Δύο Παρακλητικοί Κανόνες εις την Υπεραγία Θεοτόκον Εικοσιφοίνισσα

  1. Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου

  2. Ποίημα Αγνώστου συγγραφέως

Παρακλητικός Κανών εις την Αχειροποίητον εικόνα της Υπεραγίας ημών Θεοτόκου και Αειπαρθένου Μαρίας της Εικοσιφοίνισσας

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου

†Εορτάζει στις 15 Αυγούστου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἀχειρότευκτον καὶ θείαν Εἰκόνα, τῆς Θεοτόκου προσκυνήσωμεν πάντες, καὶ πρὸς αὐτὴν ἀπὸ ψυχῆς βοήσωμεν· Δέσποινα πανύμνητε, ἀπὸ πάσης ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων, ἀνωτέρους συντήρει, τοὺς ἀφορῶντας πίστει ἀκλινεῖ, πρὸς τὴν θερμήν Σου, ἀντίληψιν ἄχραντε.

Δόξα. Καὶ νῦν. Ὂμοιον.
Ἀχειροποίητον ἐν χάριτι θείᾳ, τὴν Σὴν ἁγίαν Θεοτόκε Εἰκόνα, τῷ θεοφόρῳ Γερμανῷ δεδώρησαι· ᾗ πιστῶς προσπίπτοντες, ἰαμάτων δυνάμεις, ἐξ αὐτῆς λαμβάνομεν, καὶ λυτρούμεθα πάσης, ἐπιφορᾶς ἐν βίῳ χαλεπῆς, τὰ μεγαλεῖά Σου Κόρη κηρύττοντες.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Χάριν ἡμῖν, ὦ Δέσποινα, δίδου. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτων ταμείων ὡς ἀληθῶς, ἡμῖν ἐδωρήσω, τῇ θερμῇ Σου ἐπισκοπῇ, τὴν ἀχειροποίητον μορφήν Σου, Θεογεννῆτορ ἁγνὴ ἀειπάρθενε.

Ἀστράπτουσα φέγγει πυροειδεῖ, ἡμῖν ἐδωρήθη, ἡ Εἰκών Σου ἡ θαυμαστή, πηγάζουσα χάριν ἰαμάτων, Θεογεννῆτορ τοῖς πίστει προστρέχουσι.

Ῥημάτων ἀκούσας Σου τῶν σεπτῶν, Γερμανὸς ὁ θεῖος, ἐξεπλάγη Σου τὴν μορφήν, ἀχειροποιήτως ἐν σανίδι, ἐκτυπωθεῖσαν ἰδὼν καὶ ἀνύμνει Σε.

Ἰσχὺν ἀσθενοῦσιν ἡ Σὴ Εἰκών, χαρὰν θλιβομένοις, καὶ τοῖς πᾶσιν ἁγιασμόν, βλύζει· διὰ τοῦτο κατὰ χρέος, Εἰκοσιφοίνισσα Κόρη ὑμνοῦμέν Σε.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νόσων σβέσον τὴν φλόγα τῷ δροσισμῷ ἄχραντε, ὃν ἡ ἀχειρότευκτος νέμει, Εἰκών Σου πάντοτε, καὶ πᾶσι βράβευσον, ψυχῆς καὶ σώματος ῥῶσιν, ὡς πηγὴ βλυστάνουσα, χάριν καὶ ἔλεος.

Ἡ σωτήριος χάρις ἡ μυστικῶς βλύζουσα, ἐκ τῆς Σῆς ἁγίας Εἰκόνος, Εἰκοσιφοίνισσα, τάχος ἐῤῥύσατο, τῆς δυστοκία γυναῖκα, τὴν ἀλλοτριόφρονα, καταφυγοῦσάν Σοι.

Μυστικὴ μυροθήκη ὡς ἀληθῶς πέφηνεν, ἡ ἀχειρόποιητος Κόρη Εἰκών Σου Δέσποινα, τῆς Σῆς χρηστότητος, τὴν τῶν παθῶν δυσωδίαν, θᾶττον ἀπελαύνουσα, τῶν προσιόντων Σοι.

