Παρακλητικός Κανών εις τον Δεσπότην Κύριο ημών Ιησού Χριστόν δια την Δευτέρα Αυτού Παρουσία

Ποίημα Μοναχής Μελάνης Μπούρα

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ φοβερῷ Κριτῇ νεκρῶν τε καὶ ζώντων, ἐλευσομένῳ ἐπὶ γῆς ἐκ δευτέρου, ἐν μετανοίᾳ κράξωμεν ἐκ βάθους ψυχῆς· Δέσποτα φιλάνθρωπε, μὴ παρίδῃς σὸν γένος, ἐπεῖδε σῷ ὄμματι, ἱλαρῷ καὶ εὐσπλάγχνῳ, ὡς ἂν εὐκταίας τύχωμεν φωνῆς, ἐκ δεξιῶν σου, καλούσης τοὺς δούλους σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΙΛΕΩΝ ΣΟΙ ΤΟΝ ΚΡΙΤΗΝ ΑΠΕΡΓΑΣΑΙ ΨΥΧΗ ΜΟΥ. Μ .Μ.

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με.
Εἰς τὰ δύο τελευταία·
Δόξα. Καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἱλάρυνον ὄμμα σου, ὦ Κριτά, ἐν φρικτῇ ἡμέρᾳ, τῆς Δευτέρας σου ἐπὶ γῆς, μελλούσης ἀῤῥήτου Παρουσίας, ἐπὶ τῷ τάλανι δούλῳ σου δέομαι.

Λαμπρῷ τῶν ἐλπίδων σου τῷ φωτί, στήριξον ψυχήν μου, ἐν τῇ ὥρᾳ τῇ φοβερᾷ, ὦ Ἄγγελε φύλαξ τῆς ψυχῆς μου, ἀπολογίαν εἰς Κρίσιν τὴν μέλλουσαν.

Ἐλέους κρουνοῖς σου, ὦ Ἀγαθέ, κατάσβεσον φλόγα, τοῦ πυρίνου δὲ ποταμοῦ, ἡ πρὸ τοῦ σοῦ Βήματος καθέλκει, εὐωνυμούσας ψυχὰς πρὸς ἀπώλειαν.

Ὦ Πρῶτε καὶ Ἔσχατε τῆς ζωῆς, Ἄλφα καὶ Ὠμέγα, εὐσπλαχνίσου με Ἰησοῦ· σοὶ γὰρ ὡς Υἱῷ τῷ τοῦ ἀνθρώπου, Πατὴρ καὶ Πνεῦμα τὴν Κρίσιν παρέδωκαν.

Θεοτοκίον.
Ναὲ καθαρώτατε τοῦ Θεοῦ, ποίησόν με στῦλον, αἰωνίως ἐν τῷ Ναῷ, ἐν ᾧ φῶς καὶ λύχνος τὸ Ἀρνίον, οὗ ἡ σφαγὴ σὴν καρδίαν διήλασαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σιωπῶν τῇ καρδίᾳ, καὶ δειλιῶν ἵσταμαι, προσευχητικῇ θεωρίᾳ, μελλούσης Κρίσεως, στένων καὶ τρέμων ἀεί, καὶ πρὸς Θεόν μου κραυγάζω, Ἐλεῆμον ἴλαθι, σὸν παῖδα ἄθλιον.

Οὐρανίων ἁψίδων, ἀνοίγεις ὧν Κύριε, καὶ ἐμφανισθέντος ἐν δόξῃ, θείας λαμπρότητος, σοῦ ζωηφόρου Σταυροῦ, τότε προσπτίπτουσι πάντες, οἱ χαρὰ ἐλπίζοντες Αὐτοῦ τῇ χάριτι.

Ἱκεσίαν ποιοῦμαι, ἐν στεναγμοῖς Δέσποτᾳ, πάσῃ ἀφροσύνῃ σκορπίσας, ψυχῆς τὰ τάλαντα, ἵν’ ἐπιστρέψω πρὸς σέ, πρὸ τῆς μελλούσης σου Δίκης, καὶ δεῦρο ἀκούσομαι, δοῦλε εἰς οἶκον μου.

