Τρείς Ακολουθίες εις τον Όσιο Λουκά του εν Στειρίω
Ακολουθία Οσίου Λουκά του εν Στειρίω
Εκ του Προσκυνηταρίου της ομωνύμου Ιεράς Μονής Βοιωτίας Έκδοσις Γεωργίου Κρέμμου, 1874.
†Εορτάζεται στις 7 Φεβρουαρίου
Ψαλλομένη τῇ 7η Φεβρουαρίου.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄. Προσόμοια Στιχηρά. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Προφρόνως συνέλθωμεν πιστοί, Λουκᾶ τοῦ θεόφρονος, συνεορτᾶσαι τὴν κοίμησιν, ὁ γὰρ Θεὸς ἡμῶν, ἐν τῇ μνήμῃ τούτου, παρέχει δωρήματα, τοῖς πᾶσι καὶ δεινῶν ἀπολύτρωσιν, κατακαμπτόμενος, ἐν ἐλέει ταῖς λιταῖς αὐτοῦ, ὅς πρεσβεύει ὑπὲρ τῶν ὑμνούντων αὐτόν.
Προκρίνας τὰ μένοντα σοφῶς, τῶν ῥευστῶν ἀείμνηστε, ἐν οὐρανοῖς συναπήλαυσας, ἀΰλοις τάξεσι, Λουκᾶ θεοφόρε, τῆς χαρᾶς τῆς κρείττονος. Διόπερ ὡς Θεῷ παριστάμενος, τοῦτον ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Θεράπων καὶ δόκιμος Χριστοῦ, καὶ θερμὸς τῷ Πνεύματι, ἐπὶ τῆς γῆς ἀναδέδειξαι, θεομακάριστε, ἐντολὰς γὰρ θείας, ἀκριβως ἐφύλαξας. Διὸ συγκληρονόμον σε ἔδειξε, Λουκᾶ θεσπέσιε, τῶν ἀῤῥήτων ἀγαθῶν αὐτοῦ, βασιλείας οὐρανῶν τῆς κρείττονος.
Πραότητος γνώμην ἀψευδής, ἀκτησίας αὖθίς τε, καὶ κατανύξεως πέφηνας, κανὼν μακάριε, ἡσυχία τύπος, ἀκριβὴς καὶ μέτριος, καὶ πάσης ἀρετῆς ἄλλης ἔμπλεως. Διὸ ἱκέτευε, δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Δαβιτικῶς ὥσπερ φοίνιξ, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐξήνθησας, ἡγιασμένε Λουκᾶ, καὶ ὡσεὶ κέδρος ἐπλήθυνας, ἡ ἐν τῷ Λιβάνῳ τοὺς φοιτητάς σου, οὓς περιφρούρει καὶ σκέπε ἀπὸ βλάβης παντοίας. Σὲ γὰρ κεκτήμεθα πρὸς Θεὸν παῤῥησίαν, καύχημα καὶ σκέπην καὶ ἀσφαλὲς προπύργιον. Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου…
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Εἰς τὸν Στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὁ ὑπερόπτης τῶν κάτω καὶ παρεπίδημος, ὁ ἐραστὴς τῶν ἄνω, καὶ ἐρημοπολίτης, Λουκᾶς ὁ θεοφόρος πάντας ἡμᾶς, ἑορτάσαι προτρέπεται, τῆς πρὸς Θεὸν ἐκδημίας αὐτοῦ πιστῶς, τὴν ἡμέραν τὴν σωτήριον.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ άνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἔξω σαρκὸς καὶ τοῦ κόσμου ταῖς ἀρεταῖς γεγονώς, καὶ δι’ αὐτῶν δοξάσας, ἐπὶ γῆς διὰ βίου, τὸν Κύριον τῆς δόξης Πάτερ σοφέ, κατ’ ἀξίαν δεδόξασαι, καὶ ἰαμάτων ἐδείχθη θεία πήγη, παρ’ Αὐτοῦ Λουκᾶ θεόληπτε.
Στίχος. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Μέτριος ἄκακος πρᾷος ἁπλοῦς ἡσύχιος, ὡς χρηματίσας Πάτερ, ὑπὲρ ἄνθρωπον ὄντως, καὶ ἄϋλος ἐν ὕλῃ οἶκος Θεοῦ, καθωράθης ἐπάξιος, τὰς ἐξ Αὐτοῦ προϊούσας σοι δωρεάς, συμπαθῶς διαπορθμεύων ἡμῖν.
Δόξα. Ἦχος πλ. β΄.
Τοὺς μεγάλους σου καμάτους, εὐφημοῦμεν Λουκᾶ πατὴρ ἡμῶν, δι’ ὧν ἐπαξίως τῷ Θεῷ εὐηρέστησας. Πάσης γὰρ τῆς προσκαίρου ζωῆς τὸ ἄστατον οὐδὲν ἡγησάμενος, τὴν οὐράνιον ἐπόθησας τοῦ Δεσπότου βασιλείαν, Χριστὸν μόνον ἑλόμενος, τόν σε δοξάσαντα μακάριε.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος…
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ἐκ νεότητος ἀναλαβόμενος, πορείαν διήνυσας, στενὴν καὶ ἐπίπονον, μακρύνας ἐν ὄρεσιν· ὅθεν αὐλιζόμενος εἰς εὐρύχωρον πλάτος, δόξης και βασιλείας, τοῦ Θεοῦ καὶ Σωτῆρος, Λουκᾶ θεομακάριστε, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον…
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Προοιμιακός, Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν τῆς ἑορτῆς δ΄. Ἦχος α΄. Γερμανοῦ Πατριάρχου.
Λέγε Συμεών, τίνα φέρων ἐν ἀγκάλαις, ἐν τῷ ναῷ ἀγάλλῃ; Τίνι κράζεις καὶ βοᾷς; Νῦν ἠλευθέρωμαι· εἶδον γὰρ τὸν Σωτῆρά μου· Οὗτός ἐστιν, ὁ ἐκ Παρθένου τεχθείς, οὗτός ἐστιν ὁ ἐκ Θεοῦ Θεὸς Λόγος, ὁ σαρκωθεὶς δι’ ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.(Δίς).
Δέχου Συμεών, ὃν ὑπὸ τὸν γνόφον, Μωσῆς νομοθετοῦντα, προεώρα ἐν Σινᾷ, βρέφος γενόμενον, νόμῳ ὑποταττόμενον. Οὗτός ἐστιν, ὁ διὰ νόμου λαλήσας οὗτός ἐστιν, ὁ ἐν Προφήταις ῥηθείς, ὁ σαρκωθεὶς δι’ ἡμᾶς, καὶ σώσας τὸν ἄνθρωπον· Αὐτὸν προσκυνήσωμεν.
Δεῦτε καὶ ἡμεῖς, ᾄσμασιν ἐνθέοις, Χριστῷ συναντηθῶμεν, καὶ δεξώμεθα αὐτόν, οὗ τὸ σωτήριον ὁ Συμεὼν ἑώρακεν. Οὗτός ἐστιν, ὃν ὁ Δαυῒδ καταγγέλλει οὗτός ἐστιν, ὁ ἐν Προφήταις λαλήσας, ὁ σαρκωθεὶς δι’ ἡμᾶς, καὶ νόμῳ φθεγγόμενος· Αὐτὸν προσκυνήσωμεν.
Καὶ τοῦ Ὁσίου στ΄. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σοφῶς κατενόησας, ὡς ἐμπαθής τε καὶ δούλη, Λουκᾶ παναοίδιμε, καὶ τοὺς ταύτην παίζουσα μετιόντας ἐστί, μηδαμῶς μένουσα, μετὰ τὴν ἔξοδον, τὴν ἐντεῦθεν πρὸς τὸν Κύριον, ἡ εὐδιάλυτος αὕτη, καὶ ῥοώδης, καὶ πρόσκαιρος, ζωή τε καὶ κατάστασις, ὅθεν καὶ τῆς κρείττονος γέγονας, πρὸς ἥν ἀπευθύνων, ἀγχίνους ὡς κριτής τε καὶ σοφός, βίον καὶ λόγον, καὶ πρᾶξίν τε Χριστῷ εὐηρέστησας.
Σταυρὸν ἐκ νεότητος, ἀναλαβὼν καὶ τὴν τρίβον, Λουκᾶ τὴν ἐπίτομον, καὶ στενὴν διώδευσας ἐμμελέστατα, τῇ σεπτῇ μάλιστα, πειθαρχῶν ἔνδοξε, διατάξει τοῦ καλέσαντος. Διὸ κατάλληλον, εὗρες τῶν καμάτων τὴν ἔκβασιν, καὶ ἄξιον τὸ ἔπαθλον, τὴν ἐν οὐρανοῖς βασιλείαν Χριστοῦ, καὶ τὴν μετὰ πάντων Ἁγίων ἐν φωτὶ διαγωγήν, μεθ’ ὧν ἀπαύστως ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.
Θαύματος ὑπόθεσις, ἅπασιν ἦσθα θεόφρον, καὶ μετὰ τοῦ σώματος, ἐπὶ γῆς τὸ πρότερον καθορώμενος, καὶ σκοπῶν Ὅσιε, καὶ βιῶν ἔνθεα, καὶ τοῖς λόγοις καὶ τοῖς πράγμασι. Μέτριος πρᾶος γάρ, ὤφθης καὶ ἡδὺς καὶ μειλίχιος, καὶ ἄγαν εὐπροσήγορος, καὶ προφητικὸς καὶ ἀπλούστατος, πολλῷ δὲ νῦν μᾶλλον, ἡνίκα πρὸς Θεὸν ἀναδραμών, ἐθαυμαστώθης καὶ ἔλαβες, χάριν τῶν ἰάσεων.
Ὅλως ἐκ νεότητος, ἀκολουθήσας Κυρίῳ, γονικὴν κατέλιπες, ἔνδοξε προσπάθειαν, καὶ στοργὴν κοσμικήν, καὶ ἐρήμους ᾤκησας, ἀσκητῶν τὸν βίον, ἐξασκῶν ἐν ταπεινότητι, ὅν καὶ ἐτέλεσας ζέοντι τῷ πνεύματι Ὅσιε, καλῶς ἐμπορευσάμενος, νείμας σου τὰ ὄντα τοῖς πένησι, καὶ τὸν μαργαρίτην, τὸν θεῖον ἐξωνούμενος Χριστόν, οὗ καὶ τυχὼν τῆς ἐφέσεως, ἔστης ἀξιάγαστε.
Ἔφερες τυπτόμενος, ὀνειδιζόμενος Πάτερ, διαπληκτιζόμενος, παρὰ τοῦ τεκόντος σε διὰ Κύριον, ὅν ἐπόθεις ἔνδοξε, οὗ τρωθεὶς τῷ ποθῷ, τὰ τερπνὰ οὐδὲν λελόγισαι. Μητρὸς δὲ στέρησιν, καὶ τὴν ξενιτείαν ἠγάπησας, καὶ σχῆμα ἐνεδέδυσο, τὸ τῶν μοναχῶν ἱερώτατε, ἀλλὰ φανεροῖ σε, Θεὸς καὶ μὴ βουλόμενον εὐχαῖς, ταῖς μητρικαῖς Λουκᾶ Ὅσιε, καμθεὶς ὁ φιλάνθρωπος.
Βίον ἐκτελέσας σου, τὸν ἱερὸν πανιέρως, θαύματα ἐτέλεσας, ἱερὲ ἐξαίσια καὶ παράδοξα, τοῦ Θεοῦ σοι νείμαντος, ἀῤῥαβῶνα ἔνθεον, καὶ πρὸ τῆς ἀνταποδόσεως, τῶν θείων πόνων σου, νέμει δὲ καὶ στέφος σοι ἄφθαρτον, καὶ δόξαν αἰωνίζουσαν, ὅταν ὡς Κριτὴς παραγένηται. Αὐτὸν οὗν δυσώπει, ῥυσθῆναι τοὺς ὑμνοῦντάς σε ἡμᾶς, ἀπὸ παντοίας κακώσεως, Λουκᾶ πανσεβάσμιε.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Λουκᾶ πατὴρ ἡμῶν, διὰ γάρ σου τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὀμόσκηνε, καὶ δικαίων, μεθ’ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.Ἦχος πλ. δ΄. Ἀνδρέου Κρήτης.
Ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, σήμερον τῷ θείῳ Ἱερῷ κατὰ νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις, καὶ ὑπὸ Ἰωσὴφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τὴν ἀμίαντον Ἐκκλησίαν, καὶ τῶν ἐθνῶν τὸν νεόλεκτον λαόν, περιστερῶν δὲ δύο νεοσσούς, ὡς ἀρχηγὸς Παλαιᾶς τε καὶ Καινῆς. Τοῦ πρὸς αὐτὸν χρησμοῦ δὲ Συμεών, τὸ πέρας δεξάμενος, εὐλογῶν τὴν παρθένον, Θεοτόκον Μαρίαν, τὰ τοῦ πάθους σύμβολα τοῦ ἐξ αὐτῆς προηγόρευσε, καὶ παρ’ αὐτοῦ ἐξαιτεῖται τὴν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθὼς προεπηγγείλω μοι, ὅτι εἶδόν σε τὸ προαιώνιον φῶς, καὶ Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν.
Ἰδιόμελα. Ἦχος β΄.
Δαβιτικῶς ὥσπερ φοίνιξ ἐν τῷ οἴκῳ Κυρίου ἐξήνθησας, ἡγιασμένε Λουκᾶ, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ τοὺς φοιτητάς σου ἐπλήθυνας, οὕς περιφρούρει καὶ σκέπε ἀπὸ βλάβης παντοίας. Σὲ γὰρ κεκτήμεθα πρὸς Θεὸν παῤῥησίαν, καύχημα καὶ τεῖχος καὶ ἀσφαλὲς προπύργιον. Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰσς ἡμῶν.
Ὁ αὐτός.
Σήμερον ὁ θεόπνευστος Λουκᾶς μεθίσταται τοῦ βίου. Σήμερον ὁ οὐρανὸς εἰσδέχεται τὸν οὐράνιον φωστῆρα. Τὰ οὐράνια τάγματα νῦν γέγηθε, τὸν ἐπίγειον ὄντα καὶ οὐράνιον. Χορὸς Πατέρων ἀγάλλεται, καὶ Σὲ τὸν Θεὸν μεγαλύνει ἀεί, ἡμεῖς δὲ οἱ τούτου μύσται βοῶμεν· Πρέσβευε ὑπὲρ ἡμῶν Πάτερ ἁγιώτατε.
Ἦχος γ΄.
Πατέρων ἀγλάϊσμα, καὶ μοναστῶν ἐγκαλλώπισμα, καὶ ἀσκητῶν σεμνολόγημα, πάντων τῶν Ναζηραίων μέγιστον καύχημα, θεῖος κανὼν εἰς ἀρετήν, Λουκᾶ, γεγονώς, καὶ τύπος ἀκριβείας, ὁδηγὸς ἀπλανὴς πρὸς σωτηρίας ὁδόν, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ τοῦ ποιμνίου σου, μὴ παρόψοιο δεινῶς κλονουμένους ἡμᾶς, παντοίαις ἐπιφοραῖς τοῦ δράκοντος, ἀλλὰ πρόστηθι Πάτερ, καὶ λύτρωσον συμφορῶν ἀμέτρων σοὺς δούλους, καὶ ἀξίωσον ἀπρόσκοπτον διατελοῦντας, ζωὴν εὐαρεστεῖν τῷ Χριστῷ.
Ἦχος δ΄.
Πάτερ τρισόλβιε, σὺ τῆς Τριάδος ἱερόν τε καὶ θεῖον γέγονας ἐνδιαίτημα. Ποθήσας γὰρ τὴν ἀρετὴν ἔρωτι θείῳ, τὰ ἐπίγεια πάντα, εἰς οὐδὲν λελόγισαι, καὶ τὸν Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, τῷ Χριστῷ προθύμως ἠκολούθησας, καὶ συμβασιλεύειν ἠξιώθης, Λουκᾶ παμμακάριστε, ἀλλὰ μὴ παύσῃ πρεσβεύειν ὑπὲρ τῶν πίστει εὐφημούντων σε.
Ὁ αὐτός.
Ἔλαμψαν τὰ καλά σου ἔργα, ὡς ἥλιος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, Χριστοῦ θεράπον, Λουκᾶ πανσεβάσμιε, ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν τῇ ἀληθῇ καὶ ἄμωμον πίστιν Χριστοῦ, διὸ ἱκέτευε Ὅσιε Πάτερ, ἐν τῇ μνήμῃ σου θεοφόρε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος πλ. β΄.
Τοὺς μεγάλους καμάτους εὐφημοῦμεν Λουκᾶ Πατὴρ ἡμῶν, δι’ ὧν ἐπαξίως τῷ Θεῷ εὐηρέστησας. Πάσης γὰρ τῆς προσκαίρου ζωῆς τὸ ἄστατον οὐδὲν ἡγησάμενος, τὴν οὐράνιον ἐπόθησας τοῦ Δεσπότου βασιλείαν, Χριστὸν μόνον ἐλόμενος, τόν σε δοξάσαντα μακάριε.
Δόξα. Ἦχος πλ. δ΄.
Καλλωπίζεται πατρὶς ἡ θρεψαμένη σε πάτερ Λουκᾶ μακάριε, καὶ ἐπαγάλλεται χαρμονικῶς σήμερον ἐν τῇ πανηγύρει, κηρύττουσα τὰ σὰ κατορθώματα, τὸ δὲ σῶμά σου τὸ ἱερόν, ὡς θησαύρισμα κατέχουσα βοᾷ σοι· Μὴ ἐλλίπῃς πρεσβεύων ὑπὲρ τῶν πίστει ἐκτελούντων τὸ ἱερόν σου μνημόσυνον.
Καὶ νῦν. Τῆς ἑορτῆς. Γερμανοῦ, οἱ δὲ Ἀνατολίου.
Ὁ παλαιὸς ἡμερῶν, νηπιάσας σαρκί, ὑπὸ Μητρὸς Παρθένου τῷ Ἱερῷ προσάγεται, τοῦ οἰκείου νόμου πληρῶν τὸ ἐπάγγελμα, ὃν Συμεὼν δεξάμενος ἔλεγε. Νῦν ἀπολύεις ἐν εἰρήνῃ κατὰ τὸ ῥῆμά σου τὸν δοῦλόν σου· εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου Κύριε.
Ἢ δέ, συμφώνως τῷ Τυπικῷ, οὗ ψάλλεται ἡ ἑορτή, τὸ παρὸν Θεοτοκίον.
Χαίροις τὸ ἐργαστήριον Θεοῦ τοῦ πανυψίστου. Χαίροις ἀείφωτε Μαρία θεονύμφευτε. Χαίροις ἡ παγκόσμιος χαρὰ τῶν ὀρθοδόξων. Πρέσβευε τῷ ἐκ σοῦ τεχθέντι σῶσαι τὸ γένος ἡμῶν.
Στιχηρά. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Πάθη, ψυχῆς τε καὶ σώματος, δι’ ἐγκρατείας σοφέ, καὶ συντόνου ἀσκήσεως, ὑποτάξας ἔφθασας, ἀρετῶν εἰς ἀκρώρειαν, καὶ γνόφον θεῖον, ὥσπερ τὸ πάλαι Μωσῆς, εἰσέδυς δόξαν ἐνοπτριζόμενος, ἥνπερ ἐπόθησας κατιδεῖν θεσπέσιε πάτερ Λουκᾶ, καὶ Θεὸν ἑώρακας, ὥσπερ ἰδεῖν δυνατόν.
Στίχος. Τίμιος ἐναντίον Κυρίου…
Χάριν, μεγίστην εἰσδέδεξαι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, κατ’ ἀξίαν τῶν πόνων σου, προορᾶν τὰ μέλλοντα, καὶ προλέγειν σαφέστατα, ἰᾶσθαι νόσους, διώκειν δαίμονας ἐν τῷ καιρῷ δὲ τῆς προσευχῆς ἀπὸ γῆς, ὦ ξένου θαύματος! Εἰς ἀέρα αἵρεσθαι σωματικοῦ, πάχους μὴ κωλύοντός σε παναοίδιμε.
Στίχος. Δίκαιος ὡς φοίνιξ ἀνθήσει…
Σοί, ὡς δικαίῳ θεσπέσιε, φαιδρὸν ἀνέτειλε φῶς, ὡς εὐθεῖ τῇ καρδίᾳ δέ, εὐφροσύνη ἄληκτος, εἰς αἰῶνα δεδώρηται, τοὺς ἀπεράντους, ἧς σὺν Ἀγγέλων χοροῖς, ἐπαπολαύων καὶ ἡμῶν μέμνησο, τῶν προσφευγόντων σοι, καὶ πιστῶς ὑμνούντων σε τῶν ἀσκητῶν, θεῖον ἐγκαλλώπισμα καὶ ἀκροθίνιον.
Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε πάτερ Λουκᾶ πανσεβάσμιε, τὸ τῆς Ἑλλάδος καύχημα, τῶν ἀσκητῶν ὡραιότης, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθλαμοῖς εἰς κόρον, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως σου τὴν ψυχὴν καὶ τὸ σῶμα, τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαυτὸν ἡτοίμασας τοῦ Ἁγίου Πνεύματος καταγώγιον. Ὅθεν καὶ τὰ πόῤῥω, ὡς ἑνεστῶτα προέλεγες, καὶ τῆς ὁμοουσίου Τριάδος θεράπων γενόμενος, τρισόλβιε Πατὴρ ἡμῶν, πρέσβευε ὑπὲρ ἡμῶν ἐκτενῶς πρὸς Κύριον.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἀνδρέου Κρήτης.
Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ’ ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ἐκ νεότητος ἀναλαβόμενος, πορείαν διήνυσας, στενὴν καὶ ἐπίπονον, μακρύνας ἐν ὄρεσιν· ὅθεν αὐλιζόμενος εἰς εὐρύχωρον πλάτος, δόξης και βασιλείας, τοῦ Θεοῦ καὶ Σωτῆρος, Λουκᾶ θεομακάριστε, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Δόξα. Τῆς ἑορτῆς.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἁπαλῶν ἐξ ὀνύχων Πάτερ σοφέ, ἀκρασίαν μισήσας τὴν βλαβεράν, ἐπόθησας κάλλιστα, τὴν καθόλου ἐγκράτειαν, ἧς καρπὸς ἁγνεία, καὶ ἄκρα ἀπάθεια, δι’ ὧν θεραπεύσας ἐφάνης τὸν κτίσαντα, ὅθεν καὶ τὴν χάριν, παρ’ Αὐτοῦ ἐκομίσω, τοῦ παύειν τὰ νοσήματα, καὶ διώκειν τὰ πνεύματα, ἐξ ἀνθρώπων μακάριε, πρεσβεύων ἐκτενῶς καὶ ἡμᾶς, τοὺς πιστῶς ὑμνοῦντάς σε, φυλάττεσθαι ἀμετόχους παντοίων κακώσεων.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Αὐλῶν ποιμενικῶν.
Ἐτέχθης ἐπὶ γῆς, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ὁ ἀκατάληπτος, χαίρων δὲ ὁ πρεσβύτης, ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις ὅν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Ἢ τὸ Θεοτοκίον. Τὴν Σοφίαν καὶ Λόγον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη τὰ δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου. Σὺ γὰρ ὤφθη σκέπη ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα, ὅθεν ὡς ἐκ μέσου φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει με, πρεσβεύουσα Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι. Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.
Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα ὅμοιον.
Τῷ πυρὶ τῆς ἀγάπης τοῦ Ἰησοῦ, πυρωθεὶς τὴν καρδίαν ὅλον σαυτόν, Αὐτῷ ἀνατέθηκας, τοῖς αὐτοῦ βαίνων ἴχνεσιν, ἐγκρατείας πόνῳ τὸ σῶμα δουλούμενος, τὴν ψυχὴν πιαίνων παννύχοις δεήσεσιν, ὅθεν καὶ τὸν δρόμον, εὐαρέστως τελέσας, λυθείς τε τοῦ σώματος, πρὸς Αὐτὸν ἐξεδήμησας Λουκᾶ θεῖε Πατὴρ ἡμῶν, ἀεὶ ἐν εὐφροσύνῃ τελῶν, Ὁσίων δικαίων Μαρτύρων τε, μεθ’ ὧν πρέσβευε σωθῆναι τοὺς δούλους σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Κατεπλάγη Ἰωσήφ.
Νηπιάζει δι’ ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.
Ἢ Θεοτοκίον. Τὴν Σοφίαν καὶ Λόγον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτην σὲ ἔδειξε, τῶν ἀνθρώπων Πανάχραντε. Διὰ τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως, τῆς ἐκεῖ σὲ δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι τὴν ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα ὅμοιον.
Ἀναβὰς εἰς τὸ ὄρος τῶν ἀρετῶν, καὶ ἀσκήσας ὁσίως Πάτερ Λουκᾶ, τὸν νοῦν ἀνεπτέρωσας ἀπὸ γῆς πρὸς οὐράνια, καὶ πρὸς πλάτος θεῖον, πανσόφως πτερούμενος, λογισμῷ τελείῳ, ἀνῆλθες μακάριε, ὅθεν τοὺς εἰς βάθος, πειρασμῶν ἐμπεσόντας, ἀνείλκυσας Ὅσιε, ἐνεργῶν τὰ τεράστια, θεοφόρε Πατὴρ ἡμῶν· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Κατεπλάγη Ἰωσήφ.
Ἐν τῷ ὄρει τῷ Σινᾷ, πάλαι κατεῖδε Μωϋσῆς, τὰ ὀπίσθια Θεοῦ, καὶ ἀμυδρῶς θείας φωνῆς, κατηξιώθη ἐν γνόφῳ τε καὶ θυέλλῃ, νῦν δὲ Συμεών, τὸν σαρκωθέντα Θεόν, ἀτρέπτως δι’ ἡμᾶς ἐνηγκαλίσατο, καὶ γεγηθὼς ἠπείγετο τῶν τῇδε, πρὸς τὴν ζωὴν τὴν αἰώνιον· διὸ ἐβόα· νῦν ἀπολύεις, τὸν δοῦλόν σου Δέσποτα.
Ἢ Θεοτοκίον. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσα Θεὸν σαρκί, πᾶσαι μακαρίζουσι γενεαὶ ἀνθρώπων. Τὸ γὰρ πῦρ ἐσκήνωσεν ἐν σοὶ τῆς θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον, ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον Τόκον σου. πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως τὴν δόξαν σου.
Οἱ ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου…
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ…
Πᾶσα πνοή.
Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Ματθαῖον·
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου…
Ὁ Ν΄ ψαλμός.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου…
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου…
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὀ Θεός…
Ἰδιόμελον. Ἦχος β΄.
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καὶ παρ’ Αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους, καταφρονεῖν τῶν ἡδέων. Νῦν δὲ τῷ φωτὶ καθαρώτερον ἐλλαμπόμενος τῷ θείῳ, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Λουκᾶ πάτερ ὅσιε.
