Παρακλητικός Κανών εις τον Κύριον Ημών Σωτήρα τε και Θεόν Ιησούν Χριστόν
Ποίημα Επισκόπου Αργυρουπόλεως Σεραφείμ
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὧ Ἰησοῦ μου πολυέλεε Σῶτερ, ἐκδυσωπῶ σε ταπεινῶς Ἰησοῦ μου, τῶν ἐγκλημάτων ῥῦσαὶ με καὶ κάθαρον, ψυχήν μου τὴν τάλαιναν, μολυσμῶν οὖσαν πλήρη, καὶ σῶσον Πολυεύσπλαγχνε, τοῦ πυρὸς τῆς γεένης, ἵνα θαῤῥοῦντως, Σῶτερ Ἰησοῦ, δοξολογῶ σε δοξάζων σῳζόμενος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν ἔχων ἀκροστιχίδα·
Ἰησοῦν Χριστόν τὸν Θεὸν σέβω.
Εἲς ἕκαστον τροπάριον λέγομεν·
Δόξα σοι ὁ Θεὸς ἡμῶν δόξα σοι,
τὰ δύο τελευταία·
Δόξα. Καὶ νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰησοῦ γλυκύτατε τῆς ἐμῆς, ψυχῆς τῆς δυστήνου σὺ θεράπευσον Ἰησοῦ, τραύματα δεινά, καὶ ἁμαρτίας, ὧ Ἰησοῦ, τοῦ σοῦ δούλου ἐξάλειψον.
Ἤθελον, γλυκύτατε Ἰησοῦ, κρουνοῖς τῶν δακρύων πλημμελήματα τὰ ἐμά, ἐκπλύναι, Χριστέ, ἀλλ’ ἀπατά με, ὁ πονηρός, οὗ τῶν δόλων με λύτρωσαι.
Σὺ Σῶτερ τοῦ σύμπαντος, Ἰησοῦ, ῥῦσαι τὸν σὸν δοῦλον ἐκ παγίδων τοῦ πονηροῦ, καὶ ποίησον μέτοχον τῆς δόξης, τῆς Οὐρανίου, Χριστέ μου γλυκύτατε.
Θεοτοκίον.
Ὄλῃ, Κόρη, οὖσα ὄλῃ καλή, ὄλῃ φαεσφόρος, Θεοφόρος τε καὶ λαμπρά, λάμπρυνον τὰ ὄμματα ψυχής μου, καὶ φωτοφόρον με ὅλον ἀπέργασαι.
ᾨδὴ γ΄. Σὺ εἰ τὸ στερέωμα.
Ὑπόδεξαι δέομαι, ὧ Ἰησοῦ μου, τὸν δοῦλον σοῦ, καὶ σῶσον με ἀπὸ παθῶν καὶ κινδύνων, καὶ γεέννης ἀπάλλαξον.
Νῦν σῶσον τὸν δοῦλον σου, ὧ Ἰησοῦ μοῦ γλυκύτατε, καὶ τῆς σκληρὰς καταδίκης αἱ, τῆς ἐν κρίσει, Φιλάνθρωπε.
Χριστέ μου τὸν δοῦλον σοῦ, ἐν κατανύξει βοῷντα σοί, νόσων δεινῶν καὶ θλίψεως πάσης, Ἰησοῦ μου, διάσωσον.
Θεοτοκίον.
Ῥῦσαί με τὸν ἄσωτον, μόνη Πανάχραντε, δέομαι, σαῖς μητρικαῖς πρεσβεῖαις, κινδῦνων καὶ παντοίων κακώσεων.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰησοῦ μου γλυκύτατε, πάθη τὰ δεινά μου θεράπευσον, καὶ τοῦ δράκοντος ἐξάρπασον, τῶν χειρῶν, Χριστέ μου, τὸν οἰκέτην σου.
Σὺ Φιλάνθρωπε Κύριε, τῆς ἀπεγνωσμένης ψυχῆς μου πέφυκας, Ἰησοῦ μου ἀπολύτρωσις, διὸ πάσης θλίψεως με λύτρωσαι.
Τὸν καιρὸν ὂν μοὶ δέδωκας, Σῶτερ Ἰησοῦ μου, κατεδαπάνησα, εἰς παράνομα, καὶ δέομαι, ὡς Σωτήρ τοῦ κόσμου ἀνακάλεσαι.
Θεοτοκίον.
