Παρακλητικός Κανών εις τους Τέσσαρας Αγίους Νέους Οσιομάρτυρας Ευθύμιο Ιγνάτιο Ακάκιο και Ονούφριο

†Εορτάζονται στις 1 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐ σιωπήσωμεν ποτέ, Ἀθλοφόροι, τοῦ ἀνυμνεῖν καὶ μεγαλύνειν ἀξίως, τὰ τῶν ἀγώνων τρόπαια πανεύφημοι, ἔνδοξε Εὑθύμιε καὶ Ἰγνἀτιε μάκαρ, σὺν τῷ Ἀκακίῳ τε, καὶ στεῤῥῷ Ὀνουφρίῳ, μὴ οὖν ἐλλίπητε πρεσβεύειν τῷ Θεῷ, ὑπὲρ ὧν προσδοκῶμεν ἰάσεων.

Δόξα.
Ὅμοιον.
Οἱ τῇ πρεσβείᾳ πρὸς Θεὸν ἐλπικότες, καὶ ἐν τῇ σκέπῃ τῇ ὑμῶν προσφυγόντες, ὡς τοῦ Χριστοῦ ὁπλῖται συνυπάρχετε, ἴασιν δωρήσατε, ψυχικῶν ἀλγηδόνων, κινδύνων τε καί, θλίψεων, τῶν τοῦ βίου σκανδάλων, καὶ μὴ ἀφῆτε δέησιν οἰκτράν, τῶν προσιόντων ὑμῖν μετὰ πίστεως.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ εὐθὺς ἀρχόμεθα τοῦ κανόνος τῶν Ἁγίων·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τριὰς Ἁγία καὶ μονὰς ὑπέρθεε, ἡ φωτουργοῦσα πηγή, ἐξ ἧς πᾶσα δόσις, ἀγαθὴ κατέρχεται, φώτισον τὴν καρδίαν μου, τοῦ ἀξίως ὐμνῆσαι, τοὺς ὑπὲρ σοῦ ἐναθλήσαντας, μάρτυρας τοὺς νέους γηθόμενος.

Τῷ Εὐθυμίῳ προσκομίζω ἔπαινον, ὡς προεξάρχοντι νῦν, τῶν ἑτέρων δύο, οὗτος γὰρ ἐγένετο, ὑπόδειγμα στεῤῥότατον, τῷ στεῤῥῷ Ἰγνατίῷ, καὶ Ἀκακὶῳ τοῖς μάρτυσι, καὶ Χριστὸν τὸν Θεὸν ἀνεκήρυξαν.

Σὺν Εὐθυμίῳ τῷ πιστῷ θεράποντι, τοῦ Ἰησοῦ μου Χριστοῦ, καὶ σὺν Ἰγνατὶῳ, ἄμα Ἀκακίῳ τε, Ὀνούφριον αἰνέσωμεν, τὸν στεῤῥὸν ἀριστέα, καὶ πρεσβευτὴν προβαλώμεθα, σὺν τοῖς ἀνωτέρω πρὸς Κύριον.

Χαῖρε πατέρων κορωνὶς Ὀνούφριε, καὶ τῶν ὁσίων κρηπὶς, ἀθλητῶν τὸ κλέος, χαῖρε ἐγκαλλώπισμα, τῶν διακόνων ἔνδοξε, χαῖρε τῆς σωφροσύνης, τὸ περιβόητον ἄγαλμα, χαῖρε τῶν ἀγγέλων έφάμιλλε.

Θεοτοκίον.
Νῦν πεποιθώς ἐπὶ τὴν σὴν κατέφυγον, ἀντίληψιν κραταιὰν, καὶ πρὸς τὴν σὴν σκέπην, ὁλοψύχως ἔδραμον, καὶ γόνυ κλίνω Δέσποινα, καὶ θρηνῶ καὶ στενάζω, μὴ μὲ παρίδῃς τὸν ἄθλιον τῶν Χριστιανῶν καταφύγιον.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ὁ στερεώσας οὐρανούς, καὶ γῆν ὁ θεμελιώσας, ἐστερέωσεν ὑμᾶς ἀθλοφόροι, καὶ κηρῦξαι τὸν Χριστόν, Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, ἐνώπιον τυράννων, ὡς καὶ τοὺς πρώην ἐνίσχυσεν.

