Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Μαλεβή
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 23 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τά Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ ἁγία Εἰκόνι, τῇ ἐν Μονῇ τῆς Μαλεβῆς ἐκβλυζούσῃ, μῦρον εὐῶδες θεῖον καὶ οὐράνιον, δεῦτε καὶ προσπέσωμεν, πρὸς αὐτὴν ἐκβοῶντες· Κόρη μυροβλύτισσα, ἐκ παθῶν ἀκαθάρτων, καὶ ἐπηρείας πάσης τοῦ ἐχθροῦ, τοὺς τῇ Εἰκόνι σου σπεύδοντας λύτρωσαι.
Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Ὡς τετοκυία τὸ ζωήῤῥυτον μύρον, σωματωθέν ἐκ τῶν ἁγνῶν σου αἱμάτων, μῦρον ἐκβλύζειν Δέσποινα ηὐδόκησας, τὴν σεπτὴν Εἰκόνα σου, τὰς ψυχὰς ἁγιάζον, καὶ διῶκον ἀπᾷσαν, τῶν παθῶν δυσωδίαν, ἀλλ’ ἐκ παντοίων ῥύου πειρασμῶν, Θεογεννήτορ, τοὺς σὲ μεγαλύνοντας.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν οὐ ἢ ἀκροστιχίς.
Σπεύδω Παρθένε σῶ θείω μύρω. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σαρκὸς ὁμοιώματι τῆς ζώῃς, τεκοῦσα τὸ μύρον, μυροβλύτισσα Μαριάμ, τῷ μύρω Εἰκόνος σου τῆς θείας, τῆς τῶν παθὼν δυσωδίας με λύτρωσαι.
Πηγάζουσα μύρον ἡ σὴ Είκών, τῇ σὴ ἐπινεύσει, Θεοτόκε ἐν Μαλεβῆ, εὐφραίνει καὶ τέρπει καθ’ ἑκάστην, τοὺς προσιόντας αὕτη μετὰ πίστεως.
Ἐπίβλεψον ὄμματι ἱλαρῷ, τοὺς τῇ σῇ Εἰκόνι, παρεστῶτας πανευλαβῶς, καὶ δίδου ἡμῖν Θεογεννήτορ, τῶν αἰτημάτων ἁπάντων τὴν πλήρωσιν.
Ὑμνοῦμεν θαυμάτων σου τὴν πληθύν, καὶ πίστει βοῶμεν, μυροβλύτισσα Μαριάμ, ἐκ πάσης ἀνάγκης τε καὶ βλάβης, ῥῦσαι ἡμᾶς μητρικῇ σου χρηστότητι.
ᾨδὴ γ΄. Ούρανίας ἁψῖδος.
Δυσμενῶν ἀοράτων, ἐπιβουλῆς λύτρωσαι, καὶ ἀσθενειῶν πολυτρόπων, καὶ περιστάσεων, ὦ Μυροβλύτισσα, τοὺς ἐκ τοῦ θείου σου μύρου, εὐλαβῶς λαμβάνοντας, καὶ σε δοξάζοντας.
Ὡς καρκίνου τὸ πάθος, τὸ χαλεπὸν ἔπαυσας, χρίσει τοῦ ἁγίου σου μύρου, παρθένε Ἄχραντε, οὕτω θεράπευσον, κᾀμὲ δεινῶς ἀσθενοῦντα, Κόρη μυροβλύτισσα, ἵνα γεραίρω σε.
Παραδόξως ὁρᾶται, μύρου πηγὴ Ἄχραντε, ἐν τῇ Μαλεβη ἡ είκών σου, πάντας ἐκπλήττουσα, καὶ θεραπεύουσα, νόσους ψυχῶν καὶ σωμάτων, ὅθεν σου τὴν ἄφθονον χάριν κηρύττομεν.
Ἁγιάσματος οἶκος, ὡς ἀληθῶς πέφηνας, ὅθεν ἁγιάζεις Παρθένε, τῷ θείῳ μύρῳ σου, τοὺς καταφεύγοντας, ἐν Μαλεβῆ τῇ Μονῇ σου, καὶ τὰ μεγαλείᾳ σου, Κόρη δοξάζοντας.
