Παρακλητικός Κανών εις τον Όσιο Λουκά του εν Στειρίω

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 7 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς δοξασθεὶς παρὰ τοῦ πάντων Δεσπότου, πᾶσι παρέχεις τὴν σωτήριον χάριν, τοῖς τῇ θερμῇ πρεσβείᾳ σου προστρέχουσιν· ὅθεν ἀπολύτρωσαι, ἀναγκῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, τοὺς πιστῶς σοι βοῶντας· θαυματοφόρε ὅσιε Λουκᾶ, πᾶσι παράσχου, ταχεῖαν βοήθειαν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Λουκᾶ ῥὑου ἡμᾶς κινδύνων. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λαμπόμενος φέγγει Τριαδικῷ, Λουκᾶ θεοφόρε, ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ σκότους παθῶν τῶν ὀλεθρίων, ῥῦσαι ἡμᾶς φωτοφόροις πρεσβείαις σου.

Ὁ λύχνος Στειρίου ὁ φωταυγής, Λουκᾶ θεοφόρε, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ βλάβης καὶ πάσης ἐπηρείας, ἡμᾶς ἐν βίῳ ἀπήμονας φύλαττε.

Ὑψόθεν ἐφάπλωσον μυστικῶς, Λουκᾶ θεοφόρε, τῆς θερμῆς σου ἐπισκοπῆς, τὴν χάριν ἀπείργουσαν τὴν βλάβην, τὴν καθ᾿ ἡμῶν καὶ μανίαν τοῦ δράκοντος.

Θεοτοκίον.
Κυρία καί Δέσποινα τοῦ παντός, Κεχαριτωμένη παντευλόγητε Μαριάμ, πικρᾶς δυναστείας τοῦ βελίαρ, τὰς διανοίας ἡμῶν ἐλευθέρωσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀσωμάτων τὸν βίον, μετὰ σαρκὸς ἔζησας, καὶ σωματικῶν ἀλγηδόνων, πολλοὺς ἀπήλλαξας, Ἁγίῳ Πνεύματι· ὅθεν κἀμὲ κατὰ σῶμα, καὶ ψυχὴν θεράπευσον, Λουκᾶ μακάριε.

Ῥυπτικῇ σου πρεσβείᾳ, ὡς συμπαθὴς Ἅγιε, πλῦνον τῶν παθῶν μου τὸν ῥύπον, καὶ τῶν πταισμάτων μου, τὴν λύσιν αἴτησαι, παρὰ τοῦ πάντων Δεσπότου, καὶ πρὸς βίον κρείττονα, Λουκᾶ με ἴθυνον.

Ὑπὲρ πάντων δυσώπει, τὸν εὐμενῆ Κύριον, τῶν καταφεύγόντων ἐκ πόθου, Λουκᾶ τῇ σκέπῃ σου, ὡς ἂν ῥυσθείημεν, ἐπιφορῶν ψυχοφθόρων, καὶ ζωὴν γαλήνιον, Πάτερ ἀνύωμεν.

Θεοτοκίον.
Οὐρανὸν ὁ τανύσας, παντουργικῷ νεύματι, καὶ τῆς γῆς τὸ βάθος ἐδράσας, ὡς Παντοδύναμος, ἐκ σοῦ σεσάρκωται, καὶ τὴν ἀρχαίαν κατάραν, τῶν βροτῶν ἠφάνισε, μόνη Πανύμνητε.

Διάσωσον Λουκᾶ θεόφρον πρεσβείαις σου θεοδέκτοις, τοὺς ἐν πίστει τῇ προστασία σου σπεύδοντας, ἀπὸ παντοίων κινδύνων καὶ συμπτωμάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Κάθισμα. ᾿Ηχος β΄. Πρεσβεία θερμή.
Λουκᾶ θαυμαστέ, Ὁσίων ἐγκαλλώπισμα, Χριστὸν τὸν Θεόν, ἀπαύστως καθικέτευε, ῥύεσθαι πάσης θλίψεως, καὶ πικρῶν ἐν τῷ βίῳ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν σὴν ἀρωγὴν, καὶ μέλποντας Πάτερ τοῦς ἀγῶνάς σου.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὕδωρ βλῦσον τῆς χάριτος, τοῖς φλογιζομένοις πυρὶ τῶν θλίψεων, καί κατάφλεξον τὴν ἄκανθαν, πάσης ἁμαρτίας Λουκᾶ ὅσιε.