Ὥσπερ ὁ Πέτρος ἀρνηθείς, πικρῶς ἐθρήνησε πάλαι, καὶ ὑμεῖς οὕτω πικρῶς κατ’ ἐκεῖνον, ἐθρηνήσατ’ ὡς εἰκός, καὶ τὸν Χριστὸν τὸ δεύτερον, πεπαῤῥησιασμένως, αὖθις θερμῶς ἐκηρύξατε.

Ταῖς Ὀνουφρίου σου λιταῖς, καὶ τῶν τριῶν ἀθλοφόρων, μὴ παρίδῃς τὰς δεήσεις οἰκτίρμον, τῶν αἰνούντων μετ’ αἰδοῦς καὶ μεμνημένων πάντοτε, τὰ ἐξ αὐτῶν πρακτέα, ὑπὲρ τοῦ σοῦ Χριστέ μου ὀνόματος.

Ὁ θεοφόρος τὰς ἀρχὰς, τοῦ σκότους καὶ ἐξουσίας, θριαμβεύσας ἐγκρατείᾳ συντόνῳ, τροπαιοῦχος νικητὴς, Ὀνούφριος ἐγένετο, τῶν ἀθλητῶν ἡ δόξα, καὶ μοναζόντων τὸ καύχημα.

Θεοτοκίον.
Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, ἐξανάοτησον Ἁγνή, καὶ πρὸς ζωὴν ὁδήγησον, ἡ τοῦ θανάτου πύλας, λύσασα μόνη τῷ τόκῳ σου.

᾿Εκ θλίψεως καὶ ἐκ κινδύνων λυτρώσατε ἀθλοφόροι, τοὺς τὴν θείαν μνήμην ὑμῶν θερμῶς ἐορτάζοντας, ὡς ἔχοντες παῤῥησίαν μεγίστην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν θερμῶς, μὴ παύσητε πρὸς Κύριον, ἡμῶν γὰρ ἀεὶ ἐστὲ τὸ καταφύγιον, ἐκτενῶς βοῶμεν ὑμῖν· ὁσιομάρτυρες, Κυρίου προφθάσατε, καὶ ἐκ κινδύνων σώσατε ἡμᾶς, οἱ ἐν τάχει ἀσμένως προστατεύοντες.

ᾨδὴ δ΄ . Σύ μου ἰσχὺς Κύριε.
Ὄντως ὑμεῖς μάρτυρες, θεῖοι γεγόνατε, ὥσπερ πάλαι, οἱ γενναῖοι μάρτυρες, καὶ γὰρ Χριστὸν ἀληθῆ Θεόν, κατ’ ἐκείνους οὕτως ἀνεκηρύξατε ἐνδοξοι, ἐνώπιον ἀθέων, ὠμωτάτων τυράννων, καὶ τὰ γέρα τῆς νίκης ἐλάβετε.

Ὥσπερ ποτὲ ὁ Παῦλος σπεύσας κατέλαβε, τὴν μεγίστην Ῥώμην τεθνηξόμενος, οὕτως ὑμεῖς μάρτυρες Χριστοῦ, τὴν μεγίστην Ῥώμην, τὴν νέαν νῦν κατελάβετε, ἐν ᾗ κατὰ τὸν Παῦλον, τὸ μακάριον τέλος, ἐπληρώσατε ὄντως μακάριοι.