Θεοτοκίον.
Τετοκυῖα Θεάνθρωπον, ὦ Μαριάμ πάναγνε, γέγονας καθάρσιον ῥύπου πάσης τῆς κτίσεως· ὅθεν σοῦ δέομαι, ὥρᾳ τῆς κρίσεως Μῆτερ, ἱλαρῷ σου ὄμματι, θάῤῥος παράσχου μοι.

Διάσωσον, Τριαδικὴ πανταρχοῦσα Μόνη Θεότης, τοὺς ἐν ὅλῳ αὐτῶν τῷ βίῳ ὁμολογοῦντάς σε, ἐτάσεως ὥρᾳ τῆς καταδίκης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Γλυκεῖα ἐλπίς, καρδίας ἀπέλπιδος, χορείᾳ κλεινή, οὐρανίων Δυνάμεων, ἐκτενῶς σου δέομαι, ἐν τῷ κρίνεσθαί με πρόφθασον, ἐξιλεοῦσα τὸν Δίκαιον Κριτήν, ὑπὲρ ψυχῆς μου, ποθούσης Παράδεισον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὀλοφύρομαι Δέσποτα, ὅταν κατὰ νοῦν λαμβάνω τὴν βάσανον, ἣν ὑποίσουσιν οἱ τάλανες, οἱ καταφρονήσαντες τὴν Κρίσιν σου.

Νοερῶς κατευφραίνομαι, ὅταν κατὰ νοῦν λαμβάνω τὴν ἄνεσιν, τῶν Δικαίων τὴν αἰώνιον, ὧν Χριστῷ ὁ βίος συνεσταύρωται.

Καταξίωσον Πρόδρομε, κατιδεῖν τὴν δόξαν σῆς παραστάσεως, τοῦ Νυμφίου μου ἐγγύτατα, ἀρχηγέτης μοναζόντων ὀπτανόμενος.

Θεοτοκίον.
Ῥυπωθεῖσαν καρδίαν μου, ἐκ ῥαθυμοτόκου μερίμνης Ἄσπιλε, ἐναπόπλυνον πρὸ τέλους μου, ὅπως καθαρᾷ ὀφθῇ τῷ Κρίνοντι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵνα τῷ λουτρῷ, μετανοίας ἀπονίψωμεν, ἁμαρτιῶν ἡμῶν ῥύπον ἐναγῆ, τὴν ἐν δακρύοις μνήμην Κρίσεως κατέχομεν.

Τρῶσόν μου ψυχήν, πρὸς τὴν θέαν θείας Κρίσεως, Δωδεκὰς τῶν Ἀποστόλων ἡ σεπτή, ἵνα θαῤῥήσω ἐπ’ ἐλπίδι σωτηρίας μου.

Ἥματι φρικτῷ, τῆς Δευτέρας Παρουσίας σου, καταξίωσον ἡμᾶς τυχεῖν Χριστέ, τῆς ἐν τῷ δείπνῳ μετὰ σοῦ συνεστιάσεως.

Θεοτοκίον.
Νόσου ψυχικῆς, ῥαθυμίας με ἀπάλαξον, μονοτρόπων γλυκυτάτη ἡ ἐλπίς, ὡς ἂν βασάνων αἰωνίων λυτρωθήσομαι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀπέργασαι, λογισμὸν εὐφρόσυνον, νοερᾷ ἐν ἐργασίᾳ καὶ νύψει, τὴν ἡμέραν Χριστοῦ Παρουσίας, ὡς ἂν ψυχή μου ἀντλήσῃς τὴν ἔφεσιν, Σωτῆρι κράζειν ἐκτενῶς· ὦ Κριτά μου Παντάναξ δοξάζω σε.

Πρεσβεύσατε, δι’ ἡμᾶς πρὸς Κύριον, τῶν Μαρτύρων τὰ φωτόμορφα νέφη, τὰ ἐν χαρᾷ ἀλαλάζοντα τότε, δικαιοσύνης ὁρῶντα ἀπόδοσιν, ἵνα βοῷμεν μεθ’ ἡμῶν, ὦ Κριτὰ δικαιότατε δόξα σοι.