Ἱλαρῶς βλέψον Κόρη καὶ συμπαθῶς οἴκτειρον, τοὺς τῇ Σῇ ἁγίᾳ Εἰκόνι, Εἰκοσιφοίνισσα, πίστει προστρέχοντας, καὶ τὰ αἰτήματα τούτων, πλήρου καὶ διάσωζε, πάσης κακώσεως.

Διάσωσον, Εἰκοσιφοίνισσα Κόρη πάσης ἀνάγκης, τοὺς τῇ θείᾳ ἀχειροτεύκτῳ Εἰκόνι Σου, μετ’ εὐλαβείας ἑκάστοτε προσιόντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πηγὴ δαψιλής, Εἰκὼν ἀχειροποίητος, τῶν Σῶν οἰκτιρμῶν, ἡ Σὴ Παρθένε δέδεικται· ᾗ πίστει καταφεύγοντες, ἐκ καρδίας βοῶμέν Σοι ἄχραντε· μὴ διαλίπῃς λυτροῦσθαι ἀεί, Μονήν Σου τὴν θείαν πάσης θλίψεως.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεκρὸς ἄφνω κατέπεσεν, ὁ ἐλθὼν συλῆσαι τὸν Σὸν Ἐκτύπωμα· ἀλλ’ ὦ Κόρη πολυΰμνητε, ταύτην τὴν Μονήν Σου ἀεὶ φύλαττε.

Ὡς προστάτις καὶ ἔφορος, ταύτης τῆς Μονῆς Σου Εἰκοσιφοίνισσα, ἐξ αὐτῆς ἀεί ἀπότρεπε, τῶν ἀντικειμένων ἅπαν βούλευμα.

Δαιμονῶντας ὡς ἔσωσας, τῆς δεινῆς μανίας τοῦ πολεμήτορος, οὕτω σῷζε ἡμᾶς ἄχραντε, πάσης δυσχερείας καὶ κακώσεως.

Ἐκ βιαίας συντρίψεως, ὡς ἐῤῥύσω Κόρη τὸν Σὲ φωνήσαντα, συντριβῆς ἡμᾶς ἀπάλλαττε, ψυχικῆς καὶ πάσης καταπτώσεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύμπασα ἡ γῆ, Μακεδόνων τῶν θαυμάτων Σου, ἐπληρώθη ὧν ἀπαύστως ἐνεργεῖς, Θεοτόκε εὐσεβῶν εἰς περιποίησιν.

Πάσης ἀπειλῆς, ἀνωτέρους διαφύλαττε, τοὺς προστρέχοντας τῇ θείᾳ Σου Μονῇ, καὶ ζητοῦντας τὴν ἀντίληψίν Σου ἄχραντε.

Οἱ ὑπὸ δεινῶν, συνεχόμενοι παθήσεων, ἀπαλλάττονται τῆς μάστιγος ἁγνή, τῇ ἁγίᾳ Σου Εἰκόνι πίστει σπεύδοντες.

Ἴαται εὐθύς, ὦ ἁγνὴ Εἰκοσιφοίνισσα, νεανίας ἀπὸ νόσου χαλεπῆς, ὁ φωνήσας Σου τὴν κλῆσιν μετὰ πίστεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναός Σου, ὁ ἱερὸς Θεοτόκε, ἔνθα ἵδρυται ἡ θεία Εἰκών Σου, χειμαζομένων λιμὴν ἀνεδείχθη, καὶ ἰατρεῖον πασχόντων ἑκάστοτε, Εἰκοσιφοίνισσα ἁγνή· διὰ τοῦτο ὑμνοῦμεν τὴν χάριν Σου.

Ἀφράστως, φῶς φοινικοῦν ἡ Εἰκών Σου, διαλάμπουσα ἡμῖν ἐπεδόθη, ἀχειροποίητος θείᾳ δυνάμει, Εἰκοσιφοίνισσα Κόρη πανάμωμε, ᾗ προσιόντες εὐλαβῶς, θεϊκῆς εὐφροσύνης πληρούμεθα.

