Παρακλητικός Κανών εις την ιερά ξυνωρίδα των ομωνύμων Οσίων Παϊσίου του Μεγάλου και Παϊσίου του Αγιορείτου

 Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

†Εορτάζονται στις 19 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

 Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σκληραγωγίας τῆς σαρκὸς εὐσχημόνως τοὺς ἐραστὰς καὶ ἀπαθείας φωστῆρας, Νιτρίας εὐφημήσωμεν σεπτὸν οἰκιστὴν, ἔνθεον Παΐσιον καὶ αὐτοῦ ἐν τοῖς τρόποις νήψεως ὁμόζηλον ἀσκητὴν Ἀθωνίτην νεοφανῆ Παΐσιον, αὐτῶν λιτὰς ἐνθέρμους πρὸς Κτίστην αἰτούμενοι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δυὰς Παϊσίων Ὁσίων, πιστοὺς εὐλόγει. Χ.Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυὰς ἡ φερώνυμος ἀσκητῶν ἐνθέων, ὑψόθεν εὐλογεῖτε τοὺς ἐν χορῷ ὑμᾶς ἀνυμνοῦντας καὶ βοῶντας· χαίρετε, θεῖοι Παΐσιοι, ὅσιοι.

Ὑμνοῦντες Νιτρίας τὸν πολιστήν, Παΐσιον πάνυ, ὡς ἰσάγγελον ἀληθῶς πρεσβείας αὐτοῦ ἀποζητοῦμεν πρὸς τὸν Χριστόν, οὗ τοὺς πόδας ἀπέπλυνεν.

Ἀπαύστως, Παΐσιε, τὸν Θεὸν δυσώπει δοθῆναι ἄμφω ῥώμην σοῖς ὑμνηταῖς, ταμεῖον ἀσύλητον χαρίτων τοῦ Θείου Πνεύματος, Ἄθωνος ἔνοικε.

Θεοτοκίον.
Σωτήριον δεῖξόν μοι ἀτραπόν, παντάνασσα Μῆτερ, τῷ προστρέχοντι εὐλαβῶς σῇ χάριτι, κεχαριτωμένη Θεογεννῆτορ, πιστῶν ἀγαλλίαμα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παϊσίων Ὁσίων τῇ ἱερᾷ σπεύδοντες ξυνωρίδι πάντες ἐν πίστει ψάλλομεν· μάργαρα τῶν ἀρετῶν τιμαλφῆ, ἡμᾶς ζωῆς ἐναρέτου ταῖς ὑμῶν δεήσεσιν ἔσοπτρα δείξατε.

Ἀπειράστους κινδύνων, ἐπιβουλῆς ὄφεως, πειρασμῶν καὶ θλίψεων πάντας δεῖξον, Παΐσιε, Ὁσίων ὑπογραμμὲ τῶν πολισάντων Νιτρίαν, σαῖς θερμαῖς πρὸς Κύριον, πάτερ, δεήσεσι.

Ἱερώτατε πάτερ, Ἀθωνιτῶν ἔκτυπον, ὁ λαβὼν πλουσίως θεόθεν χάριν, Παΐσιε, τῆς προφητείας, Θεὸν ὑπὲρ ἡμῶν ἐκδυσώπει τῶν τιμώντων μνήμην σου τὴν αἰωνίζουσαν.

Θεοτοκίον.
Σκέδασόν μου τὸν ζόφον τῶν λυπηρῶν, Δέσποινα, φέγγει παρακλήσεων θείων σῶν πρὸς τὸν Ὕψιστον καὶ Φωτοδότην Θεόν, ὅνπερ ἀφλέκτως ἐδέξω ἐν γαστρί, Παντάνασσα, τῇ παναχράντῳ σου.

Ὁμώνυμοι σεπτοὶ Παΐσιοι, σπεύσατε βοηθῆσαι τοῖς τιμῶσιν ὑμᾶς πιστῶς, Ὁσίων ὡς πρότυπα καὶ πρέσβεις πρὸς Ὕψιστον διαθέρμους.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τηρεῖτε ἐχθροῦ ἀπήμονας τῆς μήνιδος πιστοὺς εὐλαβῶς προσφεύγοντας ἐν κλύδωσι ταῖς ὑμῶν δεήσεσι πρὸς τὸν εὔσπλαγχνον Κτίστην καὶ Κύριον, θεοειδεῖς Παΐσιοι, σεμνοί, ἀσκήσει οὗ πάγας ἐπατήσατε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἰσχυροὺς ἀναδείξατε ἐν ταῖς μάχαις πάντας κατὰ τοῦ δαίμονος, πνευματέμφοροι Παΐσιοι, τοὺς ἡμῖν ἑκάστοτε προσφεύγοντας.