Διάσωσον, ὦ Μυροβλύτισσα κόρη Θεογεννητορ, πάσης βλάβης καὶ ἐπηρείας τοῦ δράκοντος, τοὺς χριομένους τῷ μύρῳ σου τῷ ἁγίῳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψύχῃς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῇ.
Πηγὴ οἰκτιρμῶν, καὶ θεϊκῆς χρηστότητος, παρθένε Ἁγνή, μύρου πηγὴν ἀνέβλυσας, ἐκ τῆς σεπτῆς Εἰκόνος σου, ἐξ οὗ κόρη πιστῶς οἱ μετέχοντες, πληροῦνται ὀσμῆς μυστικῆς καὶ χαράς, τὰ θεῖά σου θαύματα κηρύττοντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥυπωθέντας ἐκκάθαρον, Κόρη ἐπιθέσει τοῦ πολεμήτορος, ἡμᾶς χρίσει τῇ τοῦ μύρου σου, ἡ ζώῃς τὸ μύρον κόσμῳ βλύσασα.
Θαυμαστὴ ὄντως δέδεικται, Κόρη ἀναβλύζει θείῳ Πνεύματι, έν τῇ Μαλεβῆ εἰκών σου ἡ πάντιμος, μύρον θεῖον γὰρ ἑκάστοτε.
Ἐκ τοῦ μύρου σου Δέσποινα, οἱ πιστῶς λαμβάνοντες θεραπεύονται, πάσης βλάβης καὶ κακώσεως, καὶ τὰ σὰ κηρύττουσι θαυμάσια.
Νοσημάτων ἀπάλλαξον, καὶ παθῶν παντοίων ψυχῆς καὶ σώματος, Μυροβλύτισσα παντάνασσα, τοὺς τῇ σῇ Εἰκόνι καταφεύγοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔπιδε ἡμῖν, Θεοτόκε Μαλεβίτισσα, τοῖς προστρέχουσι τῇ σκέπη σου πιστῶς, καὶ παράσχου εὐφροσύνην ταῖς ψυχαῖς ὑμῶν.
Σκέπη ἀσφαλής, ἡμῖν ἔσω Μυροβλύτισσα, καὶ ἐν πᾶσιν ἀρωγὸς καὶ βοηθός, τοῖς αἰτοῦσι τὴν ὀξεῖαν σου ἀντίληψιν.
Ὥσπερ ὀφθαλμῶν, τὰς παθήσεις ἐθεράπευσας, οὕτως ἄνοιξον κἁμοῦ τοὺς ὀφθαλμούς, τῆς καρδίας δυσωπῷ σε Μυροβλύτισσα.
Θαύματα πολλά, ἐνεργοῦν τὸ θεῖον μύρον σου, κατευφραίνει Θεοτόκε τοὺς πιστούς, καὶ δαιμόνων ἀπελαύνει τὴν ἐπήρειαν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Έῤῤύσω, ἐκ τῶν δεσμῶν ἀτεκνίας, τὰς πιστῶς σοι προσελθούσας γυναῖκας, οὕτω κἁμὲ μυροβλύτισσα Κόρη, ἐκ τῶν δεσμῶν τῆς κακίας ἀπάλλαξον, καὶ σύνδησόν με ἀῤῥαγῶς, τῷ δεσμῷ τῆς ἀγάπης τοῦ Κτίστου μου.
Ἰδοὺ σοι, ἐν τῇ ἁγία Μόνη σου, πανταχόθεν χριστωνύμων τὰ στίφη, μετ’ εὐλαβείας συῤῥέουσι Κόρη, καὶ ἐκ τοῦ θείου σου μύρου λαμβάνοντες, βοῶσί σοι ἀπὸ ψυχὴς χαρμονὴς ἡμᾶς Δέσποινα πλήρωσον.
Ὡς μύρον, τὸ τῆς ζώῃς τετοκυία, μυροθήκη οὐρανίων χαρίτων, τοὺς προσκυνοῦντας ἐν πίστει τελεία, τὴν μυροβλύτισσαν Κόρη Εἰκόνα σου, ἐκ δυσωδίας χαλεπής, νοσημάτων καὶ θλίψεων λύτρωσαι.