Δαιμόνων, τῆς συνοχῆς ἐκλυτροῦνται, οἱ προστρέχοντες τῇ Σῇ ἀντιλήψει, καὶ θλιβερῶν, ἀναγκῶν ἐν τῷ βίῳ, οἱ τὴν Σὴν κλῆσιν φωνοῦντες πανάχραντε, Εἰκοσιφοίνισσαν· διό, χαριστήριον αἶνόν Σοι ᾄδομεν.

Ἰσχύϊ, τῆς Σῆς θερμῆς προστασίας, λυτρουμένη δυσχερείας ἁπάσης, ἡ Σὴ ἁγία Μονὴ Θεοτόκε, πρὸς Σὲ ἀεὶ ἀτενίζει κραυγάζουσα· Εἰκοσιφοίνισσα ἁγνή, μὴ ἐλλίπῃς φρουροῦσα τὴν ποίμνην Σου.

Διάσωσον, Εἰκοσιφοίνισσα Κόρη πάσης ἀνάγκης, τοὺς τῇ θείᾳ ἀχειροτεύκτῳ Εἰκόνι Σου, μετ’ εὐλαβείας ἑκάστοτε προσιόντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς θησαυρὸν τῶν πλουσίων χαρίτων Σου, τὴν ἀχειρότευκτον Κόρη Εἰκόνα Σου, πλουτοῦντες ἐκ ταύτης λαμβάνομεν, τὰς σωτηρίους Σου δόσεις ἑκάστοτε, τὴν Σὴν ἀνυμνοῦντες χρηστότητα.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Εἰκοσιφοινίσσης πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὤφθης ὡς ἠθέλησας, τῷ Γερμανῷ τῷ Ὁσίῳ, καὶ τούτῳ ὑπέδειξας, τὴν ἀχειροποίητον πρὶν Εἰκόνα Σου, ἥνπερ νῦν Δέσποινα, πίστει προσκυνοῦντες, μυστικῶς ἁγιαζόμεθα, ψυχὰς καὶ σώματα, καὶ παντὸς κινδύνου ῥυόμεθα, τῇ ταύτης θείᾳ χάριτι, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος· ἀλλ’ ὦ Θεοτόκε, ἁγνὴ Εἰκοσιφοίνισσα ἀεί, ταύτην τὴν ποίμνην Σου φύλαττε, πάσης περιστάσεως.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δυνατὸν ἐν ἰσχύϊ ὡς τεκοῦσα Παρθένε τὸν πάντων Κύριον, δυνάμει ἀοράτῳ, λῃστὰς τοὺς ἐπελθόντας, τῇ Μονῇ Σου ἀνέτρεψας· διὸ τὴν Σὴν ἀρωγήν, ἀεὶ ὁμολογοῦμεν.

Ὁ Υἱός Σου Παρθένε ὁ τὸ πᾶν ἐκ μὴ ὄντος ὑποστησάμενος, ηὐδόκησεν ἐν ξύλῳ, τὴν ἄχραντον μορφήν Σου, μορφωθῆναι ἐν θαύματι, ἣν προσκυνοῦντες ἁγνή, ὑμνοῦμέν Σου τὴν δόξαν.

Ὑπὸ πλήθους πταισμάτων εἰς βυθὸν ἀπωλείας πέπτωκα ἄχραντε· ἀλλὰ τῇ Σῇ προστρέχω, ταχείᾳ ἀντιλήψει, καὶ πιστῶς ἀνακράζω Σοι· ἀνάγαγέ με ἁγνή, πρὸς μετανοίας γνῶσιν.

Γέρας θεῖον Παρθένε καὶ διάδημα ὥσπερ καὶ τεῖχος ἄῤῥηκτον, τὴν θείαν Σου Εἰκόνα, πλουτοῦσα ἡ Μονή Σου, συγκαλεῖται τοὺς ἅπαντας, ὑμνολογῆσαι τὰς Σάς, πολλὰς εὐεργεσίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εἰς πᾶσαν πόλιν, καὶ χώραν Κόρη ἡ χάρις, διελήλυθε τῶν Σῶν πολλῶν θαυμάτων· πάντας γὰρ προφθάνεις, τοὺς σὲ πιστῶς φωνοῦντας.

Ῥῶσιν εὑροῦσα, Εἰκοσιφοίνισσα Κόρη, ἡ συγκύπτουσα γυνὴ τῇ Σῇ δυνάμει, στόματι εὐσήμῳ, κηρύττει Σου τὴν χάριν.

Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, τοὺς προσπίπτοντας τῇ ἀχειροποιήτῳ, Κόρη Σου Εἰκόνι, ῥύου ἐκ πάσης βλάβης.

Σκέπε Παρθένε, δυσχερειῶν ὀλεθρίων, τὴν παροῦσαν Σου Μονὴν τὴν προσκειμένην, τῇ Σῇ προστασίᾳ, ἐν θερμοτάτῃ πίστει.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις ἀναβλύζει, τὸ Σὸν Θεοτόκε, ἀχειροποίητον πᾶσιν ἐκτύπωμα, καὶ εὐφροσύνην καὶ ῥῶσιν πιστοῖς ἑκάστοτε.

Μονήν Σου τὴν ἁγίαν, φύλαττε ἀπαύστως, Εἰκοσιφοίνισσα Κόρη ἐκ θλίψεων, καὶ ἐξ αὐτῆς ἀποδίωκε ἅπαν σκάνδαλον.

Οἱ πίστει προσιόντες, τῇ ἀχειροτεύκτῳ, Εἰκοσιφοίνισσα Κόρη Εἰκόνι Σου, χαριστηρίους ᾠδάς Σοι θερμῶς προσάγουσιν.

Ὑμνήσας τὰς δυνάμεις, τῆς ἀχειροτεύκτου, Εἰκοσιφοίνισσα Κόρη Εἰκόνος Σου, τὴν Σὴν αἰτοῦμαι ὁ τάλας θερμὴν βοήθειαν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ἀχειροποίητον καὶ σεπτήν, Εἰκόνα προθύμως, προσκυνήσωμεν ἀδελφοί, τῆς ἁγνῆς Παρθένου, ἀπὸ ψυχῆς βοῶντες· χαῖρε Θεογεννῆτορ, Εἰκοσιφοίνισσα.

Τῷ Ὁσίῳ Δέσποινα Γερμανῷ, ὤφθης παραδόξως, καὶ ὑπέδειξας τὴν σεπτήν, ἄχραντε μορφήν Σου, ἐν ξύλῳ τυπωθεῖσαν, ἀχειροπλάστως Κόρη, δυνάμει κρείττονι.

Φοινικοῦν ἐκλάμπουσα πάλαι φῶς, ἡ Εἰκών Σου Κόρη, ἐξεθάμβησε τοὺς πιστούς, ᾗ μετ’ εὐλαβείας, προσπίπτοντες βοῶμεν· χαῖρε Θεοκυῆτορ, Εἰκοσιφοίνισσα.

Θαύματα Εἰκών Σου ἡ θαυμαστή, ἐνεργεῖ Παρθένε, τῇ θερμῇ Σου ἐπισκοπῇ· ὅθεν Σου τὴν χάριν, κηρύττει τὴν πλουσίαν, Μακεδονία πᾶσα, Εἰκοσιφοίνισσα.

Δεῦτε οἱ νοσοῦντες καὶ οἱ δεινοῖς, θλιβομένοις πόνοις, τῇ Εἰκόνι τῇ θαυμαστῇ, Εἰκοσιφοινίσσης, ὡς ἂν τὴν θεραπείαν, ἐκ ταύτης τὴν ταχεῖαν, πίστει κομίσησθε.

Σκέπε ἀπὸ πάσης Κόρη ὀργῆς, ταύτην τὴν Μονήν Σου, καὶ τοὺς σπεύδοντας ἐν αὐτῇ, φύλαττε ἀτρώτους, ἐκ πάσης ἐπηρείας, πληροῦσα τὰς αἰτήσεις, αὐτῶν ἑκάστοτε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας πιστῶς, τῇ ἀχειροτεύκτῳ Εἰκόνι, τῇ Σῇ πανάμωμε, ἥνπερ ἐθαυμάστωσεν, ἡ θεία χάρις Σου, πάσης θλίψεως λύτρωσαι, καὶ πάσης ἀνάγκης, ἅπασι παρέχουσα, τὴν Σὴν βοήθειαν· πάντων γὰρ προστάτις ὑπάρχεις, ὦ Εἰκοσιφοίνισσα Κόρη, τῶν καταφευγόντων τῇ πρεσβείᾳ Σου

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον.
Φωνήν τῆν ικέσιον δέξαι Παρθένε
Ἢν θερμῆ πίστει σοι Γεράσιμος φέρει.