Ὡς ἐρήμου οἰκήτορα, ἀρετῆς εἰς ἄῤῥητον ὕψος φθάσαντα σὲ γεραίρομεν, Παΐσιε, ἀρωγὲ ἐν δίναις τῶν προσφύγων σου.

Νεαυγέστατον Ἄθωνος αὔγασμα, Παΐσιε τρισμακάριστε, φώτισόν μου τὴν σκοτόμαιναν τῆς χαμαιζηλίας καὶ τῶν θλίψεων.

Θεοτοκίον.
Ὁδηγὸς πρὸς σκηνώματα οὐρανῶν, παντάνασσα Μητροπάρθενε, τῶν πιστῶν γενοῦ προσφύγων σου, ὕμνοις μελῳδούντων σὰ θαυμάσια.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σώσατε ἡμᾶς ἐκ παγίδων τοῦ ἀλάστορος, ὃν ᾐσχύνατε ἀγῶσι θαυμαστοῖς, ἀσκηταὶ πνευματοφόρητοι, Παΐσιοι.

Ἵλεων ἡμῖν τὸν Χριστόν, πάτερ, ἀπέργασαι, οὗ ἀχράντους πόδας νίψαι, ἱερέ, κατηξίωσαι, Παΐσιε τρισόλβιε.

Ὤφθης ἀσθενῶν ἰατὴρ ταχύς, Παΐσιε, τῶν σπευδόντων, Ἀθωνῖτα ἀσκητά, εὐσυμπάθητε, τῇ χάριτι δοθείσῃ σοι.

Θεοτοκίον.
Νέκρωσον ἡμῶν τῆς σαρκὸς δεινὰ σκιρτήματα, ἱκεσίαις σου, Παντάνασσα σεμνή, πρὸς τὸν Τόκον σου, Θεὸν τὸν πανευΐλατον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Πατάξαντες τὸν ἐχθρὸν τὸν δόλιον ἐνασκήσεως ἀγῶσι συντόνοις, σκληραγωγίᾳ, εὐχῇ, ταπεινώσει καὶ ἀγρυπνίαις, φωσφόροι Παΐσιοι, χάριν εἰλήφατε πολλὴν ἱλεοῦσθαι ἡμῖν τὸν Θεάνθρωπον.

Ἱκέτευε ἐκτενῶς, Παΐσιε, τὸν Χριστὸν ὑπὲρ τῶν σὲ ἀνυμνούντων ὡς ἀσκητὴν τῆς Αἰγύπτου θεόπνουν, τῶν ἀρετῶν ἀναβάντα τὴν κλίμακα χαμαικοιτίᾳ, προσευχῇ ἀσιγήτῳ, νηστείᾳ καὶ δάκρυσι.

Σκοτόμαιναν τῶν παθῶν, Παΐσιε, ἀποδίωξον τῶν σοὶ προσιόντων καὶ ὡς νεόφωτον ἄστρον τιμώντων σὲ καταυγάσαν ἀρτίως τὰ σύμπαντα προφητικῶν σου διδαχῶν ἀστραπαῖς καὶ σοφίας ῥημάτων σου.

Θεοτοκίον.
Τὸν τάραχον τῶν παθῶν κατάστειλον τῶν σπευδόντων τῇ σῇ χάριτι, Μῆτερ, εὐλογημένη Παντάνασσα, τάχος καὶ ἀπαθείας πρὸς ὕψος πανάῤῥητον ἴθυνον πάντας τοὺς πιστῶς μελῳδοῦντας πληθὺν θαυμασίων σου.

Ὁμώνυμοι σεπτοὶ Παΐσιοι, σπεύσατε βοηθῆσαι τοῖς τιμῶσιν ὑμᾶς πιστῶς, Ὁσίων ὡς πρότυπα καὶ πρέσβεις πρὸς Ὕψιστον διαθέρμους.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Δεῦτε πιστοὶ ξυνωρίδα ὁμώνυμον τῶν εὐκλεῶν Παϊσίων τιμήσωμεν ὡς προσευχῆς νοερᾶς ἐργαστήρια καὶ ἀπαθείας ἐπάλξεις κραυγάζοντες· Πιστῶν μεσῖται ἀνύστακτοι, χαίρετε.

