Χαιρετισμοί εις τον Όσιο Νήφωνα τον Προδρομίτη

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 13 Ιουλίου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Συντόνοις πόνοις θείαν Σκήτην συστησάμενον  σεπτοῦ Προδρόμου ἐν ταῖς παρυφαῖς τοῦ Ἄθωνος πρὸς Ῥουμάνων ἀσκουμένων φιλοξενίαν, ἐνδιαίτημα τῆς συγχωρητικότητος καὶ συντόνου ἐνασκήσεως τιμήσωμεν πόθῳ κράζοντες· χαίροις, Νήφων μακάριε.

Οἱ Οἶκοι.

Ἄνθρωπος, Προδρομῖτα, οὐρανόφρων ἐφάνης, Ῥουμάνων νέον καύχημα, Νήφων· (ἐκ γ΄ ) ἰσαγγέλως γὰρ πολιτευθεὶς καὶ πατήσας πάγας πτερνιστοῦ, ὅσιε, ἀρχαίου ταπεινώσει σου, διήγειρας πιστοὺς βοᾶν σοι·

Χαῖρε, ὁ γόνος τῆς Ῥουμανίας·
χαῖρε, ὁ φάρος φιλοπονίας.
Χαῖρε, τοῦ Προδρόμου δομῆτορ τῆς Σκήτεως·
χαῖρε, τοῦ Ὑψίστου ὁ φίλος ὁ γνήσιος.
Χαῖρε, ῥεῖθρον διειδέστατον προσευχῆς καρδιακῆς·
χαῖρε, βάθρον ἀδιάσειστον ἐν δεινοῖς ὑπομονῆς.
Χαῖρε, τῆς ἀκτησίας καὶ τῆς νήψεως σέλας·
χαῖρε, τῆς ἀπαθείας καὶ χρηστότητος κέρας.
Χαῖρε, φανὸς συγχωρητικότητος·
χαῖρε, σκηπτὸς ἐχθροῦ παναλάστορος.
Χαῖρε, σοφὸς ἀσκητὴς καὶ οἰκτίρμων·
χαῖρε, θερμὸς πρεσβευτὴς σῶν προσφύγων·

Χαίροις, Νήφων μακάριε.

Βλάστημα μυροβόλον Ῥουμανίας εὐάνδρου, ὁ χάριτι Θεοῦ ἀνεγείρας Σκήτην, Νήφων, Προδρόμου λαμπρὰν ἐν Ἁγίῳ Ὄρει, ἀρετῆς κλίμακα ἀνῆλθες δι’ ἀσκήσεως συντόνου, ὁ Κυρίῳ ψάλλων·

Ἀλληλούϊα.

Γόνε τοῦ Ἰωάννου καὶ Μαρίας, γονέων τῶν σῶν εὐλαβεστάτων, τὴν κλῆσιν Νικολάου, σεπτὲ ἀσκητά, ἐν βαπτίσματί σου ἱερῷ εἴληφας, ὁ τῷ Θεῷ εὐάρεστος, πρὸς ὃν πανευλαβῶς βοῶμεν·

Χαῖρε, ψαλτήριον ἀκτησίας·
χαῖρε, τὸ ὄργανον εὐσεβείας.
Χαῖρε, τῆς ἀγάπης Ὑψίστου ἐκτύπωμα·
χαῖρε, τῆς ἀπάτης ἐχθίστου τὸ σύντριμμα.
Χαῖρε, ὕψος δυσθεώρητον πολιτείας θεαυγοῦς·
χαῖρε, βάθος δυσαντίβλεπτον ἀρετῆς θεοτερποῦς.
Χαῖρε, φιλοπονίᾳ καὶ ἀσκήσει ἐκλάμψας·
χαῖρε, φιλοκαλίᾳ τὸν σὸν βίον κοσμήσας.
Χαῖρε, εὐχῆς καὶ νήψεως πρόβολος·
χαῖρε, σκηνῆς τοῦ πόλου ὁ ἔνοικος.
Χαῖρε, σεπτὴ προσευχῆς κοσμιότης·
χαῖρε, στακτὴ ἀρετῆς πανευώδης·

Χαίροις, Νήφων μακάριε.