Χαιρετισμοί εις την Παναγία την Εικοσιφίνισσα

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Εικοσιφοίνισσαν

Εὐλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καί τά Τροπάρια

Ἢχος δ’  Ο ὑψωθείς ἐν τῷ Σταυρῶ
Τοῦς προστρέχοντας τῆ θερμῇ Σου πρεσβεῖα καί προσκυνοῦντας τήν σεπτῇ Σου εἰκόνα ἐν πίστει Μῆτερ ἡμῶν Εικοσιφοίνισσα. πάντας διαφύλασσε ἀπειλῶν καί κινδύνων καί δεινῶν καί θλίψεων καί φρικτῶν νοσημάτων καί πρός τήν πιστήν τήν ἀληθινήν στρέψον αὑτούς. ὦ Μῆτερ Πανάχραντε.

Δόξα.
Τῆ Θεοτόκο ἐκτενῶς νΰν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν ἔν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς Δέσποινα, βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα σπεῦσον, ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων, μή ἀποστρέψῃς σούς δούλους κενούς σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Καί νῦν.
Οὗ σιωπήσομέν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἵ ἀνάξιοι  Εἷ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοϋ•  σούς γάρ δούλους σῴζεις ἀεί  ἐκ παντοίων δεινῶν.

Ο Ν’ (50) Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ω Μῆτερ Πανάχραντε τοῦ Χριστοῦ, πως ἐπιχειρήσω ἱστορήσαι Σάς δωρεᾶς, αἱ βλύζουν ἐκ τῆς Σῆς εἰκόνος. ὡς ποταμός συνεχής θείας χάριτος.

Ῥᾳδίως Εἰκών Σου ἡ θαυμαστῇ πάλαι ἐτυπώθη θεία χάριτι. ὦ Σεπτῇ. ἄνευ ἀνθρωπίνης βοηθείας ἄνευ ζωγράφου, χρωστῆρος καί χρώματος.

Ἀκτίνας φωτός θεία Σου εἰκών ἐξέπεμψε πάλαι τοῖς πιστοῖς Σου ὦ Θαυμαστῇ, ἀκτίνας φωτός κοκκίνου. καί ἐξ αὑτοῦ ὀνομασθῇ «Εικοσιφοίνισσα»

Πως Σου τα θαυμάσια ἐξειπεῖν δυνήσομαι Κόρη Θεραπείες ποικίλες γάρ ἐκ τῆς Σής ἀχειροποιήτου εἰκόνος ὡς ἐκ πηγῆς ἀστειρεύτου πηγάζουσιν.

Τῆ θεία Μονῇ Σου προστρέχω νῦν. Πανάχραντε Κόρη καί λαμβάνω τάς δωρεάς ἐκ τῆς Σής ἀχειροποιήτου εἰκόνος, Εικοσιφοίνισσα Δέσποινα Μῆτερ μᾷς.

Ὠδή γ’. Οὐρανίας ἁψῖδος.
Ἐχαρίσω τοῖς πᾶσιν, Εικοσιφοίνισσα. προβλημάτων τήν λύσιν καί τήν ἐκπλήρωσιν τῶν αἰτημάτων τούς, ὦ Θεοτόκε Παρθένε, ὅτι χάριν δέxονται ἐκ τῆς εἰκόνος Σου.

Η μονή Σου ὦ Κόρη, πᾶσαν τήν περιοχήν τοῦ ὄρους Παγγαίου διαφυλάσσει νῦν, ἤν σῷζε πάντοτε Εικοσιφοίνισσα Μῆτερ ταῖς θερμαῖς πρεσβείαις Σου πρός τόν Σωτῆρα μᾷς.

Πᾶσα θλῖψις καί νόσος απομακρύνεται ἐκ παντός πιστοῦ Σου Παρθένε. τῆ επισκέψει Σου ὅθεν οἱ πάσχοντες ἐκ τῆς ὀδύνης λυθέντεςχαίροντες κηρύττουσι τά Μεγαλεία Σου.