Οἱ Κανόνες· πρῶτον τῆς ἑορτῆς μετὰ τοῦ εἱρμοῦ εἰς στ΄· καὶ οἱ δύο κανόνες τοῦ Ἁγίου εἰς η΄. Εἰ δὲ οὗ συμψάλλεται ἡ ἑορτή, ὁ Κανὼν τῆς Θεοτόκου πρῶτον, εἶτα τοῦ Ἁγίου.
Ὁ α΄ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς·
Λουκᾶν γεραίρω, τῶν μοναστῶν τὸ κλέος.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λαμπτῆρα Χριστός σε φωτοειδῆ, φωτὸς ἀπόῤῥήτου τοῖς ἀΰλοις μαρμαρυγαῖς, αὐγάζοντα πάντων τὰς καρδίας, Λουκᾶ θεόφρον ἀναδείκνυσι.
Ὅλως ἀπὸ βρέφους ἁγιασθείς, Θεῷ ἀνετέθης ἐκ νηδύος ὡς Σαμουήλ, καὶ γνόφον εἰσέδυς τῶν ἀῤῥητων, θεωριῶν ἐλλαμφθεὶς τὴν διάνοιαν.
Ὑπέδυς γενναίως ὡς ἀριστεύς, τὸ στάδιον μάκαρ τῶν ἀγώνων θωρακισθείς, τῇ θείᾳ δυνάμει τοῦ Σωτῆρος, καὶ τὸν ἀντίπαλον ὄφιν κατέῤῥαξας.
Θεοτοκίον.
Κανίζεις τῷ ξένῳ σου τοκετῷ, τῆς φύσεως νόμους ὑπὲρ λόγον καὶ ὑπὲρ νοῦν, ἐν μήτρᾳ Παρθένε συλλαβούσα, τὸν Ποιητὴν ἁπάντων καὶ Κύριον.
Ὁ β΄ Κανὼν τοῦ Ὁσίου, ἔχων οὗ ἡ ἀκροστιχίς·
Λουκᾶν ἐπαινῶ τὸ κλέος τῆς Ἑλλάδος. Ἀμήν.
ᾨδή α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Λόγον μοι δίδου θεόπτα παρεστηκώς, θρόνῳ τοῦ Δεσπότου σου, ἀνυμνῆσαι τὴν φαιδράν, καὶ φωσφόρον μνήμην σου Λουκᾶ, διαλύσας τὴν ἀχλὺν τῆς διανοίας μου.
Ὁλοσχερῶς σε ποθήσας ὁ Ἱερός, Σῶτερ πρὸς τὴν ἄσκησιν, ἀπεδύσατο στεῤῥῶς, θλίψεις μόχθους πόνους καρτερῶν, ἀνθ’ ὧν εὕρατο τρυφὴν τὴν ἀτελεύτητον.
Ὑπωπιάζων τὸ σῶμα Πάτερ Λουκᾶ, ἐγκρατείᾳ πάντοτε, ἀγρυπνίᾳ συνεχεῖ, κακουχίᾳ πάσῃ τε σοφῶς, τὰς ὁρμὰς τῶν ἐμπαθῶν ἡδονῶν ἔστησας.
Θεοτοκίον.
Κυριοτόκε Παρθένε ἡ τὸν Θεόν, ἐν σαρκὶ γεννήσασα, τὸν ἀχώρητον παντί, σαρκωθέντα οἴκτῳ τῶν βροτῶν, τυραννίδος με παθῶν δεῖξον ὑπέρτερον.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἄνωθεν ἡ χάρις σοι, ἐπιφοιτήσασα Ὅσιε, τοῦ ἀγαθοῦ Πνεύματος δοχεῖον, ἱερὸν ἀπειργάσατο.
Νέον ὥσπερ ἄλλον σε, Λουκᾶ ἀπόστολον κήρυκα, ἡ τοῦ Θεοῦ νύμφη Ἐκκλησία, κεκτημένη ἀγάλλεται.
Γῆν εἰς πᾶσαν ἔδραμε, τῶν θαυμασίων σου Ἅγιε, ἡ ἀστραπὴ καὶ τῶν ἰαμάτων τηλαυγῶς ἡ ἐνέγεια.
Θεοτοκίον.
Ἕνα δυσὶ φύσεσι, τὸν ἀπερίληπτον τέτοκας τῆς τριλαμποῦς, Ἄχραντε Τριάδος, πανακήρατος μείνασα.
Ὁ β΄ Κανὼν. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Ἀνεπτερώθης τῷ θερμῷ, ἔρωτι τοῦ Σωτῆρος, καὶ γονέων τὸ φίλτρον, ὑπερεῖδες δι’ αὐτόν, καὶ γέγονας ὦ Λουκᾶ, ξένος πάντων τῶν τερπνῶν μακάριε.
Ναὸν Κυρίου σεαυτόν, ἀπεργάσασθαι θέλων, ἐρημίας κατῴκεις ὡς ὁ πάλαι Ἠλιού, πρὸς δαίμονας πολεμῶν· ὅθεν εὗρες τέλος τὸ μακάριον.
Ἐν πάσῃ θείᾳ ἐντολῇ, εὐπειθὴς ὡς οἰκέτης, ἀνεδείχθης παμμάκαρ, καλῶς αὐτὰς ἐκτελῶν, καὶ ταπεινῶν σεαυτόν· ὅθεν ὕψος ἔλαβες οὐράνιον.
Θεοτοκίον.
Παρθένε Μήτηρ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν Λόγον, ὑπὲρ λόγον ὀφθέντα, δι’ ἡμᾶς ὅπερ ἡμεῖς, ἱκέτευε ἐκτενῶς, ἀλογίας πάσης με λυτρώσασθαι.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπὸ βρέφους ποθήσας τὴν ἀρετήν, τῶν ἡδέων ἀπέσχου πάντων σοφέ, νηστείαν καὶ ἄσκησιν, ἀκριβῆ ἐνδεικνύμενος, καὶ μητρὸς τὸν πόθον οὐδὲν ἡγησάμενος, ἐν σεμνείῳ φέρων, σαυτὸν λάθρα δέδωκας. Πάλιν δὲ μηνύει σε Θεὸς τῇ μητρί σου, θρηνούσῃ τὴν στέρησίν σου δικαίως πανάριστε, ᾗ καὶ νῦν συνηδόμενος· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Προεόρτιον. Ἀνέστης ἐκ νεκρῶν.
Ἐτέχθης ἐκ μητρός, ὁ προάναρχος Λόγος, προσήχθης τῷ ναῷ, ὁ ἀκατάληπτος φύσει. Χαίρων δὲ ὁ πρεσβύτης ἐν ταῖς ἀγκάλαις σε ὑπεδέξατο, κράζων· Νῦν ἀπολύεις, ὅν ἐπεσκέψω κατὰ τὸ ῥῆμά σου, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Ἢ ἕτερον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ἐν τῷ ναῷ προσηνέχθης ἡ ζωὴ τῶν ἁπάντων, δι’ ἐμὲ νηπιάσας ὑπὸ νόμον ἐγένου, ὁ πάλαι χαράξας ἐν πλαξί, τὸν νόμον ἐν τῷ ὄρει τῷ Σινᾷ, ἵνα πάντας ἀπαλλάξης, ἐκ τῆς τοῦ νόμου πάλαι δουλείας. Δόξα τῇ εὐσπλαγχνίᾳ σου Σωτήρ, δόξα τῇ βασιλείᾳ σου, δόξᾳ τῇ οἰκονομίᾳ σου μόνε φιλάνθρωπε.
Ἢ τὸ Θεοτοκίον. Ὁ αὐτός.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἀμαρτιῶν τῷ φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον, καὶ ἐν πυθμένι ᾅδου, ἐλθεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, πρεσβειῶν σου ἐλέει, γαλήνην παρέχουσα καὶ κινδύνων ἐξαίρουσα. Σὺ λιμὴν γὰρ ἀχείμαστος, πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ῥώμῃ Θεοῦ δυναμωθείς, παναοίδιμε τῶν δυνάμεων, φάλαγγας συνέκοψας, καὶ ἡδονῶν ἅπασαν πυράν, καὶ σαρκὸς ὀρέξεις, ἀσκήσει ἐναπεμάρανας. Διό σε συνελθόντες, εὐφημοῦμεν τρισμάκαρ, καὶ τὴν μνήμην σου πίστει δοξάζομεν.
Ἀνατραφεὶς Ἄγγελος ὥσπερ ἐν σώματι, τῶν γηΐνων ἅπασαν διέπτυσας, ἀπατηλὴν δόξαν καὶ ῥευστήν, καὶ τρυφὴν καὶ πλοῦτον, ὡς ὄναρ μάκαρ λελόγισαι, ἐντεῦθεν θεηγόρος, καὶ προφήτης καὶ μύστης, τῶν Θεοῦ μυστηρίων γεγένησαι.
Ἵνα τὸν σόν, ἔρωτα Πάτερ πρὸς Κύριον, ἀναφθέντα ζήλῳ θείῳ πίστεως, ἐναποσβέσῃ ταῖς μηχαναῖς, ὁ ἐχθρὸς ἐπῆλθε, πολυειδῶς ἀλλ’ ἀπέῤῥιπται, καὶ γέλως καθωράθη, συντριβεὶς τοῖς ποσί σου, ἀηττήτῳ δυνάμει τοῦ Πνεύματος.
Θεοτοκίον.
Ῥῦσαι φθορᾶς, καὶ παγίδων με Δέσποινα, τοῦ δολίου σκέπουσα πρεσβείαις σου, ταῖς πρὸς τὸν σόν, Πάναγνε, Υἱόν, καὶ Θεὸν τῶν ὅλων.
Εἰς σὲ γὰρ πᾶσαν ἀνέθηκα τὴν μόνην Θεοτόκον, σωτηρίας ἐλπίδα καὶ πρὸς σὲ καταφεύγω Θεόνυμφε.
Ὁ β΄ Κανών. Χριστός μου δύναμις.
Ἄκακος Ὅσιος, εὐθὺς καὶ ἥμερος, καὶ ἀκέραιος ὤφθης Πάτερ Λουκᾶ· ὅθεν μεμακάρισαι, παρὰ τοῦ πάντων Ποιητοῦ, καὶ Δεσπότου παμμακάριστε.
Ἰδὼν ὁ φθόνος σε, καλῶς διάγοντα, τὴν ζωὴν ἐξεκαύθη καὶ πειρασμῶν, πλῆθός σοι ἐξήγειρεν, ἀλλ’ ἐξηλέγχετο κενὸς λύκος, μάτην τὸ τοῦ λόγου χανών.
Νοὸς εὐθύτητι, τὸν βίον ἴθυνας, πρὸς τὰ κρείττω παμμάκαρ τῶν ἐφετῶν, πάντων τὸ ἀκρότατον, ἐπιποθῶν Πάτερ ἰδεῖν, οὗ εὐστόχως καὶ τετύχηκας.
Θεοτοκίον.
Ὡραίαν κάλλει σε, πασῶν εὑράμενος, γυναικῶν ὁ ὡραῖος Κόρη σεμνή, σοῦ τὴν Μήτραν ᾤκησε, καὶ δυσμορφίας με παθῶν, καὶ τοῦ σκότους ἐλυτρώσατο.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὡς ἀκλόνητος πύργος, ἔστης ἀπερίτρεπτος αὔραις τοῦ δράκοντος, ὡς στεῤῥὸς ὁπλίτης, ἀντετάξω τοῖς τούτου στρατεύμασι, καὶ εἰς τέλος τοῦτον, καταβαλὼν δυνάμει θείᾳ, τὸν τῆς νίκης ἀπείληφας στέφανον.
Τὸν φιλόξενον τρόπον, Ἀβραὰμ ἐζήλωσας μακαριώτατε, τοὺς ἁπανταχόθεν προσιόντας προθύμως δεχόμενος, καὶ προβλέπων τούτων, καὶ προρῶν τὰς ἐπελεύσεις, ἀνεκήρυττες πᾶσι τρανότατα.
Ὡς Θεοῦ μιμητήν σε πόθῳ μακαρίζομεν Πάτερ θεόπνευστε, ὡς σοφὸν προστάτην, οἰκονόμον ψυχῶν προμηθέστατον, ὡς φωστῆρα θεῖον, καὶ ὁδηγὸν τῶν πλανωμένων, καὶ φρουρὸν τῶν πιστῶν ἀσφαλέστατον.
Θεοτοκίον.
Νεκρωθεῖσα τὴν φύσιν, τὴν τῆς ἀνθρωπότητος τῇ παραβάσει τὸ πρίν, ὡς Θεὸν τεκοῦσα, τῆς ζωῆς ἀρχηγὸν ἀνεζώωσας, Θεοτόκε μόνη, τῶν οὐρανῶν ὑψηλοτέρα, καὶ πρὸς κάλλος τὸ πρῶτον ἀνήγαγες.
Ὁ β΄ Κανών. Τῷ θείῳ φέγγει σου, Ἀγαθέ.
Τὴν τῶν καμάτων σου ἀμοιβήν, παρὰ τοῦ πλουσίου Δοτῆρος, ἀπολαβὼν Πάτερ Ὅσιε, πέλαγος θαυμάτων πᾶσιν ἐδείκνυσο, τὰς νόσους ἀφανίζων τῶν προσιόντων σοι.
Οὐ κατενάρκησας τοῦ ἐχθροῦ, Πάτερ ταῖς μυρίαις προσβολαῖς, οὐ κατεπλάγης τὴν ἔπαρσιν, ἔστης δὲ ὡς πύργος στεῤῥὸς ἀκλόνητος, ταπείνωσιν ὡς θώρακα ἐνδυσάμενος.
Καλῶς τελέσας τὸν ἱερόν, βίον σου Παμμάκαρ, καὶ λαβὼν ἀπὸ Θεοῦ τὴν ἀνταπόδοσιν, χάριν ἰαμάτων, τυφλοὺς ἐφώτισας, χωλοὺς καὶ παραλύτους ἀποτελῶν ὑγιεῖς.
Θεοτοκίον.
Λαοὶ ὑμνεῖτε τὴν ἀληθῶς, τέξασαν τὸν Λόγον τοῦ Θεοῦ, ἀνερμηνεύτως καὶ μείνασαν, πάλιν μετὰ τόκον Παρθένον ἄφθορον, ὡς πάντων προστασίαν καὶ σωτηρίαν βροτῶν.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Μωσέως καὶ Ἠλιού, κατ’ ἴχνος Πάτερ ἐβάδισας, μεταναστεύων ἐν γῇ, σπηλαίοις καὶ ὄρεσιν ἐναποκρυπτόμενος, πρὸς πολλῶν τε αὖθις, σωτηρίαν φανερούμενος.
Ὁ νοῦς σου θεοειδής, ὁ βίος ὅλος ἀσύγκριτος, ὁ λόγος θεοτερπής, ὁ βίος ἰσάγγελος, κανὼν ἀκριβέστατος, ἡ σὴ πολιτεία, ἀρετῆς ἁπάσης δέδεικται.
Νοσοῦντά με χαλεπῶς, καὶ πάθεσιν ἀμαυρούμενον, φωτὶ τῶν σῶν πρεσβειῶν, λαμπρύνας θεράπευσον, ἰατρὸς ὡς ἄριστος, ὡς Θεοῦ θεράπων, ἀσκητῶν ὡς ἀκροθίνιον.
Θεοτοκίον.
Ἀνάρχου Πατρὸς Υἱόν, συνάναρχον ἀπεκύησας, δημιουργὸν τοῦ παντός, Θεὸν ἀναλλοίωτον δι’ ἡμᾶς γενόμενον, καθ’ ἡμᾶς Παρθένε, ἀνεικάστῳ ἀγαθότητι.
Ὁ β΄ Κανών. Τοῦ βίου τὴν θάλασσαν.
Ἐλύθη ἡ πάλαι σοι, δολιόφρον καθ’ ἡμῶν, ἰσχὺς καὶ φροῦδα γέγονε, τὰ πολλά σου σοφίσματα πονηρέ· ἰδοὺ γὰρ ἁπλούστατος, καὶ ἀπόνηρος νέος σε κατέβαλε.
Οὐκ ἔδωκας Ὅσιε, σοῖς βλεφάροις νυσταγμόν, οὐδὲ κροτάφοις ἄνεσιν, ἕως πᾶσαν κατέβαλες μηχανήν, τοῦ πλάνου ποικίλους σοι, πειρασμοὺς καθ’ ἑκάστην ἐξεγείροντος.
Σωφρόνως διήνυσας, σοῦ τὸν βίον καὶ καλῶς, φιλοξενῶν ἑκάστοτε, ἐλεῶν τε πλουσίως καὶ δαψιλῶς· διὸ καὶ τετύχηκας, ἀφθαρσίας καὶ δόξης ἀκηράτου Λουκᾶ.
Θεοτοκίον.
Τριάδος γεγέννηκας, σὺ τὸν ἕνα σαρκικῶς, Θεοκυῆτορ Πάναγνε, ὑπὲρ νοῦν τε καὶ λόγον· διὸ βοῶ, Τριάδος τῆς θείας με, ταῖς πρεσβείαις σοι δεῖξον οἰκητήριον.
Κοντάκιον. Ἦχος δ΄. Τῇ Ὑπερμάχῳ.
Ὁ ἐκλεξάμενος Θεὸς πρὸ τοῦ πλασθῆναί σε, εἰς εὐαρέστησιν Αὐτοῦ, οἷ οἶδε κρίμασι, προσλαβόμενος ἐκ μήτρας καθαγιάζει, καὶ οἰκεῖον ἑαυτοῦ δοῦλον δεικνύει σε κατευθύνων σου Λουκᾶ, τὰ διαβήματα, ὁ φιλάνθρωπος· ᾧ νῦν χαίρων παρίστασαι.
Ὁ οἶκος.
Ὦ Πατέρων ἀρίστη καλλονὴ καὶ σεμνότης, ὦ πάντων ἀσκητῶν κοσμιότης. Χριστοῦ τὰς ἐντολὰς γὰρ πληρώσαντος, πῶς ὑμνήσω τὴν σὴν βιοτήν, ἔνδοξε, μὴ ἔχων λόγων δύναμιν; Ἀλλ’ ὄμως σοι θαῤῥῶν βοήσω·
Χαῖρε, λαμπρὸν μοναζόντων κλέος·
χαῖρε, πιστῶν ὁδηγὲ καὶ λύχνε.
Χαῖρε, τῆς ἐρήμου τερπνότατον βλάστημα·
χαῖρε, οἰκουμένης λαμπτὴρ φαεινότατε.
Χαῖρε, ὅτι κατεφρόνησας τῶν ῥεόντων καὶ φθαρτῶν· χαῖρε, ὅτι τὰ οὐράνια σὺν Ἀγγέλοις κατοικεῖς.
Χαῖρε· τῶν ἀθυμούντων ταχινὲ παρακλῆτορ·
χαῖρε, τῶν ἐν κινδύνοις ποθεινὲ παραστάτα.
Χαῖρε, σεπτὸν δοχεῖον τοῦ Πνεύματος·
χαῖρε, κλεινὸν Χριστοῦ οἰκητήριον.
Χαῖρε, δι’ οὗ δόσις πᾶσα ηὐγάσθη·
χαῖρε, δι’ οὗ ὁ Θεὸς ἐδοξάσθη.
ᾯ νῦν χαίρων παρίστασαι.
Συναξάριον.
Τῇ ἑβδόμῃ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος ἀσκήσαντος καὶ καλῶς τελειωθέντος.
Στίχοι·
Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα,
ὅς οὐδὲ νεκρὸς παύεται τῶν θαυμάτων.
Ἑβδοάτῃ Λουκᾶς Φεβρουαρίοιο μετέστη.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Σύνεσει κοσμούμενος, καὶ σωφροσύνῃ, περιαστράπτων φωτί, ὥσπερ ἥλιος ὤφθης, καταφωτίζων κόσμου τὰ πέρατα, καὶ τοῖς Ἀγγέλοις συμψάλλων γηθόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τὴν χάριν ἐπλούτησας, τῶν ἰαμάτων ἐξ ἀεννάου πηγῆς, θεραπεύειν τὰς νόσους καὶ άπελαύνειν κακίας τὰ πνεύματα, λεπροὺς καθαίρειν, τυφλοῖς τὴν ἀνάβλεψιν, ἀφθόνως νέμων σοφέ, καὶ μεταστὰς ἀπὸ γῆς.
Ὡς ὄρθρος ὡς ἄδυτος, ἀστὴρ ἐκλάμψας, πᾶσαν κατηύγασας οἰκουμένην, ἀκτῖσι τῶν χαρισμάτων, τοῦ θείου Πνεύματος, ἀποκαλύπτων μελλόντων τὴν δήλωσιν, τὰ κεκρυμμένα πρὸς φῶς ἐξάγων χάριτι.
Θεοτοκίον.
Ναὸς ἁγιώτατος τοῦ θείου Πνεύματος γέγονας, ὑπὲρ φύσιν ἀτρέπτως, ἐν σοὶ τοῦ λόγου κατασκηνώσαντος, καὶ ἐν οὐσίαις δυσὶν ἀναλάμψαντες, ἐκ σοῦ ὑπὲρ νοῦν Θεοχαρίτωτε.
Ὁ β΄ Κανών. Οἱ Παῖδες ἐν Βαβυλῶνι.
Ἡ θήκη τῶν σῶν λειψάνων, Λουκᾶ πηγὴ ἀναδέδεικται, ἰαμάτων ἐν ᾗ πᾶς προστρέχων, ἐκλυτροῦται παντοίων παθῶν, σὲ μακαρίζων Ὅσιε, καὶ ἡμῶν τὸν Δεσπότην Χριστόν.
Σημείοις μεγίστοις Πάτερ, ἐδόξασέ σε ὁ Κύριος ὃν ἐδόξασας σύ, διὰ πόνων τῆς ἀσκήσεως πρότερον· Εὐλογητὸς γὰρ ἔκραζες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἐν βίῳ περιφανής τε, καὶ ἐν τοῖς θαύμασι μέγιστος, καὶ ἐν πᾶσι καλοῖς ἀνεδείχθης, ἀπαράμιλλος Ὅσιε, διὸ τῶν πόνων εὕρηκας, ἀμοιβὴν βασιλείαν Θεοῦ.
Θεοτοκίον.
Λαὸν καὶ πόλιν σου σῷζε, Θεοκυῆτορ πανάμωμε, προστασία ἡμῶν τῶν ἐν πίστει, ἀδιστάκτῳ βοώντων σοι· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς κοιλίας σου.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Τῆς οὐρανίου Ἅγιε, ἀπολαύων φαιδρότητος, καὶ τῆς τῶν Ἁγίων μακαρίας λήξεως, χαρᾶς τε καὶ στάσεως, τῆς τῶν Ὁσίων καὶ Προφητών, ἵλεως ἡμῖν καὶ εὐμενῆ τὸν Δεσπότην, ἀπέργασαι πρεσβείαις, εὐπροσδέκτοις σου ὅπως, σὺν σοὶ τῆς αἰωνόυ ζωῆς ἀξιωθῶμεν.
Ὁλολαμπῆς ὡς ἥλιος, τῷ Θεῷ παριστάμενος, ὑπὲρ τῆς σῆς ποίμνης, ἐκτενῶς ἱκέτευε, κινδύνων καὶ θλίψεων, καὶ τῶν σκανδάλων τοῦ πονηροῦ, τῶν ἐπερχομένων ἀνωτέραν ὀφθῆναι, ἐν σοὶ ἐγκαυχωμένην, καὶ θερμόν σε προστάτην καὶ πρέσβυν κεκτημένη, Λουκᾶ εἰς τοὺς αἰῶνας.
Κατὰ παθῶν ἐνίσχυσον, καὶ ἐχθρῶν ἀοράτων τε καὶ τῶν ὁρωμένων, τὸ πιστόν σου ποίμνιον, φυλάττων ἀκράδαντον, σὺν τῷ ποιμένι καὶ τὸν χορόν, τὸν περικυκλοῦντα τὴν ἁγίαν σου θήκην, καὶ πόθῳ μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Λῦσον ψυχῆς μου πάναγνε, τὴν ζοφώδη κατήφειαν, καὶ τῶν λογισμῶν τὴν καταιγίδα πρᾴϋνον, τὰ νέφη διώκουσα τῆς ἐμπαθοῦς καρδίας μου, καὶ πρὸς μετανοίας ὁδηγοῦσά με τρίβους, σωζόμενός σε ὅπως, ἀνυμνῶ καὶ δοξάζω, τὴν μόνην Θεοτόκον ἀεὶ εὐλογημένην.
Ὁ β΄ Κανών. Νόμων πατρῴων οἱ μακαριστοί.
Λύμην παντοίου πάθους ἔνδοξε, ἀποδιώκεις Πάτερ Λουκᾶ μακάριε, τοὺς λεπρῶντας ἐξιώμενος, ῥωννύων ἀσθενοῦντας, καὶ παρειμένους λύων τοῦ κατέχοντος δεσμοῦ, καὶ κυλλοὺς καὶ χωλοὺς ὁμοῦ, καὶ τυφλοὺς θεραπεύων. Τὸν Κύριον ὑμνεῖτε βοῶντας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἄπονον εὗρες δόξαν Ὅσιε, πόνους πολλοὺς ὑποίσας καὶ ἀγωνίσματα, ἀγρυπνίαν τῆξιν σώματος, νηστείαν κακουχίαν, χαμαικοιτίαν, πᾶσαν ἄλλην πίεσιν σαρκός, δι’ ἀγάπην τοῦ κτίσαντος, ᾧ συνὼν συνευφραίνῃ· αὐτὸν οὖν ἐκδυσώπει σωθῆναι, πάντας τοὺς ἐν πίστει, καὶ πόθῳ σε ὑμνοῦντας.
Διὰ ποικίλων πόνων Ὅσιε, τῶν ἀρετῶν εἰσήχθης εἰς τὴν οὐράνιον, βασιλείαν εὐφραινόμενος, τανῦν εἰς τοὺς αἰῶνας, καὶ τοῦ Δεσπότου πάντοτε τρυφῶν ταῖς καλλοναῖς, σὺν Ἀγγέλοις μελῴδημα τὸν Τρισάγιον ᾄδεις· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὐκ ἀποστάντα τὸν ἀχώριστον, ἐκ τοῦ πατρῴου κόλπου Ἁγνὴ γεγέννηκας, ἀπειράνδρως ἀνεκφράστως τε, βροτὸν τέλειον ὄντα, ὃν ἐκδυσώπει, δοῦναί μοι ἰσχύν, τῶν πονηρῶν λογισμῶν, προσβολὴν πᾶσαν καταβαλεῖν εἰς τέλος, καὶ θέλημα τὸ θεῖον ἐκείνου, πράττειν καθ’ ἑκάστην, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτῳ ὁ οὐρανός.
Ἐξέστησας Ἀγγέλους ἐπὶ τῆς γῆς, ὥσπερ Ἄγγελος πολιτευσάμενος, βίῳ λαμπρῷ, Πάτερ θεοφόρε θαυματουργέ, σαρκὸς ἀπαρνησάμενος, πᾶσαν ἡδυπάθειαν καὶ στοργήν. Διὸ σὺν Ἀποστόλοις, τῷ θεόνῳ τοῦ Δεσπότου, παρεστηκὼς ἡμῶν μνημόνευε.
