Παρακλητικὸς Κανών εις την Υπεραγίαν Θεοτόκον την Αριζονίτισσαν

Ποίημα Ἱερομονάχου Εὐφροσύνου Σαββαΐτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Ἀριζόνος τῇ Μητρὶ τῇ ἁγίᾳ, ἐν τῇ ἐρήμῳ καθαρᾷ τῇ καρδίᾳ, ὑμνητικῶς προσπέσωμεν ὁμοῦ οἱ ἀδελφοί, τῇ Θεογεννήτορι, ἐκβοῶντες τὸ χαῖρε· ἡ Ἀριζονίτισσα Παναγία Παρθένε, μὴ διαλίπῃς στάζουσα ἡμῖν, τὴν εὐωδίαν τῆς σῆς ἀντιλήψεως.

Δόξα.
Ὅμοιον.
Τοῦ θεοφόρου Ἀντωνίου τὴν Μάδραν, Ἀμερικῆς τὴν θεοπύρσευτον δᾶδα, καταλαβόντες σήμερον χαρᾷ πνευματικῇ, πόθῳ ἀσπασώμεθα τὴν παρθένον Μαρίαν, τὴν Ἀριζονίτισσαν, τῆς ἐρήμου Κυρίαν, παρακαλοῦντες δάκρυσι θερμοῖς· Μονὴν σοῦ ταύτην, Πανάμωμε φύλαττε.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Ἀριζονίτισσα Κυρία, περίζωσον πάντας.

ᾨδὴ α΄.Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνύμφευτε Μῆτερ Ἀμερικῆς, τὰ τέκνα σου πάντα, τὰ ἀσκούμενα τῆς Μονῆς, Πατρὸς τοῦ ὁσίου Ἀντωνίου, τῇ μητρικῇ σου στοργῇ διαφύλαττε.

Ῥυσθείημεν Πάναγνε τῶν δεινῶν, ἐσχάτοις τοῖς χρόνοις, ἀλγηδόνων καὶ πειρασμῶν, τῇ σῇ γλυκυτάτῃ προστασίᾳ, Ἀριζονίτισσα, ἄχραντε Δέσποινα.

Ἱλάσθητι Μῆτερ ταῖς παρ’ ἡμῶν, πολλαῖς ἁμαρτίαις, ἱκετεύουσα τὸν Χριστόν, συγχώρησιν δοῦναι ἡμῖν πᾶσιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῆς κρίσεως.

Ζωὴν ἐνυπόστατον τοῖς πιστοῖς, τεκοῦσα Παρθένε, ζώωσόν με τὸν ἐν νεκροῖς, ταφέντα τοῖς πάθεσι σὸν δοῦλον, Ἀριζονίτισσα κόρη ἀκήρατε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίας πατρίδος, ἀποπεσὼν Ἄσπιλε, διὰ σαρκικῆς πολιτείας, ὥσπερ ὁ ἄσωτος, σὺ μὲ ἀνάγαγε, εἰς τὸν Παράδεισον πάλιν, ὦ Ἀριζονίτισσα Μῆτερ πρεσβεῖαις σου.

Νοεραὶ σε δυνάμεις, διαπαντὸς μέλπουσι, καὶ τὴν παναγίαν μορφὴν σου νῦν περιέπουσιν, ἣν ἀσπαζόμενοι Ἀριζονίτισσα πόθῳ, ὑπὲρ τῆς τοῦ κόσμου εἰρήνης δεόμεθα.

Ἰσχυροὺς καὶ ἀνδρείους, πνευματικῶς ποίησον, τοὺς προσκαλουμένους σε πίστει, τὴν πολυύμνητον, Ἀριζονίτισσα, Θεοκυῆτορ παρθένε, πᾶσαν τὴν δειλίαν μακρὰν ἡμῶν βάλλουσα.

Τὴν Μονὴν σοῦ τὴν θείαν, σκέπε θερμῶς πάντοτε, ἀπὸ πειρασμῶν ἀδοκήτων τοῦ πολεμήτορος, περιζωννύουσα, Ἀριζονίτισσα πάντας, τοὺς ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν προσφεύγοντας.