Ὀλοφύρομαι, Πάναγνε, φέρων κατὰ νοῦν τὰ πολλά μου πταίσματα, διὸ δῶρησαί μοι ἄφεσιν, δέομαι σου Κόρη, ταῖς πρεσβείαις σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νῦν ὁλοσχερῶς, Ἰησοῦ μου τὸν πανάθλιον, κατατυραννοῦσι με πάθη δεινά, κραυγάζῳ, Ἰησοῦ μου, σὺ διάσωσον.
Τῶν ἀσθενειῶν, Ἰησοῦ μου, σὺ ἀπάλλαξον, τὸν ἐν τῇ σκέπη σου προστρέχοντα, ὧ Ἰησοῦ μου, καὶ κινδύνων ἐλευθέρωσον.
Οὐχ ἥμαρτε ποτέ, Ἰησοῦ, ἄλλος, εὔσπλαγχνε, ὡς ἐγὼ Χριστέ μου, ὁ ἄθλιος διὸ σὺ σῶσον καὶ κολάσεως ἐξάρπασον.
Θεοτοκίον.
Νῦν ναοὺς Θεοῦ, τοῦ ἐν σοὶ Λόγου σκηνώσαντος, δεῖξον εὐσπλάγχνως, ὧ παρθένε Ἁγνὴ, τοὺς τῇ θερμῇ ἐγκαυχωμένους προστασίᾳ σοῦ.
ᾨδὴ στ΄ . Ἱλάσθητι μοὶ Σωτὴρ.
Θεράπευσον, Ἰησοῦ, ψυχῆς τὰ ὄμματα δέομαι, τυφλῶττοντα τοῦ οἰκτροῦ, Θεέ μου, καὶ φώτισον θείᾳ σου λαμπρότητι, ἵνα ἀνυμνῶ σε, Ἰησοῦ μου πολυέλεε.
Ἐλεησόν με, Σωτήρ, τὸν ἄσωτον καὶ ταλαίπωρον, γλυκύτατε Ἰησοῦ, καὶ ῥῦσαι κακώσεως καὶ νόσων τὸν δοῦλον σοῦ, καὶ τῶν τοῦ βελίαρ τεχνασμάτων με ἀπάλλαξον.
Ὁ πάθεσι χαλεποῖς, ἐγκυλινδούμενος πάντοτε, γλυκύτατε Ἰησοῦ, πρὸς σὲ καταφεύγων νῦν, ζητῶ τὴν ἀνάῤῥωσιν, σὺ δέ, Ἰησοῦ μου, ὡς Σωτὴρ αὐτήν μοι δώρησαι.
Θεοτοκίον.
Νεκρὰν ἀπέργασαι νῦν, ἔτι ζῶσαν, Πανάσπιλε, κακίαν μου, καὶ ψυχῆς τὴν νέκρωσιν ζῶωσον, ὡς ζωῆς γεννήσασα, χορηγόν τὸν θεῖον, ἵνα πόθῳ μεγαλύνω σε.
Διάσωσον ἀπὸ κινδύνων, γλυκύτατε Ἰησοῦ μου, τοὺς ὑπὸ τὴν θείαν σκέπην σοῦ καταφεύγοντας, καὶ δώρησαι ἁμαρτιῶν τὴν συγγνώμην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄.
Γλυκύτατε Ἰησοῦ, ὁ τὸν ἄσωτον σώσας, καὶ τὴν πόρνην προσδεξάμενος, Ἰησοῦ μου καὶ τὴν αἱμόῤῥουν ἀφῇ ἰασάμενος, κᾀμὲ Ἰησοῦ μου γλυκύτατε, τὸν ἄσωτον, οἴκτειρον καὶ ῥῦσαι ἐκ πάντων τῶν βιωτικῶν πειρατηρίων καὶ θλίψεως, καὶ σῶσον, εὐεργέτα Ἰησοῦ, ὡς φιλάνθρωπος.
Προκείμενον.
Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπού Σου Κύριε.
Στίχος. Τι ἀνταποδῶσωμεν τῷ Κυρίῳ περὶ πάντων ὢν ἀνταπέδωκεν ἡμῖν .
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. θ΄ , 51-57 καὶι΄, 22-24).