Ἡδοναῖς ταῖς τοῦ σώματος, Πάτερ δουλωθεῖσάν μου τὴν διάνοιαν, ἐλευθέρωσον καὶ κάθαρον, καὶ τῷ θείῳ φόβῳ με κυβέρνησον.

Μέγας πρόβολος πέφηνας, τῆς σεπτῆς Μονῆς σου Λουκᾶ μακάριε· ὅθεν ταύτην ἀεὶ φύλαττε, προσβολῆς ἁπάσης καὶ κακώσεως.

Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἀφράστως τέξασα, ἀλογίας πάσης ῥῦσαί με, τῆς προσγινομένης τῇ καρδίᾳ μου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπασον ἡμᾶς, τῶν βελῶν τοῦ πολεμήτορος, τῇ θερμῇ σου ἱκεσίᾳ πρὸς Χριστόν, περιέπων τὴν ζωὴν ἡμῶν μακάριε.

Ἔχει σε θερμόν, ἡ Μονή σου ἀντιλὴπτορα· διὰ τοῦτό σοι βοᾷ ἀπὸ ψυχῆς· τὴν σὴν ποίμνην ἀσινῆ Λουκᾶ διάσωζε.

Κόπασον παθῶν, τὸ κλυδώνιον μακάριε, τὸ χειμάζον τὴν ζωὴν ἡμῶν δεινῶς, καὶ εἰρήνην ἡμῖν αἴτει Λουκᾶ ἄνωθεν.

Θεοτοκίον.
Κοίμησον Ἁγνή, τῶν παθῶν μου τὰ σκιρτήματα, καὶ ἀπάθειαν παράσχου ἀληθῆ, τῇ ψυχῇ μου Θεοτόκε ἱκετεύω σε.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν.
Ἰάσεις, παντοδαπὰς ἀναβλύζων, θεραπεύεις τῶν παθῶν τὰς ὸδύνας· διὸ βοῶ σοι Λουκᾶ θεοφόρε· τὴν συντριβὴν τῆς ψυχῆς μου ἰάτρευσον, καὶ δίδου μοι Πάτερ ἰσχύν, ἐκπληροῦν τοῦ Κυρίου τὸ θέλημα.

Ναῷ σου, τῷ ἱερῷ προσφοιτῶντες, ὡς λιμένι σωτηρίας εὐδίῳ, τρικυμιῶν χαλεπῶν τῶν τοῦ βίου, καὶ συμφορῶν καὶ κινδύνων λυτρούμεθα, πάτερ Λουκᾶ θαυματουργέ, χαριστήριον ὕμνον σοι ᾄδοντες.

Δυνάμει, τῇ ἐκ Θεοῦ θεοφόρε, ἀσθενοῦσι θεραπείαν παράσχου, καὶ θλιβομένοις παράκλησιν θείαν, καὶ τοῖς ἐν πόνοις καὶ λύπαις ἀνάψυξιν, πάτερ Λουκᾶ θαυματουργἐ, ὡς προστάτης ἡμῶν συμπαθέστατος.

Θεοτοκίον.
Ὑψίστου, περιφανέστατος οἶκος, καὶ παλάτιον καὶ πάμφωτος θρόνος, ὡς ἀληθῶς ἀνεδείχθης Παρθένε, ὑπερφυῶς ἐν γαστρί σου χωρήσασα, καὶ τέξασα μετὰ σαρκός, τὸν ἡμᾶς τῆς κατάρας ῥυσάμενον.