Δύναμιν δεδεγμένος οὐρανόθεν ματαίων ἐπώφθης ὑπερόπτης ἐκ χρόνων σῆς νεότητος, Νήφων σεπτέ, καὶ Μονῆς Γκοβόρας οἰκιστὴς γέγονας, ἐκλάμπων βίῳ σώφρονι καὶ ψάλλων τῷ Θεῷ ἀπαύστως·

Ἀλληλούϊα.

Ἔνθεον βίον ἄγων καὶ σεμνῶς μαθητεύων παρὰ τῷ θεαυγεῖ Εἰρηνάρχῳ ἐν Χοράϊτσας, Νήφων, Μονῇ, δόντι σοι Ναθαναὴλ τὸ σεπτὸν ὄνομα, ὡς πολιὸς τὸ φρόνημα διέπρεψας, πρὸς ὃν βοῶμεν·

Χαῖρε, ὁ πλοῦτος τῆς μαθητείας·
χαῖρε, τὸ τεῖχος τῆς ἐγκρατείας.
Χαῖρε, Παρακλήτου σεπτὸν ἐνδιαίτημα·
χαῖρε, τοῦ Ὑψίτου τῆς χάριτος σκήνωμα.
Χαῖρε, ὅτι κόσμῳ ἔλαμψας ὡς κανὼν ὑπακοῆς·
χαῖρε, ὅτι πᾶσι πέφηνας λαμπηδὼν ὡς προσευχῆς.
Χαῖρε, τῆς ἀπαθείας καὶ συνέσεως ὄρπηξ·
χαῖρε, τῆς ἀκτησίας καὶ χρηστότητος σάλπιγξ.
Χαῖρε, λαμπρὸν εὐχῆς ἐργαστήριον·
χαῖρε, τερπνὸν ἀσκήσεως ἔσοπτρον·
Χαῖρε, σεμνὸς τηρητὴς ἀκριβείας·
χαῖρε, στεῤῥὸς στῦλος χάριτος θείας.

Χαίροις, Νήφων μακάριε.

Ζήλου πεπληρωμένος παιδιόθεν τοῦ θείου ἀνῆλθες ἀρετῶν τὰς βαθίδας, νοερᾶς προσευχῆς ἐραστὰ καὶ ἠθῶν ταμεῖον, ἀσκητά, ἄσυλον, συντόνων πόνων πρόβολε, ἀπαύστως τῷ Θεῷ ὁ ψάλλων·

Ἀλληλούϊα.

Ἤσκησας θεαρέστως καὶ ὑπὸ Μητροπολίτου, πανόσιε, ἐχειροτονήθης Μολδαβίας, τοῦ Βενιαμίν, Νήφων, Ἐκκλησίας γέρας, διάκονος, καὶ ταπεινὸς πρεσβύτερος, ἐγείρων τοὺς πιστοὺς βοᾶν σοι·

Χαῖρε, σεμνότης τῶν μονοτρόπων·
χαῖρε, ἀκρότης Θεῷ φιλούντων.
Χαῖρε, ὁ μισήσας σαφῶς τὰ ἐγκόσμια·
χαῖρε, ὁ ποθήσας ἐν βίῳ τὰ ἄῤρευστα.
Χαῖρε, ὅτι πᾶσιν ἔλαμψας ὡς ἀπαύγασμα εὐχῆς·
χαῖρε, ὅτι κόσμῳ πέφηνας ἐκμαγεῖον ἀρετῆς.
Χαῖρε, ὁ τὴν πτωχείαν τοῦ Χριστοῦ ἀγαπήσας·
χαῖρε, τὴν ἁμαρτίαν τοῖς ποσί σου πατήσας.
Χαῖρε, ἀστὴρ ἀγάπης ἀείφωτος·
χαῖρε, σβεστὴρ σαρκίου μολύνσεως.
Χαῖρε, νηστείας μεγάφωνος σάλπιγξ·
χαῖρε, ἁγνείας ἡδυπνευστος σύριγξ·

Χαίροις, Νήφων μακάριε.

Θείας Χάριτος ῥεῖθρον διειδέστατον, ῥύπον ἐκάθηρας παθῶν χαμαιζήλων τῶν δακρύων σου τοῖς ὀχετοῖς, Νήφων, καὶ ἱδρώτων ἐκροαῖς θείων σου, ὁ ἐν σεπτῇ καρδίᾳ σου δεξάμενος Χριστόν, ᾧ ᾖδες·

Ἀλληλούϊα.