Προκείμενον. 
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17 – 23 ).

Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιοι πανθαύμαστοι, τῆς Ἐκκλησίας φωστῆρες, ἀσκουμένων ἔκτυπα, ἀρετῆς χρυσότευκτα οἰκητήρια, θεῖοι φερώνυμοι ἱεροὶ πατέρες, πνευματέμφοροι Παΐσιοι, ὁ πόδας Κτίσαντος νίψας τοὺς ἀχράντους ἐν ἔτεσι τοῖς πάλαι καὶ τὰ δάκρυα ὁ ἀρτίως σμήξας προσφύγων σου μανδηλίῳ, μάκαρ, εὐχῶν σου ἐδυσώπει ἐκτενῶς ὑπὲρ ἡμῶν, προοράσεως σκήνωμα, τὸν Ὕψιστον.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁδηγεῖτε πρὸς δόμους οὐρανῶν τοὺς ἱκέτας ὑμῶν, Παΐσιοι, οἱ στάσεσι παννύχοις εὐχῇ καὶ ταπεινώσει ἑαυτοὺς ὁδηγήσαντες πρὸς οὐρανίους σκηνὰς εὐκλείας παναῤῥήτου.

Ὑπερεύχου τῶν πίστει εὐφημούντων σοὺς ἄθλους, σεπτὲ Παΐσιε, ἐν μάχαις νυχθημέροις κατὰ τοῦ παλαμναίου, οὗ ἐπάτησας ἔνεδρα ἐν ἐνδοτέρᾳ σαφῶς ἐρήμῳ τῆς Νιτρίας.

Στηριγμὸς ἀδυνάτων, ἰατὴρ ἀσθενούντων καὶ ἐναργέστατος ἐν βίῳ ἀντιλήπτωρ, Παΐσιε, ἀρτίως ἀνεδείχθης προσφύγων σου, Ἀθωνιτῶν καλλονὴ καὶ εὐσεβείας κέρας.

Θεοτοκίον.
Εὐσυμπάθητε Μῆτερ, ὑπερόπτας προσύλων ἡμᾶς ἀνάδειξον, Παντάνασσα Κυρία, τοὺς σὲ ὑμνολογοῦντας ὡς Κυρίου Παντάνακτος, Λόγου Ὑψίστου Θεοῦ, φιλόστοργον μητέρα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑμῶν ὑμνοῦντες τὴν ἀκραιφνῆ πολιτείαν ἐκδεχόμεθα τὰς ὑμετέρας πρὸς Θεὸν πρεσβείας, Παΐσιοι φωσφόροι.

Λάμψας ἐν κόσμῳ ὡς φῶς, Παΐσιε, θεῖον ἀρετῶν χάριν εὗρες διώκειν τῆς χαμαιζηλίας ἡμῶν τὴν σκοτομήνην.

Οὐρανοδρόμον ὑπόδειξόν μοι πορείαν σῷ ἱκέτῃ, Παΐσιε μάκαρ, ἔνθεε Καπάδοξ καὶ Ἀθωνῖτα πάνυ.

Θεοτοκίον.
Γῆθεν πρὸς δόμους ἡμᾶς, παντάνασσα Μῆτερ, πάντας ἕλκυσον σὲ ἀνυμνοῦντας ὡς ἀπλανεστάτην ἰθύντειραν σῶν δούλων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐξ ὕψους θείας δόξης εὐλογεῖτε πάντας ὑμᾶς τιμῶντας ἐκθύμως, Παΐσιοι, πνευματοφόροι πατέρες, ὁσίων ἔκτυπα.

Ἰσχύν μοι δίδου, πάτερ, κλέϊσμα Νιτρίας, καταπατῆσαι ἐχθίστου τὸ φρύαγμα, ὁ ἐνασκήσει συντρίψας αὐτοῦ τὴν ἔπαρσιν.

Χαρὰ τῶν θλιβομένων καὶ τῶν ἀσθενούντων θεραπευτά, Ἀθωνῖτα Παΐσιε, σὴν χάριν δεῖξον τοῖς πόθῳ σοι καταφεύγουσι.

Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, Κεχαριτωμένη, τὸν σὸν εὐΐλατον Τόκον, Παντάνασσα, ὑπὲρ ἡμῶν μελῳδούντων τὰ σὰ θαυμάσια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ὑπερθαύμαστε ξυνωρὶς θείων Παϊσίων, τῆς Νιτρίας ὁ πολιστὴς καὶ Ἁγιωνύμου τοῦ ὄρους ὁ κοσμήτωρ, πατέρες θεοφόροι, πάνσοφοι Ὅσιοι.