Ὤσπερ ἥλιος λάμπει ἡ Σή Εἰκών, Ἄχραντε καί ταῖς τοῦ φωτός Σου ἀκτίσι φωτίζει ἅπαντας, Εικοσιφοίνισσα Παρθένε Μῆτερ Κυρίου, ἤνπερ καί οἱ Ἄγγελοι φόβῳ δοξάζουσιν.

Εἰσάκουσον, Εικοσιφοίνισσα Μῆτερ Θεογεννήτωρ, τάς ἱκεσίας. Παρθένε, τῶν δούλων Σοῦ καί λύτρωνε ἐκ παντοίων κινδύνων.

Ἐπίβλεψον ἐν εὐμενεία. Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ίασε τῆς ψυχῆς μου τό ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’ Πρεσβεῖα θερμῇ

Πρεσβεῖα θερμῆ καί φοβερόν προπύργιον, λιμήν ἀσφαλής ὑπάρχεις ἡμῖν Δέσποινα  ὅθεν βοῶμεν Σοι πράϋνον τάς ἐφόδους ἐχθροῦ τοῦ ἀρχεκάκου καί ἐν εἰρήνη φύλαττε ἡμᾶς, Εικοσιφοίνισσα Μῆτερ πρεσβεῖαις Σου.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Στῇς Ἑλλάδος τά πέρατα. ἡ θαυματουργός Εἰκών Σου τεθρύληται καί αὑτήν ἐπικαλοῦνται νῦν πάντες οἱ πιστοῖ Εικοσιφοίνισσα.

Γερμανῷ τῷ πιστοτάτῳ. Μῆτερ, ἀνεφάνης τό πάλαι λάμπουσα καί τήν θείαν Εἰκόνα Σοῦ τούτῳ ἐδωρήσω ἀχειροποίητον.

Τίς Σοῦ Κόρη τό ὄνομα ἐν ἀνάγκη πάσῃ ἐπεκαλέσατο καί αὑτοῦ οὐχ εὐμενέστατα αἴτησιν ἐδέχθης. Εικοσιφοίνισσα!

Τῆς Χανούμισσας αἴτησιν, Μῆτερ ἀπεδέχθης ὡς πολυεύσπλαχνος καί τό τέκνον τῆς θεράπευσες τήν θερμήν τῆς πίστιν ανταμοίβουσα.

Ὠδή ε’.  Φώτισον ἡμᾶς.
Πῶς Σοῦ τήν μορφήν ἀτενίσω ὁ ἀνάξιος, ὦ Πανάχραντε Μητέρα τοῦ Θεοῦ, ὀφθαλμοῖς μου ῥυπαροῖς Σε τήν Πανάσπιλον.

Χαῖρε Κραταιά, τῆς Εἰκόνος Σου τά θαύματα πᾶσα ἡ Ἐλλάς κηρύττει νῦν. Μῆτερ Θεοῦ, ὅτι πλῆθος τῶν πιστῶν Σου εὐεργέτησας.

Ἀξιωματικούς τῶν Βουλγάρων ἐξεδίωξας καί σκληρήν ποινήν ἐπέβαλες τῷ θελήσαντι συλῆσαι τήν Εἰκόνα Σου

Γλυκυτάτη Σοῦ, ἡ μορφή ὦ Παντευλόγητε, φῶς καί δύναμιν παρέχει  τοῖς πιστοῖς ἐκδιώκουσα μακράν λύπας καί θλίψεις τούς.

Ὠδή στ’. Τήν δέησιν ἐκχεῶ.
Ἀτέκνοις τέκνα χάρισες, ὀραθείσα κατ’ ὄναρ ὦ Κόρη αὑτῶν τήν θλῖψιν διώξασα Μῆτερ καί εἰς χαράν μετατρέψασα. Ἄχραντε. ἀλλ’ εὕρομεν Σε καί ἡμεῖς ἐν ἀνάγκαις Μητέρα φιλόστοργον.