Ἴαμα τῆς πασχούσης θυγατρὸς τοῦ Ῥοσέτι, τοῦ ἄρχοντος ἐξ ἐπιληψίας, μάκαρ Νήφων, Κυρίῳ Θεῷ ὁ τοῖς πόνοις σου φανεὶς βίου εὐάρεστος, αὐτοῦ τὸ στόμα ἤνοιξας κραυγάζειν σοι ἐν κατανύξει·

Χαῖρε, ἀσκήσει κεκαθαρμένος·
χαῖρε, ὁ νήψει λελαμπρυσμένος.
Χαῖρε, τῶν ὁσίων τῶν πάλαι ὁμόζηλος·
χαῖρε, οὐρανίων δωμάτων ὁ ἔνοικος.
Χαῖρε, ὅτι νόσων τῶν ψυχῶν θεραπευτής·
χαῖρε, ὅτι κόσμῳ ἔλαμψας ὥσπερ ἥλιος εὐχῆς.
Χαῖρε, ὁ ἰατρεύων ταχινῶς ἀσθενείας·
χαῖρε, ὁ γαληνεύων ψυχικὰς τρικυμίας.
Χαῖρε, βαλβὶς συντόνου ἀσκήσεως·
χαῖρε, κρηπὶς ἀσάλευτος νήψεως.
Χαῖρε, νοσούντων ὁ θεῖος ἀκέστωρ·
χαῖρε, δωμάτων τοῦ πόλου οἰκήτωρ·

Χαίροις, Νήφων μακάριε.

Καύχημα μοναζόντων Μάνδρας Σέκου, κοσμῆτορ Χριστοῦ τῆς Ἐκκλησίας καὶ ὄλβος πέλεις πίστεως καὶ θησαυρὸς ἀγωγῆς ἀμέμπτου, ἀσκητῶν σέμνωμα· διὸ σὲ μακαρίζοντες εὐτάκτως ἐκβοῶμεν, Νήφων·

Ἀλληλούϊα.

Λάμψας ἐν Ῥουμανίᾳ ὡς φωστὴρ ψυχοτρόφου ἀσκήσεως, εὐχῆς ἀσιγήτου, ἀγρυπνίας, νηστείας, σοφέ, καὶ σκληραγωγίας ἀστραπαῖς ηὔγασας ἀκτῖσι τῶν καμάτων σου τοὺς πίστει σοι βοῶντας, Νήφων·

Χαῖρε, κρατὴρ ψυχικῆς ἀνδρείας·
χαῖρε, φωστὴρ τοῦ Θεοῦ σοφίας.
Χαῖρε, ὁ ἐγείρας ἐξ ὕπνου καθεύδοντας·
χαῖρε, ὁ στηρίξας προθύμως τοὺς κάμνοντας.
Χαῖρε, ὅτι στῦλος γέγονας προσευχῆς καρδιακῆς·
χαῖρε, ὅτι φάρος πέφηνας θεαρέστου ἀγωγῆς.
Χαῖρε, ὁ τὴν πορείαν πρὸς τὸν πόλον χαράξας·
χαῖρε, ὁ τὴν χορείαν μοναστῶν ἀγλαΐσας.
Χαῖρε, λαμπὰς τὸν κόσμον φωτίζουσα·
χαῖρε, ψεκὰς πιστοὺς ἀναψύχουσα.
Χαῖρε, Ὑψίστου τῆς χάριτος φαῦσις·
χαῖρε, συντόνου ἀσκήσεως λάμψις·

Χαίροις, Νήφων μακάριε.

Μένων ἐν τῇ ἀγάπῃ τοῦ Παντάνακτος, Νήφων, κατέλαβες τὸ Ἅγιον Ὄρος καὶ εἰς Σκήτην τῆς μάμμης Χριστοῦ, τῆς Ἁγίας Ἄννης σχῆμα ἀπέλαβες ἀγγελικόν, πανόσιε, ὁ ψάλλων τῷ Θεῷ τῶν ὅλων·

Ἀλληλούϊα.