Ἐλέγχομαι, συνειδήσει Δέσποτα, καθορῶν μου καθ’ ἑκάστην ἡμέραν, ἀναισθησίας ἀπύθμενον βάθος, πρὸς θεωρίαν μελλούσης σου Κρίσεως· διὸ φωνῶ σοι ἐκτενῶς, ὦ Κριτᾶ τὸν ἀχρεῖόν με οἴκτειρον.

Ῥανάτωσαν, γλυκασμὸν οἱ Ἄγγελοι, εὐφροσύνην ψαλμικῶς μελῳδοῦντες, ἑτοιμασίᾳ τοῦ θρόνου τῆς Δόξης, ἐν ᾧ Υἱὸς τοῦ ἀνθρώπου καθέζεται, καὶ κρίσιν ἅπασαν ποιεῖ, καινουργῶν τὴν Ὀγδόην τῆς κτίσεως.

Θεοτοκίον.
Γηθόμενοι, ἐπὶ γῆς οἱ ἄνθρωποι, ἀνυμνοῦσί σε φαιδρῶς Θεοτόκε, καὶ ἐπὶ σὲ ἐπερείδονται πίστει, ἵνα Κριτὴν ἱλεώσῃς ὡς Ἄνασσα, καὶ Μήτηρ ὄντως τῆς ζωῆς, καὶ τοῦ γένους βροτῶν ἡ ἀνάπλασις.

Διάσωσον, Τριαδικὴ πανταρχοῦσα Μόνη Θεότης, τοὺς ἐν ὅλῳ αὐτῶν τῷ βίῳ ὁμολογοῦντάς σε, ἐτάσεως ὥρα τῆς καταδίκης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Οἱ τοῦ Νυμφίου τὴν δόξαν ὀψόμενοι, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς Κρίσεως, εὐθὺς ἐν χαρᾷ ἀλαλάξουσιν, ὅταν γλυκείας φωνῆς ἐπακοῦσονται· εἰς τὸν Νυμφῶνα μου δεῦτε εἰσέλθετε.

Προκείμενον.
Ὁ Θεὸς ἐν τῷ ὀνόματι σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Στίχος. Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 31 – 46).
Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἅγιοι Ἄγγελοι μετ᾿ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾿ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ καὶ ἐδώκατε μοι φαγεῖν· ἐδίψησα καὶ ἐποτίσατε με· ξένος ἤμην καὶ συνηγάγετε με· γυμνὸς καὶ περιεβάλετε με· ἠσθένησα καὶ ἐπεσκέψασθε με· ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν ἢ διψῶντα καὶ ἐποτίσαμεν; Πότε δὲ σὲ εἴδομεν ξένον καὶ συνηγάγομεν ἢ γυμνὸν καὶ περιεβάλομεν; Πότε δὲ σὲ εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρὸς σε; Καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατε μοι φαγεῖν· ἐδίψησα καὶ οὐκ ἐποτίσατε με· ξένος ἤμην καὶ οὐ συνηγάγετε με· γυμνὸς καὶ οὐ περιεβάλετε με· ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθε με. Τότε ἀποκριθήσονται αὐτῷ καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμεν σοι; Τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἀξίωσόν με μοίρας, δεξιᾶς σῳζομένων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἀπάλλαξόν με δίκης, οἰκτρῶν εὐωνυμούντων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κριτὰ δικαιότατε, σοῦ Ἐρχομενοῦ ἐν δόξῃ, τότε ἀναστήσεται, ἡ νῦν στενάζουσα, κτίσις ἅπασα, καὶ φόβῳ στήσονται, πρὸ τοῦ σοῦ Βήματος, τῶν ἀνθρώπων τὰ στρατεύματα· βίβλοι ἀνοίγονται, καὶ βίου κρυπτὰ ἐμφανίζονται, καὶ ὄψεται σὸν πρόσωπον, πᾶσα κρινομένη δὲ ὕπαρξις· Κύριε τοῦ Θρόνου, δεόμεθα σου τάλανες ἡμεῖς, ὡς ἂν τῆς στάσεως τύχωμεν, τῶν ἠγαπηκότων σε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ᾍδην χαίνοντα ἤδη, καθορῶντες ἐν φόβῳ οἱ ἁμαρτήσαντες, ἀπέλπιδα τὸν θρῆνον, προσφέρουσι τῷ Κτίστῃ, καὶ ἀνθρώποις κραυγάζουσι· μετανοήσατε νῦν, οἱ κόσμῳ ἔτι ζῶντες.