Ὁ πόθος σε θεόφρον ὁ θεϊκός, ὥσπερ πῦρ ἀναφλέξαι ἐπτέρωσε τὰ νοητά, κάλλη ἐφιέμενον κατιδεῖν, καὶ πρὸς μονὰς κατέστησε, τὰς ἐπουρανίους ἔνθα Λουκᾶ, Ἀγγέλοις συγχορεύων, ὑμνεῖς ἀκαταπαύστως, τὸν θείᾳ δόξῃ σὲ δοξάσαντα.
Σκηνὰς τὰς ὑπερλάμπρους νῦν κατοικῶν, ἔνθα φῶς τὸ ἀνέσπερον Ἅγιε ὁποῦ χοροί, τῶν ἑορταζόντων διηνεκῶς, ὅπου δικαίων τάγματα, μέμνησο τῶν πόθῳ σου τὴν σεπτήν, τελούντων θεοφόρε, Λουκᾶ ἁγίαν μνήμην, καὶ πίστει μακαριζόντων καὶ τιμώντων σε.
Θεοτοκίον.
Συνέλαβες ἀφράστως τὸν τοῦ παντός, συνοχέα πανύμνητε Δέσποινα θαῦμα φρικτόν, σάρκα ἐνδυσάμενον ἐκ τῶν σῶν αἱμάτων, Παναμώμητε, τῶν ὑπεραχράντων ὑπερφυῶς, διὸ σὲ Θεοτόκον, ἀληθῶς καὶ Κυρίως, δοξολογοῦντες μεγαλύνομεν.
Ὁ β΄ Κανών. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Σοὺς πόνους Πάτερ καὶ ἀγωνίσματα, τίς ἐξειπεῖν δυνήσεται βροτῶν ὧν ἀντάξιον, τὸν μισθὸν ἐκομίσω παρὰ Θεοῦ; γέγονας γὰρ δοχεῖον, τοῦ θείου Πνεύματος· Ὅσιος, εὐθύς, ἀληθινός, δίκαιος, ἄμεμπτος.
Ἁπλοῦν τὸ ἦθος καὶ ἀπονήρευτον, καὶ ταπεινόν, ἐλέους τε μεστὸν πρὸς τοὺς πένητας, καὶ φιλόξενόν τε καὶ φιλέρημον, ἥσυχον πρᾶον ὄντως, Πάτερ ἐνέδειξας· ὅθεν συνετάγης Ἀβραὰμ καὶ Ἰακὼβ καὶ Δαυΐδ.
Μοναῖς ἐκείναις ὡς αὐλιζόμενος, ταῖς ὀρεκταῖς καὶ κάλλους θεϊκοῦ ἐμπιπλάμενος, Παραδείσου τε θείου τοῖς ἄνθεσι, νῦν ἐντρυφῶν εἰς κόρον, καὶ ἀγαλλόμενος, μνείαν πρὸς Θεὸν ὑπὲρ ἡμῶν ποιοῦ Πανόλβιε.
Τριαδικόν.
Ἡ μία φύσις ἡ τρισυπόστατος, ἡ τριλαμπὴς οὐσία καὶ ἀχώριστος δύναμις, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, μία Θεότης, σῷζε τοὺς πίστει σε, ἕνα μεγαλύνοντας Θεόν, ἐν χαρακτῆρσι τρισί.
Θεοτοκίον.
Νοεῖν οὐ σθένει σου τὸ μυστήριον, βρότειος νοῦς Παρθένε Θεοτόκε πανύμνητε· πρὸ γὰρ τόκου ἀνάνδρως συνέλαβες, ἔμεινάς τε Παρθένος, καὶ μετὰ κύησιν, τέτοκας δὲ Λόγον τῷ Πατρὶ τὸν συναΐδιον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Μονάσας ἐκ νεότητος, καὶ τὸν Σταυρὸν ἀράμενος, ἐμάκρυνας ἐν ἐρήμῳ, Λουκᾶ φωστὴρ μοναζόντων, ἐγκρατείᾳ δὲ πάσῃ, τὸ χεῖρον δουλωσάμενος, τῷ κρείττονι θεόληπτε, ὡς ἐφικτὸν συνεκράθης, τῇ ἀπροσίτῳ Τριάδι.
Καὶ τῆς ἑορτῆς.
Πληρῶν σου τὴν ἀπόῤῥητον, οἰκονομίαν Κύριε, ἐν τῷ ναῷ προσηνέχθης, ὑπὸ μητρὸς ἀπειράνδρου, ἰδὼν δέ σε ἐκραύγαζεν, ὁ πρέσβυς· νῦν ἀπόλυσον, τὸν δοῦλόν σου ὦ Δέσποινα, Σωτὴρ γὰρ ἦλθες τοῦ κόσμου, τὸ πατρικὸν φῶς Χριστέ μου.
Ὴ Θεοτοκίον.
Καὶ σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμῳ πίστει Παρθένε, τῇ Παναχράντῳ καὶ θείᾳ, Εἰκόνι Σου πανάμωμε, ἀφ’ ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, σὲ Θεοτόκον κυρίως.
Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ θεοφόρος ἡμᾶς νῦν συγκαλεῖται Πατέρων ὁ μέγιστος, Λουκᾶς συνδράμωμεν ὅλῃ, ψυχῇ καὶ καρδίᾳ τε, καὶ διαθέσει, ψαλμοῖς καὶ ὕμνοις πανηγυρίζοντες, καὶ θείως δοξάζοντες τὸν μεγαλύναντα, τὴν ἱερὰν αυτοῦ κοίμησιν, καὶ μυροθήκην, τὴν τῶν λειψάνων λάρνακα δείξαντα. Διὸ τὰ πάθη καὶ τὰ τραύματα, τῶν νοσούντων σαφῶς δραπετεύουσι, καὶ δαιμόνων τὸ στῖφος, τοῖς πιστοῖς ἀποδιώκεται. (Δίς).
Ὅλην ἐκκλίνας τοῦ βίου τὴν ἀπάτην ὅλος τε τοῦ μέλλοντος, Λουκᾶ γενόμενος ὅλην, ἐδέξω τοῦ Πνεύματος, τοῦ παναγίου, χάριν τὴν ἄφθονον καὶ τὰ μένοντα, πάντοτε σκοπούμενος, ἀγχίνους οἷα κριτής, προσκατακτώμενος μάλιστα, τῶν ἐπικήρων πάντων ἠλόγησας, ὅθεν ἔνδοξε, τῆς μακαρίας οὐ διήμαρτες, μετὰ πότμον, καὶ ὄντως ἐφέσεως. Διὸ πρέσβευε Πάτερ, ὑπὲρ πάντων τῶν τιμώντων σε.
Φῶς μὲν δικαιοις ἀνέκλειπτον ὑπάρχει καὶ σὲ δὲ μακάριε, φῶς χρηματίσαντα, καὶ σκότος ὄντως ἐκκλίναντα, τῶν ἑσπερίων, φῶς διεδέξατο τὸ ἀΐδιον, ἰσάγγελον βίον δέ, μεταδιώξας ἐν γῇ, τὴν μετ’ Ἀγγέλων ἐπλούτησας, νῦν θείαν λῆξιν, καὶ τῷ Δεσπότῃ Χριστῷ παρίστασαι, μετ’ εὐφροσύνης τὸν τρισάγιον, σὺν αὐτοῖς ὕμνον ᾄδων ἀλήκτως Λουκᾶ, ᾧ πρεσβεύειν ἀπαύστως, μὴ ἐλλίποις ὑπὲρ πάντων ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας, παῤῥησίαν ἔχων πρὸς Χριστόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Γερμανοῦ.
Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ’ ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἢ τό, Θεοτόκε σὺ εἶ ἥ ἄμπελος…
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά. Εἰς τοὺς Μακαρισμούς, ἡ γ΄ τῆς ἑορτῆς καὶ ἡ στ΄ τοῦ Ἁγίου· ἤ ἡ γ΄ καὶ στ΄ ᾠδὴ τοῦ Ἁγίου.
Ἀπόστολος καὶ Εὐαγγέλιον τοῦ Ἁγίου Σάββα.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Ακολουθία Ανακομιδής Λειψάνων Οσίου Λουκά του εν Στειρίω
Ψαλλομένην τῇ 3η Μαΐου
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε εκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἐξῇς Προσόμοια. Ἦχος β΄. Ὅτε, ἐκ τοῦ ξύλου.
Δέξαι, τὰς δεήσεις καὶ εὐχάς, καὶ ἱκετηρίους ἐντεύξεις, καὶ παρακλήσεις ἡμῶν, τῶν προσκαλουμένων σε, Πάτερ ἐξ ὅλης ψυχῆς, καὶ πταισμάτων συγχώρησιν, σοῖς δούλοις καὶ βίου, βράβευσον διόρθωσιν, παρὰ Χριστοῦ τοῦ Θεοῦ· σὲ γὰρ πρὸς Αὐτὸν πεποιθότως, πάντες προβαλλόμεθα πρέσβυν, καὶ κοινὸν μεσίτην ἀξιάγαστε. (Δις)
Ὕμνον, ἐκ χειλέων ῥυπαρῶν, τῷ ἡγιασμένω προσφέρων, σοὶ ἐκ καρδίας βοών· λύτρωσαι τῆς βλάβης με, τῆς τῶν ἐχθρῶν καὶ Θεῶ, καταλλάξας οἰκείωσον, καὶ δόξης τῆς τούτου, μέτοχον ἀνάδειξον, εὐχαῖς Ὁσίου τοῦ σου, ὅπως, ἐν πολλῇ θυμηδίᾳ, τὰς εὐεργεσίας δοξάζω, τῆς σῆς εὐσπλαγχνίας καὶ χρηστότητος.
Χάριν, ἰαμάτων καὶ πηγήν, ἄφθονον πλουτήσας θαυμάτων, οἴκτειρον σῶσον ἡμᾶς, τοὺς ἐν τῷ τεμένει σου, πίστει φοιτῶντας θερμή, πᾶσαν βλάβην καὶ κάκωσιν, καὶ πάθη καὶ νόσους, ψυχῆς τε καὶ σώματος, ἡμῶν ἰώμενος, ὅπως, ἐν αἰνέσει τε πάντες, χαίρωμεν δοξάζοντες Πάτερ, οἱ τῶν σῶν χαρίτων ἀπολαύοντες.
Δόξα. Ἦχος β’ .
Ἡ τῶν λειψάνων σου θήκη, πανεύφημε Πάτερ, πηγάζει ἰάματα, καὶ ἡ ἁγία σου ψυχή, Ἀγγέλοις συνοῦσα, ἀξίως ἀγάλλεται· ἔχων οὗν πρὸς Κύριον Ὅσιε παῤῥησίαν, καὶ μετὰ τῶν Ἀσωμάτων χορεύων ἐν οὐρανοῖς, μετὰ τούτων ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθά.
Σήμερον τοῦ Λουκᾶ, ὄντος τοῦ θεοφόρου, πιστοὶ τῇ πανηγύρει, πάντες συναθροισθῶμεν, ὕμνοις αὐτὸν γεραίροντες.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πόθῳ ἐν τῇ σορῷ, ἅπαντες τοῦ ὁσίου Λουκᾶ τοῦ πανευφήμου, προσπέσωμεν αἰτοῦντες, πλημμελημάτων ἄφεσιν.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτὼν αὐτῶν.
Ἤνυσεν ἐπὶ γῆς, ὡς Ἄγγελος τὸν βίον, Λουκᾶς ὁ θεοφόρος· διὸ καὶ τῶν καμάτων, εἴληφε τὴν ἀντίδοσιν.
Δόξα. Τριαδικόν.
Σῷζε ὦ τριλαμπής, Μονὰς τοὺς σὲ ὑμνοῦντας, Πατὴρ Υἱὲ καὶ Πνεῦμα, πρεσβεύει σοι ἀπαύστως, Λουκᾶς ὁ ἀξιΰμνητος.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ τὴν χαρά, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα τὴν λύπην, Παρθένε τῆς προμήτορος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ἐκ νεότητος ἀναλαβόμενος, πορείαν διήνυσας στενὴν καὶ ἐπίπονον, οἰκήσας ἐν ὄρεσιν· ὅθεν αὐλιζόμεος, πρὸς εὐρύχωρον πλάτος, δόξης καὶ Βασιλείας τοῦ Θεοῦ, καὶ Σωτῆρος Λουκᾶ θεομακάριστε, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Δόξα. Καί νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τὸ· Μακάριος ἀνήρ. Εἰς δε τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τῆς ἑορτῆς, καὶ γ΄τοῦ Ὁσίου.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Προφρόνως συνέλθωμεν πιστοί, Λουκᾶ τὴν μετάθεσιν πανηγυρίσοντες σήμερον, παρέχει γὰρ ὁ Θεός, ἐν τῇ μεταθέσει αὐτοῦ τὰ αἰτήματα, τοῖς πᾶσι καὶ δεινῶν ἀπολύτρωσιν, κατακαμπτόμενος, ἐν ἐλέει ταῖς λιταῖς αὐτοῦ, ὅς καὶ πρέσβυς, Τριάδι παρίσταται.
Προκρίνας τὰ μένοντα σοφῶς, τῶν ῥευστῶν πανεύφημε, ἐν οὐρανοῖς συναπήλαυσας, ἀΰλοις τάξεσι, Λουκᾶ θεοφόρε, τῆς χαρᾶς τῆς κρείττονος· διόπερ ὡς Θεῶ παριστάμενος, τοῦτον ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Θεράπων καὶ δόκιμος Χριστοῦ, καὶ θερμὸς τῷ πνεύματι, ἐπὶ τῆς γῆς ἀναδέδειξαι, θεομακάριστε, ἐντολὰς γὰρ θείας, ἀκριβῶς ἐφύλαξας· διὸ συγκληρονόμον σε ἔδειξε, Λουκᾶ θεσπέσιε, τῶν ἀῤῥήτων ἀγαθῶν Αὐτοῦ, Βασιλείας οὐρανῶν τῆς κρείττονος.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν ἐκ σπαργάνων μητρικῶν, καὶ ἁπαλῶν ἐξ ὀνύχων τὴν ἀρετὴν ποθήσαντα, καὶ δι’ αὐτῆς, ὤσπερ διὰ κλίμακος, ἀπαθείας εἰς ὕψος ἀναδραμόντα μέγιστον, τὸν ἐν ἀσκηταῖς λάμψαντα ὑπὲρ ἥλιον, καὶ τῶν ἔργων τῷ φωτί, τὴν σύμπασαν αὐγάσαντα, δεῦτε πάντες ἀνευφημήσωμεν πιστῶς, καὶ ἱεραῖς ὑμνῳδίαις τοῦτον καταστέψωμεν λέγοντες· χαίροις τῆς Ἁγίας Τριάδος χρηματίσας ἱερὸς οἶκος καὶ πανάγιος· χαίροις, τῶν Ἀγγέλων συνόμιλε καὶ συμμέτοχε, τὴν γὰρ τούτων πολιτείαν ἐπὶ τῆς γῆς ἐζήλωσας· χαίροις, τῶν Ἁγίων πάντων τὸ ἀγλάϊσμα, καὶ τοῦ κόσμου προστάτης, καὶ πρέσβυς ἀκαταίσχυντος· χαίροις, Λουκᾶ παμμακάριστε, ἡ τῆς ποίμνης σου ταχείᾳ σκέπη καὶ ἀντίληψις, τοῖς ἐκτελοῦσι τὴν ἱερὰν τοῦ πανσέπτου σου σκήνους μετάθεσιν, ἱλασμὸν πταισμάτων αἴτησαι καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος. Φώς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄, 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τό ἀνάγνωσμα. (Κεφ. ζ΄, 7).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα. (Κεφ. ε΄, 15).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε, οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτή.
Ἦχος α΄ .
Ὁ τῆς ἀρετῆς καὶ ἀσκήσεως γενναῖος ἀγωνιστής, Λουκᾶς ὁ θαυμάσιος, τὸ τῆς Ἑλλάδος ἐγκαλλώπισμα, ὁ ἐν θαύμασι ποικίλοις μέγας ἀναφανείς, ἔτι ζῶν ἐν τῷ βίῳ, καὶ μετὰ τὴν ἐκδήμησιν αὐτοῦ, ὁ τάφος ἔνθα κατάκειται, τὸ πανέντιμον αὐτοῦ σῶμα, δεύτερος Σιλωὰμ ἐν ταῖς ἰάσεσι, τῶν νοσύντων ἀνεδείχθη· διὸ πανσεβάσμιε, ἀσκητῶν ὡραιότης, ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ἱκέτευε σωθῆναι τὰς ψυχάς ἡμῶν.
Ἦχος β΄.
Δαβιτικῶς ὤσπερ φοίνιξ, ἐν τῷ οἴκῳ Κυρίου ἐξήνθησας, ἡγιασμένε Λουκᾶ, καὶ ὡσεὶ κέδρος ἐπλήθυνας, ἡ ἐν τῷ Λιβάνῳ τοὺς φοιτητάς σου, οὓς περιφρούρει καὶ σκέπε ἀπὸ βλάβης πανοτίας, σὲ γὰρ κεκτήμεθα πάντες πρὸς Θεὸν παῤῥησίαν, καύχημα καὶ σκέπην, καὶ ἀσφαλὲς προπύργιον· διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρηνεύσαι τὸν κόσμον, καὶ σώσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος, καῚ παρ’ α’Υτοῦ λαβῺν τῶν θαυμάτων τῊν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἠδέων· νῦν δε τῷ θείῳ φωτὶ καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας Πάτερ πανόλβιε.
Ἦχος γ΄.
Ὅσιε Πάτερ Λουκᾶ πανσεβάσμιε, τῆς ἱερωτάτης ἀσκήσεως τὴν καυστικήν, καὶ ἔμψυχον διατριβήν, ὡς ἐν ἀδύτοις ἀναπαυόμενος ἐτέλεσας· γενναίως γὰρ κατοικήσας ἐν τῷ Στειρίῳ, τὰς πυριφλέκτους φαρέτρας, τῶν δαιμόνων θαρσαλέως κατεπάτησας, καὶ ὑπεράνω πάσης ἀρετῆς γεγονώς, συναυλίζῃ Ἀγγέλοις ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν· διὸ μέμνησο καὶ ἡμῶν τῶν ἐν τῷ θείῳ σου ναῷ κατοικούντων, καὶ τὴν σὴν πανίερον μνήμην ἐπιτελούντων, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρέσβευε, σωθῆναι τὰς ψυχάς ἡμῶν.
Ἦχος δ΄.
Ἔλαμψαν τὰ καλά σου ἔργα ὡς ἥλιος ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς, Χριστοῦ θεράπον, Λουκᾶ πανσεβάσμιε· Ὀρθοδόξως γὰρ ἐκήρυξας ἡμῖν, τὴν ἀληθὴ καὶ ἀμώμητον πίστιν Χριστοῦ· διὸ ἱκέτευε ὅσιε Πάτερ, ἐν τῇ μνήμῃ σου θεοφόρε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος πλ. α΄.
Ἐξέλαμψαν τὰ καλά σου ἔργα καὶ τὰ κατορθώματα, Λουκᾶ ἀείμνηστε, ἐν ὄλῃ τῇ Ἑλλάδι, ὥσπερ ἀκτῖνες φωταυγείς, καὶ ἡ ευσέβειά σου, ὥσπερ ἠλίου πλέον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ κατεφαίδρυνας, ἐκ τῶν ἀπείρων θαυμάτων· διὸ καὶ ὁ τόπος, ἔνθα κατάκειται τὸ πανέντιμόν σου καὶ τρισόλβιον σῶμα, εὐωδιάζει τοὺς ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος πλ. β΄.
Προσφύγιον ἀκαταίσχυντον εὑρηκότες τόν θεῖον οἶκον, καί τήν πανσέβαστον σορόν τοῦ φωστῆρος τῶν φωστήρων Λουκᾶ, δεῦτε προφθάσωμεν, σπουδαίως χριστοφόροι, καὶ τῶν ψυχῶν ὁμοῦ καὶ τῶν σωμάτων ἡμῶν, τὴν ῥῶσιν ἀπαρυσώμεθα, καὶ ἐν ὕμνοις πάντες ἐτησίοις εὐφημοῦντες αὐτῷ βοήσωμεν· μέμνησο ἡμῶν πρὸς Χριστόν, τόν σε δοξάσαντα Ὅσιε, μοναζόντων ἀγλάϊσμα.
Ὁ αὐτός.
Τὸν θεοφόρον Λουκᾶν εὐφημήσωμεν, ἅπαν τὸ πλῆθος τῶν συνελθόντων ἐκ πόθου, ἐν τῇ σορῷ τῶν λειψάνων αὐτοῦ, αἰτούμενοι ἄφεσιν ἀμπλακημάτων κομίσασθαι· ἱκεσίας γὰρ τὰς τούτου ἀεὶ προσδεχόμενος, νέμει οὐρανόθεν τοῖς ἐξαιτοῦσιν ὁ κύριος τῶν αἰτημάτων ἡμῶν τὰ συμφέροντα. Χαίροις, μοναζόντων τὸ πανεύφημον ῥόδον, πλουτιστὰ τῶν ἀπόρων, ἀθυμούντων ἀνθρώπων ἡ θεία, παμμάκαρ, ἀνάψυξις· καὶ νῦν ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὅπως εὕρωμεν πάντες τῶν πταισμάτων τὴν λύσιν, οἱ ἐκ πόθου τελοῦντες τὸ ἱερόν σου, καί θεῖον μνημόσυνον.
Ὁ αὐτός.
Τοὺς μεγάλους σου καμάτους, εὐφημοῦμεν Λουκᾶ πατήρ ἡμῶν, δι’ ὧν ἐπαξίως τῷ Θεῷ εὐηρέστησας· πάσης γὰρ τῆς προσκαίρου ζωῆς τὸ ἄστατον, οὐδὲν ἡγησάμενος, τὴν οὐράνιον ἐπόθησας τοῦ Δεσπότου Βασιλείαν, Χριστὸν μόνον ἑλόμενος τόν σε δοξάσαντα μακάριε.
Ὁ αὐτός.
Ὄντως θαυμαστὸς εἰ Κύριε, ὁ δοξάζων ἀξίως τοὺς σὲ δοξάζοντας, ὅς καὶ τὴν παροῦσαν ἑορτὴν κατελάμπρυνας, τοῦ θεράποντος τοῦ σου, Λουκᾶ τοῦ παμμάκαρος· ἐν ταύτῃ γὰρ συνελθόντες τῶν φιλεόρτων οἱ χοροί, τὴν ἀνακομιδήν τῶν σεπτῶν αὐτοῦ λειψάνων γεραίροντες, σὲ μεγαλύνουσι, καὶ δι’ αὐτοῦ θερμῶς σοι προσπίπτουσιν, αἰτούμενοι παρασχεῖν πᾶσι τὸ μέγα καὶ πλούσιον ἔλεος.
Ἦχος βαρύς.
Ἀφιερώθης τῷ Θεῷ ἐκ κοιλίας μητρικῆς, πάτερ Λουκᾶ πανσεβάσμιε, καὶ γέγονας οικητήρον τοῦ Ἁγίου Πνεύματος· ἐλεημοσύνην γὰρ καὶ ἁγνείαν καὶ πᾶσαν ἄλλην ἀρετὴν ἐπιμελῶς ἐπόθησας, ἐν νηστείαις δε καὶ δάκρυσι τὸν Θεὸν εξιλέωσας· ὅθεν καὶ τὴν τῶν ἰάσεων ἐνέργειαν, παρ’ αὐτοῦ ἧς κομισάμενος· διὸ ὡς ἔχων παῤῥησίαν ἐν οὐρανῷ, ἱκέτευε ὑπὲρ τῆς ποίμνης σου, ἀσκητῶν ἐγκαλλώπισμα.
Ἦχος πλ. δ΄.
Καλλωπίζεται πατρὶς ἡ θρεψαμένη σε, πάτερ Λουκᾶ μακάριε, καὶ ἐπαγάλλεται χαρμονικώς, σήμερον ἐν τῇ σῇ πανηγύρει, κηρύττουσα τὰ σὰ κατορθώματα· τό δε σῶμά σου τὸ ἱερόν, ὡς πολύτιμον θησαύρισμα, κατέχουσα βοᾶ σοι· μὴ ἐλλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν πίστει ἐκτελούντων, τὸ ἱερόν σου μνημόσυνον.
Δόξα. Ὁ αὐτός.
Ἀσκητῶν ἡ καλλονή, καὶ τῶν πατέρων κλέος, Λουκᾶ σεβασμιώτατε· σὺ ἐν νηστείαις στεῤῥός, καὶ ἐν προσευχαῖς εὔτολμος στρατιώτης, ἐξέπληξεν Ἀγγέλους ἡ σῇ καρτερίᾳ, ἐφυγάδευσε δαίμονας τῆς ψυχῆς σου τὸ καρτερόν· πατέρων ἄριστε, μοναζόντων τὸ κλέος, πρέσβευε ὑπὲρ ἡμῶν τοῦ σωθῆναι τὰς ψυχᾶς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄκνον ἀπωσάμενος, καὶ τὴν ἀλήθειαν πᾶσαν, ἀόκνως τὴν φέρουσαν, εἰς ζωὴν αἰώνιον τρίβον ὥδευσας, τὸν πολὺν κάματον, καὶ βαρὺν καύσωνα, τὸν ἐν ταύτῃ θείῳ ἔρωτι, ἀποκρουσάμενος· ὅθεν ὡς πρηστῆρι τοῦ βίου, τῷ φέγγει τὸν μισόκαλον, δαίμονα νῦν ἔκαυσας Ὅσιε, ὡς οὗτος αὐτός σοι, σαφῶς διωμολόγησε, οὐ τῆς κακίας, πρεσβείαις σου, σῶσον τοὺς ὑμνοῦντάς σε.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Σαρκὸς ἐν ἱδρῶτί σου, τῶν ἀοιδίμων καμάτων, ἀπέραντον πέλαγος, οὐρανίου λήξεως ἀλλαξάμενος, ἐν χρηστοῖς σπλάγχνοις σου, νῦν πιστοὺς ἅπαντας, εὐλαβῶς προσερχομένοις σοι, παντοίων θλίψεων, νόσων τε ποικίλων ἐκλύτρωσαι· ῥύστην καὶ γάρ σε ἅπαντες, καὶ θερμὸν προστάτην κεκτήμεθα· ὅθεν τὸν λαμπρῶς σε δοξάσαντα δοξάζομεν Θεόν, καὶ τὴν ἁγίαν μετάθεσιν, σέβομεν τοῦ σκήνους σου.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτὼν αὐτῶν.
Ἤχησας ὡς σάλπιγγι, τῷ ἐναρέτῳ σου βίῳ, καὶ κόσμου τὰ πέρατα, σὺ Λουκᾶ θεσπέσιε διανέστησας, ἐξ ὧν ἀεὶ πλεῖστοί σοι, συνελθόντες πίστει, προσφοιτῶμεν καὶ τὴν ἄνωθεν, δεδωρημένην σοι, χάριν καθορῶντες θαυμάζομεν, Θεὸν τόν σε δοξάσαντα, οἱ καὶ τῶν σεπτῶν καὶ ἁγίων σου λειψάνων, ἱερώτατε Λουκᾶ, τὴν παναγίαν μετάθεσιν, σέβοντες γεραίρομεν.