Διάσωσον, Ἀριζονίτισσα Δέσποινα ἐξ ἀνάγκης, τοὺς ξενιτευθέντας ἐνθάδε ἱκέτας σου, στηρίζουσα καὶ φωτίζουσα πάντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐρήμου ζωή, καὶ ὄασις εὐφρόσυνος, ὑπάρχεις Ἁγνή, καὶ δύναμις ἀπρόσβλητος, τοῖς ἐν πίστει πάντοτε, προσιοῦσιν ὧδε οἰκέταις σου, οὓς καὶ τὴν χώραν ταύτην ἀβλαβεῖς, συντήρει Παρθένε ἱκεσίαις σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱμερτὴ Κόρη πέφυκεν, ἡ περικαλλὴς μορφὴ τοῦ προσώπου σου, ἐκ τοῦ θρόνου τῆς σῆς χάριτος, πᾶσι τὴν ἀγάπην ἐνθρονίζουσα.

Σταλαγμοὺς δὸς μοι ἄχραντε, Δέσποινα δακρύων τῆς κατανύξεως, ἀποπλύνουσα τὸν βόρβορον, τῆς φιλαμαρτήμονος καρδίας μου.

Συντριβὴν καὶ μετάνοιαν, χάρισαι μοι Μῆτερ Ἀριζονίτισσα, καὶ εὐχὴν τὴν ἀδιάλειπτον, τὴν ἐνεργουμένην τοῦ Κυρίου μου.

Ἀριζόνος τὴν ἔφορον, καὶ Ἀμερικῆς προστάτιν τὴν εὔσπλαχνον, χαιρετίζοντες αἰτούμεθα, πᾶσι τῶν κακῶν τὴν ἀλλοτρίωσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κοίμισον Ἁγνή, τῆς σαρκὸς μου τὰ σκιρτήματα, καὶ παθῶν φιλεπιστρόφων τὴν ὁρμήν, ἐμποιοῦσα με ἁγνὸν Ἀριζονίτισσα.

Ὕμνοις εὐλαβῶς, τὴν σεβάσμιον Εἰκόνα σου, προσκυνοῦντες ἐκζητοῦμεν σταθηράν, τὴν ὑγίειαν, ἀγαθὴ Ἀριζονίτισσα.

Ῥόδον τὸ τερπνῶς, μυροβλύζον τὴν χρηστότητα, καὶ τὸ ἔλεος τοῖς πᾶσιν ἀληθῶς, σὺ ὑπάρχεις, ἡ σεμνὴ Ἀριζονίτισσα.

Ἴθυνον πρὸς φῶς, ἀληθείας ἔθνη ἄπιστα, τῆς ἠπείρου ταύτης σῴζουσα λαούς, ἐκ τῆς πλάνης, φωτεινὴ Ἀριζονίτισσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀπέλασον, τῶν δαιμόνων τάγματα, ἐν ἐξόδῳ τῆς ἀθλίας ψυχῆς μου, περικρατοῦσα αὐτῆς ταῖς χερσὶ σου, ταῖς ἀμωμήτοις ἀμόλυντε Δέσποινα, Ἀριζονίτισσα Χριστοῦ, καὶ ἀγκάλαις αὐτῇ μὲ προσάγουσα.

Πεινῶντα μου, τὴν καρδίαν κόρεσον, καὶ διψῶντα πότισον με Παρθένε, ἐκ τῆς ἀχράντου σαρκὸς τοῦ Υἱοῦ σου, καὶ ἐκ τοῦ θείου αὐτοῦ Κόρη αἵματος, Ἀριζονίτισσα ἡμῶν, ἡ χαρὰ καὶ τρυφὴ καὶ ἀπόλαυσις.

Ἐκπλήρωσον, τὰ πιστὰ αἰτήματα, τῶν ἐν χρήμασι καὶ κόποις μεγάλοις, προσκυνητῶν τῆς ἁγίας Μονῆς σου, Ἀριζονίτισσα πάντας ἀμείβουσα, πρὸς σωτηρίαν τῶν ψυχῶν, καὶ διδοῦσα ἑκάστῳ τὰ πρόσφορα.

Ῥακένδυτον, ψυχικῶς με ἔνδυσον, ἀρετῶν πνευματικῶν τὸν χιτῶνα, πίστιν ὀρθήν, καὶ ἐλπίδα μοι δοῦσα, καὶ τῆς ἀγάπης στεφάνῳ λαμπρύνουσα, τὴν ταπεινὴν μου κεφαλήν, Ἀριζόνος Μονῆς ἡ Βασίλισσα.