Σὺ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, οἱ γενναῖοι ὁ κάθεὶς ἀνέκραξε, ἐν ᾧ καιρῷ ἐμελλόν ποτε, εἰς τὸ παραστῆναι ᾽Οθωμανοῖς πρὸς ἐξέτασιν, Εὐθύμιος ὁ πρῶτος, σὺν Ἰγνατίῳ Ἀκακίῳ, καὶ Ὀνουφρίῳ τῷ θεόφρονι.

Ὅλος Θεῷ, καθιερώθης Ὀνούφριε, μόνος μόνῳ, πάνσοφε ἐνούμενος, δι’ ἀρετῆς καὶ καθομιλῶν, καὶ θεοφανείας, ὡς καθαρὸς ἀξιούμενος, τῆς γῆς καὶ τῶν γηΐνων, ἀποστὰς γὰρ ἀξίως, τὴν οὐράνιον εὗρες ἀπόλαυσιν.

Θεοτοκίον.
Σὲ τὴν ἁγνὴν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροομάχητον, καταφυγὴν σκέπην κραταιὰν, ὅπλον σωτηρίας, μὴ μὲ παρίδῃς τὸν ἄσωτον, ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρὰ καὶ ἀντίληψις.

ᾨδὴ ε΄. Ἴνα τὶ μὲ ἀπώσω.
Ὥσπερ σκύβαλα πάντα, τὰ φθαρτὰ κατὰ Παῦλον ὄντως ἡγήσασθε, καὶ ψυχὴν καὶ σῶμα, τοῖς βασάνοις στεῤῥῶς παρεδώκατε, ἵνα Χριστὸν μόνον, ὦ τοῦ Κυρίου ἀθλοφόροι, καὶ ὑμεῖς κατ᾽ ἐκεῖνον κερδήσητε.

Ἵνα τί ἐρωτάς με πόθεν ἥκω, καὶ τίς μὲ ἀπέστειλεν; ὁ Χριστός μου πάντως, ὁ Θεός μου καὶ πλάστης ὦ δείλαιε, ὅθεν σφάζε κόπτε, τῷ ἐρωτῶντι ἐπεβόα, ἡ τετρὰς τῶν μαρτύρων στεῤῥότατα.

Ὁ στεῤῥός ἐν άθλήσει, καὶ πολὺς ἐν ἀσκήσει θεῖος Εὐθύμιος, νῦν μεγαλυνέσθω, μετὰ ἑτέρων τε, οἵτινες προθύμως, διὰ καλῆς ὁμολογίας, τὸ μακάριον τέλος ἐδέξαντο.

Παῤῥησίαν ὡς ἔχων, τῷ σωτῆρι Θεῷ καθικέτευε, ὅπως ἐγκλημάτων τὴν συγχώρησιν πᾶσι δωρήσηται, τοῖς ἐπιτελοῦσι χαρμονικῶς σου τὴν φωσφόρον, καὶ πανέορτον μνήμην Ὀνούφριε.

Θεοτοκίον.
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου, καὶ βλάβης με λύτρωσαι, καὶ τῇ σῇ δυνάμει, ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, καὶ μισούντων με Κόρη πανύμνητε.

ᾨδὴ ς΄ . Ἱλάσθητί μοι Σωτήρ.
Χριστὸν τὸ πρότερον μέν, ἀπατηθέντες ἠρνήσασθε, νῦν δὲ λαμπρᾷ τῇ φωνῇ, τοῦτον ἐκηρύξατε, ἐναντίον αὖθις τε, τῶν ἐθνῶν ἀξίως, καὶ Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

Ἐδέξασθε ἀληθῶς, στεφάνους νίκης ἀοίδιμοι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, ὑπὲρ οὗ ἠθλήσάτε, τὰ γὰρ ύμῶν λείψανα, ὡς εὐώδη ρόδα, νῦν τερπνῶς εὐωδιάζουσι.