Νήφων πνευματοφόρε, ἐν δρυμοῖς Κερασέας ἠσκήθης θεαρέστως καὶ ἔσχες χάριτί σου ὑποτακτικὸν τὸν Ἀντίπαν, εἶτα θαυμαστὸν ὅσιον, ὃν μιμητήν σου ἔδειξας καὶ ἔπιθες βοᾶν σοι ταῦτα·

Χαῖρε, ὁ ἄριστος ὁδοδείκτης·
χαῖρε, ὁ ἄμεμπτος ποδηγέτης.
Χαῖρε, τῶν δαιμόνων ὁ μέγας ἀντίπαλος·
χαῖρε, τῶν Ἀγγέλων εὐκλείας συμμέτοχος.
Χαῖρε, ὅτι ἐκοπίασας πρὸς στερέωσιν ψυχῶν·
χαῖρε, ὅτιὤφθης σέμνωμα τῶν τοῦ Ἄθωνος δρυμῶν.
Χαῖρε, ὁ ἁγιάσας Κερασέας τὰ ἄλση·
χαῖρε, ὁ καταστείλας τοῦ σαρκίου σου πάθη.
Χαῖρε, σεπτῶν καμάτων ὁ πρόβολος·
χαῖρε, ἡμῶν ὁ ἄγρυπνος ἔφορος.
Χαῖρε, λαμπρῶν παλαισμάτων τὸ ῥόδον·
χαῖρε, τερπνὸν Θείας Χάριτος ἴον·

Χαίροις, Νήφων μακάριε.

Ξύλου ὁ ἀπολαύων τῆς Ἐδέμ, πάτερ Νήφων, ὡς ἄγγελος, σεπτέ, σαρκοφόρος, χάριν εὗρες Θεὸν δυσωπεῖν δοῦναι τοῖς τιμῶσί σε ἀεί, ὅσιε, κατ’ ἄμφω τὴν ὑγίειαν τοῖς ψάλλουσι φωναῖς αἰσίαις·

Ἀλληλούϊα.

Ὅσιε θεοφόρε, κατηξίωσαι Σκήτην δομῆσαι τοῦ Τιμίου Προδρόμου ἐν τῇ Βίγλᾳ, πρὸς τῶν μοναστῶν ἐκ τῆς Ῥουμανίας, Νήφων πανθαύμαστε, ἐνοίκησιν· διόπερ νῦν βοῶμεν εὐχαρίστῳ γλώσσῃ·

Χαῖρε, ὁ σύσκηνος τῶν ἀγγέλων·
χαῖρε, ὁμόζηλος τῶν ὁσίων.
Χαῖρε, προσευχὴν ὁ θεσπίσας νυχθήμερον·
χαῖρε, ἀρετὴν ὁ διδάξας οὐράνιον.
Χαῖρε, ὄλβος τιμαλφέστατος ἀσκουμένων ἀκλινῶς·
χαῖρε, στῦλος ἀῤῥαγέστατος κλονουμένων ἀλγεινῶς.
Χαῖρε, ὁ ἀσθενείας ἀδυνάτων βαστάζων·
χαῖρε, συκοφανίας μοναστῶν ἀποπτύων.
Χαῖρε, πηγὴ ἀκένωτος χάριτος·
χαῖρε, στακτὴ νηστείας μυρίπνοος.
Χαῖρε, κρουνὸς τοῦ Θεοῦ δωρημάτων·
χαῖρε, πυρσὸς παμφαὴς θαυμασίων.

Χαίροις, Νήφων μακάριε.

Πάτερ, τῆς συμπαθείας πολυτίμητον σκεῦος πρὸς πάντα ἀδικοῦντάς σε ὤφθης, Νήφων, καὶ συγχωρήσας αὐτοῖς τὰς δολοπλοκίας, ὡς Χριστοῦ γνήσιον θεράπων, χείλη ἤνοιξας πιστῶν Αὐτῷ ἀπαύστως ψάλλειν·

Ἀλληλούϊα.

