν με τοῦ βελίαρ, ἀπάλλαξον ἒν τάχει, καὶ Θεῷ με οίκείωσαι, δι’ ἐναρέτου ζωῆς, Παρθένε Θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαι με Πάτερ, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ καταύγασον φωτί τῆς μετανοίας, τὴν ἀμαυρωθεῖσαν, Παρθένιε ψυχήν μου.

Ἀπὸ σκανδάλων, καὶ μαγγανείας καὶ πλάνης, διὰ φύλαττε Παρθένιε ἀτρώτους, τοὺς ἐπιζητοῦντας, τὴν σὴν ἐπιστασίαν.

Σωματικῶν με, καὶ ψυχικῶν νοσημάτων, τήρει ἄτρωτον Παρθένιε παμμάκαρ, ὃ καρκίνου πάθος, τῷ λόγῳ θεραπεύσας.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, δεινοῖς πάθεσι καὶ πλείσταις ἁμαρτίαις, ἵνα σὲ δοξάζω τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστων θαυμασίων, αὐτουργὸς ὑπάρχων, μὴ διαλίπῃς παρέχειν ἑκάστοτε, ἐνί ἑκάστῳ Παρθένιε τὰ αἰτήματα.

Ὁ θεῖος τῆς Λαμψάκου, καὶ κλεινὸς ποιμάντωρ, θαυματουργὲ Ἱεράρχα Παρθένιε, ὑπὲρ ἡμῶν τὴν Τριάδα ἀεὶ ἱκέτευε.

Ὑψίστου νῦν τῷ θρόνῳ, παρεσχώς παμμάκαρ, ἱκετηρίους ἀπαύστως προσάγαγε, ὑπὲρ ἁπάντων δεήσεις, τῶν εὐφημούντων σε.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον τῶν γηίνων, ὡς Ὑπερτέρᾳ ἀπᾴσῃς τῆς κτίσεως, Θεοκυήτορ Παρθένε, ἵνα δοξάζω σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καί τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῆς Λαμψάκου θεῖος πυρσός, ὁ καταπυρσεύων, ἐν τοῖς θαύμασι πᾶσαν γῆν, χαίροις ὁ διώκων, παθῶν καὶ νοσημάτων, καί τῶν δαιμόνων ζόφον, πάτερ Παρθένιε.

Θεῖος ἀνεδείχθης Ἀρχιερεύς, λαμπρότητι βίου, διαλάμπων ἀπὸ παιδός, καὶ τοῖς θαύμασι σου, πολλοὺς εὐεργετήσας, ἀξίως ἐδοξάσθης, πάτερ Παρθένιε.

Ῥῦσαι μαγγανείας τῆς χαλεπῆς, καὶ πάσης μαγείας, ἐνεργείᾳ τῇ τοῦ ἐχθροῦ, καὶ ἄτρωτον τήρει, ἡμῶν τὸν βίον Πάτερ, ἐκ πάσης ἐπηρείας, τοῦ παναλάστορος.

Νόσους θεραπεύεις ὀδυνηρᾶς, καὶ καρκίνου πάθος, ἰασάμενος συμπαθῶς, δίδου ἡμῖν ῥῶσιν, ἐν βίῳ καὶ ὑγείαν, Παρθένιε παμμάκαρ, τῇ ἀντιλήψει σου.

Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ Ἀρχιερέων, ἐγκαλλώπισμα ἱερὸν χαίροις τῶν θαυμάτων, ἡ πολυχεύμων κρήνη, Παρθένιε παμμάκαρ, ἡμῶν βοήθεια.

Μὴ ἐλλιπὴς Πάτερ ἐκδυσωπεῖν, τὸν πάντων Δεσπότην, τοῦ διδόναι ἡμῖν ἀεί, ἄφεσιν πταισμάτων, καὶ πᾶσαν εὐπραγίαν, Παρθένιε παμμάκαρ, ὡς συμπαθέστατος.

Πᾶσαι τῶν Ἀγγέλων αἳ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἢ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

καί τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τὸ ὄνομα Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένῃ Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρίᾳ τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θεῖος Ἱεράρχης πεφηνώς, καὶ θαυμάτων πλήθει ἐμπρέψας, πάτερ Παρθένιε, πάσης περιστάσεως, καὶ ἀλγηδόνος πίκρας, καὶ δαιμόνων κακώσεως, καὶ δολοπλοκίας, καὶ μαγείας λύτρωσαι, τοὺς προσιόντας σοι ἔχεις γὰρ πολλὴν παῤῥησίαν, πρός τὸν Βασιλέα τῶν ὅλων, ἐκπληροῦν ἁπάντων τὰ αἰτήματα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις τον Άγιον και Θαυματουργόν Ιεράρχην Παρθένιον Επίσκοπο Λαμψάκου

Προσευχές εις τον Άγιο Παρθένιο