Παρακλητικός Κανών εις τον Όσιο Στέφανο του Πίπερι Μαυροβουνίου

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 20 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν τῆς ἀσκήσεως σταυρὸν ἄρας Πάτερ, καὶ τῷ Χριστῷ εὐαρεστήσας σῷ βίῳ, πολλὴν τὴν χάριν εἴληφας ὥστε θαυματουργεῖν· ὅθεν θεῖε Στέφανε, τὰς δεήσεις προσδέχου, τῶν τῇ θείᾳ λάρνακι, σοῦ λειψάνου ἐν πίστει, προσερχομένων καὶ πρὸς τὸν Θεόν, ταύτας προσφέρων, τὴν πλήρωσιν πάρεχε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Πλήρου, πάτερ Στέφανε, πιστῶν δεήσεις. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Πατέρων ἀρχαίων ἴσος ὀφθείς, τῷ θείῳ σου βίῳ, πάτερ Στέφανε καὶ Θεῷ, ἱστάμενος νῦν ἐν παῤῥησίᾳ, εὐχὰς αἰτούντων ταχέως ἐκπλήρωσον.

Λαοῦ Ὀρθοδόξου τὰς προσευχάς, προσδέχου παμμάκαρ, καὶ προσάγαγε τῷ Χριστῷ, αἰτούμενος θείαν εὐλογίαν, ὅσιε Στέφανε πάτερ φιλόστοργε.

Ἡ θήκη λειψάνου σου ἱεροῦ, ὡς ῥεῖθρα πηγάζει τὰ ἰάματα τοῖς πιστοῖς, ἀφθόνως παρέχουσα τὴν χάριν, Ἁγίου Πνεύματος ὅσιε Στέφανε.

Θεοτοκίον.
Ῥημάτων πρεπόντων σοι ἀπορῶ, πτωχὸς ὢν Παρθένε, διὸ κλέπτω τοῦ Γαβριήλ, φωνὴν τὴν χαρμόσυνον καὶ λέγω, Χαῖρε Δεσπότου δοχεῖον πανάγιον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐ δεδύνηνται Πάτερ, τοῦ πονηροῦ θέλγητρα, ἀπὸ τῆς ἀγάπης Κυρίου, διαχωρίσαι σε· διὸ δεόμεθα, ταύτης ἡμᾶς ἀχωρίστους, ταῖς εὐχαῖς σου τήρησον, ὅσιε Στέφανε.

Ὑπερήφανον ὄφιν, ταπεινωθεὶς Στέφανε, τῇ σωφρονεστάτῃ ζωῇ σου, κατετραυμάτισας· διὸ αἰτούμεθα, οἱ σοῦ τὴν μνήμην τιμῶντες, δὸς ἡμῖν ταπείνωσιν, τὴν χριστοένδυτον.

Πολεμήσας γενναίως, κατὰ παθῶν Ὅσιε, στέφανον ἀπείληφας δόξης, παρὰ Κυρίου σου· ὅθεν ἀξίωσον, Στέφανε μάκαρ σὰ τέκνα, πάθη ἀνυπότακτα, νικᾷν ἀείποτε.

Θεοτοκίον.
Ἁγνοτάτην εὑρών σε, ὁ Θεὸς Λόγος ἐσκήνωσεν, ἐν τῇ καθαρᾷ σου νηδύι, ὡς βρέφος Πάναγνε, ἡμῖν δωρούμενος, ὥσπερ τινα ἀῤῥαβῶνα, τῆς μελλούσης τάξεως, ἁγνείαν ἄφθορον.