Αὐτόκλητοι ἀθληταί, εἰσήλθετε πρὸς τὸ στάδιον, ποιοῦντες ἀπαλλαγήν, δι᾿ ὧν ἐκπεπτώκατε, Εὐθύμιε ἔνδοξε, σὺν τῷ Ἰγνατίῳ Ἀκακίφ Ὀνουφρίῳ τε.

Μακάριος ἀληθῶς, ἐγένου μάρτυς Ὀνούφριε, πτωχείαν πλουτοποιὸν καὶ πένθος χαρμόσυνον, κτησάμενος Ὅσιε, δι’ ὧν βασιλείαν, οὐρανῶν ἐκληρονόμησας.

Θεοτοκίον.
Κυρίαν σὲ τοῦ παντός, καὶ Δέσποιναν ὀνομάζομεν, τὸν ὄντως ὄντα Θεόν, ἀῤῥήτως γὰρ τἑτοκας, τὸν πάντα ποιήσαντα, καὶ διακρατοῦντα, καὶ συνέχοντα Πανάμωμε.

Ἐκ θλίψεως καὶ ἐκ κινδύνων λυτρώσατε ἀθλοφόροι, τοὺς τὴν θείαν μνήμην ὑμῶν θερμῶς ἐορτάζοντας, ὡς ἔχοντες παῤῥησίαν μεγίστην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστᾶται οἱ τῶν μοναστῶν ἀκαταίσχυντοι, καὶ μεσίται πρὸς τὸν Ποιητὴν ἀμετάθετοι, μὴ παρίδητε ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ προφθάσατε εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς ἐκβοῶντων ὑμῖν· ταχύνατε εἰς πρεσβείαν, καὶ σπεύσατε εἰς ἱκεσίαν, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασθε βουλόμενοι.

Προκείμενον.
Θαυμαστός ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19)
 Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν ἀθλοφόρων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὁσίων συμμέτοχοι, καὶ τῶν μαρτύρων ὡσαύτως, ἐστέ ἀξιάγαστοι, διὸ ἀγαλλόμενοι, ὑμῖν ἐκβοῶμεν· χαῖρε οὖν ᾶγιε, ἀθλητἁ ἕνδοξε, ποδηγέτα τε καί ἐξαρχε, σοφὲ Εὐθύμιε, ἄμα Ἰγνατίῳ τῷ σώφρονι, χαῖρε κλεινὲ Ἀκάκιε, καὶ τῆς ἀκακίας ἐπώνυμε, σὺν τῷ Ὀνουφρίῳ, τῷ ὄντι τελευταίῳ ἀθλητῇ, διὸ ὑμᾶς πρὸς τὸν Κύριον πρέσβεις προβαλλόμεθα.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Τὸ αἷμα ἐκχέαντες, οἷά περ ἄρνες ὑπὲρ Χριστοῦ ἀληθῶς, καὶ μακρὰ δὲ πελάγη, διελθόντες ἄταφοι παναοίδιμοι, θείᾳ δυνάμει ἐμείνατε ἄφθαρτοι, εὐλογητὸς ὁ Θεὸς ὁ ἑνισχύσας ὑμᾶς.

Μαρτύρων σκηνώματα, ὡς κατοικοῦντες ὁσιομάρτυρες νῦν, τὸν Χριστὸν δυσωπεῖτε, ὑπὲρ ἡμῶν τῶν τιμώντων τὰ λείψανα ὑμῶν ἀεὶ καὶ ψαλλόντων πρὸς Κύριον, εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Σαρκὶ μὲν νεάζοντες, ταῖς δὲ φρεςὶ πολιοὺς ὑπερέβησαν, διὰ τοῦτο ὁσίως, ἐν τῷ τοῦ Ἄθω ἀσκητικῶς τῷ Θεῷ, ἐξιλεοῦντες χορείας ἐπέτυχον, τῶν ἀθλητῶν καὶ λοιπῶν ἐν τῇ μελλούσῃ ζωῇ.