Δόξα. Ὁ αὑτός.
Τῶν μοναζόντων οἱ χοροί, καὶ τῶν πιστῶν τὰ πλήθη, συμφώνως ἀθροισθέντες, ἐν τῇ σορῷ τοῦ παμμάκαρος σήμερον, τῶν θαυμάτων τὰ παράδοξα, κατοπτριζόμενοι, τούτῳ θερμῶς ἐκβοήσωμεν· χαίροις, τῶν μονοτρόπων τὸ κλέος, Πάτερ καὶ δωστήρ, καὶ θεῖον ἐγκαλλώπισμα· χαίροις, λαμπτὴρ φαεινότατα, ὁ τὰ γῆς πληρώματα, καταστράπτων ταῖς χάρισι· χαίροις, τῶν ἀσθενούντων τὸ μέγα ἰατρεῖον, καὶ τῶν φοιτητῶν σου ἀντίληψις καὶ σκέπη. Ἀλλὰ μὴ παύσῃ δεόμενος, Λουκᾶ θεοφόρε, Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει τιμώντων ἀεί, τὴν σεβάσμιον καὶ παγγέραστον μνήμην σου.
Νῦν ἀπολύεις τὸν δοῦλόν σου.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σταυρὸν ἐκ νεότητος ἀναλαβόμενος, πορείαν διήνυσας στενὴν καί ἐπίπονον, οἰκήσας ἐν ὄρεσιν· ὅθεν αὐλιζόμεος, πρὸς εὐρύχωρον πλάτος, δόξης καὶ Βασιλείας τοῦ Θεοῦ καὶ Σωτῆρος Λουκᾶ θεομακάριστε, ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΑΠΟΔΕΙΠΝΟ
Ὁ Κανών τοῦ Ὁσίου.
ᾨδὴ α΄ . Ἦχος β΄. Δεῦτε λαοὶ ἄσωμεν.
Ὑπὲρ ἡμῶν καθικετεύοντα πρόσδεξαι, τὸν σὸν πιστὸν θεράποντα Λουκᾶν τὸν ἔνδοξον, ὁ Θεός, καὶ παράσχου τὸ ἔλεός σου πᾶσι τοῖς ἀνυμνοῦσί σε.
Μόνον Χριστὸν ὡς ἀγαπήσας δεδόξασται, καὶ παῤῥησίαν εὕρηκας· διὸ δεόμεθα μὴ παύσῃ τοῦ πρεσβεύειν, Αὐτῷ ὑπὲρ τῶν πίστει, Λουκᾶ τιμώντων σε.
Νόμους Χριστοῦ Πάτερ, ἀτρώτους ἐφύλαξας, οὓς καὶ ἡμᾶς πρεσβείαις σου τηρεῖν ἐνίσχυσιν, θεαρέστως βιοῦντας, καὶ σὲ δοξολογούντας, Λουκᾶ θεόπνευστε.
Θεοτοκίον.
Ἐν τῷ φωτὶ τῆς σῆς πρεσβείας κατέφυγον, πύλη φωτὸς Πανάμωμε· διὸ καταύγασον, τὴν ἀθλίαν ψυχήν μου, πολλοῖς ἀμαυρωθεῖσαν πάθεσιν δέομαι.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Ἐν πίστει τοὺς τὴν σὴν σεπτὴν λάρνακα τιμῶντας, καὶ ταύτῃ προσερχομένους, τῶν ἐν βίῳ περιστάσεων καὶ παθῶν τε καὶ νόσων ἀπολύτρωσαι.
Φωτὸς τοῦ νοητοῦ τρυφῶν Ὅσιε, δυσώπει μετόχους ἀποδειχθῆναι καὶ ἡμᾶς, τῆς αὐτοῦ χάριτος, τοὺς τῷ θείῳ τεμένει σου προσφεύγοντας.
Ὑπόδεξαι ἡμᾶς, Λουκᾶ πάνσοφε, θερμῶς σοι προσπίπτοντας καὶ ἐκ πάσης, ἀῤῥωστίας καὶ κακώσεως, μεσιτείαις σου θείαις ἐλευθέρωσον.
Θεοτοκίον.
Θεράπευσον Ἁγνή, τὴν ταλαίπωρον ψυχήν μου βοῶ σοι· κεκακωμένην ἁμαρτίαις, ὡς κυήσασα τὸν τὰς νόσους βαστάσαντα τοῦ γένους ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κατανύξεως ἔμπλησον τὴν ταπεινήν καρδίαν μου λιταῖς σου, τοῦ ἀεὶ γεραίρειν μάκαρ, τὴν χάριν σου.
Ἐπιτάχυνον Ἅγιε, καὶ ἐκ πυλών ἐξάρπασον τοῦ ᾅδου, τῶν ἀλλεπαλλήλων νόσων, τὸν δοῦλόν σου.
Νεκρωθέντα με πταίσμασιν, ὡς λειτουργὸς ζωῆς τῆς ἀϊδίου, Λουκᾶ θεοφόρε, δέομαι ζώωσον.
Θεοτοκίον.
Ὑπερένδοξε Δέσποινα, τοὺς ὑμνητάς τοῦ τόκου σου, μὴ παύσῃ δυσχερῶν τοῦ βίου, διαφυλάττουσα.
ᾨδὴ ε΄ . Ὁ φωτισμὸς τῶν ἐν σκότει.
Ὑπὸ σφοδρῶν ἀλγηδόνων καὶ πόνων συνεχομένους, καὶ ἐν τῷ λιμένι τῆς σῆς πρεσβείας, καταφεύγοντας τοὺς ἱκέτας σου Πάτερ, θεραπείας τῆς σῆς ἀξίωσον· ἔχεις ἐκ Θεοῦ γὰρ ἀξίως τὸ δύνασθαι.
Κατὰ παθῶν ἀριστεύσας ἐν βίῳ, χάριν ἐδέξω, πάθη θεραπεύειν τῶν ἀσθενούντων· διὸ τοὺς πίστει σε καλοῦντας προφθάνεις ῥῶσιν θείαν βραβεύων Ἅγιε, καὶ διασκεδάζων παντοία νοσήματα.
Τῷ ἐν νυκτὶ τῶν παθῶν καθεστῶτι τῶν ψυχοφθόρων, αὔγασον ἀκτῖνα μοι τῆς σῆς πρεσβείας, ἵνα ὀρθρίζων ἀνυμνῶ καὶ δοξάζω ἐν φωτί σε τῆς σωτηρίας μου, κλέος μοναζόντων, Λουκᾶ ἀξιάγαστε.
Θεοτοκίον.
Μῆτερ Θεοῦ τῆς ψυχῆς μου κινήσεις, πρὸς ὃν ἀῤῥήτως ἔτεκες κατεύθυνον δέομαί σου, καὶ τῆς παρούσης ἐξελοῦ προσπαθείας τῶν γηίνων, καὶ καταξίωσον παραστάτην γενέσθαι με.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἰατρεῖον πλουτήσαντες ἄμισθον, τὴν σεπτὴν πρεσβείαν σου, Λουκᾶ πανόλβιε, πάντες πιστῶς προστρέχομεν, καὶ τὴν σὴν ἐξαιτοῦμεν βοήθειαν.
Κακουμένων ψυχῶν ὐπεράσπισαι, καὶ τῶν συνεχόντων παθῶν λύσιν δώρησαι· ὅσα γὰρ θέλεις δύνασαι, τοῦ Χριστοῦ καὶ Θεοῦ σε δοξάσαντος.
Οἱ κρουνοὶ τῶν τιμίων λειψάνων σου, πᾶσιν ἀκεσώδυνα γένοιτο φάρμακα, τοῖς ἀνιάτως κάμνουσι, καὶ πονηρῶς τοῦ σώματος ἔχουσιν.
Θεοτοκίον.
Ἰωμένη τὰ τραύματα πρόφθασον, καὶ τὰς ἀσθενείας πανάμωμε Δέσποινα, καὶ τῆς ψυχῆς καὶ σώματος, τοῦ ἱκέτου σου ἵνα δοξάζω σε.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Σωτῆρα παθῶν ἐγνωκότες ἐκ Θεοῦ, νεοφανῆ σε, παρακαλοῦμεν τοῦ δωρήσασθαι, τῆς συμπαθείας τὸ πέλαγος, τοῖς ἐταζομένοις ἐν νόσοις, καὶ Χριστῷ ἀναμέλπουσιν· εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Μακάριος εὗ συμπτωχεύσας τῷ Χριστῷ, καὶ συμμετέχων Αὐτοῦ τῆς δόξης νῦν τῆς κρείττονος, καὶ Βασιλείας μακάριε· ἧσπερ καὶ ἡμᾶς ταῖς εὐχαῖς σου καταξίωσον ψάλλοντας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Οἱ πάθει δεινῶ χειμαζόμενοι σφοδρώς, δεῦτε προθύμως, μύρα εὐώδη προχεόμενα, ποταμηδὸν ἐκ τῆς λάρνακος τοῦ σημειοφόρου ποιμένος, ἀπαντλήσαι κραυγάζοντες· εὐλογητός ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Ὁ νώτοις Ἁγνὴ Χερουβείμ, οἶα Θεός προσεφιζάνων, τὴν σὴν ἁγίαν μήτραν ᾤκησεν, Αὐτὸν ἀπαύστως ἱκέτευε πάσης συμφοράς, λυτρωθῆναι τοὺς πιστῶς σοι κραυγάζοντας· εὐλογητός ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἰατρός δέδοσαι ἡμῖν ἐκ Θεοῦ, τῶν ψυχικῶν ἀῤῥωστημάτων, καὶ σαρκὸς νοσημάτων τοῖς ταπεινοῖς καὶ πτωχοῖς· διό σου δεόμεθα, λύτρωσαι τῆς νῦν κατεχούσης συμφορᾶς τοὺς σοὺς δούλους.
Τοὺς διὰ βίου τῷ πυρὶ τῶν ποικίλων πειρασμῶν φλογιζομένους καὶ δεινῶς καυσομένους, συγκαταβάσει τῆς σῆς παμμάκαρ, συμπαθείας δρόσισον, ἵνα σε ὑμνῶμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὡς παῤῥησίαν πρὸς Χριστόν, ὃν ἐπόθησας εὑρὼν ἔνδοξε Πάτερ, μνημονεύων μὴ παύσῃ τῶν μεμνημένων τῆς σῆς πρεσβείας, καὶ ἐν τῷ τεμένει σου πίστει προσιόντων, καὶ σὲ δοξολογούντων.
Θεοτοκίον.
Θεόνυμφε Κόρη ἁγνή, ἡ τὸν Ποιητὴν τοῦ παντός, ἀναμαρτήτως κυήσασα, φώτισον τὰς καρδίας καὶ τὸν νοῦν τῶν Θεὸν μὲν ὁμολογούντων Αὐτὸν καὶ Κύριον, κλυδωνιζομένων δε ἁμαρτίαις ἐν τῷ πελάγει τοῦ βίου.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεόν λόγον.
Τῇ ἀπροσίτῳ Τριάδι παρεστὼς στεφηφόρε, καὶ ταῖς ἐκεῖθεν λάμψεσιν ἀεί, ὡς ἐφικτὸν ἐλλαμπόμενος, τοῖς ἐν σκότει τελοῦσι, τῶν ἀνηκέστων νόσων καὶ παθῶν, εὐρωστίας παράσχου φάος τὸ γαληνότατον.
Αἱ συνεχεῖς ἀλγηδόνες τῶν σεπτῶν σου καὶ θείων ἀγώνων, καὶ καμάτων ἱερῶν, ἴαμα θεῖον γεγόνασι τοῖς καταπονουμένοις ἀνείκαστα ὑπὸ ποικίλων νόσων, μεγαλώνυμε πάτερ Λουκᾶ θεομακάριστε.
Ἀπὸ παθῶν τε καὶ νόσων, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, ἡμᾶς ὡς συμπαθῇς καὶ φιλόστοργος, καὶ ὡς ποιμὴν καὶ προστάτης, ταῖς εὐπροσδέκτοις θείαις σου λιταῖς, Λουκᾶ φωστὴρ λύτρωσιν, ἑσπερίων τῶν ἀσκητῶν ἀγλάϊσμα.
Θεοτοκίον.
Ὕμνον ἀνάγνων χειλέων εὐμενῶς, ὦ Παρθένε προσδέχου, καὶ πταισμάτων χαλεπῶν ῥῦσαί με Κόρη πανάμωμε· μητρικὴ γὰρ πρεσβεία, τὸ δύνασθαι κεκλήρωσαι· διὸ τοὺς πιστῶς, σὲ ὑμνοῦντας διάσῳζε πανύμνητε.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἁπαλῶν ἐξ ὀνύχων Πάτερ σοφέ, ἀκρασίαν μισήσας τὴν βλαβεράν, ἐπόθησας κάλλιστα, τὴν καθόλου ἐγκράτειαν, ἧς καιρὸς ἁγνεία, καὶ ἄκρα ἀπαθείας, δι’ ὧν θεραπεύσας ἐφάνης τὸν κτίσαντα· ὅθεν καὶ τὴν χάριν, παρ’ Αὐτοῦ ἐκομίσω, τοῦ παύειν νοσήματα, ἐξ ἀνθρώπων μακάριε, πρεσβεύων Χριστῷ τῷ Θεῷ, τοὺς πιστῶς ἀνυμνοῦντάς σε, φυλάττεσθαι ἀμετόχους παντοίας κακώσεων.
Δόξα. Καί νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ πυρὶ τῆς ἀγάπης τοῦ Ἰησοῦ, πυρωθεὶς τὴν καρδίαν ὅλον σαυτόν, Αὐτῷ ἀνατέθηκας, τοῖς Αὐτοῦ βαίνων ἴχνεσιν, ἐγκρατείας τόνῳ, τὸ σῶμα δουλώμενος, τὴν ψυχὴν πιαίνων, παννύχοις δεήσεσιν· ὅθεν καὶ τὸν δρόμον, εὐαρέστως τελέσας, λυθείς τε τοῦ σώματος, πρὸς Αὐτὸν ἐξεδήμησας, Λουκᾶ θεῖε πατὴρ ἡμῶν, ἀεὶ ἐν εὐφροσύνῃ τελῶν, Ὁσίων Δικαίων Μαρτύρων τε, μεθ’ ὧν πρέσβευε σωθῆναι τοὺς δούλους σου.
Δόξα. Καί νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἡ καθαρά σου καὶ Θεῶ ἐράσμια, ἡ τῶν Ἀγγέλων ἐν σαρκὶ πολιτεία, τὸ κατ’ εἰκόνα ἄχραντον διέσωσεν· ὅθεν εἰσελήλυθας, εἰς νυμφῶνα τὸν θεῖον, καθ’ ὅνπερ συναυλίζεται, πᾶσα τάξις δικαίων· ἀλλ’ ὑπὲρ πάντων πρέσβευε ἀεί, τῶν ἐκτελούντων ἐν πίστει τὴν μνήμην σου.
Δόξα. Καί νῦν. Τῆς ἑορτῆς.
Εἶτα, οἱ ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτὼν αὐτῶν.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη…
Ἀνάστασιν Χριστοῦ θεασάμενοι…
Ὁ Ν΄ ψαλμός.
Δόξα.
Ταῖς τοῦ σου Ὁσίου…
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου…
Στίχος. Ελέησόν με ὁ Θεός…Ἰδιόμελον. Ἦχος πλ. β΄.
Συντρέχει χορὸς τῶν φιλεόρτων ἐν τῇ σεπτῇ μεταθέσει σου, κυκλοῦσι τὴν πανσέβαστον καὶ τρισόλβιον σορόν σου, στίφη τῶν μοναζόντων, καὶ προεξάρχει τὸ τῆς ποίμνης σου, Λουκᾶ θεόφρον, μέγιστον σύνταγμα, ἐγκωμίοις σε λαμπρῶς καταγεραίρον, καὶ ὕμνοις εὐχαριστίας· διὸ πρὸς Χριστόν, τὸν ἀσπόρως ἐκ τῆς Παρθένου βλαστήσαντα, πρεσβείαν ἐκτενῶς ὑπὲρ πάντων ποίησον, ἵνα βλάβης τοῦ ἐχθροῦ ἐκλυτρωθέντες κραυγάζωμεν· δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκίᾳ.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου β΄.
Ὁ α΄ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς· Καὶ νῦν δε, Λουκᾶ, σὴν μετάθεσιν σέβω.
ᾨδὴ α΄. Ἦχος β΄. Τὴν Μώσεως ᾠδήν.
Κοσμηθεὶς ἀρετῶν τῇ ἀγλαΐᾳ μάκαρ, καὶ φαιδρῶς τῷ Δεσπότῃ παρεστώς, καὶ θείας δόξης ἐπαπολαύων, μέμνησο Λουκᾶ τῶν τιμώντων σε.
Ἀπὸ βρέφους σαυτόν, τῷ σῷ Δεσπότῃ Πάτερ, καὶ Θεῶ ἀναθέμενος τρυφήν, πᾶσαν ἐμίσησας τὴν γεώδη· ὅθεν ἀληθῆ τρυφὴν εὕρηκας.
Ἱερῶς ἱερέ, τὸν ἱερόν σου βίον μετελεθών, ἱερὸς οἶκος Θεοῦ ἐγένου, Πάτερ ἡγιασμένε, θείαις ἐν σκηναῖς αὐλιζόμενος.
Θεοτοκίον.
Νοητῇ κιβωτέ, τοῦ οὐρανίου ἄρτου, τὸν λιμὸν τῆς ἀθλίας μου ψυχῆς λῦσον, καὶ κόρεσον θείου ἄρτου, ὃν σὺ ἀνηρότως ἐβλάστησας.
Ὁ Β΄ Κανών τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς· Λουκᾶν γεραίρω τῶν μοναστῶν τὸ κλέος.
ᾨδὴ α΄ . Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Λελαμπρυσμένος τῷ κάλλει τῶν ἀρετῶν, τῷ Θεῷ πανόλβιε, παριστάμενος ἀεί, τὴν ἐμὴν καταύγασον ψυχήν, ἀνακροῦσαι σοι ᾠδὴν τὴν ἀξιόχρεων.
Ὁλολαμπὴς ἐν τῷ κόσμῳ μέλλων ἀστήρ, θεοφόρε δείκνυσθαι, ταῖς τοῦ κόσμου ζοφεραῖς, οὐχ ἐχράνθης ὅλως ἡδοναῖς, ἐκ σπαργάνων τῷ Θεῷ προσανακείμενος.
Ὑπωπιάζων τὸ σῶμα χριστοπειθώς, τὴν στενὴν διώδευσας καὶ ἐπίπονον ὀδόν, ἑτοιμάζων πλάτος σεαυτῷ, Βασιλείας οὐρανῶν ἀξιοθαύμαστε.
Θεοτοκίον.
Κόσμου προπύργιον Κόρη, τῆς τῶν παθῶν τυραννίδος ῥῦσαί με, ἐπανάγουσα τὸν νοῦν εἰς τὸν θεῖον ἔρωτα Ἁγνή, καί φωτίζουσα φωτὶ τῶν προσταγμάτων.
ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ὑψώθης ὡς κυπάρισσος ἐν ἀγάπῃ, ἐξήνθησας ὡς φοίνιξ ἐν τῇ ἐλπίδι, ηὐξήνθης ἐν τῇ πίστει καθάπερ κέδρος, καὶ νῦν τὰ τέκνα σου πανηγυρίζουσι, πληθυνθέντα Ὅσιε, καὶ γεραίρουσι.
Νομὴ χειρὸς κυρίου γεγενημένος, νομὰς πρὸς ζωηφόρους ὁδήγει Πάτερ, τὸ ποίμνιον σου ὁ τοῦτο, συνεστήσω πολλοῖς ἱδρῶσί σου, ἵνα δοξάζη σε, καὶ μεγαλύνει σου τὸ μνημόσυνον.
Θεοτοκίον.
Διὰ σοῦ ὡμίλησεν ἀνθρώποις τὴν σάρκα ὁ Κύριος, φορέσας ἀνερμηνεύτως. Αὐτὸν οὖν ἐκδυσώπησον Παναγία, τοῦ οἰκτειρῆσαί με καταπονούμενον, προσβολαῖς τοῦ ὄφεως καὶ δονούμενον.
Ἕτερος. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Ἀνάπτων ἔρωτα Θεοῦ, τέλειον τῆς ἀγάπης, ὃν τελείῳ τῷ μίσει ἐμύησας τὰ ῥευστά, καὶ γέγονας τῆς σαρκὸς θεοφόρε, ἔξω πρὸ τῆς λύσεως.
Νεάζων ἔτι τῇ σαρκὶ ἔνδοξε, καὶ τῷ βίῳ πολιὰν ἀπεδήλους, τὴν φρόνησιν τῆς ψυχῆς, τῷ χρόνῳ δε προστιθείς, ἐπιδιδῶς αὔξησιν, τοῖς πόνοις σου.
Γυμνῶν τὸν δράκοντα σοφέ, πάσης μηχανουργίας, σεαυτὸν ἀπεγύμνους, γυμνητεύουσι πολλοίς, τῆς δόξης καταστολὴν οὐρανόθεν, Πάτερ ἐνδυόμενος.
Θεοτοκίον.
Ἐν σοὶ ἐπράχθη τὰ καινά, πάναγνε Θεοτόκε· ὁ ἀμήτωρ γὰρ πάλαι ἀπάτωρ τὸ ἀπὸ σοῦ καὶ ἄνθρωπος, θεουργῶν τὸν κλαπέντα, κλέμματι θεώσεως.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐκ δυσμῶν ἀνέτειλας, ἥλιος ὥσπερ, καὶ ἀπείροις θαύμασι, καταφωτίζων ἱερῶς, καὶ ὁδηγῶν πρὸς μετάνοιαν, τοὺς προσιόντας ἐν πίστει σοι Ἅγιε.
Δόξα.
Ἀνεφάνης Ὅσιε, τῇ οἰκουμένῃ, ὥσπερ ἄλλος ἥλιος, ταύτην φωτίζων ἀρεταῖς, ἐν θεωρίαις καὶ πράξεσιν, ὡς μυστηπόλος Κυρίου, Λουκᾶ ἱερώτατε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ δ΄. Τὴν ἐκ παρθένου σου γέννησιν.
Εὐσεβοφρόνως ἀνύσας σου, τὸν πανσέβαστον βίον, ὦ πανεύφημε Λουκᾶ, ἐπ’ εὐλογίαις θερίζεις νῦν τὰς ἀντιδόσεις, αἵ σοι παρὰ Θεοῦ δαψιλῶς χορηγοῦνται ὡς οἰκέτῃ, ἀγαθῷ τε καὶ πιστῷ.
Λυμαντικὴν νόσον ἅπασαν, ταῖς πρεσβείαις σου Πάτερ, ἀποδίωξον ἡμῶν, καὶ ἐπηρείας ἐκλύτρωσαι ἐπερχομένης δαιμονικῆς, τὴν τιμῶσαν σε ταύτην, ἣν ἐκτήσω ποίμνην, ὅσιε Λουκᾶ.
Οὐδὲ ἐν τούτῳ σε Κύριος, ὁ πλουσίως δοξάζων, τοὺς δοξάζοντας Αὐτὸν Πάτερ παρεῖδεν, ἀλλ’ ἔδειξεν ἀληθεστάτην, πρόῤῥησιν νῦν τὴν σήν, καὶ ἐδόξασε τόπον, ὃν προέφης δοξασθῆναι διὰ σοῦ.
Θεοτοκίον.
Ὑπὸ τὴν σκέπην σου πάναγνε πεποιθότες, οὐδόλως πτοούμεθα τὸν ἐχθρόν, τὸν πολεμοῦντα ἀδίκως σου τὴν κληρουχίαν, ἥν ἱδρῶσι πολλοῖς, ὁ πιστός σου θεράπων Θεοτόκε, συνεστήσατο Λουκᾶς.
Ἕτερος. Χριστός μου δύναμις.
Ῥευστῶν τὰ ἄῤῥευστα, φθαρτῶν τὰ ἄφθαρτα, ἀλαττόμενος μάκαρ, ἐπὶ τῆς γῆς, ἔμπορος ὡς φρόνιμος, τανῦν τρυφᾶς ἐν οὐρανοῖς τὴν ἀΐδιον ἀπόλαυσιν.
Ἁγνὸς τῷ πνεύματι, ἁγνὸς τῷ σώματι, ἐν ἁγνότητι τρόπων διατελῶν, θεῖον καταγώγιον γέγονας πάντιμε, τῆς Τριάδος δοξαζόμενος.
Ἰσχὺν τὸ ἄτονον, ζωὴν τὴν νέκρωσιν, τῆς σαρκός σου θεόφρον πάτερ Λουκᾶ, ἄριστα ἡγούμενος, πόνοις καὶ ὕμνοις, προσευχαῖς καὶ νηστείαις ἀπεμάρανας.
Θεοτοκίον.
Ῥοὴν οὐκ ἔγνωκας, φθορὰν οὐκ ἤνεγκας, τὰ μητέρων διέδρας, καὶ μήτηρ πως γέγονας ἀμόλυντε; ὁ τῶν μητέρων πλαστουργός, ὅσα θέλει τερατεύεται.
ᾨδὴ ε΄. Ὁ φωτισμός.
Καλλοποιῶν ἀρετῶν ποικιλία πεποικιλμένος, ἔλαβες ποικίλας τὰς ἀντιδόσεις· διὸ ποικίλος ὥσπερ κόσμος ἐφάνης ἐν τῷ τάφῳ κείμενος Ὅσιε, βρύων δαψιλῶς, εὐωδίαν μυρίπνοον.
Ἀπὸ ψυχῆς φιλοθέου παμμάκαρ κεκινημένος, ἔσπευσεν ὁ φιλόθεος φιλοθέως, σὲ καταθεῖναι ὡς ἀπόθετον χρῆμα, ἐν τῇ θήκῃ ἧ νῦν κατάκεισαι, πρότερον ἐν γῇ τεθαμμένον καὶ μύρον βλύζοντα.
Σῆς κραταιὰς ἀντιλήψεως Πάτερ, μὴ στερηθείην, μὴ κατακαυθήσεται μου ἀδίκως ὁ πολεμῶν με, ἡ σῇ ποίμνῃ βοᾶ σοι, ἀλλὰ τούτου βουλᾶς ματαίωσον, ἄπρακτον αὐτὸν καθιστὼν ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Ἡ ἐν γαστρί δεξαμένῃ ἀφράστως, καὶ ὑπὲρ λόγον Ἄχραντε, τὸν λόγον καὶ σάρκα τούτῳ δανεισαμένη, ἐξ ἁγνῶν σου αἱμάτων, ἅγνισον μου τὴν ρὐπωθείσαν αἰσχραῖς, πράξεσι ψυχήν, καὶ πρὸς φῶς καθοδήγησον.
Ἕτερος. Τῷ θείω φέγγει σου.