Διάσωσον Λουκᾶ θεόφρον πρεσβείαις σου θεοδέκτοις, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ἀπὸ παντοίων κινδύνων καὶ συμπτωμάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Θαυματοφόρε Λουκᾶ ἀξιάγαστε, τῶν εὐσεβούντων προστάτα θερμότατε, ἀπαύστως δυσώπει τὸν Κύριον, δυσχερειῶν ἐκλυτροῦσθαι καὶ θλίψεων, τοὺςπόθῳ τιμῶντάς σε Ὅσιε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριτος θησαύρισμα, τῆς τοῦ Θεοῦ ἀνεδείχθης, βίου καθαρότητι, τὸν νοῦν καθηράμενος Λουκᾶ ὅσιε· διὸ νῦν κάθαρον, παθῶν ἀκαθάρτων, εὐπροσδέκτοις ἱκεσίαις σου, πάσης φαυλότητος, καὶ ἐπινοιῶν τοῦ ἀλάστορος, καὶ νόσων τε καὶ θλίψεων, τοὺς εἰλικρινῶς σε γεραίροντας, εἰρήνην ἐν βίῳ, καὶ πᾶσαν εὐπραγίαν καὶ χαράν, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν, ἡμῖν ἐξαιτούμενος.

Σῶσον ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νοσημἀτων παντοίων, καὶ πικρῶν συμπτωμάτων καὶ περιστάσεων, ἀτρώτους διατήρει, Λουκᾶ θαυματοφόρε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὡς θερμὸς ἀντιλήπτωρ, τῶν πρὸς σὲ ἀφορώντων Λουκᾶ μακάριε, παθῶν τὴν λύσιν αἴτει, καὶ κόπασον τὸν σάλον, συμφορῶν καὶ κακώσεων, καὶ τῶν πταισμάτων ἡμῖν, συγχώρησιν ἐξαίτει.

Νᾶμα ἄϋλον βλῦσον, ἐκ πηγῶν σωτηρίου ταῖς ἱκεσίαις σου, Λουκᾶ θαυματοφόρε, τοῖς ἐν τῇ αὐχμηρίᾳ, τηκομένοις τῶν θλίψεων, ἵνα καρπὸν ἀληθῆ, προσάξωμεν Κυρίῳ.

Θεοτοκίον.
Γηγενῶν σωτηρία, τὸν Σωτῆρα τεκοῦσα ὤφθης Πανάμωμε· διὸ κἀμὲ τῶν βρόχων, τῶν ἐκ τῆς ἁμαρτίας, δυσωπῶ σε ἀνάσωσον, καί ἴθυνόν με Ἁγνή, πρὸς τρίβον σωτηρίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τῷ Στειρίῳ, ὡς φαεινότατος λύχνος, Λουκᾶ ἔλαμψας φωτὶ τῶν ἀρετῶν σου, λύων τὴν ὁμίχλην, παθῶν καὶ νοσημάτων.

Ῥείθροις παμμάκαρ, τῶν θεϊκῶν σου χαρίτων, καταδρόσισον ψυχὴν μου τὴν ἀθλίαν, καταφλεγομένην, πυρὶ τῆς ἁμαρτίας.

Ἅπας προστρέχων, τῇ σῇ θερμῇ προστασίᾳ, Λουκᾶ ὅσιε εὑρίσκει σωτηρίαν· ὅθεν κἀμὲ σῶσον, τῆς τοῦ ἐχθροῦ μανίας.

Θεοτοκίον.
Σαρκὸς μου παῦσον, τὰς ἀφορήτους ὀδύνας, καὶ ἐπίῤῥωσον ψυχῆς μου τὰς δυνάμεις, ἄχραντε Παρθένε, πρὸς θείας ἐπιδόσεις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὐν ἡμῖν παράσχου, κατὰ τῶν ποικίλων, μεθοδειῶν τοῦ ἀλάστορος Ὅσιε, καὶ τῶν παθῶν θεραπείαν καὶ βίον ἄλυπον.