Σαλπισάσης ἐν δόξῃ, καὶ θριάμβῳ ἑβδόμης ἐσχάτης σάλπιγγος, ἀκούσονται οἱ πάντες, καὶ σπεύσουσιν ἐν τρόμῳ, πρὸς Κυρίου ὑπάντησιν· ἵλεως τότε γενοῦ, Κριτὰ τοῖς σὲ ὑμνοῦσιν.

Ἁγιόλεκτον τάγμα, Λειτουργῶν τοῦ Ὑψίστου θυσιαστήριον, οὐράνιοι κύκλοι τε, ἱκέτευον Ἀρνίον, ὑπὲρ σύμπαντος τρέμοντος· ἵλεως τότε γενοῦ, Κριτὰ τοῖς σὲ ὑμνοῦσιν.

Θεοτοκίον.
Ἱκεσίαν ποιοῦμαι, πρὸς πηγὴν τοῦ ἐλέους τὴν Θεομήτορα, ἐν ὥρᾳ με τῆς Δίκης, ἁρπάσαι με καὶ στῆναι, δεξιοῖς τοῦ Παντάνακτος, ἵνα ὀλβίως οἰκῶ, χαρᾷ ἐν χώρᾳ ζώντων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ψυχῶν Σωτῆρα, καθικετεύει χορεία, λευχειμόνων ἐκ θλίψεως μεγάλης, ἵνα ἀπαντήσῃ, Αὐτὸν ἐν ταῖς νεφέλαις.

Ὑμνῳδιῶν μου, νῦν τοὺς στεφάνους προσδέχου, ὦ χορεία τῶν Ὁσίων καὶ Παρθένων, ἀνταποδιδοῦσα, πρεσβείαν σου ἐν Κρίσει.

Χαριστηρίοις, νῦν ἐκφράζεται καρδίᾳ, πρὸς τὸν Κτίστην διδόμενον ἀνθρώποις, τρόπους μετανοίας, καιρῷ τῆς ἐργασίας.

Θεοτοκίον.
Ἡ πρὸς Νυμφίον, νυμφαγωγοῦσα Παρθένος, ἀσματίζουσα ἀνύμφευτε ὦ Νύμφη, νύμφευσον ψυχήν μου, Νυμφίῳ εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μελαίνας τὰς ἐσθῆτας, φέρομεν ἐν βίῳ, χαροποιὸν ἐνδυσάμενοι νέκρωσιν, ἐπαπολαῦσαι ζητοῦντες ζωὴν ἀθάνατον.

Ὁλότης τῶν Ἁγίων, Πάντων οὐρανίων, καὶ ἔτι ζώντων Χριστὸν ἱκετεύσατε, ἵνα καὶ κρίνει ἐλέει, πᾶν γένος βρότειον.

Ὑάκινθον εὐώδη, μύρων μετανοίας, τῶν μοναζόντων χοροὶ σοὶ προσφέρουσιν, ἠγαπημένε Νυμφίε ὑπὲρ τοῦ σύμπαντος.

Μεμέλασμαι ὁ τάλας, ἐξ ἀπελπισίας, τὰς γὰρ Θεῷ μου συνθήκας ἠλόγησα, καὶ ἐκ βαθέων κραυγάζω, Σῶτέρ μου σῶσόν με.

Θεοτοκίον.
Μελῴδημα δέξαι, ἱκέσιον Παρθένε, καὶ πρὸ ποδῶν τοῦ Υἱοῦ σου προσάγαγε, ἵνα ἐν Κρίσει προσφέρω ψυχῆς ἐξίλασμα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ἄξιον ἐστὶν ὡς ἀληθῶς, τὴν ὑπέρθεον ὑμνεῖν Τριάδα, ἄναρχον Πατέρα καὶ Παντουργόν, Συνάναρχον Λόγον πρὸ αἰώνων ἐκ τοῦ Πατρός, καὶ Πνεῦμα τὸ Θεῖον, τρισυπόστατον κράτος, τὴν Μίαν Βασιλείαν καὶ Κυριότητα.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, τοῦ δοξάζειν σε τὸν Θεὸν Λόγον, ὃν φρίττει καὶ τρέμει τὰ Χερουβείμ, καὶ δοξολογοῦσιν, αἱ Δυνάμεις τῶν οὐρανῶν, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου, Χριστὸν τὸν Ζωοδότην, φόβῳ δοξάσωμεν.