Ῥεύμασι σῶν ἱδρώτων ποταμὸν εὐσπλαγχνίας ἀνέδειξας τὴν Σκήτην Προδρόμου, Νήφων, καὶ τῶν δακρύων ῥοαῖς συχωρητικότητός σου πάθη ἀπέπλυνας τῶν σὲ φθονούντων, ὅσιε, πρὸς ὅνπερ νῦν ἡμεῖς βοῶμεν·

Χαῖρε, καμάτων συντόνων ῥεῖθρον·
χαῖρε, ἀγώνων ὡραίων βάθρον.
Χαῖρε, ἀνεξίκακε πάτερ καὶ ἄμεμπτε·
χαῖρε, πνευματέμφορε, σῶφρον καὶ ἄσπιλε.
Χαῖρε, καύχημα περίδοξον ἀσκητῶν Ἀθωνιτῶν·
χαῖρε, κλέϊσμα συντάγματος Σκήτεώς σου μοναστῶν.
Χαῖρε, ὁ περισκέπων τοὺς χοροὺς μονοτρόπων·
χαῖρε, ὁ μνημονεύων ὑμνηπόλων σου πάντων.
Χαῖρε, στυγνῶν δαιμόνων τὸ σύντριμμα·
χαῖρε, ἡμῶν πασχόντων τὸ στήριγμα.
Χαῖρε, συγχώρησις σοὶ τῶν πταιόντων·
χαῖρε, ἀνάψυξις τῶν θλιβομένων.

Χαίροις, Νήφων μακάριε.

Σάλπιγγι ἀρετῶν σου, βιοτῆς σου ἀμέμπτου καὶ σῆς ποδηγεσίας, τρισμάκαρ, ἐπαιάνισας, πάτερ, ᾠδὰς σωτηρίας, Νήφων, μοναστῶν Σκήτεως Προδρόμου, ἣν ἐδόμησας, ἰσάγγελε, ἀεὸ ὁ ψάλλων·

Ἀλληλούϊα.

Τίμιε τοῦ Κυρίου ἀσκητά, ὁ νηστεύων, εὐχόμενος Αὐτῷ ἀσιγήτως, ταπεινούμενος, νήφων, καλῶς ὑπομένων θλίψεις καὶ ἐκ τῆς σῆς Σκήτεως ἐκδίωξιν κατέδειξας τὴν πίστιν σου πιστοῖς βοῶσι·

Χαῖρε, Ἀγγέλων ὁ συμπολίτης·
χαῖρε, δαιμόνων ὁ καταλύτης.
Χαῖρε, ὁ βραβεῖον λαβὼν ἄνω κλήσεως·
χαῖρε, ὁ δοχεῖον δεικνύμενος Πνεύματος.
Χαῖρε, ὅτι στέφος εἴληφας ἀκραιφνοῦς ὑπομονῆς·
χαῖρε, ὅτι κόσμῳ πέφηνας ἀρετῶν ὑφηγητής.
Χαῖρε, κέδρος εὐώδης ψυχικῆς εὐγενείας·
χαῖρε, τρίβος δεικνῦσα τῶν ἀγγέλων χορείας.
Χαῖρε, σκηπτὸς ἐκκαίων τὸν ἔχθιστον·
χαῖρε, φανὸς πρὸς δόξαν οὐράνιον.
Χαῖρε, ὑμνούντων τὴν χάριν σου ῥῶσις·
χαῖρε, δαιμόνων ἡ εὔστοχος τρῶσις·

Χαίροις, Νήφων μακάριε.

Ὕμνοις μελισταγέσι καὶ ψαλμοῖς ἐπαινοῦμεν σὴν ἄσκησιν ἔνδον σπηλαίου μετ’ ἐκδίωξιν, Νήφων, τὴν σὴν ἐκ τῆς Σκήτεώς σου, ἣνπερ ὑπέμεινας καλῶς Θεῷ ἑκάστοτε αἰνῶν καὶ ἐνχαρᾷ κραυγάζων·

Ἀλληλούϊα.