Μονῇ σου τῇ ἁγίᾳ, Πάτερ τοὺς ἐν πίστει, καὶ εὐλαβείᾳ προστρέχοντας πάντοτε, δυσχερειῶν θεοφόρε παντοίων λύτρωσαι.

Ὅσίως διανύσας, Πάτερ τὴν ζωὴν σου, ἐν ὁσιότητι πάσῃ ἐνίσχυσον, καί ἀρεταῖς πολιτεύεσθαι τοὺς τιμῶντάς σε.

Θεοτοκίον.
Ὑμνῶ σου Θεοτόκε, τὴν ἄφραστον δόξαν, καὶ ἐκ καρδίας βοῶ ὁ οἰκέτης σου· τῆς τῶν παθῶν τυραννίδος ῥῦσαί με Δέσποινα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ Στειρίου θεῖος πυρσὸς, καὶ τῶν Μοναζόντων, ἑωσφόρος καὶ ὁδηγός· χαίροις ὁ θαυμάτων, βλῦστάνων θεῖα ῥεῖθρα, Λουκᾶ πνεύματοφόρε, Ἑλλάδος καύχημα.

Χαίρων ἐκ νεότητος τὸν Σταυρόν, ἧρας τοῦ Κυρίου, καὶ ἰσάγγελος ἀληθῶς, ὤφθης ἐν ἀσκήσει, Λουκᾶ ὁσίων δόξα, καὶ πλήρης θεοσδότων, χαρίτων γέγονας.

Χαίροις θεοφόρε πάτερ Λουκᾶ· χαίροις τῆς Τριάδος, ἐνδιαίτημα ἱερόν· χαίροις ὁ παρέχων, σωτηριώδη χάριν, τοῖς πίστει προσιοῦσι, τῇ ἀντιλήψει σου.

Πόνοις διαλάμπων ἀσκητικοῖς, αὐτουργὸς θαυμάτων, ἀνεδείχθης παρὰ Θεοῦ, πάθη ἀπελαύνων, καὶ νόσους θεραπεύων, Λουκᾶ τῶν αἰτουμένων, τὴν σὴν βοήθειαν.

Χάριν τὴν πλουσίαν παρὰ Θεοῦ, ἣν ἐδέξω Πάτερ, ὡς δοχεῖον τῶν ἀρετῶν, ἐφαπλῶν τοῖς πᾶσι, κινδύνων ἀπαλλάττεις, καὶ πειρασμῶν ἐξαίρεις, τοὺς προσιόντάς σοι.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, Λουκᾶ θεοφόρε, καθικέτευε ἐκτενῶς, δυσπραγίας πάσης, καὶ συνοχῆς θλιβόντων, λυτροῦσθαι τοὺς ζητοῦντας, τὴν προστασίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ἐκ νεότητος ἀναλαβόμενος, πορείαν διήνυσας στενὴν καὶ ἐπίπονον, οἰκήσας ἐν ὄρεσιν· ὅθεν αὐλιζόμενος εἰς εὐρύχωρον πλάτος, δόξης καὶ βασιλείας τοῦ Θεοῦ καὶ Σωτῆρος, Λουκᾶ θεομακάριστε, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Λύσιν τῶν ἐν βίῳ δυσχερῶν, καὶ στενοχωρίας ἁπάσης, καὶ περιστάσεως, αἴτησαι τοῖς σπεύδουσι, τῇ προστασία σου, καὶ παθῶν ἀπολύτρωσιν καὶ πᾶσαν εἰρήνην, καὶ πταισμάτων ἄφεσιν, Λουκᾶ μακάριε· σὲ γὰρ βοηθὸν ἐν ἀνάγκαις, ἔχοντες τὴν σὴν ἐξαιτοῦμεν, ἐν παντὶ καὶ πάντοτε βοήθειαν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Δέξαι εὐμενῶς Λουκᾶ θαυματοφόρε
Ἥν σοι Γεράσιμος παράκλησιν φέρει.