Διάσωσον, σεπταῖς πρεσβείαις Στέφανε πάτερ, ἀπὸ πάσης προσβολῆς ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς πίστει ἐξαιτουμένους σὴν μεσιτείαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀφθόνως πιστοῖς, παρέχεις πάτερ Στέφανε, ἰάσεις πολλάς, ἐκ τοῦ σεπτοῦ λειψάνου σου, καὶ διώκεις τάχιστα, ἀσθενείας πάσας ψυχῆς καὶ σώματος, τῇ ἐνοικούσῃ αὐτῷ, ἀδιαστάτως θείᾳ Χάριτι.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τύπος γέγονας Στέφανε, τοῦ καθαρτικοῦ ἀγῶνος ἐξαίρετος, ὅθεν σύμμαχος παράστηθι, τοῖς ψυχῆς ποθοῦσι θείαν κάθαρσιν.

Ἐν σοφίᾳ μακάριε, πρὸς τοὺς ἔξω μάνδρας Χριστοῦ πεπόρευσαι, ὅθεν δὸς σοφῶς πορεύεσθαι, καὶ ἡμᾶς τοὺς σὲ τιμῶντας πάντοτε.

Ῥᾶον Πάτερ ὑπέφερες, διωγμοὺς ποικίλους καὶ πανουργεύματα, ὑπομένων ἀκλινέστατα, καὶ ἡμῖν γενόμενος ὑπόδειγμα.

Θεοτοκίον.
Σῶσον ἅπαντας Δέσποινα, τοὺς ὁμολογοῦντάς σε Θεομήτορα, ὑφαπλοῦσα θείαν σκέπην σου, καὶ ἐχθροῦ παγίδας διαλύουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τὴν ζωὴν Χριστοῦ, ἐν σοὶ Πάτερ ἀνετύπωσας, ἀγαπήσας τὰ παθήματα Αὐτοῦ, ἅ ἀγαπῆσαι, τοὺς τιμῶντάς σε ἀξίωσον.

Ἔλαμψε φαιδρῶς, ἡ ἁγία πολιτεία σου, καὶ τῆς ἀσκήσεως ἱδρῶτές σου σοφέ, Μονήν σου θείαν, μυστικῶς ἀεὶ ποτίζουσι.

Φώτισον ἡμᾶς, σαῖς εὐχαῖς ὅσιε Στέφανε, διακρίνειν τὰ θελήματα Θεοῦ, ὅπως τῆς πλάνης, ὥσπερ ἔλαφοι ἐκφύγωμεν.

Θεοτοκίον.
Ἄξιος οὐδείς, ὕμνος Μῆτερ τοῦ προσώπου σου, ὅπερ οἱ Ἄγγελοι ἀπαύστως ἀνυμνεῖν, καὶ μεγαλύνειν, μετὰ πόθου ἔργον ἔχουσι.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν ἐκχεῶ.
Νικῆσαί σε, ὁ ἐχθρὸς νενόμικεν, ἀλλ’ ἐψεύσθη ὥσπερ τεῖχος εὑρών σε, καὶ αἰσχυνθείς, σὲ κατέλιπε κλαίων, ὅτε Χριστὸν ἐθεάσατο στέφοντα, τὴν ἔνδοξόν σου κεφαλήν, ἁγιότητι ὅσιε Στέφανε.

Ἐφώτισας, τοῖς ἁγίοις ἔργοις σου, Μαυροβούνιον ἐν ὄρει ἁγίῳ, κατασταθείς, ὡς φιλέρημος ὄρνις, ἐν τῇ τοῦ Πίπερι Μάνδρᾳ πανόσιε, ἣν φύλαττε διὰ παντός, καὶ τοὺς ὅσοι πιστῶς σοι προσπίπτουσι.

Παλάτιον, τοῦ Θεοῦ ἀνέδειξας, τὴν σεπτὴν Μονὴν τοῦ Πίπερι πάτερ, ἔνθα Αὐτοῦ, διαρκῶς ἀνυμνεῖται, τὸ ὑπερύμνητον Στέφανε Ὄνομα, ἐκ δὲ τῆς λάρνακος τῆς σῆς, χριστωνύμοις δωροῦνται ἰάματα.