Μονῇ σου, τῇ Μαλεβῆ προσιόντες, καὶ πληρούμενοι ὀσμῆς οὐρανίου, ἐκ τοῦ Ἁγίου σου μύρου Παρθένε, τὰ μεγαλεῖα σου πᾶσι κηρύττομεν, καὶ ἐκβοῷμεν ἐκ ψύχῃς δυσωδίας παθῶν ἡμᾶς λύτρωσαι.
Διάσωσον, ὦ Μυροβλύτισσα κόρη Θεογεννητορ, πάσης βλάβης καὶ ἐπηρείας τοῦ δράκοντος, τοὺς χριομένους τῷ μύρῳ σου τῷ ἁγίῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ έσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὣς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αίμάτων σου.
Ὡς μυροβλύτις καὶ πλήρης χρηστότητος, Θεογεννήτορ παρθένε πανάμωμε, τὸν σὸν Υἱὸν ἀπαύστως ἱκέτευε, ἁμαρτημάτων διδόναι συγχώρησιν, ἡμῖν τοῖς πιστῶς σοὶ προστρέχουσι.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά.
Στίχος. Τὸ πρόσωπον σου λιτανεύσουσιν οἱ πλούσιοι …
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α´ 39-49, 56).
Ἒν ταῖς ἡμέραις ἐκείναις· Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ· καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν·Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μύρον τὸ ἀκένωτον, Χριστὸν τὸν πάντων Σωτῆρα, τέξασα Πανύμνητε, κόσμον εὑωδίασας θεία χάριτι· καὶ τανῦν Δέσποινα, τῷ ἁγίῳ μύρω, τῷ πλουσίως ἀναβλύζοντι, ἐκ τῆς Εἰκόνος σου, τῇ ἐπισκιάσει τῆς δόξης σου, εὐφραίνεις τὰς ψυχὰς ἡμῶν, καὶ ἀποφορὰν τὴν ψυχόλεθρον, παθὼν τε καὶ νόσων, καὶ πάσης ἀθυμίας χαλεπῆς, ἀποδιώκεις, ἑκάστοτε, ἐκ τῶν καρδιῶν ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἳ ἐκ τῆς Ἰουδαίας.
Ὑπὲρ πάντα Παρθένε, γραφικώς τὰ ἀρώματα ἡ τοῦ μύρου σου, εὐφραίνει εὐωδίᾳ, καρδίας καὶ αἰσθήσεις, τῶν βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥαντισμοῖς ἀοράτοις, μυροβλύτισσα Κόρη τοῦ θείου μύρου σου, ἀπόπλυνον τὸν ῥύπον, ψύχῃς μου τῆς δυσώδους, καὶ βοῶντά με λάμπρυνον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὡς λειμὼν πανευώδης, Μαλεβῆ ἡ Μονὴ σου πρόκειται ἅπασιν, ἐν ἡ Θεογεννήτορ, Εἰκών σου ἡ ἁγία, ὥσπερ ἄνθος πανεύοσμον, εὐωδιάζει ἡμᾶς, ἐκβλύζει τῇ τοῦ μύρου.
Γνώρισον μοι Παρθένε, ζωὴς τρίβον προσπίπτοντι τῇ Εἰκόνι σου, καὶ πάσης ὀλεθρίου, ῥῦσαί με ἀνοδίας, ἵνα πίστει κραυγάζω σοι· χαῖρε πιστῶν ἡ χαρᾷ, ὦ Κεχαριτωμένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εἰς πάντα κόσμον, ἡ τοῦ ἁγίου σου μύρου, ἐξελήλυθε Θεογεννήτορ χάρις, καὶ πιστῶν τὰ στίφη, ὑμνοῦσί σου τὴν δόξαν.
Ῥῦσαι Παρθένε, ὀδυνηρῶν συμπτωμάτων, τοὺς προσπίπτοντας τῇ θεῖᾳ σου Εἰκόνι, καὶ ἀλειφομένους, τῷ ἱερῷ σου μύρω.