Τῷ καιρῷ ἐκείνῳ ἐγένετο δὲ ἐν τῷ συµπληροῦσθαι τὰς ἡµέρας τῆς ἀναλήψεως αὐτοῦ , καὶ αὐτός τὸ πρόσωπον αὐτοῦ ἐστήριξεν τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήµ. Καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ καὶ πορευθέντες εἰσῆλθον εἰς κώµην Σαµαρειτῶν ὥστε ἐτοιµᾶσαι αὑτῷ. Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἢν πορευόµενον εἰς Ἱερουσαλήµ. Ἰδόντε δὲ οἱ µαθηταί αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον. Κύριε, θέλει εἴπωµεν πῦρ καταβῆναι ἀπό τοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὑτοῦ ὡς καὶ Ἠλίας ἐποίησε; Στραφεῖς δέ, ἐπετίµησεν αὐτοίς, καὶ εἶπεν. Οὐκ οἴδατε οἴου πνεύµατος ἔστε ὑµεῖς, ὁ γὰρ Υἱός τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώµην. Ἐγένετο δὲ πορευοµένων αὐτῶν ἐν τῇ ὀδῷ ἔλεγε τοί ἀκολουθοῦσιν αὑτῷ. Πάντα µοί παρεδόθη ὑπό τοῦ Πατρὸς µου, καὶ οὐδεὶς γινώσκει τὶς ἐστιν ὁ Υἱός, εἰ µή ὁ Πατὴρ καί τὶς ἐστιν ὁ Πατήρ, εἰ µή ὁ Υἱός, καὶ ὢ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ στραφεῖς πρός τοὺς Μαθητὰς κατ’ ἰδίαν εἶπε. Μακάριοι οἱ ὀφθαλµοί οἱ βλέποντες ἃ βλέπετε, λέγω γὰρ ὑµίν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑµεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώµας διδάσκων, καὶ πορείαν ποιούµενος εἰς Ἱερουσαλήµ.
Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριᾶς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καί τὸ προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἰησοῦ γκυκῦτατε, τῶν Ὀρθοδόξων τὸ κλέος, Ἰησοῦ μακρόθυμε, Ἰησοῦ μοῦ, σῶσόν με τὸν οἰκέτην σοῦ, Ἰησοῦ ῥῦσαί με, ἀσθενείας πάσης, Ἰησοῦ μου ὡραιότατε, τὸν προσιόντά σοι, καὶ πρός σε Σωτὴρ καταφεύγοντα, καὶ μόνος ὡς φιλάνθρωπος, τῆς χειρὸς τοῦ δρακόντος μὲ ἐξάρπασον, παθῶν καὶ κινδύνων, Σωτήρ μοῦ Ἰησοῦ ἐλευθερῶν, καὶ τοῖς θεσμοῖς σου προσέχειν με, Ἰησοῦ, ἀξίωσον.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Σῶτερ τοῦ Κόσμου, Ἰησοῦ μου, τὸν ἀναίσθητον καὶ ἄσωτον, οἰκτῖρμον, κατοικτείρησον νῦν καὶ λύτρωσαι γεένης, ὅπως ἀεὶ δοξάζω σε, Σωτῆρα, Ἰησοῦ μου.
Ἔχων μυρίας ἁμαρτίας, οὗ τολμῷ Ἰησοῦ μου, ἀναβλέψαι, καὶ ἰδεῖν Οὐρανοῦ τὸ ὕψος ἐκ τοῦ φόβου διὸ βοῷ διάσωσον τὸν οἰκτρόν, ὧ Ἰησοῦ μου.
Βέβηλον νοῦν, ὧ Ἰησοῦ μου, περιφέρων, θερμῶς ἀναβοῶ σοι τῆς ψυχῆς μου, Χριστέ, τοὺς μώλωπας καθάρας, ἐκ τοῦ βυθοῦ με λύτρωσαι τῆς κακίας, Ἰησοῦ μου.
Θεοτοκίον.
Ὧ Παναγία Θεοτόκε, Ἰησοῦν τὸν γλυκύτατον τεκοῦσα, τοὺς ὑμνοῦντας σὲ νῦν, περίσωζαι λιταῖς σου, ἐκ πάσης περιστάσεως, καὶ κινδύνων ἀδοκήτων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σὲ Ἰησοῦ μου, ἐκδυσωπῶ ὡς τὴν πόρνην, σὺ ἀπήλλαξας πολλῶν ἐγκλημάτων, οὕτως Ἰησοῦ μου, κάθαρον τὴν ψυχήν μου.
Ἐν ψυχοφθόροις περιπεσῶν, Ἰησοῦ μου ἀτοπίαις πρὸς σὲ καταφεύγω ἔγειρόν με σῶσον, γλυκύτατε Θεέ μου.
Ῥῦσαι, Σῶτερ τῇ τοῦ Σταυροῦ σοῦ δυνάμει, τὸν προστρέχοντα πρὸς σὲ τὸν Θεὸν Λόγον, καὶ ἀλόγων πάντων παθῶν ἀπάλλαξόν με.