Ὡς ὄντως ἔγνως τὸ ὀρεκτόν, ἤσθου τῆς γλυκείας ἀληθῶς, τοῦ σοῦ Δεσπότου τερπνότητος, ἔνθεν διαπτύσας τὰ πρόσκαιρα, ἐκείνῳ ἐκολλήθης χαίρων πανόλβιε.
Τῷ θείῳ φίλτρῳ σου τὴν ψυχὴν ἔνδοξε πυρούμενος σφοδρῶς, ὅλως αὐτῷ ενητένιζες, χεῖράς τε καὶ φρένας αἴρων καὶ ὄμματα, καὶ ὅλος πρὸς ὕψος ἀνατεινόμενος.
Ὡς τοῖς ἀΰλοις τῶν οὐρανῶν μάκαρ, ἁμιλλώμενος χοροῖς, τοῖς πόνοις πόνους ἐξήνυες· ὅθεν καὶ ἀέριος Πάτερ ἐδείκνυσο, ἁρπάζοντος τοῦ πόθου τὸν χοῦν μετέωρον.
Θεοτοκίον.
Νυμφῶν ὁλόφωτε τοῦ φωτός, λάμπων παρθενίας καλλοναῖς, ψυχὴν ἐμὴν ἀποκάθαρον, σκότους γενομένην, δοχεῖον αἴσχιστον, καὶ πάσης ἀτιμίας κατοικητήριον.
ᾨδὴ στ΄. Βυθῶ ἁμαρτημάτων.
Ναόν σε γεγονότα, Τριάδος ἱερόν, τῆς παναγίας, Λουκᾶ παμμακάριστε, μετέθετο ὁ φιλόθεος ναῷ σεπτῶς ἐν καινῷ, ὃν ἤγειραν εἰς σὸν ὄνομα πιστῶς.
Μεγίστῳ τεραστίῳ ἐξέπληξας, τοὺς σὲ μετατιθέντας ποικίλος φαινόμενος, ὡς ἀργυρός, ὡς χρυσὸς διαυγής, ὡς ἄνθος, ὡς φῶς· ἐφαίνου γὰρ ὧν τοῖς πᾶσιν ὁ αὐτός.
Θεοτοκίον.
Ἐπέστη Γαβριήλ σοι κομίζων τὴν χαράν, εὐλογημένη Παρθένε πανύμνητε, καὶ τέτοκας ἀποῤῥήτως, ὡς βροτὸν τὸν ὄντως Θεόν, ὃν αἴτησαι πάντας σῴζεσθαι ἡμᾶς.
Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.
Μικρὰ τὰ μεγάλα σύ, κατορθώματα νοῶν, ὡς ὁ τελώνης ἔστεγες, τὸν ἀλαζόνα τύραννον καθελείν διὰ ταπεινώσεως, καὶ πτερνίσαι σπουδάζων τὸν πτερνίσαντα.
Ὁ τρόπος γαλήνιος, καὶ τὸ ἦθος τὸ πολλήν, σταλάζον τὴν γλυκύτητα, λόγος δε ὁ μέτριος, τὸ ἱλαρόν τε πρόσωπον ἔνδοξε, τῆς ἡμετέρου ψυχῆς σου μέγας ἄγγελος.
Νυμφῶνα τὰν ἄφθαρτον, κατοικεῖν ἐπιποθῶν, περικαλλέσιν ἄνθεσιν, ἐκοσμήθης θεόπνευστε, ἀρετῶν ἁγνείαν, ἐγκράτειαν προσευχήν, ἀγρυπνίαν ἐνδυσάμενος.
Θεοτοκίον.
Ἁγνείας τὸ τέμενος, ἁγιωσύνης ἡ πηγή, τοῦ κάλλους τὸ θησαύρισμα, ἡ ἐκλεκτὴ Κυρίῳ ἐκ γενεῶν, ψυχὴν τὴν δυσώδη μου, τῆς αἰσχύνης τῶν ἔργων ἐλευθέρωσον.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῆς Ἑλλάδος γέννημα, καὶ θρέμμα θεῖον ὑπάρχων, ἐν αὐτῇ διήνυσας, Λουκᾶ μεγίστους ἀγῶνας, ᾔσχυνας, ἐχθρὸν εἰς τέλος τὸν ἀποστάτην, θέμενος, τὴν σὴν ἐλπίδα πρὸς τὸν Δεσπότην, παρ’ οὗ ὄντως ἐκομίσω, τῶν ἰαμάτων τὴν χάριν Ὅσιε.
Ὁ Οἶκος.
Ἱεροῖς, ὦ πιστοί, στέψωμεν μελῳδήμασι, τὸν Χριστοῦ ἐραστήν, καὶ ἀσκητῶν τὸ καύχημα, τὸν τοῦ παρακλήτου οἶκον γεγονότα, τῶν μοναζόντων τὸ ἐγκαλλώπισμα, τὸν στῦλον τῆς πίστεως, τῶν ἰαμάτων πηγὴν τὴν ἄφθονον, τὸ τῶν νοσημάτων καθαρτήριον βοῶντες πίστει· Λουκᾶ μακάριε, ταῖς σαῖς πρεσβείαις ἐξ ὁρωμένων, καὶ ἀοράτων ἡμᾶς ἐχθρῶν λύτρωσαι, τὸν Δεσπότην ἱκετεύων Χριστόν, παρ’ οὗ ὄντως ἐκομίσω, τῶν ἰαμάτων τὴν χάριν Ὅσιε.
Συναξάριον.
Τῇ γ΄ τοῦ αὐτοῦ μηνός, ἡ ἀνακομιδὴ τοῦ λειψάνου τοῦ ὁσίου Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος.
Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα·
ὅς οὐδὲ νεκρός, παύεται τῶν θαυμάτων.
Σώμα ἐκ τάφῷ Τρίτη Μαΐου,
Λουκᾶ, ἀνεκομίσθη.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τιμοθέου καὶ Μαύρας.
Ἥπλωσε Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι,
Ἥπλωσε καὶ νῦν Μαῦρα σὺν Τιμοθέῳ.
Οὗτος ὁ Ἅγιος Τιμόθεος, ἐν τῷ σχήματι ὧν τῶν Κληρικῶν, τῶν ἱερῶν λογίων ὑφηγητὴς ἥν, ἐκ κώμης Πεναπέων, ἄρτι πρὸς κοινωνίαν γάμου τὴν Μαύραν ἀγαγόμενος. Οὔπω δε διαγενομένων εἴκοσιν ἡμερῶν, διαβληθείς, ἄγεται πρὸς τὸν ἡγεμόνα Θηβαΐδος Ἀῤῥιανόν· οὗ προστάξαντος ἀγαγεῖν αὐτῷ τὰς βίβλους, ἂς τοῖς χριστιανοῖς ὑπαναγινώσκει, τοῦτο μέν οὑκ ἐποίησεν· ἀντέφησε δε τῷ ἡγεμόνι, τὰς βίβλους τέκνα ἡγεῖσθαι αὐτοῦ, ὑφ’ ὧν στηρίζεσθαι, καὶ ὑπὸ τῶν Ἀγγέλων φρουρεῖσθαι, τῆς τῶν γεγραμμένων δυνάμεως καλούσης αὐτοὺς εἰς βοήθειαν· δὲ ἑκοντὶ τὰ ἴδια τέκνα διδόντα εἰς θάνατον. Ὅθεν σίδηρα πεπυρωμένα ἐνέβαλον αὐτοῦ τοῖς ὠσίν, ὑφ’ ὧν αἱ τῶν ὀφθαλμῶν αὐτοῦ κόραι διατακεῖσαι ἐξέπεσον. Εἶτα δεσμοῦσιν αὐτοῦ ἐπὶ τροχοῦ τοὺς ἀστραγάλους, καὶ κημὸν ὑποβάλλουσιν αὐτοῦ τῷ στόματι, καὶ κρεμούσιν ἐπὶ κεφαλῆς, λίθον αὐτοῦ τῷ τραχήλῳ προσδήσαντες. Ὡς δε τούτοις οὑκ ἐνεδίδου, τὴν γαμετὴν αὐτοῦ Μαύραν ἀπατήσαι ἐλπίσας ὁ ἡγεμών, ἔπειθε κοσμησαμένην, διὰ κολακείαν, θεραπείας τοῖς εἰδώλοις προσάγειν. Ἡ δε οὐκ ἤκουσε, μᾶλλον δε ταῖς τοῦ Ἀγίου πεισθεῖσα παραινέσεσι, τοῦ ἡγεμόνος ἐνώπιον χριστιανὴν ἑαυτὴν ὡμολόγησε. Τίλλεται οὖν τὰς τρίχας τῆς κεφαλῆς καὶ τοὺς δακτύλους τέμνεται, καὶ βαπτίζεται ἐν θερμῷ ὕδατι· ἐν ὦ μείνασα ἄφλεκτος, ὑπόνοιαν παρέσχε τῷ ἡγεμόνι, ὡς οὗ θερμὸν ἥν, ἀλλὰ ψυχρὸν τὸ ὕδωρ, ἐν ὧ ἐβαπτίσθη· ὅθεν ἐπιῤῥαντισθήναι αὐτῷ κατὰ τῆς χειρὸς κελεύει. Τῆς δε Ἁγίας τῇ χειρί λαβούσης ἀπὸ τοῦ λέβητος καὶ ἐπιβαλούσης αὐτῷ μετὰ τὴν χεῖρα, ἀπεῤῥύη τὸ δέρμα τοῦ Ἡγεμόνος. Ἐπὶ τοῦτο οὖν σταυροὶ αὐτοὺς ἀμφοτέρους, καὶ ἐπιμείναντες ἡμέρας ἐννέα τῇ ἀναρτήσει, ἀλλήλους παρήνουν ἐκ διαδοχῆς ἐγκαρτερεῖν ταῖς κολάσεσι, καὶ μὴ ἐνδοῦναι συνεβούλευον καὶ οὕτω τὰ πνεύματα ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν. Ἐγένετο δε ὡς ἐν ἐκστάσει ἐλθεῖν τὸν διάβολον τῇ Ἁγία Μάρτυρι, ἔτι τῷ σταυρῷ ἠρτημένη, ὀρέγειν ποτήριον, μέλιτος καὶ γάλακτος ἔμπλεων, πιεῖν προτρεπόμενον, τήν δε δι’ εὐχῆς ἀπώσασθαι. Καὶ πάλιν, ἐπὶ ποταμὸν ἀγαγεῖν, ῥέοντα τοὺς προοφθέντας χυμοὺς (τὸ μέλι δηλαδή καὶ τὸ γάλα), καὶ πιεῖν ἐπιτρέπειν· τήν δε εἰπεῖν· Οὑκ ἐξ αὐτῶν πίομαι, ἀλλ’ ἐκ τοῦ ποτηρίου, οὗ μοι ἐκεράσατο ὁ Χριστός· καὶ οὕτω τὸν διάβολον ἡττημένον ἐλθεῖν ἀπ’ αὑτῆς. Ἄγγελον δὲ τοῦ Θεοῦ παραστάντα, δόξαι τὴν Ἁγίαν εἰς τὸν οὐρανόν ἀγαγεῖν, τῆς χειρὸς λαβόμενον, καὶ ὑποδείξαι αὐτῇ θρόνον, καὶ στολὴν λευκὴν ἐπ’ αὐτόν, καὶ στέφανον, καὶ εἰπεῖν· Ὅτι σοι ταύτᾳ ἡτοιμάσθησαν. Εἶτα πρὸς ὑψηλότατον ἀγαγεῖν, καὶ πάλιν ὑποδείξαι θρόνον ἕτερον καί πανευπρεπεστάτην στολήν, καὶ στέφανον, καὶ προσειπεῖν· Ὅτι ταύτᾳ τῷ ἀνδρί σου ἀπεκληρώθησαν· ἡ δε τοῦ τόπου διαφορὰ παραδηλοῖ σοι, ὅτι ὁ ἀνήρ σου μᾶλλον πρόξενος σοι, ὅτι ὁ ἀνήρ σου μᾶλλον πρόξενος σοι τῆς σωτηρίας ἐγένετο. Τελεῖται δε ἡ αὐτῶν Σύναξις ἐν τῷ Ἁγιωτάτῳ αὐτῶν Μαρτυρίῳ, τῷ ὄντι πέραν τοῖς Ἰουστινιάναις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου. Ῥοδοπιανῶ καὶ Διοδώρῳ ῥόδα, Ἡ δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι.
Οὗτοι ἦσαν κατὰ τοὺς χρόνους Διοκλητιανοῦ· διά δε τὴν εἰς Χριστὸν πίστιν, ὑπὸ τῶν ἰδίων συμπολιτῶν ὕβρεις πολλάς, καὶ αἰκίας, καὶ μάστιγας ὑπομείναντες, ἐν Ἀφροδισίᾳ τῆς Καρίας τελευταῖον ὑπὸ τῶν αὐτῶν λιθοβολούμενοι, τὰ ἑαυτῶν τῷ Κυρίῳ παρέδωκαν πνεύματα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πέτρου τοῦ σημειοφόρου, Ἐπισκόπου Ἄργους. Ῥίψας τὸν ἐχθρὸν ἔνθεν ἀτρώτῳ βίῳ· Ζωστιτήρα νίκης ζῶν ἡ θανὼν Πέτρε.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ξενίας τῆς ἐκ Καλαμών. Ξενίας ὤφθης ἐργάτις ὦ Ξενία, Ξενίαν σεμνή, οὐρανῶν σὺ ποθοῦσα.
Αὕτη ἥν ἐπὶ αὐτοκρατόρων Μαξιμιανοῦ καὶ Μ. Κωνσταντίνου καὶ Δομετιανοὺ ἄρχοντος τῆς πόλεως Καλαμών, ἔνθα ἐγεννήθη τῷ 291. Ὑπῆρξε θυγάτηρ Νικολάου καὶ Δεσποίνης, ὡραιοτάτη, ὥσπερ ἐν λειμῶνι ῥόδον εὔοσμον, κατευωδιάζουσα πιστῶν τὰς καρδίας. Ἐρασθεῖσα δ’ ἐμμανοῦς παρὰ τοῦ Δομετιανοὺ καὶ ἀρνουμένη νυμφευθῆναι τοῦτον, δεσμείται καὶ πρὸς μαρτύριον χωρεῖ, καὶ διὰ τὸν ἔρωτα καὶ τὴν ἀγάπην τοῦ ἑαυτῆς Νυμφίου Χριστοῦ, πολλαῖς βασάνοις ἑαυτὴν ἐκδίδωσι. Λαμπάσιν οὖν τὸ σῶμα καιομένη, τὸν νοητὸν ἐχθρὸν κατέκαυσεν. Ἵπποις ἀγρίοις προσδεθείσα καὶ μὴ βουλομένων τούτων κινηθῆναι διὰ θείου Ἀγγέλου λυθεῖσα τὰς βουλᾶς τοῦ τυράννου διέλυσε. Τοὺς μαστοὺς αὐτῆς ἐκκοπεῖσα, τὴν ἰσχὺν τῆς ἀσεβείας κατέκοψε. Διὰ τὸ ἐρᾶσθαι σφοδρῶς ὑπὸ τοῦ ἄρχοντος, τοῦ περιφρονημένου ὑπ’ αὐτῆς τὴν καρδίαν ἀφαιρεθεῖσα τὴν κάραν τμηθεῖσα καὶ εἰς πλεῖστα διχοτομηθείσα τεμάχια, ἐν πίσσῃ τῷ πυρὶ παραδίδοται καὶ τὴν ἁγίαν αὐτῆς ψυχὴν τῷ Θεῷ παρατίθεται.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι εἴκοσιν ἑπτὰ Μάρτυρες πυρὶ τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Οικουμενίου, ἐπισκόπου Τρίκκης. Οικουμένιον καὶ θανόντα τοῖς λόγοις, τιμῶ· Κατορθῶν ἔργον ἐκ λόγων μέγα.
Οὗτος ὁ μέγας πατὴρ ἡμῶν Οικουμένιος, πατρίδα ἔσχε τὴν τῶν Καππαδοκῶν μητρόπολιν Καισάρειαν. Ἀνῆλθεν εἰς τὸν τῆς Ἀρχιερωσύνης βαθμόν, καὶ ἐποίμανε θεοφιλῶς τὴν Ἐκκλησίαν τῶν Τρικκαίων. Ἔλαβε μέρος εἰς τὴν Ἀ Οἰκουμενικήν Σύνοδον. Πλήρης ἡμερῶν γενόμενος, εἰς τὴν ἀγήρω μετέστη ζωήν, καὶ ἐτάφη λαμπρῶς ἐν τῷ τῶν Ἀρχαγγέλων πρωτεύοντι ναῶ τῷ αὐτόθι ἐν Τρικάλοις, πολλῶν θαυμάτων καὶ πρὸ τελευτῆς καὶ μετὰ ταύτην, γενόμενος αὐτουργός.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Παμβό, τοῦ καθολικοῦ, τῆς Γεωργίας
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Θεοδοσίου τοῦ ἐν Σπηλαίῳ, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Νεομαρτύρων τῶν ἐξ Ἀχαΐας, Χριστοδούλου καὶ Ἀναστασίας, τελειωθέντων ἐν ἔτει 1821.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Τῷ πόθῳ Χριστοῦ ἐραστὴς οἷα θερμός, τρωθεὶς ἐμμόνως σαυτὸν ἐκόσμησας κάλλει ἔνδοξε, τῷ θελκτικῷ τοῦ Νυμφίου σου τῇ τῶν ἀρετῶν ποικιλία, καί πρός ἐκεῖνον ἀνέδραμες, ὡς ἀληθής φίλος αὐτῷ συνευφραινόμενος.
Ἀγγέλων πληθύς, Ἀρχαγγέλων, Προφητῶν καὶ Ἀποστόλων, χορὸς Ὁσίων πάντων, τάγματα Ἱεραρχῶν συνευφραίνονται, σήμερον ἡμῖν ἐν τῇ μνήμῃ, τῇ ἐνδόξῳ σου ἔνδοξε, πανηγυρίζοντες καὶ σὲ ἐγκωμιάζοντες.
Θεοτοκίον.
Θεοῦ σε καθαρώτατον, Ἁγνή ἀνακηρύττω, θυμιατήριον στάμνον πάγχρυσον, ὄρος καὶ θεῖον ἀνάθημα, ῥάβδον τε καὶ πύλην, καὶ κλίνην σκηνὴν παστάδα καὶ τράπεζαν, ἐν ἡ ἀφράστως σαρκωθεὶς ἐπανεπαύσατο.
Ἕτερος. Δροσοβόλον μεν τὴν κάμινον.
Συμφλεγόμενος τῷ καύσωνι, τῷ ψύχει δε πηγνύμενος, ἐργάτα τῆς ἀρετῆς, τὴν ἐπίπονον καὶ τραχεῖαν ὥδευσας ὁδόν, τρυφᾶν τὰ ἐπίπονα δοκῶν, καὶ ὑπὲρ μέλι αἰσθητὸν τούτοις ἡδόμενος.
Τιναξάμενος τοῦ σώματος τὴν ὕλην τὴν χαμαίζηλον, ἱδρῶσιν ἀσκητικοῖς ἐχρημάτισας, ὅλος νοῦς προβλέπων ἐμφανῶς τὰ πόῤῥωθεν ὥσπερ τὰ ἐγγύς, καὶ ἐνθυμήσεις καὶ βουλάς, ἐξερευνῶν καρδιῶν.
Ὥσπερ πάλαι τὸν πρωτόπλαστον, δι’ Εὔας ὑπεσκέλισε δράκων ὁ δολιώτατος, σοὶ προσέβαλε γυναικείαις μάκαρ λαλιαῖς, ἐκκαύσας τὸ πῦρ τῶν ἡδονῶν, ἀλλὰ τῇ δρόσῳ τῶν εὐχῶν, ἔσβεσας φλόγα παθῶν.
Θεοτοκίον.
Διὰ σοῦ Μῆτερ Παρθένε, φῶς ἀνέτειλε πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· ὁ γὰρ ἐν κόλποις τοῦ Πατρὸς ἀχώριστος Υἱός, ἐκ σοῦ σεσωμάτωται. Διὸ εὐλογημένη, γενεαῖς γενεῶν πέφηνας.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἐκκαθαρθεὶς ταῖς ἀρεταῖς, τῆς ψυχῆς τὸ ὀπτικόν, Λουκᾶ θεόφρον, δοξασθῆναι τὸν τόπον τοῦτον προέφης ἐν σοί, καὶ νῦν δε ὁρῶντες τὴν ἔκβασιν, σὲ μακαριοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Σήμερον ἄγει ἑορτήν, τῶν πιστῶν πᾶσα πληθύς, ἐν τῇ σῇ μνήμῃ, καὶ φωτίζεται πᾶς τις, πιστῶς προσψαύων τῶν σῶν λειψάνων τῇ θήκῃ, καὶ τέρπεται καὶ δοξολογεὶ τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἵνα κηρύξῃς ἐμφανῶς, τοῖς ποθοῦσί σε σοφέ, τοῖς στεφάνοις κατεστέφθης ποικίλως, παρὰ τοῦ πάντων Θεοῦ, ποικίλων ὅτε μετετίθεσο, ὤφθης ἀναπέμπων στιλπνότητας χαρίτων.
Θεοτοκίον.
Νενοσηκότα με δεινῶν, ἀπὸ πλήθους ῥυπαρῶν πράξεων Κόρη, καὶ τυφλώττοντα ὅλως, καὶ ἀπολλύμενον Παρθένε, φώτισον ὑγίανον σῶσον Θεοτόκε, ἵνα σε μεγαλύνω.
Ἕτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Νοεροῖς παρεβλήθης μάκαρ στρατεύμασιν, ἀκατάπαυστον φέρων, Θεῶ τὴν αἴνεσιν· ὅθεν ἐπὶ γῆς ἠξιώθης ἐργάζεσθαι, θαύματα τὰ ξένα, εἰ δόξαν τοῦ Δεσπότου.
Τὴν μὲν πρᾶξιν ἐφάνης πάντων ὑπέρτερος, ταπεινός δε τὴν γνώμην, πάνυ καὶ μέτριος, πρᾶος ἱλαρός, τοῖς συνοῦσιν ἡδύτατος, καίτοι τὴν τραχεῖαν, ὁδεύων ἀνενδότως.
Οὐκ ἐχράνθη κιβδήλοις λόγοις καὶ πράξεσιν, ἐσημάνθης δε μᾶλλον θείοις διδάγμασι, λείαν τὴν ψυχήν, καὶ εὐθὴ παρασχόμενος, πνεύματι τῷ θείῳ, καλλιγραφεῖν τὰ θεῖα.
Θεοτοκίον.
Καὶ ὁ τόκος σου Κόρη, θαῦμα παράδοξον, καὶ ἡ σύλληψις πάλιν ἄλλο τεράστιον, λόγος ὁ τεχθείς, ἡ δὲ σύλληψις ἄσπορος· ξένον γὰρ τὸ θαῦμα ὑπάρχει Θεομῆτορ.
ᾨδὴ θ΄. Τῶν γηγενῶν τίς ἤκουσε;
Σὺν τοῖς Ἁγίοις Πάτερ συνδιάγων ἐν Παραδείσῳ, καὶ τῆς τρυφῆς τῆς ἀφράστου καὶ θείαις αἴγλης πιπλάμενος, καὶ ἐντρυφῶν ταῖς ἀῤῥήτοις φωτοχυσίαις, μὴ λίποις ἱκετεύων, ὑπὲρ τῶν σὲ μακαριζόντων ἐκ πόθου, Λουκᾶ ὅσιε.
Ἐπὶ τῆς γῆς οὑκ ἔστιν ὁ καλῶν σε θερμῶς ἀοίδιμε Λουκᾶ, καὶ ἀστοχῶ ἧς περ ἔχει Πάτερ αἰτήσεως, καὶ διὰ τοῦτο συντρέχοντες χαρμοσύνως, τὴν σὴν δοξολογύμεν μνήμην, Χριστὸν τὸν σὲ δοξάσαντα μεγαλύνοντες.
Βράβευε Πάτερ πᾶσι τὴν εἰρήνην, ταῖς σαῖς πρεσβείαις ἐκ Θεοῦ, τῇ Ἐκκλησίᾳ τῷ κόσμῳ, τῷ πιστῶ ἄνακτι, καὶ τῇ τιμώσῃ σε ταύτῃ ἐκ πόθου ποίμνη, ἥν καὶ συμμετασχείν σοι, τῶν ἀγαθῶν τῆς οὐρανίου Βασιλείας καθικέτευε.
Θεοτοκίον.
Ὡς ἐκλεκτὴν Παρθένε, ὡς ὡραίαν σε καλλονὴν τοῦ Ἰακώβ, ὁ ὡραιότατος λόγος, Ἁγνὴ ευράμενος, ἐκ σῆς νηδύος ἀφράστως ὑπέδυ σάρκα, μὴ τρέψας τὴν οὐσίαν, ὃν ὡς Θεὸν δοξολογούντες, σὲ πίστει μακαρίζομεν.
Ἕτερος. Θεὸν ἀνθρώποις ἰδεῖν.
Λαὸς καὶ δῆμος ὁ σὸς εὐφραίνεται, τὴν σὴν ὀρῶν, ἐτήσιον πανήγυριν λάμπουσαν, καὶ συμφώνως ᾠδαῖς ἀγαλλόμενος, μέλπει τὰς ἀριστείας, ᾄδει τὰ θαύματα, ὕμνους ἐξυφαίνει σοι, Λουκᾶ θεομακάριστε.
Ἐλλὰς ἀγάλλου πᾶσα καὶ χόρευε, κέρας ἰδοὺ ἠγέρθη σωτηρίας σοι πάντιμον, ὁ θεόφρων Λουκᾶς καὶ θεσπέσιος, βάλλων τοὺς ἀντιπάλους, θραύων τὰ θραύοντα, λύων τὰ λοιμώδη τῶν παθῶν, βάλλων τοὺς ἀντιπάλους.
Ὁ φῶς καί δόξαν Θεοῦ θεώμενος, καὶ ἐξ Αὐτοῦ θεούμενος μεθέξει, θεόληπτε, τοῖς ἐν πίστει εὐθείᾳ τὴν ἁγίαν σου μνήμην ἐπιτελοῦσιν, ἰλεῶν ποίησον τὸν κοινὸν Δεσπότην, καὶ Θεὸν τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Σαρκὸς προσλήψει, πάχος ἐνδύεται, ἐκ σοῦ Ἁγνή ὁ Πλάστης καὶ Θεὸς πάσης κτίσεως, καὶ ὠλέναις ταῖς σαῖς περιγράφεται, θρόνοις ὁ θρόνον ἔχων πάντα τὰ τάγματα, καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, καὶ μηδαμοῦ χωρητός.
Ἐξαποστειλάριον. Τῶν μαθητῶν ὁρώντων σε.
Ἐν τῇ εὐσήμῳ μεταθέσει, τοῦ θεοφόρου πάντες Λουκᾶ προθύμως, ᾄσμασιν ἐνθέοις ἐπευφρανθώμεν, καὶ τῷ Σωτῆρι κράξωμεν· ταῖς τοῦ Ὁσίου πρεσβείαις, ἐλέησον τοὺς σοὺς δούλους.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁ τῆς ἐρήμου πολίτης, καὶ δᾳδοῦχος ἑσπερίων, Λουκᾶς προτρέπεται πάντας, πνευματικῶς ἑορτάσαι, τὴν ἱεράν αὐτοῦ μνήμην, πιστοὶ συνδράμωμεν πόθῳ.