Ἅπας προστρέχων, ἐν Μαλεβῆ τῇ Μονῇ σου, ἁγιάζεται τῷ ἱερῷ σου μύρω, καὶ τὰ θαύματά σου, κηρύττει Θεοτόκε.
Σωμάτων πόνων, καὶ ψυχικῶν ἀλγημάτων, Μυροβλύτισσα ἀπάλλαξον Παρθένε, τοὺς ὑπερυψοῦντας, τὸν ἄφραστον σου τόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις πᾶσι νέμει, τὸ σὸν μύρον Κόρη, δ’ ἀναβλύζει Εἰκών σου ἡ πάνσεπτος, τοῖς μετὰ πίστεως τοῦτο ἀεὶ λαμβάνουσι.
Μυρίπνοον ὡς κρίνον, θείαν εὐωδίαν, ἡ μυροβλύτις Εἰκών σου Πανάχραντε, πνέει τοῖς πίστει προστρέχουσιν ἐν τῇ Μάνδρα σου.
Οἱ πάθεσι καὶ νόσοις, στένοντες ἀθλίως, τῆς Θεοτόκου τῷ μύρω προσέλθετε, ἵνα ταχέως τὴν ἴασιν ἀπολάβητε.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, σχέσεως πάσης παθὼν τῆς φαυλότητος, τῇ θαυμαστῇ εὐωδίᾳ τοῦ θείου μύρου σου.
Ἄξιόν ἐστιν ὣς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῇ ἐπισκιάσει σου τῇ σεπτῇ, μύρον ἀναβλύζει, ἡ Εἰκών σου ἡ ἱερᾷ, οὐ τῇ λήψει Κόρη, λυτρούμεθα κινδύνων, καὶ πάσης ἀσθενείας, ἀπαλλαττόμεθα.
Ὤφθη μυροβλύτις νεύσει τῇ σῇ, ἡ Εἰκών σου Κόρη, ἐν τῇ Μάνδρα τῆς Μαλεβῆς, ἡ μετ’ εὐλαβείας, Παρθένε προσιόντες, ὀσμῆς ἐπουρανίου, πίστει πληρούμεθα.
Λύει τῆς στειρώσεως τὰ δεσμά, τὸ μύρον σου Κόρη, λαμβανόμενον εὐλαβῶς, ὅθεν σου τὴν χάριν, κηρύττομεν τοῖς πᾶσι, καὶ τὰ πολλὰ σου θαύματα μεγαλύνομεν.
Ῥῶσιν καὶ ὑγιείαν νέμει ἡμῖν, τὸ μύρον σου Κόρη, καὶ κινδύνων ἀπαλλαγήν, καὶ καρκίνου πάθος, τὸ χαλεπὸν ἰάται, διὸ σε Μυροβλύτισσα μεγαλύνομεν.
Δεῦτε προσκυνήσωμεν ἀδελφοί, τῆς Μυροβλυτίσσης, τὴν Εἰκόνα ἐν Μαλεβῆ, ἵνα πληρωθῶμεν, ὀσμῆς ἐπουρανίου, καὶ πάσης δυσωδίας, θᾶττον ῥυσθείημεν.
Ἔχει ἡ Μονῇ σου ἐν Μαλεβῆ, προπύργιον μέγα, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἐκβλύζουσαν μύρον, εὐῶδες Θεοτόκε, διὸ καὶ μεγαλύνει, ἀεὶ τὴν δόξαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύρον ἡ τεκοῦσα τῆς ζώῃς, τὸν Δημιουργὸν τῶν ἁπάντων, Παρθένε ἄχραντε, μύρον βλύζειν εὔοσμον, Κόρη ηὐδόκησας, τὴν ἁγίαν Εἰκόνα σου, πιστοὺς κατευφραίνον, ἡ πιστῶς προσπίπτοντες, ἁγιαζόμεθα· ὅθεν μετοχὴ τῇ τοῦ μύρου, λῦσον τῶν παθῶν τὰς ὀδύνας, ἐκ τῶν εὐλαβῶς παρακαλούντων σε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.