Χαίροις, μοναζόντων ὑφηγητής, ὁ Χριστὸν ξενίσαι ἐν ἐρήμῳ ἀξιωθεὶς καὶ Αὐτοῦ ἐκπλῦναι, Παΐσιε, τοὺς πόδας, εὐχῆς εὐῶδες κρίνον καὶ ταπεινώσεως.

Ὡς οἰακοστρόφος ψυχῶν στεῤῥὸς ἴθυνας πρὸς ὅρμον ἀκλυδώνιστον ἀρετῶν τοὺς ἐν βίου ζάλαις πανδείνως ποντουμένους καὶ καταφεύγοντάς σοι, πάτερ Παΐσιε.

Εὐλογεῖτε ἄνωθεν τοὺς ὑμᾶς μέλποντας ἐν ὕμνοις, ὑπερθαύμαστε ἀσκητὰ τῆς Νιτρίας, μάκαρ Παΐσιε, καὶ νέε αὐτοῦ Ἁγιορεῖτα, πάτερ, φερώνυμε.

Χαίροιτε, θεόπνευστοι ἀσκηταί, πάλαι τῆς Νιτρίας ὁ πανόσιος πολιστής, καὶ ὁ διαλάμψας ἐν Ἄθωνι ἀρτίως, φερώνυμοι πατέρες, θεῖοι Παΐσιοι.

Παῤῥησίαν ἔχοντες πρὸς Θεόν, Ὅσιοι πατέρες, φίλοι γνήσιοι ὡς Αὐτοῦ πέμψατε πλουσίως ὑμῶν τὴν θείαν χάριν πιστοῖς ὑμᾶς τιμῶσιν ἄμφω, Παΐσιοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὰ Ἀπολυτίκια. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Παϊσίων δυάδα τὴν ἁγιόλεκτον τῶν θεοφόρων Ὁσίων ἐν εὐλαβείᾳ πολλῇ ἀνυμνήσωμεν πιστοὶ καὶ ἐκβοήσωμεν· εὖχος Νιτρίας ἱερὸν καὶ τοῦ Ἄθωνος λαμπτὴρ νεόφωτε, δυσωπεῖτε Χριστὸν πιστοῖς καταπέμψαι ὑμῶν εὐχαῖς ἄμφω ὑγίειαν.

Ὁσίου Παϊσίου τοῦ Μεγάλου.
Δεῦτε, μέγαν Παΐσιον εὐφημήσωμεν Νιτρίας κρίνον ἐρήμου εὐῶδες καὶ ἀσκητῶν ὑφηγήτορα σοφόν, ὀδμαῖς ἡδύναντα θεοσοφίας τοὺς αὐτῷ προσιόντας εὐλαβῶς βοῶντες· ὁ πλύνας πόδας Χριστοῦ, ῥανίσιν εὐχῶν σου παθῶν μου πλῦνον, Πάτερ, βόρβορον.

Ὁσίου Παϊσίου Ἁγιορείτου.
Τὸν ἐν Ὄρει Ἁγίῳ ἀρτίως λάμψαντα ἀδιαλείπτῳ ἀσκήσει καὶ νοερᾷ προσευχῇ ἐπαινέσωμεν πιστοί, σεπτὸν Παΐσιον, ὅτι ὡς ῥόδον εὐανθὲς κατεμύρισε ψυχὰς τοῖς λόγοις τοῖς θεοφθόγγοις· καὶ νῦν τὰ κρείττονα νέμει αὐτοῦ λιταῖς τοῖς καταφεύγουσι.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Θεία Παϊσίων ξυνωρίς, ἀσκητὰ θεόφρον Νιτρίας καὶ Ἀθωνῖτα σεπτέ, κέρας προοράσεως καὶ διοράσεως, ἀκλινῶς ἁγιάζετε ὑμᾶς τοὺς τιμῶντας, ῥύεσθε κακώσεων καὶ περιστάσεων πάντας καὶ φρουρεῖτε ἐν βίῳ εὐσεβεῖς, ὧν πέλετε θεῖοι ἀρωγοὶ καὶ φύλακες θεόσταλτοι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Παϊσίων ξυνωρὶς ἁγία, σκέπε
Παΐσιον μοναστὴν σὺν Χαραλάμπει.