Καὶ τὸ τῆς ἑορτῆς.
Αἵνοι. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις, τῶν ἀγαθῶν ἡ σορός, τῶν ἀρετῶν ὁ πανευώδης παράδεισος, ἁγνείας τῆς θείας γνώμων, τῆς σωφροσύνης κανών, τὸ τῆς ἀπαθείας ἐνδιαίτημα, γραφὴ δυσανάγνωστος, ἀκραιφνοῦς ταπεινώσεως, τῆς ἀκριβείας, ἡ εἰκὼν ἡ θεόγραφος, τῆς ἁπλότητος ἡ βαθείᾳ διάνοια· χαίροις, μακαριώτατε Λουκᾶ, καὶ τοῦ πόθῳ σου, τὴν τῶν ἁγίων λειψάνων ἐπιτελοῦντας μετάθεσιν, πολλῶν διασῴζεις, περιστάσεων πρεσβεύων, καὶ μέγα ἔλεος.
Χαίροις, τῆς αἰωνίου χαράς ὁ κληρονόμος, καὶ τῆς ἄνω λαμπρότητος, ὁ μύστης τῶν ἀποῤῥήτων τῆς ἀϊδίου ζωῆς, τῶν σεπτῶν Ἀγγέλων ὁ συνόμιλος, Θεοῦ τῆς τραπέζης, ὁ κοινωνὸς καὶ συνέστιος, τῶν Ἀποστόλων, τῶν Μαρτύρων ὁμόστεφος, τῆς ἐλλάμψεως τῶν Ὁσίων ὁ μέτοχος, πάντων τῶν ἀπ’ αἰώνων τε, Δικαίων ὁμόσκηνος, θρόνῳ φωτὸς παραστάτης τῆς Τρισηλίου Θεότητος, Λουκᾶ, ἡ πρεσβεύεις, ταῖς ψυχαῖς ἡμῶν δωρηθῆναι τὸ μέγα ἔλεος.
Χαίροις, τῶν θλιβομένων χαρά, τῶν εὐθυμούντων ἐγκρατείας ὑπόμνησις, πεινώντων τροφή, καὶ πόμα τῶν σε διψώντων ἡδύ, καὶ ψυχῆς τραυμάτων, ἐμῆς ἴαμα, χηρῶν ὁ προστάτης, τῶν ὀρφανῶν ὁ ὑπέρμαχος, τῶν θλιβομένων ἡ μερὶς ἡ εὐρύχωρος, τῶν τὸν Κύριον φοβουμένων ὁ μέτοχος, ἄρχων τῆς ὁμηγύρεως, ἡμῶν θεοπρόβλητος, τῶν νοητῆς ἀπ’ Αἰγύπτου, εἰς οὐρανούς ἀπαιρόντω δε, τὴν σὴν θείαν κόνιν, εὐλαβῶς συγκομιζόντων, Λουκᾶ μακάριε.
Χαίροις, ὁ εὐγενὴς ἀληθῶς, τῆς γενεὰς τῶν ἐκζητούντων τὸν Κύριον, πτωχεία καὶ εὐτελείᾳ, καὶ ἀσθενείᾳ σαρκός, καὶ ἀρνήσει κόσμου, καὶ νεκρώσει παθῶν, ζωῆς ἐπ’ ἐλπίδι τῆς ἀϊδίου καὶ κρείττονος, δι’ ἥν καὶ σῶμα, καὶ ψυχὴν ἀρνησάμενος, ὅλως γέγονας, τοῦ καλέσαντος ἄξιος, πάντων δε ὑπεράξιος τῶν νῦν καὶ τῶν πώποτε, οἱ γένει, δόξῃ καὶ πλούτῳ καὶ ψευδόμενοι κομπάζουσι Λουκᾶ, δωρηθῆναι τοῖς τιμῶσί σε πρεσβεύων τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. α΄.
Τὸ ἐμπιστευθέν σοι τάλαντον, παρὰ Χριστοῦ καλῶς ἐργασάμενος, ὅσιε Πάτερ, ἀνεδείχθης καὶ μετὰ θάνατον, δαιμόνων φυγαδευτῆς, καὶ ἰατὴρ ποικίλων ἀῤῥωστημάτων, στῦλος καὶ ἑδραίωμα, καὶ ὄρος ἅγιον τῆς Ἐκκλησίας τοῦ Χριστοῦ· διό σε ἱκετεύομεν, ὦ Λουκᾶ θαυματουργέ, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Ακολουθία Επάνοδος Ιερών Λειψάνων Οσίου Λουκά του εν Στειρίω εις την Μονή του
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Βοιωτῶν αἱ χορεῖαι ἠγαλλιάσαντο, καὶ ἐξαιρέτως Πάτερ, ἡ ἁγία Μονή σου, ἐπὶ τῇ ἐπανόδῳ Λουκᾶ θαυμαστέ, τῶν ἁγίων λειψάνων σου, ἧς τὴν ἀνάμνησιν ἄγοντες εὐλαβῶς, γηθοσύνως εὐφημοῦμέν σε.
Χαρᾶς ἐπλήσθημεν πλείστης Λουκᾶ μακάριε, δεξάμενοι τὰ θεῖα, καὶ σεπτὰ λείψανα σου, οἷς πίστει προσιόντες τὴν ἐξ αὐτῶν, θείαν χάριν καρπούμεθα, ἁγιαζόμενοι σώματα καὶ ψυχάς, καὶ τιμῶμεν τοὺς ἀγῶνάς σου.
Ἀγαλλομένη καρδία καθυπεδέξατο, ἡ εὐαγὴς Μονή σου, τὰ σεπτὰ λείψανα σου, Λουκᾶ θαυματοφόρε ὡς θησαυρόν, ἀληθῶς θεοδώρητον, καὶ χαριστήριον ὕμνον ᾗσε Χριστῷ, τῷ λαμπρῶς σε θαυμαστώσαντι.
Ἐν ταῖς ἀγκάλαις κρατοῦσα ἡ θεία ποίμνη σου, τὴν ἱερὰν σορόν σου, ἐκ καρδίας βοᾷ σοι· μεῖνον μετὰ τῶν τέκνων ἤδη τῶν σῶν, ὡς πατὴρ συμπαθέστατος, Λουκᾶ θεόφρον εἰς σὲ γὰρ μετὰ Χριστόν, τὰς ἐλπίδας ἀναθέμεθα.
Δόξα. Ἦχος β΄.
Τῇ τῶν Ἀγγέλων συνὼν χορείᾳ, ὡς ἀγγελικῶς βιωσάμενος, χαρᾶς πολλῆς ἡμᾶς ἔμπλησας, Λουκᾶ θεοφόρε. Τὰ σὰ γὰρ πάντιμα λείψανα, ηὐδόκησας καὶ αὖθις δοθῆναι, τῇ σὲ ποθούσῃ ποίμνῃ ὡς καλὸν ποιμένα. Διὸ τούτων τὴν ἐπάνοδον ἑορτάζοντες βοῶμέν σοι· Μὴ παύσῃ ἐφορῶν καὶ σκέπων, τὴν ἱεράν σου Μάνδραν, αἰτούμενος αὐτῇ εἰρήνην καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπη σου.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἦκες πάλιν ἡμῖν, διὰ τῶν σῶν λειψάνων, Λουκᾶ θαυματοφόρε, παρέχων εὐλογίαν, ἡμῖν καὶ χάριν ἄφθονον.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἅπασα εὐλαβῶς, Λουκᾶ ἡ Βοιωτία, συνέδραμε καὶ πίστει, τὰ θεῖα λείψανά σου, ἐδέξατο ὑμνοῦσά σε.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Σκέπε τὴν σὴν Μονήν, ἐκ πάσης ἐπηρείας, Λουκᾶ Ὁσίων κλέος, καὶ τῷ καλῷ ποιμένι, δίδου ἰσχὺν οὐράνιον.
Δόξα. Τριαδικόν.
Σύνθρονε παντουργέ, τρισήλιε θεότης, Λουκᾶ τοῦ σοῦ Ὁσίου, πρεσβείαις εὐπροσδέκτοις, ἐλέησον τὸν κόσμον σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἔρχεται ἡ ἁγνή, τεκεῖν ἐν τῷ Σπηλαίῳ, τὸν πάντων Βασιλέα, λαοὶ ἀγαλλιᾶσθε, φαιδρῶς προεορτάζοντες.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ σεπτοῦ σου λειψάνου τὴν ἐπάνοδον μέλποντες, Λουκᾶ θαυματοφόρε ψυχικῶς ἀγαλλόμεθα, ἐδόθη γὰρ ὡς θεῖος θησαυρός, καὶ αὖθις τῇ ἁγίᾳ σου Μονῇ, θείαν χάριν ἀναβλύζων παρὰ Θεοῦ, τοῖς πίστει ἐκβοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ θείου σου λειψάνου τῇ ἐπανόδῳ σοφέ, πιστῶς συγκροτήσαντες πνευματικὴν ἑορτήν, Λουκᾶ εὐφημουμέν σε, ἦκες γὰρ τοῖς σοῖς τέκνοις, ὁ ποθούμενος σφόδρα, χάριτας πᾶσι νέμων, ὡς θεράπων Κυρίου, ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἦκες, ἐπινεύσει θεϊκῇ, διὰ τῶν σεπτῶν σου λειψάνων, τῇ σῇ ἁγίᾳ Μονῇ, ὅθεν τὴν ἐπάνοδον τούτων γεραίροντες, Βοιωτοὶ ἐπαγάλλονται, καὶ τῶν μοναζόντων, ἡ σεμνὴ ὁμήγυρις, καὶ πόθῳ κράζει σοι· σὺ ἡμῶν Λουκᾶ θεοφόρε, γέρας καὶ ἀγλάϊσμα θεῖον, καὶ πρὸς Χριστὸν πρέσβυς θερμότατος.
Ὅτε, ἐχωρίσθης ἀφ’ ἡμῶν, τῇ μεταχωρήσει τῶν θείων, Πάτερ λειψάνων σου, τότε ἐθρηνήσαμεν τὴν ὀρφανίαν ἡμῶν, νῦν δὲ πάλιν ὡς ἥλιος, ἐκ τῆς ἑσπερίας, λαμπρὸς ἀνατέταλκας, ἡμῖν τοῖς τέκνοις σου, ὅθεν, τῇ ἁγίᾳ σορῷ σου, πίστει προσιόντες ὑμνοῦμεν, Ὅσιε Λουκᾶ τὰς ἀριστείας σου.
Πᾶσα, Βοιωτία ἐν χαρᾷ, Πάτερ εὐλαβῶς προχυθεῖσα, σὺν τῇ σεπτῇ σου Μονῇ, πίστει ὑπεδέξαντο, τὴν σὴν ἁγίαν σορόν, ἣν ὁ θεῖος μετήνεγκεν, ἡμῶν ποιμενάρχης, χάριτι τοῦ Πνεύματος, καθοδηγούμενος, ὅθεν, τὴν ἀνάμνησιν τούτου, ἄγοντες Λουκᾶ χαρμοσύνως, τοὺς στεῤῥοὺς ἀγῶνάς σου γεραίρομεν.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Θησαυρὸν ὡς πολύτιμον, τὴν σορὸν τῶν λειψάνων σου, καὶ ἑστίαν χάριτος θείου Πνεύματος, πανευλαβῶς ἐδεξάμεθα, Λουκᾶ παμμακάριστε, καὶ προσπίπτοντες αὐτοῖς, εὐφροσύνης πληρούμεθα, καὶ βοῶμέν σοι· ὡς καλῶς ἐπανῆκες τῇ σῇ ποίμνῃ, τῇ ποθούσῃ ἐκ μυχίων, τὴν σὴν ἐπάνοδον Ὅσιε.
Οὐκ ἠνέσχου χωρίζεσθαι, ἐπὶ πλεῖον τῆς ποίμνης σου, ἣν πολλοῖς ἐν σκάμμασι συνεκρότησας, ἀλλὰ τὰ θεῖά σου λείψανα, δοθῆναι ηὐδόκησας, ἐν αἷς Πάτερ μυστικῶς, τὴν ἐν σώματι βλέποντες παρουσίαν σου, ἐν τῷ μέσῳ ἡμῶν Λουκᾶ ὑμνοῦμεν, ὡς καλὸν ἡμῶν ποιμένα, καὶ ὁδηγόν σε σωτήριον.
Τὴν ἀνάμνησιν ἄγοντες, τῆς ἑλεύσεως Ἅγιε, τῶν σεπτῶν λειψάνων σου χαριστήριον, ὕμνον Λουκᾶ σοι ἐπάδομεν, καὶ πίστει βοῶμέν σοι· τὴν παροῦσά σου Μονήν, εἰς αἰῶνας ἀπάλλαττε, πάσης θλίψεως, καυχωμένην τοῖς θείοις λειψάνοις, καὶ ἀπαύστως προσιοῦσαν, τῇ κραταιᾷ προστασίᾳ σου.
Δόξα. Ἦχος β΄.
Σήμερον, πνευματικὴν συγκροτεῖ πανήγυριν, ἡ ἐκ Δυσμῶν ἐπάνοδος, τῶν τιμίων λειψάνων, τοῦ θεοφόρου Πατρὸς ἡμῶν Λουκᾶ, νεύσει γὰρ τοῦ κρείττονος ταῦτα ἡμῖν ἀπεδόθησαν, ὡς ἁγίασμα θεῖον, καὶ ἱλαστήριον νοητόν, ψυχῶν καὶ σωμάτων ἰάσεις παρέχοντα, καὶ ἁγιασμὸν καὶ λύτρωσιν, παθῶν ἀκαθάρτων, ἡ γὰρ χάρις τοῦ Πνεύματος, ἐν αὐτοῖς ἐνοικοῦσα, παραδόξως ἐνεργεῖ ἐν τοῖς θαύμασιν, ὅθεν αὐτοῖς προσπίπτοντες, ἐκ ψυχῆς βοήσωμεν· Λουκᾶ θεοδόξαστε, μὴ ἀντανέλῃς ἀφ’ ἡμῶν τὴν προστασίαν σου, ἀλλ’ αἴτει ἡμῖν σωτηρίαν, καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.
Σπήλαιον εὐτρεπίζου, ἡ ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος, ἐκ Παρθένου Μητρός, ὅνπερ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο, τῷ ἐν ἀγκάλαις αὐτῆς, πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ Λυτρωτής μου καὶ Θεός;
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ΄, 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε΄, 5-6, 1).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε, οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Εἰς τὴν Λιτήν.
Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ τὴν ἀληθὴ εὐφροσύνην, ἡ τοῦ Ὁσίου Λουκᾶ Μονή, τὸ νοητὸν γυμνάσιον, τῆς ἐν Χριστῷ πολιτείας, ἰδοὺ γὰρ ὁ θεοφόρος σου κτίτωρ, καὶ ἀληθὴς ποιμήν, λαμπρῶς σοι ἐπεδήμησε, μετὰ χρόνιον ἀποδημίαν, διὰ τῶν θείων αὐτοῦ λειψάνων. Καὶ πλουτοποιὰ χαρίσματα, ἐν Ἁγίῳ Πνεύματι διανέμει, τοῖς τῇ σορῷ αὐτοῦ προσιοῦσιν, ᾗ πιστῶς προσπίπτοντες, εὐλαβῶς βοήσωμεν· ἡγιασμένε Πάτερ Λουκᾶ, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ὥσπερ ἥλιος λαμπρός, ἐκ τῆς ἑσπερίου λήξεως, ἡμῖν ἀνατέταλκεν αὖθις, ἡ πρὸς μικρὸν ἀποκρυβεῖσα, ἡγιασμένη σορός σου, Λουκᾶ παμμακάριστε. Νέφος γὰρ θλίψεων ἐπελθὸν ἡμῖν, σὲ τὸν καλὸν ἡμῶν ποιμένα, ἐκ τῆς ποίμνης ἀπεμάκρυνεν, ἀλλ’ ἡμῶν ταῖς δεήσεσι προσχὼν ὁ Σωτήρ, τὰ σὰ τίμια λείψανα, ἡμῖν δοθῆναι ηὐδόκησεν, ὧν τῇ ἁγίᾳ ἑλεύσει, Βοιωτία εὐφράνθη, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὸν ἑαυτῆς νυμφίον ἐδόξασε, τὸν δωρούμενον διὰ σοῦ ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος δ΄.
Ὡς κιβωτὸν ἁγιάσματος, καὶ μυροθήκην ζωῆς, τὴν σὴν ἁγίαν σορὸν περικυκλοῦντες, ὀσμῆς θείας πληρούμεθα, καὶ δυσωδίας παθῶν ῥυόμεθα, Λουκᾶ Πάτερ Ὅσιε. Εὐωδία γὰρ Χριστοῦ ἐγένου ταῖς ἀρεταῖς, τοῦ παρέχοντος διὰ σοῦ ἡμῶν πταισμάτων ἄφεσιν.
Δόξα. Ἦχος β΄.
Δεῦτε πᾶσα ἡ Βοιωτία, καὶ Μοναζόντων οἱ χοροί, τῷ θεοφόρῳ Λουκᾷ προσέλθωμεν, ἵνα λάβωμεν ἐξ αὐτοῦ, χάριν καὶ ἔλεος, ἰδοὺ γὰρ ἄρτι ἡμῖν ἐλήλυθε, τῇ ἐπανόδῳ τῶν λειψάνων αὐτοῦ, καὶ παρέχει ἑνὶ ἑκάστῳ, σωτηριώδεις δωρεάς, ὡς Χριστοῦ μιμητής, ἀγαλλέσθω τὸ σεπτὸν αὐτοῦ σεμνεῖον, τυχὸν τῆς ἐφέσεως, μετὰ πάροδον πολλῶν γὰρ ἐνιαυτῶν, τὴν σορὸν αὐτοῦ δεξάμενον, ὡς θησαυρὸν ἀδαπάνητον, ἐξ ἧς ἀρυόμεθα, δωρεὰς θείας χρηστότητος.
Καὶ νῦν. Προεόρτιον.
Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν. Βηθλεὲμ γῆ Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ Σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.
Εἰς τὸν Στίχον. Ἦχος α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ θεοφόρος Λουκᾶς, τῶν ἀσκητῶν περιφανὲς σεμνολόγημα, Ἑλλάδος τὸ μέγα κλέος, ὁ τοῦ Στειρίου φωστήρ, δαδουχῶν τοῖς πᾶσι χάριν ἄφθονον, ἡμᾶς γὰρ ἐπεύφρανας, τῶν ἁγίων λειψάνων σου, τῇ ἐπανόδῳ, ἐκ τῆς δύσεως Ὅσιε, ἐν ᾗ μήκιστον πάλαι χρόνον κατείχοντο, ὅθεν μνείαν ποιούμενοι, τῆς τούτων ἑλεύσεως, ὕμνοις καινοῖς εὐφημοῦμεν, τὴν πρὸς ἡμᾶς σου προμήθειαν, δι’ ἧς περιέπεις, τὴν σὴν ποίμνην ἀφορῶσαν, πρὸς σὲ ἑκάστοτε.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πίστει, καὶ προθυμίᾳ πολλῇ, καὶ εὐλαβείᾳ θεοφόρε κινούμενος, μετήνεγκε τὴν σορόν σου, ὁ ποιμενάρχης ἡμῶν, ἐκ τῆς ἑσπερίου Πάτερ λήξεως, διὸ καὶ συνέδραμον, Βοιωτῶν τὰ συστήματα, προϋπαντῶντες, ἐν ᾠδαῖς τε καὶ ᾄσμασι, ταύτῃ Ὅσιε, τὸν Σωτῆρα δοξάζοντες, πλεῖον δὲ πάντων γέγηθε, Μονὴ ἡ ἁγίᾳ σου, καὶ ὑπεδέξατο ταύτην, δακρυῤῥοοῦσα καὶ λέγουσα· ἀεὶ μεῖνον Πάτερ, μεθ’ ἡμῶν τοῖς σοῖς τεκνίοις, οἷα φιλόστοργος.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χάρις, τοῦ Παρακλήτου σοφέ, ἐπιφοιτῶσα τοῖς ἁγίοις λειψάνοις σου, παρέχει τοῖς προσιοῦσιν, ἁγιασμὸν ἀληθῆ, καὶ τῶν ἰαμάτων τὴν ἐνέργειαν, διὸ οἱ προστρέχοντες, τῇ σορῷ σου ἑκάστοτε, τῶν αἰτημάτων, τὴν ταχεῖαν ἐκπλήρωσιν, κομιζόμενοι, εὐλαβῶς σοι κραυγάζουσι· σκέπε ἀεὶ καὶ φύλαττε, Λουκᾶ παμμακάριστε, σὺν τῇ ἁγίᾳ Μονῇ σου, τῶν ὀρθοδόξων τὸ πλήρωμα, αἰτούμενος πᾶσι, σωτηρίαν καὶ εἰρήνην καὶ θεῖον ἔλεος.
Δόξα. Ἦχος πλ. β΄.
Τῇ ἰσαγγέλῳ σου ζωῇ, δίκην φωστῆρος φαεινοῦ ἐξέλαμψας, ἐν τῇ Ἑλλάδι πάσῃ, Λουκᾶ θαυματόβρυτε. Καὶ τῇ τῶν λειψάνων μετενέξει, ἐκ τῶν κλιμάτων τῆς δύσεως, τῆς νοητῆς ἀνατολῆς τὴν λαμπρότητα, ἐκφαίνεις ταῖς ψυχαῖς ἡμῶν, ὧν τὴν ἐπάνοδον, ἑορτάζοντες βοῶμεν σοι· μὴ διαλίπῃς Χριστῷ πρεσβεύειν, δεόμεθα Πάτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Προεόρτιον.
Ὑπόδεξαι Βηθλεὲμ τὴν τοῦ Θεοῦ Μητρόπολιν. Φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελωδήσατε· πάσα πνοὴ αἰνεσάτω τὸν παντουργέτην.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ σεπτοῦ σου λειψάνου τὴν ἐπάνοδον μέλποντες, Λουκᾶ θαυματοφόρε ψυχικῶς ἀγαλλόμεθα, ἐδόθη γὰρ ὡς θεῖος θησαυρός, καὶ αὖθις τῇ ἁγίᾳ σου Μονῇ, θείαν χάριν ἀναβλύζων παρὰ Θεοῦ, τοῖς πίστει ἐκβοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ θείου σου λειψάνου τῇ ἐπανόδῳ σοφέ, πιστῶς συγκροτήσαντες πνευματικὴν ἑορτήν, Λουκᾶ εὐφημουμέν σε, ἦκες γὰρ τοῖς σοῖς τέκνοις, ὁ ποθούμενος σφόδρα, χάριτας πᾶσι νέμων, ὡς θεράπων Κυρίου, ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέστης ἐκ δυσμῶν, ὡς λαμπρὸς ἑωσφόρος, διὰ τῶν ἱερῶν, καὶ σεπτῶν σου λειψάνων, Λουκᾶ θεομακάριστε, τῇ παρούσῃ μερίδι σου, ὅθεν σήμερον, τὴν σὴν ἐπάνοδον Πάτερ, μακαρίζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἡ πάντων Βασιλίς, καὶ Παρθένος Μαρία, προσέρχεται τεκεῖν, Βηθλεὲμ ἐν Σπηλαίῳ, τὸν πάντων βασιλεύοντα, μορφωθέντα τὸν ἄνθρωπον, ὅθεν ἅπαντες, προεορτίους αἰνέσεις, τούτῳ ᾄσωμεν, τῷ δι’ ἡμᾶς ἐρχομένῳ, τεχθῆναι ὡς νήπιον.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Χάριν ἄφθονον, ἡ θεία θήκη, τῶν λειψάνων σου, ἀναπηγάζει, ἁγιάζουσα πιστῶν τὰ συστήματα, ὅθεν αὐτῆς τὴν μετένεξιν χαίροντες, ὑμνολογοῦμεν πιστῶς ἐκβοῶντές σοι· Λουκᾶ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἰδοὺ ἔρχεται, ἡ Θεοτόκος, τὸν ὑπέρθεον, τεκεῖν ὡς βρέφος, προσλαβόμενον οὐσίαν τὴν βρότειον, προϋπαντήσωμεν ταύτῃ ἐν πράξεσι, τῶν ἀρετῶν καὶ βοήσωμεν λέγοντες· Κόρη πάναγνε, ὑμνοῦμεν τὸ ἀκατάληπτον, τοῦ τόκου σου μυστήριον καὶ ἄφραστον.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν ἁγίων λειψάνων σου τὴν ἐπάνοδον, πανηγυρίζοντες πόθῳ ἐν ἑορτῇ ἱερᾷ, ἀνυμνοῦμέν σε Λουκᾶ ὡς ἡμῶν ἔφορον, σὺ γὰρ προΐστασαι ἡμῶν, καὶ ἰθύνεις ἀσφαλῶς, τὴν ποίμνην σου ταύτην Πάτερ, πρὸς σωτηρίας τὴν τρίβον, ὡς ὁδηγὸς ἡμῶν θεόσοφος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Τῶν Χριστοῦ γενεθλίων τὰ προεόρτια, προεορτάσωμεν πάντες ἐν εὐθυτάτῃ ψυχῇ, καὶ βοήσωμεν Αὐτῷ πιστοὶ κραυγάζοντες· εὐλογημένος εἶ Σωτήρ, ὁ ἐρχόμενος ἐν γῇ, τεχθῆναι ἐκ τῆς Παρθένου, καὶ ἐν Σπηλαίῳ καὶ Φάτνῃ, ἀνακλιθῆναι ὥσπερ νήπιον.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου…
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ὁ τῆς ἀλήκτου τρυφῆς, ἐν οὐρανοῖς ἀπολαύων, καὶ τὰ σεπτά σου λείψανα, ἀποδοθῆναι ἡμῖν εὐδόκησας, Λουκᾶ Πάτερ Ὅσιε, τὰς δεήσεις ἡμῶν τῷ Σωτῆρι προσάγαγε, καὶ τὴν παροῦσαν ποίμνην σου, πάσης ἀνάγκης ῥύου, αἰτούμενος πᾶσι τὸ μέγα ἔλεος.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς·
Τὴν σὴν ἐπάνοδον Λουκᾶ μέλπω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ταῖς σαῖς παρακλήσεσι, Λουκᾶ παμμάκαρ ἀπέλασον, νοός μου τὴν ζόφωσιν, ὅπως ὑμνήσω φαιδρῶς, τὴν ἐπάνοδον, τοῦ θείου σου λειψάνου, δι’ ἧς κατεφαίδρυνας, πιστῶν τὸ σύστημα.
Ἡνίκα κεχώρισαι, ἀποχωρήσει τῶν θείων σου, λειψάνων τῆς ποίμνης σου, λύπης ἐπλήσθημεν, νῦν δὲ Ὅσιε, τῇ τούτων ἐπανόδῳ, χαρᾶς ἐπληρώθημεν, πολλῆς ὑμνοῦντάς σε.