Φέγγει τῆς ἰσαγγέλου πολιτείας σου ζόφον τοῦ φθόνου μοναστῶν Σκήτεώς σου διεσκέδασας, Νήφων σοφέ, ὁ ἐντὸς σπηλαίου παραδοὺς πνεῦμά σου Θεῷ, τῷ σὲ δοξάσαντι, πανεύφημε, πρὸς ὃν βοῶμεν·

Χαῖρε, ἡ δᾲς ἀνεξικακίας·
χαῖρε, ψεκὰς συνπαθείας θείας.
Χαῖρε, ἀσκητῶν τῶν ἐν Ἄθωνι πρόβολος·
χαῖρε, ἱερῶν παλαισμάτων ὁ σάπφειρος.
Χαῖρε, ὅτι συνεχώρησας τοῖς φθονοῦσί σε κακῶς·
χαῖρε, ὅτι ἐμεγάλυνας πόνοις σου Θεὸν τρανῶς.
Χαῖρε, δάκρυσιν ὁ ἐκβλύσας ποταμοὺς σωτηρίας·
χαῖρε, χεύμασιν γεωργήσας τῶν ἱδρώτων καρδίας.
Χαῖρε, ὀρδῶν δαιμόνων τὸ σύντριμμα·
χαῖρε, ἡμῶν ἐν κλύδωσι στήριγμα·
Χαῖρε, πυξὶς σταθηρὰ ἀσκουμένων·
χαῖρε, λαβὶς ἀγαθῶν αἰωνίων.

Χαίροις, Νήφων μακάριε.

Χαῖρε, ὁ τὴν σὴν Σκήτην δι’ εἰκόνος πλουτίσας σεπτῆς Προδρομιτίσσης Παρθένου, τῆς ἀχειροποιήτου, σεπτὲ Νήφων, πλούτισόν με σαῖς εὐχαῖς, ὅσιε, τὸν ὕμνοις μεγαλύνοντα σοὺς πόνους καὶ Θεῷ βοῶντα·

Ἀλληλούϊα.

Ψάλλοντές σου ἀγῶνας, Νήφων, ἐν ἐρημίαις τοῦ Ἄθωνος, συντόνους καὶ μόχθους πρὸς τελείωσιν τῆς ἀρετῆς καὶ Προδρόμου Σκήτεως λαμπρᾶς δόμησιν, σέ, πάτερ ἀνεξίκατε, ὑμνοῦμεν καὶ τρανῶς βοῶμεν·

Χαῖρε, στρουθίον τῆς ἐρημίας·
χαῖρε, πυξίον τῆς σωτηρίας.
Χαῖρε, τὸ σεπτὸν Ῥουμανίας ἐκβλάστημα·
χαῖρε, τὸ λαμπρὸν ἀσκουμένων ὑπόδειγμα.
Χαῖρε, ὅτι πᾶσιν ἔδειξας σοὶ οἰκούσας ἀρετάς·
χαῖρε, ὅτι κατεπίανας τὰς ξηρὰς πιστῶν ψυχάς.
Χαῖρε, ὅτι ἐδέξω ὁσιότητος στέμμα·
χαῖρε, ὅτι ἠρνήσω τὸ φθειρόμενον σῶμα.
Χαῖρε, λειμὼν εὐώδης ἀσκήσεως·
χαῖρε, εἰκὼν Θεοῦ ἀγαπήσεως.
Χαῖρε, τὸ ἔρνος Χριστοῦ Ἐκκλησίας·
χαῖρε, ἡ κέδρος ψυχῶν σωτηρίας·

Χαίροις, Νήφων μακάριε.

Ὦ πανόσιε Νήφων, ἀνεξίκατε πάτερ, τῆς Σκήτεως δομῆτορ Προδρόμου, (ἐκ γ΄ ) εὐωδίᾳ σῶν θεοπειθῶν, Ῥουμανίας γόνε, ἀσκητῶν πρόβολε, δεήσεων, καθήδυνον τοὺς ψάλλοντας ἐν κατανύξει·

Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον.Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Συντόνοις πόνοις θείαν Σκήτην συστησάμενον σεπτοῦ Προδρόμου ἐν ταῖς παρυφαῖς τοῦ Ἄθωνος πρὸς Ῥουμάνων ἀσκουμένων φιλοξενίαν, ἐνδιαίτημα τῆς συγχωρητικότητος καὶ συντόνου ἐνασκήσεως τιμήσωμεν πόθῳ κράζοντες· χαίροις, Νήφων μακάριε.

Δίστιχον·
Χαῖρε, Σέργιε, Ῥαντονὲζ ὁ προΐστωρ,
σὺν Ἐπιφανίῳ Χαραλάμπης ᾖσεν.