Θεοτοκίον.
Ἰσότιμος, γυναικῶν οὐχ εὕρηται, οὐδεπώποτε εὑρήσεται Μῆτερ, δόξης τῆς σῆς, δι’ ἧς θεῖος Υἱός σου, ὡς ἔστι δίκαιον σφόδρα ἐτίμησεν, ἡμεῖς δὲ εὕρομεν ἀεί, πρὸς Αὐτὸν σὲ ἀκοίμητον πρέσβειραν.

Διάσωσον, σεπταῖς πρεσβείαις Στέφανε πάτερ, ἀπὸ πάσης προσβολῆς ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς πίστει ἐξαιτουμένους σὴν μεσιτείαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν ἀρχαίων Ὁσίων ἰσότιμος, ὤφθης πάτερ πανόσιε Στέφανε, καρτερήσας, ἐν τοῖς ἀγῶσι τῆς ἀσκήσεως πιστῶς, διὸ εἴληφας παρὰ Χριστοῦ, ὥσπερ βραβεῖον ἀρετῶν, ἀφθαρσίαν λειψάνου σου, ὅπερ ῥεῖθρα ἐκβλύζει, πᾶσι πιστοῖς θαυμάτων, καὶ τῆς τοῦ Πίπερι Μονῆς, θησαυρὸς πέλει οὐράνιος.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Φάρον ἁγιότητος, ἐν μέσῳ σκότει δουλείας, Στέφανε μακάριε, ἐκ Κυρίου ἔγνωκε, Μαυροβούνιον· τῶν πιστῶν στήριγμα, τῶν πτωχῶν προστάτης, θλιβομένων ἡ παράκλησις, Μονῇ τοῦ Πίπερι, ὤφθης φιλοθέως ἀσκούμενος. Διὸ καὶ κατηξίωσαι, τῆς θαυματουργίας χαρίσματος, πάντας ἰατρεύων, τιμῶντάς σου τὴν μνήμην εὐλαβῶς, καὶ προσκυνοῦντας τὸ ἄφθαρτον, λείψανόν σου Ὅσιε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στέφος σῶν παλαισμάτων, ὁ Χριστὸς ἀφθαρσίαν τιμίου σκήνους σου, πρὸς στηριγμὸν παρέσχε, τῶν ὅσοι ἐξαιτοῦσιν, αἰτημάτων ἐκπλήρωσιν, καὶ δοξαζόντων Αὐτόν, Στέφανε εἰς αἰῶνας.

Τοὺς σεπτούς σου ἀγῶνας, καὶ ἀσκήσεως πόνους πάτερ θαυμάζομεν, δεόμενοί σου πίστει, τὰς πατρικὰς πρεσβείας, πρὸς τὸν Κύριον Στέφανε, ὅπως καλῶς καὶ ἡμεῖς, τελέσωμεν τὸν βίον.

Ὡς σεπτὴν μυροθήκην, καὶ πηγὴν ἰαμάτων τὸ θεῖον σκῆνός σου, ὦ Στέφανε πλουτοῦντες, λαμβάνομεν ἰάσεις, τῆς ψυχῆς καὶ τοῦ σώματος, δοξολογοῦντες Χριστόν, τὸν ἀφθαρτίσαντά σε.

Θεοτοκίον.
Νοῦν ἡμῶν καὶ καρδίαν, θείᾳ μνήμῃ Υἱοῦ σου Ἁγνὴ ἁγίασον, ναοὺς ἀναδεικνῦσα, εὐχῆς ἀδιαλείπτου, καὶ Αὐτοῦ οἰκητήρια, εὐγνωμονοῦντας ἀεί, ἀγάπην μητρικήν σου.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Δύναμιν δίδου, ἐν πειρασμοῖς τοῖς ποικίλοις, θεοδόξαστε Στέφανε σοῖς τέκνοις, τοῖς ἀσπαζομένοις, τὸ ἄφθαρτόν σου σκῆνος.