Ναὸς ὁ περίδοξος, τῆς σῆς Μονῆς ὑπεδέξατο, ὡς θεῖον ἁγίασμα, αὖθις τὸ σκῆνός σου, Λουκᾶ Ὅσιε, ᾧ πίστει προσιόντες, ψυχάς τε καὶ τὰ σώματα, ἁγιαζόμεθα.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι, ἐκ σοῦ φανεὶς ὁ Ὑπέρθεος, βροτοῖς προσωμίλησε, δίχα τροπῆς καὶ φυρμοῦ, καὶ διέσωσε, Παρθένε Θεοτόκε, ἀρᾶς τοῦ προπάτορος, τοὺς σὲ δοξάζοντας.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἡγίασται πᾶσα Βοιωτία, ἑλεύσει Λουκᾶ θαυματουργέ, τοῦ ἱεροῦ λειψάνου σου, ᾧ πίστει προϋπήντησε, χερσὶν ὡς μετεφέρετο, Ἀρχιερέως θεόφρονος.
Ναμάτων πλησθὲν ζωοδωρήτων, νεκρώσει παθῶν τῶν τῆς σαρκός, τὸ ἱερόν σου σκήνωμα, Λουκᾶ Ὁσίων καύχημα, δρόσον βλύζει χρηστότητος, τοῖς εὐλαβῶς προσπελάζουσιν.
Εὐφράνθη Μονή σου ἡ ἁγία, Λουκᾶ δεξαμένη ἱερῶς, τὰ ἱερά σου λείψανα, καὶ προσκαλεῖται ἅπαντας, μεταλαβεῖν ὡς πρότερον, τῆς ἐξ αὐτῶν θείας χάριτος.
Θεοτοκίον.
Παρθένος ἁγνὴ οὖσα Παρθένε, ἀσπόρως συνέλαβες Θεόν, καὶ τοῦτον σαρκὶ τέξασα, Παρθένος πάλιν ἔμεινας, μετὰ τὸν Τόκον πάναγνος, ὦ τῶν φρικτῶν θαυμασίων σου.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐπεύφρανας Ὅσιε τὴν Ἐκκλησίαν Χριστοῦ, τῶν θείων λειψάνων σου τῇ ἐκ δυσμῶν ἐκφορᾷ, Λουκᾶ πάτερ ὅσιε, ὅθεν μνείαν ποιοῦντες, τῆς ἑλεύσεως τούτων, ὕμνοις χαριστηρίοις, τὸν Σωτῆρα ὑμνοῦμεν, παρέχοντα ἡμῖν διὰ σοῦ, τὸ θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Ἡ κτίσις ἀγάλλεται προεορτίους ᾠδάς, ἐν πίστει προσάγουσα τῷ σῷ φρικτῷ τοκετῷ, Παρθένε πανάμωμε, σὺ γὰρ ἐν τῷ Σπηλαίῳ, τὸν Σωτῆρα τοῦ κόσμου, μέλλεις ἀποκυῆσαι, εἰς ἀνάπλασιν πάντων, διό σε Θεομῆτορ, ἀπαύστως δοξάζομεν.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἁγιότητος δοχεῖον καθαρθεὶς τὴν καρδίαν σου, καὶ τῆς ἀπαθείας, εὔοσμος λειμὼν ἔχρημάτισας, διὸ ἡ θήκη Λουκᾶ ἡ τῶν λειψάνων σου, πνέει πάντοτε, τὴν εὐωδίαν τοῦ Πνεύματος.
Νόμῳ θείῳ τοῦ Σωτῆρος πορευθεὶς ἐκ νεότητος, ἐμάκρυνας Πάτερ, πάσης κοσμικῆς ματαιότητος, καὶ ἐν ἐρήμοις σκηνώσας βίον ἄσαρκον, Λουκᾶ Ὅσιε, μετὰ σαρκὸς διελήλυθας.
Ὀσμὴν θείαν ἀποπνέει ἡ μυρίπνοος θήκη σου, Πνεύματος Ἁγίου, ἡμῶν τὰς ψυχὰς κατευφραίνουσα, ἧς τὴν ἐπάνοδον Πάτερ ἐκ τῆς δύσεως, ἑορτάζοντες, Λουκᾶ τρισμάκαρ ὑμνοῦμέν σε.
Δεῦτε πάντες προσελθόντες εἰς Μονὴν τὴν Περίβλεπτον, Λουκᾶ τοῦ Ὁσίου, τὴν ἐν τῷ Στειρίῳ ὑπάρχουσαν, καὶ τῶν λειψάνων αὐτοῦ τὴν θείαν λάρνακα, προσκυνήσωμεν, ἁγιασμὸν θεῖον βλύζουσαν.
Θεοτοκίον.
Οὐρανὸς ἄλλος ἐδείχθης οὐρανῶν ὑψηλότερος, ἀσυγκρίτως Κόρη, Κεχαριτωμένη πανύμνητε, ἐκ σοῦ γὰρ κόσμῳ Χριστὸς ὁ μέγας ἥλιος, ἀνατέταλκε, καὶ τὴν ἀπάτην διέλυσεν.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νοὸς τὰς κινήσεις σου, ἀπὸ παιδὸς ποιούμενος, ὅσιε Λουκᾶ πρὸς τὸν Σωτῆρα, Αὐτοῦ τοῖς ἴχνεσιν ἠκολούθησας, καὶ θαυμάτων χάριν εἰληφώς, βοηθοῖς ἑκάστοτε, τοῖς πιστῶς προσιοῦσί σοι.
Λαμπρύνας τὸν βίον σου, ἀσκητικοῖς παλαίσμασιν, ὤφθης Μοναζόντων ὑποφήτης, Λουκᾶ θεόφρον καὶ ὑποτύπωσις, νῦν δὲ ἡ ἁγία σου σορός, ἁγιάζει πάντοτε, τοὺς πιστῶς προσπελάζοντας.
Οἱ πίστει προστρέχοντες, τοῖς ἱεροῖς λειψάνοις σου, ὅσιε Λουκᾶ θαυματοφόρε, πάσης στενώσεως ἀπαλλάττονται, τῇ σοὶ δεδομένῃ ἐκ Θεοῦ, χάριτι μακάριε, καὶ Χριστὸν μεγαλύνουσι.
Θεοτοκίον.
Ὑμνοῦμεν τὴν δόξαν σου, Παρθένε ὑπερύμνητε, σὺ γὰρ τὸν Θεὸν σαρκὶ τεκοῦσα, ὤφθης Ἀγγέλων ὑπερανέχουσα, καὶ πάσης τῆς κτίσεως ἁγνή, ἀνωτέρα Δέσποινα, καὶ βροτῶν καταφύγιον.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Κεκοσμημένην ταῖς πράξεσι, τῆς σῆς καθαρωτάτης ἀσκήσεως, Λουκᾶ μακάριε, τῶν Μοναζόντων κόσμον πέφηνας, διό σου τῶν λειψάνων τὴν θήκην σέβομεν.
Ἀπὸ τῆς δύσεως Ὅσιε, μετήγαγον τὰ θεῖά σου λείψανα, ἀγαλλιώμενοι, ὡς θησαυρὸν θεοδώρητον, τῇ ἱερᾷ Μονῇ σου ὑμνολογοῦντές σε.
Μετ’ εὐφροσύνης ὑπήντησαν, χοροὶ τῶν Βοιωτῶν τοῖς λειψάνοις σου, Λουκᾶ μακάριε, ὧν τὴν ἐπάνοδον μέλποντες, ὑμνοῦμεν θεοφόρε τὴν πολιτείαν σου
Θεοτοκίον.
Ἐκ τῶν ἀχράντων αἱμάτων σου, λαβὼν ὁ Ὑπερούσιος Ἄχραντε, φύσιν τὴν βρότειον, δίχα τροπῆς καὶ συγχύσεως, διπλοῦς τῷ κόσμῳ ὤφθη Θεὸς καὶ ἄνθρωπος.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀγαλλιᾶται Βοιωτία ἐνθέως, σὺν τῇ Μονῇ σου τῇ ἁγίᾳ θεόφρον, τῇ ἐπανόδῳ τῶν σεπτῶν λειψάνων σου, ὧν τὴν μετακόμισιν, ἐκ δυσμῶν ἀνυμνοῦντες, ἑορτὴν ἁγίαν σοι, εὐλαβῶς συγκροτοῦμεν, θαυματοφόρε ὅσιε Λουκᾶ, ὁ ἐν Στειρίῳ, ἐκλάμψας ὡς ἥλιος.
Ὁ Οἶκος.
Ἀπὸ παιδὸς ἀνατεθείς, Θεῷ τῷ παντεπότῃ, κατηκολούθησας Αὐτῷ, ἀμέμπτῳ πολιτείᾳ. Καὶ καθαρθεὶς πάσης προσύλου συναφείας καὶ σχέσεως, ἀσκητικοῖς ἀγῶσι καὶ πόνοις πολλοῖς, ἐπλήσθης θείων δωρεῶν, καὶ τῶν θαυμάτων εἴληφας τὴν χάριν θεοφόρε, ἔνθεν ἡ τῶν λειψάνων σου σορός, ἰαμάτων ὤφθη θησαυρός, καὶ λιμὴν τῶν ἐν ἀνάγκαις καὶ νόσοις χειμαζομένων. Ταύτης δέ, κρίμασι Θεοῦ, στερηθέντες ἐν ἐτῶν πολλῶν περιόδοις, ἤδη κατατρυφῶμεν θείᾳ ἐπινεύσει, ὁ γὰρ καλὸς ἡμῶν ποιμήν, ἐκ δύσεως αὐτὴν μετήγαγε, καὶ τῇ οἰκείᾳ Μονῇ ἐθησαύρισεν, ἧς τὴν ἐπάνοδον ἑορτάζοντες βοῶμεν· Λουκᾶ θαυματοφόρε, τὴν σὴν Μονὴν καὶ ἡμᾶς πάντας διαφύλαττε, ὁ ἐν Στειρίῳ, ἐκλάμψας ὡς ἥλιος.
Συναξάριον
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐπανόδου τῶν ἁγίων λειψάνων τοῦ Ὁσίου Λουκᾶ τοῦ ἐν τῷ Στειρίῳ, ἅτινα κατὰ ταύτην τὴν ἡμέραν, ἐν ἔτει 1986, ὁ τῆς Θηβῶν καὶ Λεβαδείας ἁγίας Ἐκκλησίας ποιμὴν καὶ πρόεδρος κ. Ἱερώνυμος, ἐκ Βενετίας μετήνεγκε, καὶ τῇ οἰκείᾳ Μονῇ αὖθις ἐναπεκόμισε.
Χαρᾶς πολλῆς ἔμπλησας ἡμᾶς ὦ Πάτερ,
Τῇ τῶν σεπτῶν σου λειψάνων ἐπανόδῳ.
Δεκάτ’ ἠδὲ τρίτῃ Λουκᾶ νέκυς ἐκκεκόμισται δίου.
Οὗτος, ἧν ἀκμάζων περὶ τὰ μέσα τοῦ Ι΄ αἰῶνος. Τὰ κατ’ αὐτὸν διείληπται ἐν πλάτει τῇ Ζ΄ τοῦ Φεβρουαρίου μηνός, ἤδη δὲ μνείαν ἄγομεν, τῆς ἐκ τῆς δύσεως ἐπανόδου τῶν ἱερῶν αὐτοῦ λειψάνων, ἔχουσαν οὕτω·
Μετὰ τὴν ὁσίαν αὐτοῦ κοίμησιν, τὰ ἱερὰ τούτου λείψανα ἐκκομισθέντα τοῦ τάφου, ἐθησαυρίσθησαν ἐν τῷ μεγάλῳ ναῷ τῆς οἰκείας Μονῆς, ἐν τῷ εὐωνύμῳ μέρει, ἐγγὺς τοῦ ἱεροῦ Βήματος, βρύοντα ἰάσεις, καὶ θαυμάτων δυνάμεις ἐνεργοῦντα τοῖς εὐλαβῶς προσερχομένοις, καὶ τὴν τοῦ Ὁσίου ἀντίληψιν αἰτοῦσιν. Ὦδε τὰ ἱερὰ λείψανα ἔμειναν ἄχρι τοῦ 1460 ἔτους. Παρεληλυθότων ἑπτὰ ἐνιαυτῶν μετὰ τὴν ἅλωσιν τῆς Βασιλίδος τῶν πόλεων ὑπὸ τῶν Τούρκων, οὗτοι κατέλαβον καὶ τὴν Βοιωτίαν. Τότε, οἱ τῆς Μονῆς ἀδελφοὶ σὺν τοῖς πέριξ οἰκοῦσι, λαβόντες τὰ ἱερὰ λείψανα, κατέφυγον τῇ Λευκάδι, δοκοῦντες ἐκπεφευγέναι τὸν κίνδυνον. Ἐν Λευκάδι γέγονε σύγχυσις μετὰ ὁσίου Λουκᾶ, καὶ Εὐαγγελιστοῦ καὶ Ἀποστόλου Λουκᾶ, καὶ πλείστοις ἐπιστεύθη, ὅτι ἧν τὰ τοῦ Ἀποστόλου. Ἐν ἔτει 1463, κρατεῖται ἡ Λευκάς, ὑπὸ τῶν Τούρκων, οἱ δὲ τῆς Βοσνίας ἄρχοντες, προνοούμενοι τῶν θείων λειψάνων τοῦ Εὐαγγελιστοῦ Λουκᾶ ὡς ἐδόκουν ἐξηγόρασαν αὐτὰ παρὰ τῶν Τούρκων, δόντες τὸ ποσὸν τριῶν χιλιάδων δουκάτων, ἅτινα καὶ μετήγαγον τῇ τῆς Βοσνίας πόλει Λάτσια. Ἀλλὰ κατὰ Ἰούλιον τοῦ 1463 ἔτους, οἱ Ἀγαρηνοὶ Τοῦρκοι ὑπήγαγον τῷ ἑαυτῷ κράτει καὶ τὴν Βοσνίαν, καὶ τότε μοναχοί, Φραγκισκανοὶ τὴν κλῆσιν, διήγαγον τὰ ἱερὰ λείψανα διὰ Ῥαγούσης (ἤδη Ντουμπρόβνικ Γιουγκοσλαβίας), τῇ Βενετίᾳ. Ὁ τῆς Βενετίας ἡγεμών (δόγης), οὗ ἡ κλῆσις Χριστοφόρος Μόρος, δέδωκεν αὐτοῖς τὸν ναὸν σὺν τῇ ἐκεῖσε Μονῇ τοῦ Ἁγίου Ἰώβ, ἣν ἐπισκευάσαντες κατώκησαν ἐν αὐτῇ. Γινομένων τῶν ἐπισκευῶν, τὰ ἱερὰ λείψανα ἐναπετέθησαν ἐν τῷ ναῷ τοῦ Ἁγίου Νικολάου, τῷ ὄντι ἐν τῇ νήσῳ Λίντο τῆς Βενετίας, καὶ ἐκεῖθεν μετηνέχθησαν τῇ ἀνακαινισθείσῃ Μονῇ τοῦ ἁγίου Ἰώβ.
Οἳ οὖν Βενεδικτῖνοι μοναχοί, οἳ τὰ τοῦ Εὐαγγελιστοῦ Λουκᾶ κατεῖχον ἱερὰ λείψανα ἐν τῷ ναῷ τῆς Ἁγίας Ἰουστίνης ἐν Παδούῃ (Πατάβιον), διεμαρτύροντο διὰ τὰ νέα λείψανα τοῦ Εὐαγγελιστοῦ Λουκᾶ, καὶ γενομένης Συνόδου Καρδιναλίων τῇ ΙΣΤ΄ μηνὸς Δεκεμβρίου τοῦ 1464, ἀποδέδεικται περιτράνως, ὅτι οὐκ εἰσὶ ταῦτα τὰ τοῦ Εὐαγγελιστοῦ Λουκᾶ λείψανα. Περὶ τούτων συνεμαρτύρησε σαφῶς καὶ ὁ τῆς Λευκωσίας Κύπρου ἐπίσκοπος Ἡσαΐας, ἀποδείξας ὅτι αὐτὰ τυγχάνουν τοῦ ὁσίου Λουκᾶ τοῦ Στειριώτου ὄντως τὰ ἱερὰ λείψανα, καὶ ἐξ αὐτῆς ἐναπετέθησαν φυλασσόμενα ἐν δευτερευούσῃ θέσει ἐν τῷ Βεστιαρίῳ τοῦ ναοῦ ἐπὶ 523.
Οὕτως εἶχον τὰ πράγματα, ἐν δὲ τῷ Μοναστηρίῳ τοῦ Ὁσίου ἐσώζετο παράδοσις ὅτι τὰ ἱερὰ αὐτοῦ λείψανα εὕρηνται ἐν τῇ δύσει, ἔνθα πολλάκις σταλέντες καὶ ἐρευνήσαντες, οὐδὲν ἀνεκάλυψαν, ὁ δὲ Κύριος ἐφανέρωσεν αὐτὰ τοιουτοτρόπως.
Ὁ τῆς τοῦ Ὁσίου Μονῆς ἀδελφὸς Χριστοφόρος (κατὰ κόσμον Γεώργιος Ῥακιτζάκης, καθηγητὴς καὶ τῆς Ἀθωνιάδος Σχολῆς), φιλίᾳ συνδεόμενος μετὰ τοῦ ἐξ Ἰταλίας ὁρμωμένου Ἐῤῥίκου Μορίνι, περὶ τὴν ἱστορίαν τῆς ἐπιστήμης ἀσχολουμένου, πρὸ δύο ἐνιαυτῶν, ἐμάνθανε παρ’ αὐτοῦ, ὅτι ἐρευνῶν τοὺς τῶν Ἁγίους βίους ἐν Βενετίᾳ, ἔσχε πληροφορίας περὶ τοῦ Ὁσίου Λουκᾶ, οὕτινος τὰ ἱερὰ λείψανα ἐσώζοντο ἐν τῷ ἁγίῳ Ἰὼβ τῆς Βενετίας.
Μετὰ τὴν ταύτην εἴδησιν, ἤρξαντο αἱ συζητήσεις μετὰ τῶν ἁρμοδίων ἐκκλησιαστικῶν καὶ πολιτικῶν ἀρχῶν, καὶ ἀντιπροσωπεία ἀποτελουμένη ἐκ τῶν Σεβασμιωτάτων Μητροπολιτῶν Θηβῶν καὶ Λεβαδείας κ. Ἱερωνύμου καὶ τοῦ πρὸ αὐτοῦ κ. Νικοδήμου, τοῦ Ἡγουμένου τῆς Μονῆς ἀρχιμανδίτου Νικοδήμου καὶ τοῦ ἀδελφοῦ τῆς αὐτῆς Μονῆς ἀρχιμανδίτου Γεωργίου, μετακόμισε τὰ ἱερὰ λείψανα τῇ ΙΓ΄ μηνὸς Δεκεμβρίου, ἐν ἔτει 1986. Ἠ ὐποδοχὴ ὑπῆρξεν ἱεροπρεπής, μεγαλοπρεπὴς καὶ συγκινητική.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐγενίου, Εὐστρατίου, Αὐξεντίου, Μαρδαρίου καὶ Ὀρέστου.
Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω,
Ἅπαξ δύω κτείνουσι πῦρ τε καὶ ξίφος.
Οὗτοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, τῶν δυσσεβῶν βασιλέων, καὶ Λυσίου δουκός, τῆς Λιμιτανέων τάξεως κρατοῦντος, καὶ Ἀγρικολάου πᾶσαν τὴν τῆς ἀνατολῆς ἐπαρχίαν διοικοῦντος, ἄνωθεν μὲν ἐκ προγόνων σεβόμενοι τὸν Χριστόν, ὑποκρύπτοντες ἑαυτούς, φόβῳ τῶν τυράννων καὶ διωκτῶν. Τούτων, ὁ μὲν ἅγιος Εὐστράτιος, ἐκ τῆς Ἀραβρακηνῶν ὡρμώμενος πόλεως, Σκρινιάριος (χαρτοφύλαξ) ὑπάρχων τῆς δουκικῆς τάξεως, καὶ ἐν αὐτῇ πρωτεύων. Ἐπιθυμῶν δὲ παῤῥησιάσαθαι τὴν εὐσέβειαν, καὶ τὸ τῆς ἐκβάσεως ἄδηλον δεδοικώς, τὴν ζώνην αὐτοῦ διά τινος τῶν ὑπηρετούντων ἀποτεθῆναι προσέταξεν, ἐν τῇ κατὰ Ἀράβρακα Ἐκκλησίᾳ, τοῦτο θεὶς ἐν ἑαυτῷ, καὶ ἀπόπειραν τοῦ σκοποῦ ποιούμενος, ὡς εἰ ὁ πρεσβύτερος Αὐξέντιος εἰσελθὼν λάβοι αὐτήν, κατ’ εὐδοκίαν αὐτῷ γενέσθαι τὴν εἰς Χριστὸν εὐλογίαν καὶ παῤῥησίαν, μηδὲν τῶν προσδοκωμένων ὑποπτήξαντα παραστῆναι. Εἰδὲ ἕτερός τις τῆς Ἐκκλησίας τὴν ζώνην κομίσαιτο, ἔτι τὴν εἰς Χριστὸν πίστιν περιφέρειν ἐν τῷ κρυπτῷ, καὶ μηδαμῶς εἰς ἐμφάνεν ἐλθεῖν.
Κατὰ νοῦν δὲ αὐτῷ τὰ τῆς πείρας ἐκβάντα θεασάμενος, καὶ τοῦ πρεσβυτέρου Αὐξεντίου τὴν ζώνην ἀνελομένου, ὑπειληφώς, ὅτι καλῶς αὐτῷ ἡ διὰ Χριστὸν μαρτυρία, ἐμφανὴς τῷ Λυσίᾳ κατέστη, καὶ παῤῥησιάζεται τὴν εὐσέβειαν. Ἐν γὰρ τῷ τοὺς Ἁγίους προαθλήσαντας παριστᾷν, καὶ αὐτὸς τῷ Λυσίᾳ παρέστη καὶ γὰρ ἦν τῆς τοιαύτης τάξεως πρῶτος. Διὸ καὶ τὸν ἑαυτὸν ἀναγορεύει Χριστιανόν. Ὅθεν παρὰ τοῦ τυράννου ἀφαιρεῖται τὴν ζώνην, καὶ κατὰ πρόσταξιν αὐτοῦ γυμνοῦται, καὶ διαταθεὶς ἐπὶ γῆς μαστίζεται. Ἐν σχοινίοις δεθείς, εἰς ὕψος μετεωρίζεται, καὶ τῷ ἀναφθέντι αὐτῷ πυρὶ κάτωθεν καταφλέγεται. Μετὰ τοῦτο, ἅλατι καὶ ὄξει συμφυραθέντι, τοῖς καταφλεχθεῖσιν ἐπιχέεται μέλεσι, καὶ ὀστράκοις τὰς πλευρὰς κατατρίβεται. Καὶ παραδόξως θαυματουργήσας· κατέστη γὰρ ὅλος ὑγιής), τὸν ἅγιον Εὐγένιον ἐκκαλεῖται πρὸς τὴν εἰς Χριστὸν πίστιν, καὶ παῤῥησίᾳ καὶ αὐτὸς ὁμολογεῖ, σύμφωνα εἶναι λέγων τῷ ἁγίῳ Εὐστρατίῳ, καὶ τὸ αὐτὸ σέβας τῷ τοῦ ἐκείνου τιμωμένῳ προσάγει Θεῷ.
Τότε, κρηπῖσι σιδηραῖς ἡλωθεὶς ὁ ἅγιος Εὐστράτιος, ἀπὸ τῆς Σεβαστιανῶν πόλεως, μέχρι Νικοπόλεως, συνάμα τῷ Εὐγενίῳ. Καὶ ἐν τῷ μεταξὺ διαστήματι, ὁ ἅγιος Μαρδάριος ἐλαυνόμενον ἰδὼν τὸν ἅγιον Εὐστράτιον, καὶ ἐν τοιούτῳ σχήματι τὸν περίβλεπτον ἐννοήσας, ἐμακάρισέ τε αὐτὸν τῆς καρτερίας, ὅτι διὰ τὴν εἰς Χριστὸν πίστιν εἰς οἷαν ἀνθ’ οἷας ἦλθε κατάστασιν, ἐκ περιφανοῦς καὶ γένους λαμπροῦ τῶν κακούργων πάσχειν ἑλόμενος. Καὶ σύμβουλον εἰς τοῦτο λαβὼν τὴν γυναῖκα, ταύτην καὶ τὰ ἐξ αὐτῆς τέκνα τῷ Θεῷ παραθείς, κατὰ τὴν ὁδὸν ἐλαυνόμενον τὸν ἅγιον Εὐστράτιον ἔφθασε, καὶ συνεδέθη αὐτῷ.
Εἰς ἐξέτασιν δὲ τοῦ Λυσίου καθίσαντος, ὁ ἅγιος Αὐξέντιος πρῶτος ἀπετμήθη τὴν κεφαλήν, ἑαυτὸν ὀνομάσας χριστιανόν. Ὁ ἅγιος Μαρδάριος, τρυπηθεὶς τοὺς ἀστραγάλους, κατὰ κεφαλῆς ἐκρεμάσθη, καὶ ὀβελίσκοις ὀξέσι πεπυρωμένοις τὰ μετάφρενα καταφλέχθη, καὶ τῷ Θεῷ τὸ Πνεῦμα παρέθετο. Ὁ δὲ ἅγιος Εὐγένιος τὴν γλῶσσαν τέμνεται, καὶ τὰ σκέλη ῥοπάλοις συνθλᾶται, καὶ ἐν αὐτοῖς τοῖς δεινοῖς ἀφίησι τὴν ψυχήν.
Ἐπεὶ δὲ ὁ ἅγιος Ὀρέστης, ἐν τῷ μέλλειν κατὰ τοῦ σκοποῦ τὰς χεῖρας κινεῖν, δῆλος ἐγένετο, ὡς τὴν τῶν χριστιανῶν πίστεως καὶ αὐτὸς ὤν, (ὁ γὰρ Σταυρός, ὃν ὡς φυλακτήριον ἐν τῷ στήθει περιέφερεν, ἐν τῷ ἀκοντίσαι, συστραφέντος αὐτοῦ, ἔξωθεν ἐφάνη) ἐρωτηθεὶς καὶ αὐτός, Χριστοῦ δοῦλον ἑαυτὸν ὠνόμασε, καὶ τῷ ἁγίῳ συνεδέθη Εὐστρατίῳ, καὶ παρεπέμφθησαν ἀμφότεροι παρὰ τοῦ Λυσίου, οὐ μόνον διὰ τὴν ἐν λόγοις Εὐστρατίου σοφίαν καὶ δύναμιν, στηλιτεύσαντος αὐτὸν κατὰ τῆς θρησκείας αὐτοῦ καὶ μυκτηρίσαντος, ἀλλ’ ἵνα μὴ καὶ αὖθις θαυματουργήσας, πολλοὺς πρὸς τὴν εἰς Χριστὸν ἐπισπάσηται πίστιν.