Διάσωσον, Ἀριζονίτισσα Δέσποινα ἐξ ἀνάγκης, τοὺς ξενιτευθέντας ἐνθάδε οἰκέτας σου, στηρίζουσα καὶ φωτίζουσα πάντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τὴν Κυρίαν τῶν Χριστιανῶν τὴν πανύμνητον, καὶ μητέρα Ἀριζονιτῶν τὴν ἀκοίμητον, συνελθόντες ἐν ἀγαθῇ προθέσει εὐλαβῶς, αὐτῇ ψάλλωμεν χαρμονικῶς, τὸν τοῦ Ἀγγέλου ἀσπασμόν, μετὰ πόθου καὶ πίστεως· χαῖρε ἡ τῆς Μονῆς σου, προστάτις καὶ ἡγουμένη, καὶ τῶν ἐν θλίψεσι ψυχῶν, ἀσφαλὲς καταφύγιον.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (Δὶς)
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὓς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρὸς σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματος σου μνησθήσομαι, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς σῇ Εἰκόνος χάρισι Παναγία, σεμνὴ Ἀριζονίτισσα, σῶσόν με τῶν κινδύνων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄσπιλε, ἀμόλυντε, Ἀριζονίτισσα κόρη, νοητὲ Παράδεισε, ἄμπελε κυπρίζουσα, ἱερόβλαστε, μοναστῶν ἔρεισμα, τῶν πιστῶν καύχημα, θλιβομένων παραμύθιον, τῶν ἀποδήμων τε καὶ ξενιτευθέντων προσφύγιον, ἱκέτευε Πανάμωμε, πᾶσιν ἐκτενῶς πρὸς τὸν Κύριον, ῥυσθῆναι κινδύνων, καὶ πάσης ἐρχομένης ἀπειλῆς, τοὺς Θεοτόκον κυρίως σε, ὕμνοις μεγαλύνοντας.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱλαρότητα ἤθους, ἐν ἁπλότητι τρόπων καὶ τὴν πραότητα, παράσχου Παναγία, τοῖς ἀγωνιζομένοις, καὶ νοὸς καθαρότητα, τῆς Ἀριζόνος Μονῆς, κυρία Θεοτόκε.

Ζέσιν πίστεως πρόσθες, τοῖς ὀλιγοπίστοις καὶ ἔνθεον ἔρωτα, πόθον φιλοτιμίας, καρδίαν συμπαθείας, καὶ θυσίας προαίρεσιν, τοῖς σὲ τιμῶσιν ἁγνή, Μήτηρ τῆς Ἀριζόνος.

Ὡς θυμίαμα δέξαι, τὴν προσφερομένην σοι ταύτην ἀνύμνησιν, ἀντίδωρον διδοῦσα, τὴν χάριν σου Παρθένε, καὶ τὴν ἄνωθεν σκέπην σου, τοῖς προσιοῦσι πιστῶς, Μονὴ τῆς Ἀριζόνος.

Σταλαγμῷ εὐφροσύνης, τὴν πεπικραμμένην καρδίαν μου γλύκανον, Νύμφη τῆς Ἀριζόνος, καὶ μὴ μὲ ἀποῤῥίψῃς, ἀπὸ σοῦ τὸν ἀνίκανον, ἵνα ὑμνῶ σὲ ἀεί, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὄλβον πλουτοῦσα, τῆς Ἀριζόνος ἡ Μάνδρα, τὴν σεπτὴν σοῦ εἰκόνα Θεοτόκε, χείλεσιν ἀπαύστοις, τὸ χαῖρέ σοι κραυγάζει.

Νέμοις πλουσίως, Ἀριζονίτισσα Κόρη, τοῖς παισὶ σου χαρίσματα εἰρήνης, ταπεινοφροσύνης, καὶ ἐλεημοσύνης.

Πλήθυνον Μῆτερ, τὴν εὐλογίαν σου ὧδε, καὶ τῆς γῆς τῶν καρπῶν τὴν εὐφορίαν, Κεχαριτωμένη, θεόνυμφε Μαρία.

Ἄνοιξον πᾶσι, τὰς μητρικὰς σοῦ ἀγκάλας, καὶ τὴν πύλην τῆς σῆς μακροθυμίας, ὦ Ἀριζονῖτις, χρυσόθρονε Κυρία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναῷ τοῦ σοῦ ὁσίου, Μῆτερ Ἀντωνίου, τὴν εὐαγῆ σοῦ Εἰκόνα θεώμενοι, Ἀριζονίτισσα Κόρη, σὲ μεγαλύνομεν.