Ἀσκήσεως στάδιον, ἁγιωσύνης πάτερ γυμνάσιον, τὸν σὸν ἔδειξας βίον, δι’ ἐγκρατείας ἄκρας ἐνούμενος, τοῖς ἀσωμάτοις κραυγάζων· Ὀνούφριε, εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Θεοτόκιον.
Ὡς ὄρθρος ἀνέτειλας, δικαιοσύνης ἥλιον ἔχουσα, τὸν ἐκ σκότους τὸν κόσμον, τῆς ἀγνωσίας ἀνακαθαίροντα, θεογνωσίας ἀκτῖσιν, ᾧ ψάλλομεν, εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Δαυϊτικῶς ὡς φοίνικες, ἐξηνθήσατε Ἅγιοι, καὶ ὥσπερ οἱ κέδροι οὕτως ἑπληθύνθητε, ἐν ὄρει τῷ τοῦ Ἄθω, λαβόντες σχῆμα ἀγγελικὸν, ἐξ ἑνὸς πατρὸς ὁσιωτάτου ἀνέρος, παρ’ οὗ κατηχηθέντες, ὁδὸν τοῦ μαρτυρίου, ἐδράμετε ὁσίως, Χριστῷ τελειωθέντες.

Τριὰς μαρτύρων σήμερον, ἡμᾶς πάντας συνήθροισε, τούτων τὴν ἁγίαν ἑορτάσαι ἄθλησιν, δεῦτε οὖν φιλέορτοι, ἐν τῷ πανσἐπτῳ τούτων ναῷ, τοῖς μαρτυρικοῖς καὶ ἱεροῖς τε λειψάνοις, προσπέσωμεν ἀντλοῦντες, αὐτῶν τὴν εὐωδίαν, Χριστόν ύπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Ἑπταπλασίως κάμινος, τῶν Ὁσίων ἐγένετο, ἔνδον τῇ καρδίᾳ, πῦρ τὸ θεοδώρητον, δι’ οὗ φωτιζόμενοι, πρὸς μαρτυρίου λείαν ὁδόν, ἔσπευδον καλῶς πρὸς τὸ ποθούμενον φθάσαι, Εὐθύμιος ὁ θεῖος, σὺν τῇ λοιπῇ αὐτοῦ τριάδι, οἵ καὶ τέλος ἐδέξαντο ἅγιον.

Ἐν προσευχαῖς τὸ ἄγρυπνον, ἐν νηστείαις τὸ εὔτονον, τὸ καρτερικὸν ἑν πειρασμοῖς Ὀνούφριε, νοὸς καθαρότητι, ἐπὶ τῆς γῆς ὠς ἄγγελος, πεπολιτευμένος, τῷ Θεῷ ἀνεβόας· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἱς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Νύμφη Θεοῦ Πανάμωμε, τοὺς πρὸς σὲ καταφεύγοντας, τῆς αἰχμαλωσίας τῶν παθῶν ἐξάρπασον, καὶ τὴν αὐτοδέσποτον, ἐλευθερίαν Δέσποινα, ταῖς τῶν Ὀρθοδὸξων, ἐκκλησίαις παράσχου, ταῖς πίστει μελωδούσαις· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο.
Εὐφραίνου καὶ ἀγάλλου σκὴτη σεπτὴ, τοῦ Προδρόμου ἡ τρεῖς εὑμοιρήσασα, νῦν ἀθλητὰς, καὶ ὁσιομάρτυρας τοῦ Χριστοῦ, Εὐθύμιον Ἰγνάτιον, σὺν τῷ Ἀκακίω τοὺς σοὺς υἱούς, διὸ αὐτῶν τὴν μνήμην, γεραίροντες ὑμνοῦμεν, Θεὸν τὸν τούτους ἐνισχῦσαντα.