Ἔχει ὡς πλοῦτον, ἡ σεβασμία Μονή σου, λείψανόν σου, ὦ Στέφανε τρισμάκαρ, ἣν ἀεὶ φυλάττοις, πρεσβεύων πρὸς Δεσπότην.

Ἡ εὐλογία, ἐκ τῆς Μονῆς σου ἐκχεῖται, ἐπὶ πᾶσαν Μαυροβουνίου χώραν, εὐλαβῶς τιμῶσαν, ὦ Στέφανε σὴν μνήμην.

Θεοτοκίον.
Στέφανος Μῆτερ, ὁ μιμητὴς τοῦ σοῦ βίου, τὴν τοῦ Πίπερι ἔκτισε Μονήν σου, ἣν ἀεὶ συντήρει, ὡς στάδιον ἁγνείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην δότε μάκαρ, τῷ Μαυροβουνίῳ, σὺν Συμεὼν καὶ τῷ Σάββᾳ πρεσβεύοντες, τῷ εἰρηνάρχῃ Κυρίῳ, ὅσιε Στέφανε.

Ἰδοὺ ἡ τῆς σῆς Μάνδρας, Στέφανε τρισμάκαρ, μοναζουῶν συνοδία προσπίπτει σοι, καὶ ἱκετεύει σὴν χάριν, καὶ τὴν βοήθειαν.

Στέφε τῶν σῶν τεκνίων, Στέφανε ἀγῶνας, ἀσκητικοὺς καὶ τὸν ζῆλον ἐπαύξανε, τούτων πρὸς θεῖον Νυμφίον, Χριστὸν γλυκύτατον.

Θεοτοκίον.
Ἁγίων μειζοτέρα, πάντων Θεοτόκε, τὴν ἀδελφότητα ταύτην τοῦ Πίπερι, ταῖς ἀσιγήτοις εὐχαῖς σου, σφόδρα χαρίτωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Στέφανος ὑπάρχεις τῆς σῆς Μονῆς, Στέφανε τρισμάκαρ, ἔνθα σκῆνός σου τὸ σεπτόν, ἄφθαρτον τηρεῖται, καὶ ποταμοὺς θαυμάτων, πηγάζει τοῖς τιμῶσι, τοῦτο ἐκ πίστεως.

Ἅμα θείῳ Σάββᾳ καὶ Συμεών, Στέφανε ἀπαύστως, ἱκετεύσατε τὸν Χριστόν, ὅπως Σέρβων γένος, ἐν τῇ Ὀρθοδοξίᾳ, καὶ τῇ Αὐτοῦ ἀγάπῃ, μένῃ ἀκλόνητον.

Πίπερι, ὦ Στέφανε, τὴν Μονήν, καὶ τὰς μοναζούσας, ταύτης σκέπε διὰ παντός, χορηγῶν εὐχαῖς σου, τὴν θείαν εὐλογίαν, καὶ βίον καρποφόρον, τὸν μοναχότροπον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

Ἦχος β.΄ Ὅτε ἐκ τοῦ ξύλου σε.
Στέφανε τοῦ Πίπερι πατήρ, καὶ τῶν ἐν αὐτῷ ἀσκουμένων, παραμυθία τερπνή, τοὺς τὸ θεῖον σκῆνός σου, προσπτυσσομένους θερμῶς, παμπλουσίως εὐλόγησον, παρέχων ἰάσεις, τῆς ψυχῆς καὶ σώματος, ταῖς ἱκεσίαις σου· πάντας δὲ ἀξίωσον δόξης, τῆς μετὰ Ἁγίων ἁπάντων, ἐν τῇ Βασιλείᾳ τοῦ Θεοῦ ἡμῶν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Στέφανε, βάσις καὶ στύλος τῆς Μονῆς σου,
Ταύτην εὐλόγει πλουσίως οὐρανόθεν.