Οὑκ ἔχομεν οἱ ἄθλιοι δοῦλοι Σου ἄλλην πλήν Σου σκέπην καί προστασίαν  διό Σεμνῇ ἐν, καρδίας βοῶμεν ἀπό κινδύνου παντός ἐλευθερῶσαν τούς Σοῦς ἱκέτας ταπεινῶς τούς τῆ Σῆ καταφεύγοντας χάριτι.

Ὡς ἔσωσας ἐκ κινδύνου. Ἄχραντε, καί ἐκ πάσης ἀσθενείας καί πόνου, οὕτω ἡμᾶς διαφύλαξον Κόρη ἐκ τῶν παγίδων ἐχθροῦ τοῦ ἀλάστορος καί διατήρησον ἀεί ἐν τελεία ὑγεία δυνάμει Σου.

Η χάρις Σου καί φιλανθρωπία Σου τοῖς πιστοῖς ἐδώρησε τήν Σήν εἰκόνα, ἶνα προστρέχουν οἱ πάντες οἱ ἐν ἀνάγκαις καί ἐν πόνοις, κινδύνοις καί θλίψεσιν καί πάντες Σε καταφυγήν καί παράκλησιν Κόρη εὑρίσκουσιν.

Κύριε ἐλέησον (12 φορές)

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’ Τά ἄνω ζητῶν
Πελάγη συμφορῶν τοῦ βίου ποντιζόμενοι καί παντοίων παθῶν τρικυμίαις ἀπειλούμενοι καί δίνη περιπίπτοντες Παρθένε πειρασμῶν, εἰς Εἰκόνα Σου σεπτήν καταφεύγομεν θερμῶς ὡς εἰς λιμένα εὔδιον, ἔκτεινον ἡμῖν χεῖρα ὡς Πέτρῳ ὁ Υἱός Σου καί κλυδωνίου ἐκ παντός ἡμᾶς Κόρη λύτρωσε.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε Πνεῦμα Τριάς ἤ ἔν Μονάδι, έξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς Εικοσιφοινίσσης πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.Ἐλεήμων, ἐλέησον με ὁ Θεός…
Ἦχος Πλ. β’ Ὅλην ἀποθέμενοι

Σκέπην καί βοήθειαν, κραταιάν προστασίαν καί χαράς μᾷς τήν πηγήν ἐν παντί τῷ βίῳ Σε Κόρη ἔχοντες ἐν πολλαῖς θλίψεσιν καί ἐν ἀρρωστίαις καί σκανδάλοις τοῖς τοῦ ὄφεως. ἐκ πάσης Δέσποινα συμφοράς τε καί μάστιγος ταχέως ἐκλυτρούμεθα τῆ Σῇ ἀρωγῇ καί χρηστότητι  ὅθεν μή ἐλλίπῃς παρέχειν τάς ἰάσεις συμπαθῶς τοῖς πρός τήν Σήν ἀγαθότητα σπεύδουσιν Πανάχραντε.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαῖος.
Αἰτοῦσιν ἐδωρήσω τήν τεκνοποιίαν Εικοσιφοίνισαα. ἀλλά καί τῆς ψυχῆς τούς τήν ἴασιν Παρθένε ἐχαρίσω πρεσβείαις Σου ἶνα θερμῶς ἀνυμνοῦν Σεπτά Σου μεγαλεία.

Λοιμικῆς ἀσθενείας καί πάσης ἄλλης βλάβης Εικοσιφοίνισσα. οὕτω ἡμᾶς πιστούς Σου δούλους ὦ Θεοτόκε απολύτρωσε Δέσποινα, ὅπως ὑμνῶμεν ἀεί σεπτά Σου μεγαλεία.

Τοῦ Βούλγαρου τό θράσος ἐτιμώρησας Μῆτερ καί τήν κακίαν τοῦ  οὕτω καμάς ἐν πίστει σωστῇ καί εὐλαβείᾳ διατήρησον Δέσποινα ἶνα δεχώμεθα πιστοί θερμήν Σου προστασίαν.

Η μόνη εἰς αἰῶνας ἀειπάρθενος Μήτηρ καί προστασία μᾷς Κυρία τόν Ἄγγελον. Βασίλισσα τοῦ Κόσμου σκέπε καί φύλαττε πάντας πιστούς οἵ Σε τιμοῦν γεραίρουν καί δοξάζουν.