Ὑμνήσωμεν πάντες θεοπρεπῶς, Κρίσεως Ἡμέραν, τὴν ἐσχάτην τε καὶ φρικτήν, ἐν ᾗ φανεροῦται, ἐν δόξῃ μετ’ Ἀγγέλων, Χριστὸς ἐκ τοῦ δευτέρου, κρίναι τὰ σύμπαντα.

Προσπέσωμεν πάντες οἱ γηγενεῖς, Χριστῷ τῷ καλοῦντι, τοὺς οἰκείους πρὸς προπομπήν, ἐν Εὐαγγελίοις δηλώσαντι ἀψεύστως, παραβολαῖς καὶ λόγοις, Κρίσιν τὴν μέλλουσαν.

Δεῦτε θεωρήσωμεν χαρμονήν, ἡμέραν τιμίαν, ἐμφανίσεως τοῦ Χριστοῦ, ἐν ᾗ καὶ ἀποδίδων, πᾶσαν δικαιοσύνην, καινὴν ποιήσει πάλιν, κτίσιν ὑπέρκαλλον.

Δεῦτε ἀνακύψατε ἐν χαρᾷ, Ἅγιοι οἱ Πάντες, συσταυρώσαντες τῷ Χριστῷ, σάρκα τε καὶ κόσμον, καὶ θέλημα καὶ βίον, ὁρῶντες πρὸ ὀμμάτων, Κρίσιν τὴν μέλλουσαν.

Δεῦτε ὑπαντήσωμεν τῷ Χριστῷ, Ὀρθόδοξοι πάντες, ἐν τῷ βίῳ καὶ τῷ νοῒ λαμπαδηφορίᾳ δογμάτων τε καὶ ἤθους, ὀψόμεθα νῦν χαῖρειν, Κριτοῦ τὸ πρόσωπον.

Κράτει ἐν τῷ ᾅδῃ σὸν λογισμόν, ψυχὴ παναθλία, ἡ ποθοῦσα τοὺς οὐρανούς, καὶ μὴ ἀπελπίζου ὡς ἔφη ἐπ’ ἐσχάτων, Σιλουανῷ Ὁσίῳ, Χριστὸς ὁ Κύριος.

Δεῦτε ἀειπάρθενε Μαριάμ, πόθον τῆς ψυχῆς μου, ὅπως ἴδω σου τὸν Υἱόν, ἐρχόμενον δόξῃ καὶ πρὸς ἐμὲ στραφέντα, ἀκούσω ἡ πλησίον, ἐλθὲ εἰς οἶκον μου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τὸ κριτήριον τρέμω τὸ φοβερότατον, καὶ τῷ Δεσπότῃ προσπίπτω, κλαυθμῶ δεόμενος· δικαιότατε Κριτὰ σὸν πλάσμα ἴλαθι, καὶ καταξίωσον ἡμᾶς, τῆς εὐκταίας σου φωνῆς, καλούσης ἐκ δεξιῶν σου, τοὺς ποθοῦντας συναυλισθῆναι, ἐν ταῖς χορείαις τῶν Ἁγίων σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ῥᾶνον Παρακλήτου δροσισμόν, τῇ ἀγωνιώσῃ ψυχῇ μου, Πάτερ Οὐράνιε· φρίττει γὰρ ὑπάντησιν τοῦ ἀδεκάστου Κριτοῦ, εἰς οὗ χεῖρας παρέδωκας, Υἱὸν ὡς ἀνθρώπου, Κρίσιν ὅλην μέλλουσαν, διὸ σοῦ δέομαι, ἵνα ἀξιώσῃς με ζῆσαι, βίον μετανοίας καὶ τύχω, τῆς ἐκ δεξιῶν σου παραστάσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι.
Ὦ πάντων Ἄναξ ἐλέους σου θύραν,
Ἄνοιξον Μελάνῃ, σὲ δυσωπούσῃ.

Πηγή