Θεοτοκίον.
Ἄχραντε Κόρη, λῦσον δεσμόν τῶν κακῶν μου, τῇ στοργῇ με συνδέουσα τοῦ Λόγου, τοῦ ἐκ σοῦ τεχθέντος καὶ σῶσόν με λιταῖς σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Φιλάνθρωπε, τὸν δοῦλον, τὸν ὑπερβεβηκότα, ταῖς ἀτοπίας τελώνην καὶ ἄσωτον, σὺ ὡς Θεός, Ἰησοῦ μου οἰκτῖρμον, σὺ σῶσόν με.
Εὐωνύμου μοίρας, γλυκύτατε μου Σῶτερ, τὸν σὸν οἰκέτην ἀπάλλαξον δέομαι, καὶ τὴν σὴν ἄφραστον δόξαν ἰδεῖν ἀξίωσον.
Ἰησοῦ Σωτήρ μου, πάσης ἐπηρείας δαιμονικῆς τὸν σὸν δοῦλον διάσωσον, καὶ ἐκ παθῶν καὶ κινδύνων με ἐλευθέρωσον.
Θεοτοκίον.
Μεμολυσμένον ὄντα τὸν νοῦν μου, Παρθένε, ταῖς ἁμαρτίαις, σὺ μόνη Αμόλυντε, ἐκλιπαρῷ ἀποκάθαρον νῦν ταῖς πρεσβείαις σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καί τὰ παρόντα Μεγαλυνάρια,
Ἰησοῦ γλυκύτατε Ἰησοῦ, Ἰησοῦ Σωτήρ μου, τῆς ψυχῆς μοῦ τὰς χαλεπάς, ἰάτρευσον νόσους, Θεέ μου, Ἰησοῦ μοῦ καὶ σῶσον Ἰησοῦ μοῦ τὸν σοὶ προστρέχοντα.
Δέομαι γλυκύτατε Ἰησοῦ, δέξαι τὸν σὸν δοῦλον, ὑπεράγαθε Ἰησοῦ σῶσον, μὴ παρίδῃς τὸν ἄσωτον, Θεέ μοῦ, οἰκτῖρμον Ἰησοῦ μου εὔσπλαγχνε Κύριε.
Τοὺς τετειχισμένους τῷ σῷ Σταυρῷ, καὶ ἐγκαυχωμένους τοῖς σοῖς πάθεσιν Ἰησοῦ, στήριξον ἐν πέτρα, Χριστὲ τῶν ἐντολῶν σου, καὶ δίδων Ἰησοῦ μοῦ ὡς ὑπεράγαθος.
Σῦ εἶ Ἰησοῦ μου ὁ φωτισμός, τῆς οἰκτρᾶς ψυχῆς μοῦ, φῶς τοῦ Κόσμου, ᾦ Ἰησοῦ, σὺ λάμπρυνον ταύτην τῷ θεαυγεί φωτί σου, καὶ ῥῦσαι αἰωνίου Χριστὲ κολάσεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Τροπάριον Ἦχος β΄.
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν, Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας, σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὖς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ ὅθεν εὐχαρίστως βοῷμέν σοι χαρὰς ἐκπληρώσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.
Ἡ τὸ παρόν, Ἦχος β΄.
Ἑλκόμενον σε, Κυριε, πρὸς τοῦ πάθος τοῦ Σταυροῦ, ὀρῶντες προσκυνοῦμεν σου τὴν Ἄχραντον μορφή, Χριστὲ ὁ Θεὸς ἡμῶν. Βουλήσει γὰρ ηὐδόκησας σαρκὶ παθεῖν ὑπὲρ ἡμῶν, ἵνα σώσης τὸν κόσμον σου ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· δόξα, τῆ εὐσπλαγχνίᾳ σου Σωτὴρ, δόξα, Πανάγαθε, τῇ μακροθυμίᾳ σου, δόξα, παμβασιλεῦ, τῆ συγκαταβάσει σου.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σῶσαι τὸ σὸν πλάσμα βουληθείς, τῆς οἰκονομίας τὸ ὄντως μέγα μυστήριον, χάριν ἐξεπλήρωσας, ὧ Ἰησοῦ ἁγαθέ, καὶ τιμὴ ἐξηγόρασας τὸν σύμπαντα κόσμον, Αἵματος τιμίου σου, Χριστὲ γλυκύτατε, ὅθεν σοῦ δεόμεθα πίστει, στήριξον ἡμᾶς Ἰησοῦ μου, ἐν ταῖς ἐντολαῖς σου, Υπεράγαθε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.