Παραστὰς οὖν τῷ Ἀγρικολάῳ ὁ ἅγιος Εὐστράτιος, καὶ πᾶσαν τῆς ἑλληνικῆς πλάνης τὴν ἀπάτην ἐκ τῶν παρ’ αὐτοῖς λεγομένων στηλιτεύσας, καὶ τὸν τόμον τῆς διατάξεως αὐτοῦ ἐγχειρίσας τῷ Ἁγίῳ Βλασίῳ τῷ ἐπισκόπῳ ἐν τῇ εἱρκτῇ (ὃς καὶ τῶν ἀχράντων αὐτῷ μυστηρίων μετέδωκε), τοῦ ἁγίου Ὀρέστου, ἐν σιδηρῷ κραββάτῳ ἐκπυρωθέντι, πρότερον τεθέντος καὶ ἐν αὐτῷ τὸ τέλος λαβόντος, ὕστερον αὐτός, ἀναφθείσης καμίνου, ἐμβληθεὶς ἐν αὐτῇ τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσατο. Ἡ σύναξις αὐτῶν τελεῖται ἐν τῷ ἁγίῳ ἀποστολείῳ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς Μεγάλης Ἐκκλησίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου.
Ὡς Παρθένος μέν, ἓν στέφος ἡ Λουκία.
Ὡς δ’ ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.
Αὕτη ἦν ἐκ τῆς Συρακουσῶν πόλεως, τῆς κατὰ τὴν Σικελίαν, μεμνηστευμένη ἀνδρί. Διὰ τὴν ἐνσκήψασαν νόσον τῇ ταύτης μητρί, ἅμα αὐτῇ ἐπὶ Κατάνην παρεγένετο, δεηθησομένη τῆς ἁγίας Μάρτυρος Ἀγάθης, ἀπαλλάξαι τῆς αἱμοῤῥοίας τὴν μητέρα αὐτῆς. Παραγενομένη δέ, ὄναρ εἶδε τὴν Ἁγίαν Ἀγάθην, τήν τε ἴασιν παρεχομένην τῇ μητρὶ αὐτῆς, καὶ προθεσπίζουσαν αὐτῇ περὶ τοῦ κατὰ Χριστὸν μαρτυρίου. Ὡς δὲ ἡ μήτηρ αὐτῆς γέγονεν ὑγιής, τῶν ὑπαρχόντων αὐτῆς διανομὴν πρὸς τοὺς πένητας ποιήσασα, εὔθυμος ἦν πρὸς τὴν τοῦ Χριστοῦ ὁμολογίαν. Παρὰ δὲ τοῦ μνηστῆρος διαβληθεῖσα, παρέστη τῷ ἄρχοντι Πασχαίῳ, κατ᾿ ἄλλους Πασχασίῳ, ὃς ἐκέλευσεν αὐτὴν ἐν πορνείῳ ἀπενεχθεῖσαν ὑβρισθῆναι. Διέμεινε δέ, τῇ τοῦ Χριστοῦ χάριτι ἐν ἁγνείᾳ, καίτοι πολλῶν μὲν συνελθόντων, μὴ δυνηθέντων δὲ μετακινῆσαι αὐτὴν ἐκ τοῦ τόπου ἔνθα ἐστήρικτο. Ἀπαγορεύσαντες δὲ τὴν ταύτης μετάθεσιν καὶ μηδὲ τῇ πυρᾷ, ἣν ἀνῆψαν ἔνθα ἡ ἁγία ἵστατο αὐτὴν καταφλέξαντες, διὰ τὸ ὑπὸ Θεοῦ ταύτην φυλάττεσθαι, ξίφει τὴν αὐτῆς ἀπέτεμον κεφαλήν, ἔτει 304 μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Ἀρσενίου τοῦ ἐν τῷ Λάτρῳ.
Τὸν Ἀρσένιον ἐκμιμούμενος Πάτερ,
καὶ Ἀρσενίῳ συγχορεύεις ἐν Πόλῳ.
Οὗτος, ἐκ Βυζαντίδος ὑπῆρχε τῆς Πόλεως, γονέων εὐσεβῶν καὶ πιστῶν, εὐπόρων δὲ καὶ τὰ πρῶτα φερόντων ὑπάρχων υἱός. Οὕτω γοῦν γένους καταγομένου τοῦ μακαρίου, περιφανεστάτου καὶ λαμπροῦ, καὶ τὴν εὐσέβειαν ἐπὶ μᾶλλον αὐξάνοντος, προσεβραβεύθη αὐτῷ καὶ ἕτερόν τι παρὰ τοῦ τότε κρατούντος ἀξίωμα, μέγας Στρατηγός, καὶ Πατρίκιος τοῦ τῶν Κιβυῤῥαιωτῶν χρηματίσας θέματος. Καιρῷ δέ τινι, στόλος διαπόντιος κελεύσει κινεῖται βασιλικῇ, οὗ τὴν προστασίαν αὐτὸς ἐγχειρίζεται. Βρασμοῦ δὲ γενομένου ἐξ ἐσχάτων τῆς θαλάσσης τῶν πυθμένων, ἅπαντα τὰ πλοῖα κατεποντίσθησαν, αὐτοῦ μόνο ἐν χέρσῳ διασωθέντος.
Ἀδείας δὲ ἐντεῦθεν τυχών, ἧς ἠφίετο ἐκ πολλοῦ τὸν μονότροπον εἵλετο σχῆμα, ὑποπιάζων τὸ σῶμα, καὶ δοῦλον ποιῶν τῆς ψυχῆς, ὁ δ’ ὑπωπιασμός, νηστεία, ἀγρυπνία, χαμευνία, καὶ ἡ ἄλλη κακουχία τοῦ σώματος ἦν. Πρὸς δὲ τούτοις καὶ σιδήρων βάρει ἐστενοχώρει τὴν σάρκα, ὁ καὶ σιδήρου καὶ ἀδάμαντος δυνατώτερος καὶ στεῤῥότερος. Τὰ δέ γε τῶν δακρύων πελάγη, τὰς παννύχους στάσεις, καὶ τὰς τῶν πονηρῶν πνευμάτων ἐφόδους, καὶ τὰς ἐν ψύχει καὶ γυμνότητι καρτερίας αὐτοῦ, οὐδείς, ὡς οὐδὲ ψάμμον ἀπαριθμήσειεν.
Οὕτως καλῶς ἐνάγων ὁ μακάριος, εἰς τόπον ἀντίκρυ τοῦ καλουμένου· Ἱεροῦ, ὑπὸ τοῦ Πνεύματος πέμπεται. Ἐκεῖσε δὲ καλῶς ὁ γενναῖος σπείρας ἐν δάκρυσι, καὶ τὸν τόπον ἐκεῖνον ἐναποφήνας κλαυθμῶνος, ἐν ἀγαλλιάσει θερίζειν ἄρχεται. Ἐσθὴς δὲ αὐτῷ τριχίνη, ἅπαν κατατρυχούσα τὸ ἀπὸ τῶν σιδήρων ἐλλεῖπον μέρος τοῦ σώματος. Ἐτρέφετο δὲ ἀγρίαις βοτάναις, ἀτροφίαν ὡς ἄν τις εἴπῃ μᾶλλον, οὐχὶ τροφήν. Καὶ ταύταις οὐκ εἰς κόρον, ἀλλ’ ὅσον μόνον ἐναπογεύεσθαι. Τὴν δίψαν δὲ αὐτῷ ὕδωρ ὅτι λίαν βραχύ, διὰ δύο ἢ τριῶν ἡμερῶν, ἐθεράπευεν.
Εἶτα, τὸ Λάτρον καταλαβὼν τὸ θαυμάσιον, θαυμαστῶς ἐκεῖσε διέτριβεν ὁ πανθαύμαστος, καὶ τὴν ἐν τῷ σπηλαίῳ ἐμφωλεύουσαν ἀσπίδα, καὶ τὰ ὕδατα λυμαινομένην, εὐχῇ μόνῃ καὶ τύπῳ Σταυροῦ, νεκρὰν παραχρῆμα εἰργάσατο.
Καταλαβὼν δὲ τὴν Ἱερὰν τῶν Κελλιβάρων Μονήν, ἐκ θείας κελεύσεως, καὶ μικρὸν εἰς αὐτὴν προστατεύσας, πολλοῖς εἰς ἀρετὴν ἀλείπτης ἐγένετο. Εἶτα πάλιν τῆς Λαύρας ἀπαναστάς, πρὸς τὴν ποθουμένην ἡσυχίαν ἀνέδραμεν, ὑστερούμενος, θλιβόμενος, κακουχούμενος. Εἵς τινα δὲ τρώγλην, ἐν ᾗ συχναὶ θηρίων διατριβαὶ καὶ μοναὶ ἐτύγχανον, φέρων ἐκδίδωσιν ἑαυτόν. Καὶ τοῖς θηρίοις συνδιαιτώμενος, ἀτρέμας ἔμενεν ὡς ἄλλος ἀναφανεὶς Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων ποτέ. Ποιήσας δὲ ἐκ ποδῶν τὰ θηρία, τὴν τούτων τρώγλην φροντιστήριον ψυχῶν κατεσκεύασε.
Φοιτᾷ πάλιν εἰς τὴν Λαύραν ὁ μέγας, τῇ παρακλήσει τῶν ἀδελφῶν, οὐ μέν τοι κοινῶς, μόνος δὲ τῷ μόνῳ λατρεύων Θεῷ, ἔν τινι στενωτάτῳ κελλίῳ ἑαυτὸν κατακλείσας, ἐν ὅλαις δὲ ταῖς τῆς ἑβδομάδος ἡμέραις, μήτε φθεγγόμενος, μήτε βρῶσιν δεχόμενος, πλὴν μόνης τῆς Κυριακῆς τῶν ἡμερῶν, ἐν ταύτῃ γὰρ εἴθιστο τῷ μεγάλῳ καὶ τὰ ἀμφότερα δρᾷν. Ἀλλὰ καὶ πικρὰ ὕδατα, τῇ ῥάβδῳ ἀναταράξας, εἰς ἡδύτητα ταῦτα μετέβαλε. Τοσοῦτον δὲ ἀπαθείᾳ συνέζη, ὡς μὴ σωματικῆς δεῖσθαι τροφῆς, ἐτρέφετο γὰρ ὑπὸ τοῦ τῶν Ἀγγέλων ἄρτου, καὶ τῆς μενούσης τροφῆς.
Ταῦτα ποιῶν καὶ πραγματευόμενος φρονίμως τε καὶ ἀνδρείως, σωφρόνως τε καὶ δικαίως πολιτευόμενος, ἐπεὶ πρὸς τὴν ἄνω μετεκαλεῖτο ζωήν, τοὺς πέριξ μονάζοντας μετακαλεσάμενος, καὶ τούτους περὶ ἀποταγῆς κόσμου καὶ τῶν ἐν κόσμῳ, ἔτι δὲ καὶ περὶ ὑπομονῆς καὶ φιλαδελφίας πνευματικῆς, καὶ περὶ ταπεινώσεως καὶ προσευχῆς ἐκδιδάξας τρανῶς, εἰς γῆν ὑποκλίνας τὸ γόνυ, καὶ δακρύων πλήσας τοὺς ὀφθαλμούς, τὴν ἁγίαν αὐτοῦ ψυχὴν εἰς τὰς ἀχράντους χεῖρας ἐναπέθετο τοῦ Θεοῦ, πολλὰ μετὰ θάνατον θαύματα ἐργασάμενος.
Τὸν γὰρ τὴν σορὸν αὐτοῦ κατορύττειν ἐπιχειροῦντα μαινόμενον ἄνδρα, καὶ διὰ τοῦτο τὴν τῶν μελῶν εἰκότως δεξάμενον πάρεσιν, εἰς συναίσθησιν ἐλθόντα, καὶ ἐν αὐτῷ τῷ τοῦ Ἁγίου τύμβῳ μετανοήσαντα, ὑγιᾶ καθίστησι, λιτανείᾳ τῶν ἀδελφῶν. Μοναχὸς δέ τις ὑδέρῳ δεινῷ κατεχόμενος ἐν τῷ τοιούτῳ προσδραμὼν τάφῳ, ἅμα τῇ εὐχῇ, καὶ τὴν ῥῶσιν ἀπέλαβεν, εὐχαριστῶν ἅμα καὶ δοξάζων τὸν τοὺς Ἁγίους Αὐτοῦ δοξάζοντα Χριστόν, τὸν μόνον ἀληθινὸν καὶ Σωτῆρα τῶν ἡμετέρων ψυχῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Ἄρης, ὁ ἐν τῷ Γεροντικῷ, ἐν εἰρήνῃ τελειοῦται.
Ἄρης ὁ θεῖος οὐκ Ἄρης ἧν ὀργίλος,
Πρᾷος δὲ μᾶλλον, καὶ πατεῖ γῆν πραέων.
Περὶ τούτου τοῦ Ὁσίου Ἄρεως γράφει ὁ Eὐεργετινός: Ὅτι παρόντος καὶ τοῦ Ἀββὰ Ἀβραάμ, ἦλθεν ἕνας ἀδελφός, καὶ ἐρώτησεν αὐτόν· Eἶπέ μοι τί νὰ κάμω νὰ σωθῶ; Ὁ δὲ Ὅσιος Ἄρης εἶπεν αὐτῷ· Ὕπαγε καὶ πέρασαι τὸν χρόνον τοῦτον τρώγοντας κάθε βράδυ ψωμί, καὶ ἅλας. Καὶ ἔπειτα ἐλθὲ πάλιν καὶ λαλῶ σοι. Ἀφ’ οὗ δὲ ἐπέρασεν ὁ χρόνος, πάλιν ἐπῆγεν ὁ ἀδελφὸς εἰς τὸν γέροντα. Ἔτυχε δὲ πάλιν να εὑρεθὴ παρών ὁ ῥηθεὶς Ἀββὰς Ἀβραάμ. Καὶ εἶπεν ὁ γέρων εἰς τὸν ἀδελφόν· Πήγαινε καὶ πέρασαι τὸν χρόνον τοῦτον τρώγοντας εἰς δύω ἡμέρας μίαν φοράν». Τότε λέγει ὁ Ἀβραὰμ εἰς τὸν Ἀββὰν Ἄρην· Διατὶ εἰς μὲν τοὺς ἄλλους ἀδελφούς, ἐλαφρόν ζυγὸν ἐπιθέττεις, εἰς τοῦτον δέ, βαρὺ φορτίον ἐπιφορτίζεις; Ἀπεκρίθη ὁ γέρων· Oἱ αδελφοί, καθώς ἔρχονται ζητοῦντες, ἔτσι λαλῶ εἰς αὐτούς. Oὗτος δὲ εἶναι ἐργάτης. Καὶ εἶ τι ἂν εἰπῶ εἰς αύτόν, τὸ κάμνει μετὰ σπουδῆς. Διὰ τοῦτο κατὰ τὴν δύναμίν του, ἔτσι καὶ λαλῶ εἰς αὐτόν. Ἐκ τῆς παραινέσεως δὲ ταύτης δείκνυται, πόσον διακριτικὸς ἦτον ὁ ὅσιος οὖτος Ἄρης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Γαβριήλ, Ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσσῃ μαρτυρήσαντος κατὰ τὸ ἔτος 1659.
Ὑψοῦ κρεμασθεὶς τὸν κρεμασθέντα ξύλῳ,
Μιμῇ Γαβριὴλ καὶ στέφῃ διπλῷ στέφει.
Οὗτος, διαβληθεὶς ὑπὸ τοῦ ἀντιζήλου τοῦ θρόνου αὐτοῦ, ἄγεται ἐνώπιον τοῦ Βεζίρη, τοῦ εὑρισκομένου ἐν Προύσσῃ. Οὗτος, ἂν καὶ κατανοήσας τὰς συκοφαντίας, ἠξίωσε ἀπὸ τὸν Γαβριήλ, ὅπως ἀρνηθῆ τὸν Χριστόν, καὶ ἀσπαστῆ τὴν μουσουλμανικὴ πίστιν. Ὁ Γαβριήλ, ἠρνήθη καὶ ἀφοῦ ἐβασανίσθη σκληρῶς, ἔλαβε τὸν διὰ τοῦ ἀπαγχνονισμοῦ θάνατον, ἐν ἔτει 1659 μ. Χ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων Νεοφύτου, Ἰγνατίου, Προκοπίου καὶ Νείλου, κτητόρων τῆς Ἱερᾶς Μονῆς Μαχαιρά τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Νεομάρτυρος Πέτρου τοῦ ἐν Ἀλάσκᾳ, τοῦ Ἁγίου Ἰουβεναλίου Ἀλάσκας καὶ πάντων τῶν Ἁγίων τῆς Ἀλάσκας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Μαρδαρίου τοῦ ἐγκλείστου ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Ὀδιλίας τῆς ἐν Ἀλσατίᾳ, τῆς ἡγουμένης τῆς Χοχενβούργης, τῆς θαυματουργοῦ.
Ἡ πρώην τυφλὴ ὀμμάτων τὰς ὀδύνας,
Τῇ θείᾳ ῥοπῇ ἰᾶται Ὀδιλία.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Λαμπρῶς Ὅσιε ἡ Βοιωτία ἅπασα καθυπεδέξαντο τὴν σὴν ἁγίαν σορόν, ὡς θεῖον θησαύρισμα, καὶ δῶρον ἅγιον, ἀνακράζοντες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Πύργος ἄσειστος ἔσο Λουκᾶ μακάριε ταύτῃ τῇ Μάνδρᾳ σου, ἀποσοβῶν ἐξ αὐτῆς, δολίου τὰ σκάνδαλα, καὶ τοῖς προστρέχουσι, τοῖς λειψάνοις σου, δίδου παθῶν ἐκλύτρωσιν, καὶ ὑγείαν καὶ εἰρήνην.
Ὡς πανεύδιος λιμὴν ναὸς ὁ ἅγιος τῆς θείας Μάνδρας σου, πρόκειται πᾶσι Λουκᾶ, ἐν ᾧ τεθησαύρισται, ἡ θεία λάρναξ σου, ἔνθα σπεύδοντες, τρικυμιῶν λυτρούμεθα, τῶν ἐν βίῳ θεοφόρε.
Θεοτοκίον.
Γενοῦ Δέσποινα τοῖς πίστει καταφεύγουσι τῇ προστασίᾳ σου, καταφυγὴ ἀσφαλής, ἐκτρέπουσα ἅπασαν, καθ’ ἡμῶν Ἄχραντε, τοῦ ἀλάστορος, ἐπήρειαν καὶ ἔφοδον, οἷα Μήτηρ τοῦ Σωτῆρος.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔλαμψας ὡς μέγας ἑωσφόρος ἀσκήσεως τοῖς ἀγῶσι Λουκᾶ ὅσιε, καὶ πολλοῖς ἐν θαύμασι, πλείστους εὐηργέτησας, διὸ τὴν τῶν λειψάνων σου ἁγίων λάρνακα, πιστῶς περικυκλοῦντες ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥῶσιν καὶ ὑγείαν ἀναβλύζει ἡ θήκη ἡ τῶν λειψάνων σου ἑκάστοτε, ἐπομβρίᾳ Ὅσιε, τοῦ Ἁγίου Πνεύματος, διὸ ἐκ πάσης τάξεως καὶ ἡλικίας σοφέ, προστρέχουσι πιστοὶ τῇ Μονῇ σου, καὶ ἐπιπαρποῦνται, Λουκᾶ τὴν σωτηρίαν.
Ἄγγελος καθάπερ ἐβίωσω νεκρώσας τὸ τῆς σαρκὸς γεῶδες φρόνημα, καὶ Ἀγγέλων σύσκηνος, μετὰ τέλος γέγονας, Λουκᾶ χαρᾶς τῆς κρείττονος μετέχων Ἅγιε, ἐντεῦθεν ἡ ἁγία σορός σου, πάντας ἁγιάζει, τοὺς πίστει προσιόντας.
Θεοτοκίον.
Σκήνωμα Θεοῦ λαμπρὸν ἐδείχθης τεκοῦσα μετὰ σαρκὸς τὸν Ὑπερούσιον, σὺ γὰρ παντευλόγητε, πρὸ αἰώνων πέφηνας, ὅλη καλὴ καὶ ἄμωμος τῷ Παντοκράτορι, διὸ κἀμὲ ἁγνὴ μολυνθέντα, πράξεσιν ἀτόποις, ἀπόπλυνον καὶ σῶσον.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴδε συμπαθῶς, τοὺς πίστει προστρέχοντας Λουκᾶ μακάριε, τῇ ἁγίᾳ λάρνακι, τῶν μυριπνόων Πάτερ λειψάνων σου, καὶ πλήρου τὰ αἰτήματα τούτων δεόμεθα, ἐξαιρέτως, ταύτης δὲ τῆς ποίμνης σου, μὴ ἐλλίπῃς ἀεὶ προϊστάμενος.
Μνήμην ἱερὰν φαιδρῶς ἑορτάζοντες ἀγαλλιώμενοι, τῆς ἀπὸ τῆς δύσεως, μετακομίσεως τῶν λειψάνων σου, πιστῶς ἐπιβοώμεθα τὴν προστασίαν σου, ἣν ἀπαύστως, δίδου Λουκᾶ Ὅσιε, τῇ παρούσῃ Μονῇ σου δεόμεθα.
Ὅρμῳ τῆς ζωῆς ὁδήγει ἑκάστοτε οἷα φιλόστοργος, κυβερνήτης Ὅσιε, ταύτην τὴν ποίμνην σου, δυσωποῦμέν σε, καὶ ἐξ αὐτῆς ἀπότρεπε Λουκᾶ πᾶν σκάνδαλον, τῇ θερμῇ γάρ, σπεύδει προστασίᾳ σου, καὶ ταχέως λαμβάνει πᾶν αἴτημα.
Θεοτοκίον.
Ὕψωσον ἡμῶν καὶ νοῦν καὶ διάνοιαν πρὸς θεῖον ἔρωτα, Κόρη παντευλόγητε, καὶ τὰς ἐπάρσεις τοῦ παναλάστορος, τὰς καθ’ ἡμῶν ταπείνωσον καὶ κατασύντριψον, καὶ πρὸς τρίβους, σωτηρίας πάντοτε, καθοδήγει ἡμᾶς τοὺς ἱκέτας σου.
Ἐξαποστειλάριον. Τῶν Μαθητῶν ὁρώντων σε.
Τῇ τῶν σεπτῶν λειψάνων σου μεταθέσει, Λουκᾶ θαυματοφόρε πιστῶν χορεῖαι, καὶ Μοναστῶν ἀγέλαι συγκροτοῦμέν σοι, Πάτερ λαμπρὰν πανήγυριν, ἀλλὰ μὴ παύσῃ πρεσβεύειν, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ.
Θεοτοκίον.
Ἐκ τῶν ἁγνῶν αἱμάτων σου Θεοτόκε, σάρκα λαβὼν ὁ πάντων Θεὸς ἀτρέπτως, κόσμῳ καθωράθη ὡς ἠθέλησε, καὶ ἔσωσε τὸν ἄνθρωπον, διό σε δοξολογοῦμεν, ὡς ἀπαρχὴν σωτηρίας.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Πάτερ, Λουκᾶ παμμακάριστε, τῆς ἰσαγγέλου ζωῆς, ἐραστὴς ἐκ νεότητος, γεγονὼς ἐμάκρυνας κοσμικῆς ματαιότητος, καὶ ἐν ἀσκήσει λάμψας ἀπήστραψας, θαυμάτων αἴγλην πᾶσιν τοῖς πέρασιν, ὅθεν τὴν θήκην σου, τῶν λειψάνων σέβοντες πανευλαβῶς, ἐξ αὐτῆς λαμβάνομεν, χάριν καὶ ἔλεος.
Πάτερ, Λουκᾶ παναοίδιμε, ἡ σὴ ἁγία Μονή, τὴν σορὸν τῶν λειψάνων σου, ἐκ δυσμῶν ἐδέξατο, ὡς ἁγίασμα ἔνθεον, καὶ τῇ ἑλεύσει τούτων πανήγυριν, λαμπρὰν καὶ θεῖάν σοι συνεκρότησεν, ἦλθες γὰρ Ἅγιε, ἡμῖν τοῖς ζητοῦσί σε ἀπὸ ψυχῆς, καὶ χαρὰν τοῖς τέκνοις σου, δίδου ἑκάστοτε.
Πᾶσα, Βοιωτία ἔδραμεν, ἀγαλλομένῳ ποδί, καὶ τῆς Μάνδρας σου Ὅσιε, Μοναστῶν ὁ σύλλογος, καὶ λαμπρῶς ὑπεδέξαντο, τὴν τῶν σεπτῶν σου λειψάνων λάρνακα, ἀπὸ τῆς δύσεως ἡμῖν ἤκουσαν, ἧς τὴν ἐπάνοδον, πίστει ἑορτάζοντες Πάτερ Λουκᾶ, τὸν σὲ θαυμαστώσαντα, Χριστὸν δοξάζομεν.
Χαίρει, ἡ Μονή σου Ὅσιε, τὴν σὴν ἁγίαν σορόν, θησαυρὸν ὡς οὐράνιον, ἐν ἀγκάλαις φέρουσα, εὐδοκίᾳ τῇ κρείττονι, καὶ χαρμοσύνως ταύτης τὴν ἕλευσιν, πανηγυρίζει καὶ ἀνακράζει σοι· δίδου τῇ ποίμνῃ σου, τῇ θερμῇ πρεσβείᾳ σου Πάτερ Λουκᾶ, ἄνωθεν βοήθειαν, ὡς ποιμὴν ἔνθεος.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν Ὁσίων Πατέρων ὁ χορός, καὶ Βοιωτῶν πανταχόθεν δῆμοι εὐσεβεῖς ἐξῆλθον ὑπαντῆσαι ἐν εὐφροσύνῃ, τῇ θήκῃ Λουκᾶ τῶν σῶν ἁγίων λειψάνων. Καὶ ταύτῃ προσπεσόντες ἐν εὐλαβείᾳ, τὴν ἐξ αὐτῆς ἐκαρπώσαντο χάριν, ὅθεν ἐν στόματι εὐφήμῳ, ὑμνολόγουν σε λέγοντες· ὦ ἄνθρωπε τοῦ Θεοῦ, ἡγιασμένον σκεῦος, τῆς θείας ἐπιπνοίας, ἐν σώματι ἄγγελε, ἰσαγγέλου ζωῆς πρότυπον. Τῆς ἀπαθείας εἰκών, δι’ ἄκρας ἐγκρατείας. Τὸ πανευῶδες ἄνθος τῶν θείων πόνων, ἡ θεόβρυτος κρήνη τῶν θαυμάτων. Στειρίου τὸ καύχημα, τῆς Ἑλλάδος ἀγλάϊσμα, ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιος.
Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ Φάτνη, τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν, ἡ σκιὰ παρέδραμε, καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἠμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἦκε τῶν λειψάνων σου ἡ σορός, θείᾳ εὐδοκίᾳ τῇ σεπτῇ σου πάλιν Μονῇ, ἧς τῇ ἐπανόδῳ, Λουκᾶ θαυματοφόρε, ἁγιασμὸν καὶ χάριν θείαν δρεπόμεθα.