Τὸν δρόμον μαρτυρίου ὡς ἀληθῶς, τελειώσαντες Ἅγιοι μάρτυρες, ὑπὲρ ἡμῶν, τῶν συνασκητῶν τε καὶ ἀδελφῶν, πρὸς Κύριον πρεσβεύσατε, ὅπως ἐν ἡμέρᾳ τῇ φοβερᾷ, τῆς τούτου παρουσίας, τύχωμεν τῆς μερίδος, τῶν σωζομένων ἀγαλλόμενοι.

Εὐφραίνεσθε ἐν δόξῃ ὦ ἀθληταί, σὺν ἀγγέλων χορείαις ἱστάμενοι, τῷ φοβερῷ, θρόνῳ τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, αὐτὸν ἐκδυσωπήσατε, δοῦναι ἡμῖν ἄφεσιν τῶν δεινῶν, Εὐθύμιε γενναῖε, σὺν τοῖς τριςὶν ὀσιοάθλοις, αἱ νεόφυτοι ὄντως κυπάρισσοι.

Ἰσἀγγελον βιώσας ἐπὶ τῆς γῆς, τὴν ἱσάγγελον εὗρες φαιδρότητα, τῆς γὰρ αὐτῶν, θεοειδεστάτης μαρμαρυγῆς, ἑν μετουσίᾳ γέγονας, οἷς καὶ συναγάλλῃ διηνεκῶς, ὡς ἔνθεος προφήτης, καὶ μάρτυς στεφηφόρος, καὶ μοναζόντων ἀκροθίνιον.

Θεοτοκίον.
Τὴν δέησίν μου δέξαι τὴν πενιχρὰν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα καὶ στεναγμόν, ἀλλ᾽ ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσον, δύνασαι γὰρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὑψωσον παλάμας σου πρὸς Θεόν, ὑπὲρ τῆς σῆς ποίμνης, ὦ μαρτύρων ἡ καλλονή, Εὐθύμιε μάκαρ, καὶ παράσχου τὴν λύσιν, πολλῶν ἀμπλακημάτων, ψυχῆς καὶ σώματος.

Ἔχοντες ναόν σου τὸν ἱερόν, Ἰγνάτιε μάρτυς, ὡς προπύργιον νοητόν, προσφεύγομεν τούτῳ, ἐν καιρῷ τῶν κινδύνων, καὶ ἐπηρείας πάσης ἀπολυτρούμεθα.

Φύλαττε τοὺς δούλους σου ἀθλητά, τοὺς ἀθροιζομένους, ἐν τῷ οἴκῳ σου τῷ σεπτῷ, καὶ μετ᾿ εὐλαβείας, καὶ πόθου σὲ τιμῶσι, Ἀκὰκιε τρισμάκαρ, ἀξιοθαύμαστε.

Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, ὁμόνοιαν σκέπην, μέχρι τέλους ὑπομονὴν, ψυχῆς σωτηρίαν, ἡμῖν τοῖς σοῖς ἱκέταις, εἰς δόξαν τοῦ Κυρίου, μάρτυς Ὀνούφριε.

Μάρτυρες Κυρίου καὶ ἀθληταί, Εὐθύμιε μάκαρ, καὶ Ἰγνάτιε θαυμαστέ, Ἀκάκιε θεῖε, Ὀνούφριε τρισμάκαρ, φρουρεῖτε ποίμνην ταύτην, ὡς ἀντιλήπτορες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγιστον Εὐθύμιον πιστοί, ὕμνοις εὐφημήσωμεν πάντες, ὡς προεξὰρχοντα, σὺν τῷ Ἰγνατίῳ τε, καὶ Ἀκακίῳ ὁμοῦ, καὶ ἑτέρῳ θεόφρονι, αὐτοῖς ὁπαδόν τε, ἔνδοξον Ὀνούφριον ἐγκωμιάσωμεν, οὗτοι γὰρ ἀεὶ σὺν ἀγγέλοις, ὕμνους τῇ Τριάδι βοῶσι· καὶ ὑπὲρ ἡμῶν αὐτῇ πρεσβεύουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.