Ὠδή η’. Τόν Βασιλέα.
Ἀπό ποικίλων ἀσθενειῶν, ὁ Παρθένε, ἡμᾶς ῥυσέ θερμῇ Σοῦ προστασία. ὤσπερ τοῦτον Κόρη πολλούς ἐῤῤύσω πάλαι.

Πηγῇ θαυμάτων. Εικοσιφοίνισσα Μῆτερ. ἡ Εἰκών Σου ἀνεδείχθη ἐν τῷ κόσμο ἐξ ἦς οἱ διψῶντες ἀρύωνται τό νέκταρ.

Πάντας πιστούς Σου Σύ βοηθῇς Θεοτόκε καί τήν χάριν καί ἴασιν παρέχεις  ὡς Ὑψίστου Μήτηρ ἡ Κεχαριτωμένῃ.

Τῆ προσταγῇ Σου Εικοσιφοίνισσα Μῆτερ πειθαρχοῦσιν Ἀγγέλων αἱ τάξεις, αἱ βοηθοῦσιν πάντας τούς Σε ἐπικαλουμένους.

Ὠδή θ’. Κυρίως Θεοτόκον.
Τῶν Ὀρθοδόξων πλήθη σπεύσατε προθύμως πρός Εικοσιφοινίσσης εἰκόνα τήν πάντιμον, ὁ ἰατρός γάρ ἐν ταύτῃ μένει ὁ ἄμισθος.

Μόνην Σου τήν ἀγίαν ὅλων καταυγάζει ἡ Σεβασμία Εἰκών Σου, Πανύμνητε καί καταλάμπει τούς ταύτην πιστῶς γεραίροντας.

Εἰκόνι τῆ Ἀγία Εικοσιφοινίσσης οἱ ἐν κινδύνοις προσπέσατε ἅπαντες καί τῶν θαυμάτων τήν χάριν λήψεσθε ἄφθονον.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Εικοσιφοινίσσης τῆ θαυμαστῇ καί σεπτῇ εἰκόνι νῦν προσπέσωμεν ἀδελφοί, ὡς πλήθη τελοῦσαν ἀέναα θαυμάτων πᾶσιν τοῖς προσκυνοῦσιν τήν Θείαν Χάρΐν Τῆς.

Μόνην ἐν ταῖς θλίψεσιν ἀρωγόν καί θερμόν προστάτην, ἀντιλήπτορα, βοηθόν ἔχομεν ἐν πᾶσιν Πανάχραντε μᾷς Μῆτερ σπεῦσον καί μή παρίδεις χρείαν τῶν τέκνων Σου.

Χαῖρε ἡ γεννήσασα Λυτρωτήν ἡμῖν καί Σωτῆρα τόν Δοτῆρα τῶν ἀγαθῶν, Πύλη γάρ ἐδόθης πιστῶν εἰς Σωτηρίαν, ἡ Κεχαριτωμένη, Χαῖρε Θεόνυμφε

Τι ανταποδώσωμεν οἱ πιστοί δοῦλοι Σόυ Παρθένε ἀντί τῆς χάριτος Σου πολλῆς ἤνπερ έδωσας μᾷς χαρισαμένη Μῆτερ Εἰκόνα Σου Ἀγίαν ὡς πλοῦτον ἄφθορον

Πᾶσαι τῶν Άγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἵς τό σωθῆναι ήμάς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό έξης.

Ἦχος β’. Πάντων προστατεύεις Ἀγαθῇ
Πάντων προστατεύεις ὁ Σεπτῇ, τόν καταφευγόντων ἐν πίστει τῆ κραταιᾷ Σου χειρί. ἄλλων γάρ οὑκ ἔχομεν ἁμαρτωλοί ἐν κινδύνοις καί θλίψεσιν ἀεί μεσιτείαν οἱ κτατακαμπτόμενοι ὑπό πταισμάτων πολλῶν. Εικοσιφοίνισσα Μῆτερ. Σύ ὑπάρχεις. Ἄχραντε. σπεῦσον δυσωποῦμεν ῥύσασθαι τούς δούλους Σου.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσε ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξον ἡμᾶς ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.