Τοῖς πάσχουσιν ὑγίειαν, καὶ παρηγορίαν, τοῖς ταπεινοῖς μονασταῖς σου χορήγησον, Ἀριζονίτισσα ὕμνοις, σὲ μακαρίζουσιν.

Ἀκλόνητον τὴν πίστιν, τήρησον ἐν χρόνοις, ἀποστασίας ἐσχάτῃς Πανάχραντε, τοῖς Ὀρθοδόξως φρονοῦσι, καὶ σὲ γεραίρουσι.

Σοὶ τὴν εὐχαριστίαν, καὶ ὑμνολογίαν, Ἀριζονίτισσα πόθῳ προσᾴδοντες, ἁμαρτημάτων αἰτοῦμεν τὴν ἀπολύτρωσιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν παρθενομήτορα Μαριάμ, καὶ τῆς Ἀριζόνος, προστασίαν τὴν φοβεράν, τὴν μόνην ἐλπίδα, καὶ πάντων σωτηρίαν, ἁγνότητι καρδίας, ὕμνοις τιμήσωμεν.

Ἡ τῆς Ἀριζόνος χαίρει Μονή, ἔχουσα ἐν κόλποις, τὴν Εἰκόνα σοῦ τὴν σεπτήν, ἣν ταῖς σαῖς πρεσβείαις ἀπήμαντον συντήρει, παρθένε Θεοτόκε Ἀριζονίτισσα.

Χαῖρε τῆς ἐρήμου ἡ καλλονή, καὶ τῶν μοναζόντων, ἡ ἀκοίμητος ἀρωγή· χαῖρε τῆς Μονῆς σοῦ σεπτὴ καθηγουμένη, Ἁγνή, εὐλογημένη, Ἀριζονίτισσα.

Ῥίζωσον τῷ πόθῳ σοῦ τὰς ψυχάς, ἡμῶν Θεοτόκε, καὶ εὐλόγει σοὺς φοιτητάς, ἅγνισον καὶ φρούρει, πᾶσαν τὴν νεολαίαν, τὴν σοὶ προσευχομένην, Ἀριζονίτισσα.

Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, καὶ τῆς Ἀριζόνος, ἡ γλυκεῖα καταφυγή· χαῖρε Παναγία, ἡ Μήτηρ τοῦ Κυρίου, καὶ Νύμφη τῆς ἐρήμου ἡ ἀγλαόμορφος.

Δίδου τὴν ὁμόνοιαν ἀδελφοῖς, τοῖς διακονοῦσι, τὴν Μονὴν σου ὡς συμπαθής· θέρμανον Παρθένε ἀγάπην τὴν ψυγεῖσαν, ἐν χρόνοις τοῖς ἐσχάτοις, Ἀριζονίτισσα.

Πίστει προσκυνοῦμεν ἐν τῇ Μονῇ, τὴν τιμίαν Κάραν, τοῦ ὁσίου σου Ἰωσήφ, οὗ ταῖς ἱκεσίαις Δέσποινα Θεοτόκε, τὴν σὴν ἡμῖν παράσχου, χάριν καὶ εὔνοιαν.

Ἅγιε Ἀντώνιε πρεσβευτά, τῆς Μονῆς σου ταύτης, καὶ ἐρήμου καθηγητά, σὺν πᾶσιν ἁγίοις τοῖς ὧδε τιμωμένοις, αἰτήσασθε Κυρίῳ, ἡμῖν μετάνοιαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως.
Μήτηρ ἔνθρονος, κεχρυσωμένη, Βάτος ἔμψυχος, διηνθισμένη, ταῖς καλλοναῖς τῆς θεότητος πέφηνας· Ἀριζονίτισσα κόρη πανάμωμε, περιζωννύοις ἡμᾶς τῇ δυνάμει σου· ὃν ἐκύησας Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τὴν ζωήῤῥυτον πηγήν, καὶ τῆς Ἀριζόνος τὴν Ζώνην τὴν ἐνυπόστατον, ὕμνοις εὐφημήσωμεν καὶ προσκυνήσωμεν, κατανύξει κραυγάζοντες· Κυρία παρθένε, ἡ Ἀριζονίτισσα, σκέπε καὶ φύλαττε, ταύτην τὴν ἁγίαν Μονὴ σοῦ, καὶ τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ Θεοῦ Μητέρα σὲ γινώσκοντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἀριζονίτισσα Δέσποινα καὶ Κυρία,
εὔθυνόν μου σὲ ᾄσαντος τὴν πορείαν.